<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="333"><head rend="align(center)">Νοταρίῳ</head><p rend="align(indent)"> Οἱ λόγοι τὴν φύσιν ὑπόπτερον ἔχουσι. διὰ τοῦτο σημείων χρῄζουσιν, ἵνα ἱπταμένων αὐτῶν λάβῃ<note xml:lang="eng"><foreign xml:lang="grc">λάβοι</foreign> Med. et Regius sec.</note> τὸ τάχος ὁ γράφων. σὺ οὖν, ὦ παῖ, τὰ χαράγματα τέλεια ποίει, καὶ τοὺς τόπους<note xml:lang="eng"><foreign xml:lang="grc">τύπους</foreign> editi antiqui.</note> ἀκολούθως κατάστιζε. ἐν γὰρ μικρᾷ πλάνῃ πολὺς ἡμάρτηται λόγος, τῇ δὲ ἐπιμελείᾳ τοῦ γράφοντος κατορθοῦται τὸ λεγόμενον. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="334"><head rend="align(center)">Καλλιγράφῳ<note xml:lang="eng"><foreign xml:lang="grc">πρὸς καλλιγράφον</foreign> E et alii MSS.; <foreign xml:lang="grc">στρεβλοὺς ποιοῦντα τοὺς στίχους</foreign> <q>to a calligraphist who made twisting lines</q> add. Harl.</note></head><p rend="align(indent)"> Ὀρθὰ γράφε καὶ χρῶ τοῖς στίχοις ὀρθῶς· καὶ μήτε αἰωρείσθω πρὸς ὕψος ἡ χεὶρ μήτε φερέσθω κατὰ κρημνῶν. μηδὲ βιάζου τὸν κάλαμον λοξὰ βαδίζειν, ὥσπερ τὸν παρʼ Αἰσώπῳ καρκίνον· ἀλλʼ εὐθὺ χώρει, ὥσπερ ἐπὶ στάθμης<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἐπὶ στάθμης</foreign><foreign xml:lang="grc">στάθμῃ τεκτονικῇ</foreign> nonnulli MSS.</note> βαδίζων τεκτονικῆς, ἣ πανταχοῦ φυλάττει τὸ ἴσον καὶ <pb n="v.4.p.284"/> πᾶν ἀναιρεῖ τὸ ἀνώμαλον. τὸ γὰρ λοξὸν ἀπρεπές, τὸ δὲ εὐθὺ τερπνὸν τοῖς ὁρῶσιν, οὐκ ἐῶν ἀνανεύειν καὶ κατανεύειν, ὥσπερ τὰ κηλώνεια, τοὺς ὀφθαλμοὺς τῶν ἀναγινωσκόντων. ὁποῖόν τι κἀμοὶ συμβέβηκε τοῖς γράμμασιν ἐντυχόντι τοῖς σοῖς. τῶν γὰρ στίχων κειμένων<note xml:lang="eng"><foreign xml:lang="grc">ἐγκειμένων</foreign> E.</note> κλιμακηδόν, ἡνίκα ἔδει μεταβαίνειν ἐφʼ ἕτερον ἀφʼ ἑτέρου,<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἐφ’ ἕτερον ἀφ’ ἑτέρου</foreign><foreign xml:lang="grc">ἀφ’ ἑτέρου εἰς ἕτερον</foreign> editi antiqui.</note> ἀνάγκη ἦν ἐξορθοῦν πρὸς τὸ τέλος τοῦ προσιόντος.<note xml:lang="eng"><foreign xml:lang="grc">προϊόντος</foreign> editi antiqui.</note> ἐν ᾧ μηδαμοῦ φαινομένης τῆς ἀκολουθίας, ἀνατρέχειν ἔδει πάλιν καὶ τὴν τάξιν ἐπιζητεῖν, ἀναποδίζοντα καὶ παρεπόμενον τῷ αὔλακι, καθάπερ τὸν Θησέα τῷ μίτῳ τῆς Ἀριάδνης φασί. γράφε τοίνυν ὀρθῶς, καὶ μὴ πλάνα τὸν νοῦν τῷ πλαγίῳ καὶ λοξῷ τῶν γραφομένων. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="335"><head rend="align(center)">Βασίλειος Λιβανίῳ</head><p rend="align(indent)"> Αἰσχύνομαι καθʼ ἕνα σοι προσάγων τοὺς Καππαδόκας, ἀλλὰ μὴ πάντας τοὺς ἐν ἡλικίᾳ <pb n="v.4.p.286"/> πείθων λόγων καὶ παιδεύσεως<note xml:lang="eng"><foreign xml:lang="grc">τῆς σῆς</foreign> add. editi antiqui.</note> ἀντιποιεῖσθαι καὶ σοὶ κεχρῆσθαι τῆς ἀσκήσεως διδασκάλῳ. ἀλλʼ ἐπειδὴ πάντων εἰσάπαξ ἐπιτυχεῖν, τὰ προσήκοντα σφίσιν αὐτοῖς αἱρουμένων, οὐχ οἷόν τε, τοὺς ἑκάστοτε πειθομένους παραπέμπομέν<note xml:lang="eng"><foreign xml:lang="grc">παραπέμπομαι</foreign> editi antiqui.</note> σοι, τοσοῦτον αὐτοῖς χαριζόμενος,<note xml:lang="eng"><foreign xml:lang="grc">χαριζόμενοι</foreign> E.</note> ὅσον καὶ οἱ τοῖς διψῶσι καθηγούμενοι πρὸς<note xml:lang="eng">om. E.</note> τὰς πηγάς. </p><p rend="align(indent)"> Ὁ δὲ νῦν προσιὼν μικρὸν ὕστερον ἑαυτοῦ ἕνεκεν σπουδασθήσεται, ἐπειδάν σοι συγγένηται. νῦν δὲ ἀπὸ πατρός ἐστι γνώριμος, μέγα ἐπὶ ὀρθότητι βίου καὶ δυνάμει πολιτικῇ παρʼ ἡμῖν λαβόντος ὄνομα· ὃς καὶ ἐμοὶ εἰς τὴν ἄκραν φιλίαν ἥρμοσται. ἧς ἀμειβόμενος αὐτόν, τῷ παιδὶ ταύτην τὴν χάριν δίδωμι, σοὶ ποιῶν αὐτὸν γνώριμον, πρᾶγμα μεγίστης εὐχῆς ἄξιον τοῖς ἀρετὴν ἀνδρὸς κρίνειν ἐπισταμένοις. </p></div></div></body></text></TEI>