Ἀνεπίγραφος Μάταιόν ἐστι δὶς περὶ τῶν αὐτῶν ἐπιστέλλειν. ἢ γὰρ φύσιν οὐκ ἔχει διορθώσεως τὸ πρᾶγμα, καὶ μάτην ἡμῖν ὑμῖν E. ἐνοχλοῦσιν διοχλοῦσιν E. οἱ προσιόντες, ἢ οἱ δεχόμενοι τὰς ἐπιστολὰς παρορῶσιν ὑπερορῶσιν Coisl. sec., Regius sec. ἡμῶν, καὶ οὕτω ματαιοφρονοῦμεν τοῖς καταφρονηταῖς καταφρονητοῖς editi antiqui. ἐπιστέλλοντες. ἐπεὶ οὖν ἤδη περὶ τοῦ αὐτοῦ ἐδέξω γράμματα, ἠναγκάσθημεν δὲ καὶ δεύτερον ἐπιστεῖλαι, ἢ διόρθωσαι, εἴ σοι δύναμις, ἢ γνώρισον ἡμῖν τὴν αἰτίαν δι’ ἣν πάλαι οὐ γέγονε τὰ προστεταγμένα. Ἄλλη ἀνεπίγραφος Ἓν γνώρισμα τοῦ ζῇν ὁ λόγος. πῶς δὲ σὺ ὑπὲρ γῆν γῆς editi antiqui. εἶναι νομισθείης, μηδέποτε φθεγγόμενος; φθεγξάμενος editi antiqui. ἀλλʼ ἄπωσαι τὴν σιωπήν σου, γράψας ἡμῖν καὶ ἐμφανίσας σεαυτὸν ὅτιπερ ὅτι E. ζῇς. Νοταρίῳ Οἱ λόγοι τὴν φύσιν ὑπόπτερον ἔχουσι. διὰ τοῦτο σημείων χρῄζουσιν, ἵνα ἱπταμένων αὐτῶν λάβῃ λάβοι Med. et Regius sec. τὸ τάχος ὁ γράφων. σὺ οὖν, ὦ παῖ, τὰ χαράγματα τέλεια ποίει, καὶ τοὺς τόπους τύπους editi antiqui. ἀκολούθως κατάστιζε. ἐν γὰρ μικρᾷ πλάνῃ πολὺς ἡμάρτηται λόγος, τῇ δὲ ἐπιμελείᾳ τοῦ γράφοντος κατορθοῦται τὸ λεγόμενον. Καλλιγράφῳ πρὸς καλλιγράφον E et alii MSS.; στρεβλοὺς ποιοῦντα τοὺς στίχους to a calligraphist who made twisting lines add. Harl. Ὀρθὰ γράφε καὶ χρῶ τοῖς στίχοις ὀρθῶς· καὶ μήτε αἰωρείσθω πρὸς ὕψος ἡ χεὶρ μήτε φερέσθω κατὰ κρημνῶν. μηδὲ βιάζου τὸν κάλαμον λοξὰ βαδίζειν, ὥσπερ τὸν παρʼ Αἰσώπῳ καρκίνον· ἀλλʼ εὐθὺ χώρει, ὥσπερ ἐπὶ στάθμης ἐπὶ στάθμης στάθμῃ τεκτονικῇ nonnulli MSS. βαδίζων τεκτονικῆς, ἣ πανταχοῦ φυλάττει τὸ ἴσον καὶ πᾶν ἀναιρεῖ τὸ ἀνώμαλον. τὸ γὰρ λοξὸν ἀπρεπές, τὸ δὲ εὐθὺ τερπνὸν τοῖς ὁρῶσιν, οὐκ ἐῶν ἀνανεύειν καὶ κατανεύειν, ὥσπερ τὰ κηλώνεια, τοὺς ὀφθαλμοὺς τῶν ἀναγινωσκόντων. ὁποῖόν τι κἀμοὶ συμβέβηκε τοῖς γράμμασιν ἐντυχόντι τοῖς σοῖς. τῶν γὰρ στίχων κειμένων ἐγκειμένων E. κλιμακηδόν, ἡνίκα ἔδει μεταβαίνειν ἐφʼ ἕτερον ἀφʼ ἑτέρου, ἐφ’ ἕτερον ἀφ’ ἑτέρου ἀφ’ ἑτέρου εἰς ἕτερον editi antiqui. ἀνάγκη ἦν ἐξορθοῦν πρὸς τὸ τέλος τοῦ προσιόντος. προϊόντος editi antiqui. ἐν ᾧ μηδαμοῦ φαινομένης τῆς ἀκολουθίας, ἀνατρέχειν ἔδει πάλιν καὶ τὴν τάξιν ἐπιζητεῖν, ἀναποδίζοντα καὶ παρεπόμενον τῷ αὔλακι, καθάπερ τὸν Θησέα τῷ μίτῳ τῆς Ἀριάδνης φασί. γράφε τοίνυν ὀρθῶς, καὶ μὴ πλάνα τὸν νοῦν τῷ πλαγίῳ καὶ λοξῷ τῶν γραφομένων. Βασίλειος Λιβανίῳ Αἰσχύνομαι καθʼ ἕνα σοι προσάγων τοὺς Καππαδόκας, ἀλλὰ μὴ πάντας τοὺς ἐν ἡλικίᾳ πείθων λόγων καὶ παιδεύσεως τῆς σῆς add. editi antiqui. ἀντιποιεῖσθαι καὶ σοὶ κεχρῆσθαι τῆς ἀσκήσεως διδασκάλῳ. ἀλλʼ ἐπειδὴ πάντων εἰσάπαξ ἐπιτυχεῖν, τὰ προσήκοντα σφίσιν αὐτοῖς αἱρουμένων, οὐχ οἷόν τε, τοὺς ἑκάστοτε πειθομένους παραπέμπομέν παραπέμπομαι editi antiqui. σοι, τοσοῦτον αὐτοῖς χαριζόμενος, χαριζόμενοι E. ὅσον καὶ οἱ τοῖς διψῶσι καθηγούμενοι πρὸς om. E. τὰς πηγάς. Ὁ δὲ νῦν προσιὼν μικρὸν ὕστερον ἑαυτοῦ ἕνεκεν σπουδασθήσεται, ἐπειδάν σοι συγγένηται. νῦν δὲ ἀπὸ πατρός ἐστι γνώριμος, μέγα ἐπὶ ὀρθότητι βίου καὶ δυνάμει πολιτικῇ παρʼ ἡμῖν λαβόντος ὄνομα· ὃς καὶ ἐμοὶ εἰς τὴν ἄκραν φιλίαν ἥρμοσται. ἧς ἀμειβόμενος αὐτόν, τῷ παιδὶ ταύτην τὴν χάριν δίδωμι, σοὶ ποιῶν αὐτὸν γνώριμον, πρᾶγμα μεγίστης εὐχῆς ἄξιον τοῖς ἀρετὴν ἀνδρὸς κρίνειν ἐπισταμένοις.