Ἀνεπίγραφος Ὅτι σε φιλῶ, οἷς ἐπιστέλλω μάθε. ὅτι με μισεῖς, οἷς σιωπᾷς ἔγνων. γράφε δὲ κἂν τοῦ λοιποῦ, καλάμῳ καὶ μέλανι καὶ βραχεῖ χάρτῃ φιλοῦντας φιλοῦντα Harl. φιλῶν. Ἀνεπίγραφος Μάταιόν ἐστι δὶς περὶ τῶν αὐτῶν ἐπιστέλλειν. ἢ γὰρ φύσιν οὐκ ἔχει διορθώσεως τὸ πρᾶγμα, καὶ μάτην ἡμῖν ὑμῖν E. ἐνοχλοῦσιν διοχλοῦσιν E. οἱ προσιόντες, ἢ οἱ δεχόμενοι τὰς ἐπιστολὰς παρορῶσιν ὑπερορῶσιν Coisl. sec., Regius sec. ἡμῶν, καὶ οὕτω ματαιοφρονοῦμεν τοῖς καταφρονηταῖς καταφρονητοῖς editi antiqui. ἐπιστέλλοντες. ἐπεὶ οὖν ἤδη περὶ τοῦ αὐτοῦ ἐδέξω γράμματα, ἠναγκάσθημεν δὲ καὶ δεύτερον ἐπιστεῖλαι, ἢ διόρθωσαι, εἴ σοι δύναμις, ἢ γνώρισον ἡμῖν τὴν αἰτίαν δι’ ἣν πάλαι οὐ γέγονε τὰ προστεταγμένα. Ἄλλη ἀνεπίγραφος Ἓν γνώρισμα τοῦ ζῇν ὁ λόγος. πῶς δὲ σὺ ὑπὲρ γῆν γῆς editi antiqui. εἶναι νομισθείης, μηδέποτε φθεγγόμενος; φθεγξάμενος editi antiqui. ἀλλʼ ἄπωσαι τὴν σιωπήν σου, γράψας ἡμῖν καὶ ἐμφανίσας σεαυτὸν ὅτιπερ ὅτι E. ζῇς.