Ἀνεπίγραφος, ἐπὶ νουθεσίᾳ Ἔδωκεν ἡμῖν ὁ ἅγιος Θεὸς οἰκειοτάτην πραγμάτων ὑπόθεσιν τὸν ἀδελφὸν τόνδε γνωρίσας ἡμῖν, τὸν ἄνδρα, ᾧ κατὰ τὴν ἐπάνοδον τὴν πρὸς τὴν σὴν τιμιότητα ἐχρησάμεθα τῆς ἐγγράφου ἐγγράφης editi antiqui. ταύτης ὁμιλίας ἡμῶν διακόνῳ, εὐχόμενοι τῷ Θεῷ, ἐπὶ μεῖζόν σε περιφανείας καὶ δόξης προιόντα κοσμεῖν καὶ ἡμᾶς καὶ τὴν πατρίδα πᾶσαν τῇ οἰκείᾳ σεαυτοῦ ἀρετῇ. πᾶσαν ...ἀρετῇ om. E Παρακαλοῦμεν δέ σε παρὰ πάντα τὸν βίον μεμνῆσθαι τοῦ κτίσαντός σε Θεοῦ καὶ τιμήσαντος, ἵνα πρὸς τῇ τοῦ βίου τούτου λαμπρότητι ἔτι om. E. καὶ τῆς οὐρανίου δόξης ἀξιωθῇς, ἧς ἕνεκεν πάντα ποιητέον ἡμῖν, τοῖς πρὸς τὴν μακαρίαν ἐλπίδα τὴν ζωὴν ἡμῶν ἀπευθύνουσιν. Ἀνεπίγραφος, ἐπὶ παρακλήσει Ὑπὲρ ὧν παρόντας ἡμᾶς ἐτίμησας, καὶ ἀπόντων μεμνῆσθαι καταξιοῖς κατηξίους editi antiqui. (ἦλθε γὰρ εἰς ἡμᾶς ἡ ἀκοή), παρὰ τοῦ ἀγαθοῦ Δεσπότου γένοιτό σοι ἀντίδοσις· καί σε ἴδοιμεν ἴδωμεν editi antiqui. ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Θεοῦ ἡμῶν ἐπὶ ἔργοις ἀγαθοῖς εὐδόκιμον, ἵνα, ὥσπερ τῆς ἐνταῦθα περιφανείας ἠξίωσαι, οὕτω καὶ παρὰ τῷ οὐρανίῳ βασιλεῖ σεμνότητος ἀπολαύσῃς. Παρακαλοῦμεν οὖν προηγουμένως τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαρκῆ παρασχέσθαι τὴν σπουδήν, ἔπειτα καὶ τὸ εἰς ἡμᾶς εὐμενὲς ἐπαυξῆσαι, μνήμης τε πάσης καὶ προστασίας ἡμᾶς ἀξιοῦντα, καὶ καὶ add. Capps. σεμνῦναι ἡμᾶς καὶ γράμμασιν, ὥστε, ἀπόδειξιν ἡμᾶς ἔχοντας ὅτι οὐ βαρύνομεν ὑμᾶς ἐπιστέλλοντας, βαρύνῃ ἡμᾶς ἐπιστέλλοντας MSS. et editi; σοι add. editi antiqui, E. συνεχέστερόν σου τῇ μεγαλονοίᾳ καταθαρρήσειν Ὑπερεχίῳ Καὶ προσαγορεύω τὴν τιμιότητά σου καὶ εὔχομαί σοι τὰ ἀγαθά· ἐμαυτὸν δὲ καταμηνύω σπουδὴν ἔχοντι πάντως εἰδέναι τὰ καθʼ ἡμᾶς, μηδὲν ἄμεινον τῆς συνηθείας πράττοντα. πράττοντι editi antiqui. τῶν γὰρ δυσφημοτέρων φείδομαι, ὡς ἂν μὴ πάνυ λυποίην τὸν τὰ βέλτιστα ἡμῖν συνευχόμενον. Φαλερίῳ Πάνυ ἡδέως ἐτέρφθην ἐτέρφθης E. τοῖς ποταμίοις ἰχθύσι, μνησικακήσας μὴ κακίσας E. αὐτῶν τὴν φυγὴν ἣν ἔφυγον ὑποδραμόντες τὴν σκέπην τὴν ἐκ τοῦ κρύους. ἰχθύων δὲ ἡμῖν τιμιώτερά σου τὰ γράμματα. ὥστε ἐπίστελλε μᾶλλον ἢ ἀπόστελλε. εἰ δὲ ἥδιόν σοι σιωπᾷν, τὸ σιωπᾷν editi antiqui. σὺ δὲ ἀλλʼ εὐχόμενος ὑπὲρ ἡμῶν μὴ διαλίπῃς. διαλίποις tress MSS.; διαλείπῃς editi antiqui. Ἀνεπίγραφος Ὅτι σε φιλῶ, οἷς ἐπιστέλλω μάθε. ὅτι με μισεῖς, οἷς σιωπᾷς ἔγνων. γράφε δὲ κἂν τοῦ λοιποῦ, καλάμῳ καὶ μέλανι καὶ βραχεῖ χάρτῃ φιλοῦντας φιλοῦντα Harl. φιλῶν.