<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="321"><head rend="align(center)">Θέκλῃ</head><p rend="align(indent)"> Τὸ παριππεῦσαν ἔτος κρυμὸς γέγονε<note xml:lang="eng"><foreign xml:lang="grc">γεγένηται</foreign> Coisl. sec., Regius sec., Vat.</note> τῇ πατρίδι βαρύς, καὶ τὰς βλεφαρίδας τῶν ἀμπέλων<note xml:lang="eng"><foreign xml:lang="grc">τῆς ἀμπέλου</foreign> Harl. et Med.</note> τὰς ἤδη πρὸς ὠδῖνας λυομένας<note xml:lang="eng">om. Harl.</note> ἀνέκοψεν. αἱ δὲ ἀπομείνασαι στεῖραι αὐχμηρὰς καὶ ἀβρόχους τὰς φιάλας ἡμῶν ἐξειργάσαντο. τί δήποτʼ οὖν σοι τὴν τῶν φυτῶν ἀκαρπίαν ἐκτραγῳδῆσαι προήχθημεν; ἵνα γένῃ ἡμῖν, κατὰ τὸν Σολομῶντα, καὶ αὐτὴ ἄμπελος κυπρίζουσα, καὶ κατάκαρπος κληματίς, οὐ βότρυν ἐξανθήσασα, ἀλλὰ τῶν βοτρύων ἐκθλίψασα τοῖς διψῶσι τὴν δρόσον. τίνες δέ εἰσιν οἱ διψῶντες; οἱ τὸν περίβολον <pb n="v.4.p.266"/> τῆς συνόδου τειχίζοντες. τούτους<note xml:lang="eng"><foreign xml:lang="grc">τούτοις</foreign> E.</note> ὀρεινῷ μεθύσματι ποτίζειν οὐκ ἔχων ἐγώ, ἐπὶ τὴν πολυστάφυλόν σου κεχώρηκα δεξιάν, ἵνʼ ἡμῖν ἐκ ποταμίας ποταμηδὸν τοὺς σοὺς κελεύσῃς ἐπιρρεῦσαι κρουνούς. τοῦτο γὰρ τάχος ποιήσασα, πολλῶν μὲν στόματα ξηρὰ θεραπεύσεις,<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">στόματα ξηρὰ θεραπεύσεις</foreign><foreign xml:lang="grc">ἀναπαύσεις ψυχάς</foreign> Regii utrique Coisl. sec.</note> εὐφρανεῖς δὲ πρῶτον ὡς ἔνι μάλιστα καὶ τὸν ἀττικιστὴν ἐπαίτην<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπαινέτην</foreign> E. editi antiqui.</note> ἐμέ. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="322"><head rend="align(center)">Ἀνεπίγραφος, ἐπὶ φίλῳ συμπασχάσαι</head><p rend="align(indent)"> Δεξάμενος τὰ γράμματα τῆς σῆς τιμιότητος ἥσθην, ὡς εἰκός, καὶ εὐχαρίστησα τῷ Κυρίῳ, καὶ προθύμως εἶχον ἀντιφθέγξασθαι, ἐάν τις κατὰ καιρὸν περὶ ἀντιγράφων ὑπέμνησε. τὸ γὰρ πρᾶγμα ὑπὲρ οὗ ἐπέταξας ἡμῖν χρόνῳ ἐλάμβανε τὴν κατάστασιν, οὐκ ἐνῆν δὲ πρὸ τοῦ πέρατος ἀσφαλὲς οὐδὲν ἀποκρίνασθαι. αὕτη ἡ αἰτία τῆς σιωπῆς ἡμῶν·<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῖν</foreign> editi antiqui.</note> οὐ γὰρ δὴ ῥᾳθυμία οὐδὲ ἄγνοια τοῦ προσήκοντος. εἰ γὰρ καὶ ὅλως ἦμεν<note xml:lang="eng">om. E; <foreign xml:lang="grc">ἔσμεν</foreign> duo MSS.</note> ῥᾴθυμοι, ἐσπουδάσαμεν πάντως ἐπὶ τῆς σῆς τιμιότητος <pb n="v.4.p.268"/> συσκιάσαι ἡμῶν τὰ ἐλαττώματα. νῦν δὲ οὐκ ἔστιν ἡμῶν ἐπιλαθέσθαι σου οὐδὲ τὸ βραχύτατον (ἢ πρότερον ἄν τις ἑαυτὸν ἀγνοήσειεν)· ἀλλὰ κἂν ἐπιστέλλωμεν κἂν μή, ἐνιδρυμένον σε ταῖς καρδίαις ἑαυτῶν περιφέρομεν, καὶ πρὸς τὴν μακρὰν ἀπόλειψιν τοῦ χειμῶνος οὕτω δυσκόλως ἔχομεν, ὥστε εὔχεσθαι, εἰ μὴ αὐτῷ σοι δυνατόν, διὰ τὰς ἀκουομένας ἀσχολίας, καταλιπεῖν τοὺς ἀγροίκους, ἡμῖν ἐγγενέσθαι πρόφασιν ἐπιστῆναι τοῖς τόποις καὶ τῆς ἀληθινῆς εὐσταθείας τῶν σῶν τρόπων καὶ τῆς κοσμιότητος ἀπολαῦσαι. πάντως δὲ τὴν σωτήριον ἡμέραν τοῦ πάσχα μεθʼ ἡμῶν ποιῆσαι προθυμηθήσῃ, μετὰ τῆς κοσμιωτάτης συμβίου σου, ἣν καὶ προσαγορεύομεν διὰ σοῦ καὶ παρακαλοῦμεν συμπρᾶξαι ἡμῖν εἰς τὸ ἐπεῖξαί σε πρὸς ἡμᾶς. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="323"><head rend="align(center)">Φιλαγρίῳ Ἀρκήνῳ</head><p rend="align(indent)"> Χάρις τῷ ἁγίῳ Θεῷ· οὐ γὰρ ἂν εἴποιμι χάριν ἔχειν τοῖς ἠδικηκόσι σε, ὅτι μοι γεγόνασι γραμμάτων ὑπόθεσις· ἀλλʼ ὁ πανταχόθεν εὐεργετῶν ἡμᾶς Κύριος οἶδε καὶ διὰ τῶν λυπηρῶν πληροῦν πολλάκις τὰς παρακλήσεις. ὅθεν καὶ ἡμῖν τὴν εἰκαιότητα<note xml:lang="eng"><foreign xml:lang="grc">σκαιότητα</foreign> editi antiqui, Harl., Regius primus.</note> τῶν ἀποδράντων<note xml:lang="eng"><foreign xml:lang="grc">ἀποδρασάντων</foreign> editi antiqui.</note> σε,<note xml:lang="eng"><foreign xml:lang="grc">σου</foreign> Clarom.</note> εὐφροσύνης ἐποίησεν ἀφορμήν. </p><p rend="align(indent)"> Ἀλλὰ γράφοις ἡμῖν διὰ πάσης προφάσεως, τοιαῦτα γράφων, οὕτω μὲν ἀπὸ χρηστῆς γνώμης, <pb n="v.4.p.270"/> οὕτω δὲ ἀπὸ γλώττης κεκαθαρμένης. καὶ γὰρ εἰ μή φαμεν προσποιεῖσθαι τὸ ἐν τῇ λέξει τερπνόν, ἀλλʼ οὖν φυσικῶς πως κατακηλούμεθα παρʼ αὐτοῦ, καὶ ἄγετε ἡμᾶς οἱ τὸν λόγον χαρίεντες, ὥσπερ οἱ τὰς μελίσσας διὰ τῶν κρουμάτων.<note xml:lang="eng"><foreign xml:lang="grc">κρουσμάτων</foreign> editi antiqui.</note> πολλάς γε οὖν πέμπε τὰς ἐπιστολάς, καὶ μακρὰς ὡς ἔνι μάλιστα· οὐ γὰρ δὴ ἀρετὴ ἐπιστολῆς ἡ βραχύτης, οὐ μᾶλλόν γε ἢ ἀνθρώπου. </p><p rend="align(indent)"> Γράφε δὲ ἡμῖν τά τε κατὰ τὸν οἶκον, ὅπως διάκειται, καὶ αὐτό σοι τὸ σῶμα ὅπως ὑγείας ἔχει, καὶ εἰ τὰ τῶν ἐκκλησιῶν ἡσυχάζει· μέλει γάρ σοι καὶ τούτων καλῶς ποιοῦντι. καὶ μέντοι καὶ εἴ τις δύναμις συμπονεῖν τῇ εἰρήνῃ καὶ τῇ ἑνώσει τῶν διεστηκότων, μὴ παραιτοῦ. </p><p rend="align(indent)"> Ὁ δὲ χρηστὸς Κυριακὸς ἥψατο πρότερον τῆς σπουδῆς, καὶ τότε ἡμῖν ἀπέδωκε τὴν ἐπιστολήν· ἐπὶ<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπεὶ</foreign> editi antiqui.</note> δὲ τὰ λείψανα τοῦ πράγματος ἡμᾶς<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμᾶς</foreign> add. Capps.</note> ἔσχε συναιρομένους τὰ ἡμῖν δυνατά. ἐπεστείλαμεν γὰρ τῶν χωρεπισκόπῳ τῶν τόπων· ὃς ἐὰν ποιήσῃ τι τῷ προστεταγμένων, αὐτὰ γνωρίσει τὰ πράγματα. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="324"><head rend="align(center)">Πασινίκῳ<note xml:lang="eng"><foreign xml:lang="grc">Παιωνίκῳ</foreign> Clarom.</note> ἰατρῷ</head><p rend="align(indent)"> Δεῖγμα<note xml:lang="eng"><foreign xml:lang="grc">μέγιστον</foreign>  add. editi antiqui.</note> τοῦ μὴ παρέργως σε ἔχειν περὶ<note xml:lang="eng"><foreign xml:lang="grc">πρὸς</foreign> E.</note> ἡμᾶς τὸ εὐθὺς ἀπʼ αὐτῶν, ὡς εἰπεῖν, τῶν θυρῶν τῆς <pb n="v.4.p.272"/> εἰσόδου<note xml:lang="eng"><foreign xml:lang="grc">ὁδοῦ</foreign> E. editi antiqui.</note> προσφθέγγεσθαι<note xml:lang="eng"><foreign xml:lang="grc">προσφθέγξασθαι</foreign> E.</note> ἡμᾶς. ἔστι μὲν οὖν καὶ αὐτὸ σπουδῆς ἄξιον, τὸ ἐντυχεῖν γράμμασι φιλικοῖς· ἐὰν<note xml:lang="eng"><foreign xml:lang="grc">εἰ</foreign> E.</note> δὲ καὶ τὴν ἐπὶ τοῖς μεγίστοις χρείαν ἀνύῃ τὰ γραφόμενα, πολλῷ πλείονος ἄξια γίνεται δηλονότι. </p><p rend="align(indent)"> Εὖ<note xml:lang="eng"><foreign xml:lang="grc">σὺ</foreign> Med.</note> τοίνυν ἴσθι, ὡς ὁ τὰ πάντα<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ὡς ὁ τὰ πάντα</foreign><foreign xml:lang="grc">ὅτι ὁ πάντων</foreign> duo MSS.</note> ἄριστος ἀνὴρ Πατρίκιος τοσαῦτα ἐπὶ τῶν χειλέων αὐτοῦ τῆς πειθοῦς φέρει φάρμακα, ὥστε μὴ ὅτι σὺ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">μὴ ὅτι σὺ</foreign><foreign xml:lang="grc">μηδ’ ὅτι οὖν</foreign> E, Med.</note> ἐπέστειλας, ἀλλὰ κἂν Σαυρομάτην τινὰ ἢ Σκύθην λάβῃ, πεῖσαι<note xml:lang="eng"><foreign xml:lang="grc">πείσει</foreign> editi antiqui.</note> ἂν ῥᾳδίως περὶ ὧν ἐθελήσειεν. οὐ μὴν ἀπὸ καρδίας ἐστὶ τὰ τῆς εὐφροσύνης<note xml:lang="eng"><foreign xml:lang="grc">ἀφροσύνης</foreign> editi antiqui.</note> ἐκεῖνα ῥήματα. πάλαι γὰρ ἐπιτετήδευται τὸ σχῆμα τοῦτο· μέχρι φωνῆς<note xml:lang="eng"><foreign xml:lang="grc">εἶναι</foreign>  add. editi antiqui.</note> χρηστοὺς καὶ ἀπειροκάλους δῆθεν καὶ ἑτοίμους εἶναι ἐπιτρέπειν παντὶ δικαστηρίῳ τὰ κατʼ αὐτούς, ἐπειδὰν δὲ ἐπʼ αὐτῶν γένωνται τῶν πραγμάτων, μὴ σύ γε ἐκεῖ<note xml:lang="eng">om. Med.</note> τύχοις. </p><p rend="align(indent)"> Ἀλλὰ ταῦτα μέν<note xml:lang="eng">om. E.</note> μοι πρὸς σὲ εἰρήσθω, ἵνʼ αὐτός τε εἰδείης<note xml:lang="eng"><foreign xml:lang="grc">εἰδῇς</foreign> quatuor MSS.; <foreign xml:lang="grc">πεισθεὶς</foreign> Med.</note> καὶ τὸν ἄνδρα οὔτε ἄλλως ὄντα εὐπαράγωγον, ἔτι καὶ παρὰ σεαυτοῦ πεισθῇς, μὴ τῇ τῶν ῥημάτων προσέχειν εὐπρεπείᾳ, ἀλλὰ τοὺς ἐκ τῶν πραγμάτων ἀναμένειν ἐλέγχους. </p></div><pb n="v.4.p.274"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="325"><head rend="align(center)">Μαγνινιανῷ<note xml:lang="eng"><foreign xml:lang="grc">Μαγνημιανῷ</foreign> editi antiqui.</note></head><p rend="align(indent)"> Ἐξήρκει καὶ τὸ γράμμα τῆς σεμνότητός σου πᾶσαν ἡμῖν ἐξεργάσασθαι<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπεξεργάσασθαι</foreign> nonnulli MSS.</note> εὐφροσύνην. νυνὶ δὲ καὶ ἡ κοσμιωτάτη γυναικῶν Ἰκέλιον,<note xml:lang="eng"><foreign xml:lang="grc">Εἰκέλιον</foreign> Vat. et Bigot.</note> ἡ κοινὴ θυγάτηρ ἡμῶν, τὴν ἐπιστολήν ἀποδοῦσα πλέον ἢ εἰς τὸ διπλάσιον τὴν εὐφροσύνην ἐπηύξησεν, οὐ μόνον τῷ ἔμψυχος εἰκὼν εἶναι τῆς σῆς<note xml:lang="eng"><foreign xml:lang="grc">ὑμετέρας</foreign> editi antiqui.</note> καλοκἀγαθίας, ἀλλὰ καὶ τῷ παρʼ ἑαυτῆς πᾶσαν ἐπιδεικνύναι ἀρετῆς ἐπιμέλειαν. ὥστε πρότερον αὐτὴν ἀσμένως δεξάμενοι διὰ σέ, ὕστερον ἀναστρέψαντες ἐμακαρίσαμέν σε δι’ αὐτήν, ὅτι τοιαύτης τεκνοτροφίας μισθοί σε μένουσι παρὰ τοῦ Δεσπότου Θεοῦ. ἀλλʼ ἴδοιμέν ποτε καὶ αὐτὸν σέ, καὶ τῶν ἐν σοὶ καλῶν ἀπολαύσαιμεν, μήτε ἀρρωστίας, μήτε ἑτέρας τινὸς δυσχερείας ἐμποδιζούσης ἡμῶν τῇ συντυχίᾳ.<note xml:lang="eng"><foreign xml:lang="grc">τὴν συντυχίαν</foreign> nonnulli MSS.</note> </p></div></div></body></text></TEI>