Θέκλῃ Τὸ παριππεῦσαν ἔτος κρυμὸς γέγονε γεγένηται Coisl. sec., Regius sec., Vat. τῇ πατρίδι βαρύς, καὶ τὰς βλεφαρίδας τῶν ἀμπέλων τῆς ἀμπέλου Harl. et Med. τὰς ἤδη πρὸς ὠδῖνας λυομένας om. Harl. ἀνέκοψεν. αἱ δὲ ἀπομείνασαι στεῖραι αὐχμηρὰς καὶ ἀβρόχους τὰς φιάλας ἡμῶν ἐξειργάσαντο. τί δήποτʼ οὖν σοι τὴν τῶν φυτῶν ἀκαρπίαν ἐκτραγῳδῆσαι προήχθημεν; ἵνα γένῃ ἡμῖν, κατὰ τὸν Σολομῶντα, καὶ αὐτὴ ἄμπελος κυπρίζουσα, καὶ κατάκαρπος κληματίς, οὐ βότρυν ἐξανθήσασα, ἀλλὰ τῶν βοτρύων ἐκθλίψασα τοῖς διψῶσι τὴν δρόσον. τίνες δέ εἰσιν οἱ διψῶντες; οἱ τὸν περίβολον τῆς συνόδου τειχίζοντες. τούτους τούτοις E. ὀρεινῷ μεθύσματι ποτίζειν οὐκ ἔχων ἐγώ, ἐπὶ τὴν πολυστάφυλόν σου κεχώρηκα δεξιάν, ἵνʼ ἡμῖν ἐκ ποταμίας ποταμηδὸν τοὺς σοὺς κελεύσῃς ἐπιρρεῦσαι κρουνούς. τοῦτο γὰρ τάχος ποιήσασα, πολλῶν μὲν στόματα ξηρὰ θεραπεύσεις, στόματα ξηρὰ θεραπεύσεις ἀναπαύσεις ψυχάς Regii utrique Coisl. sec. εὐφρανεῖς δὲ πρῶτον ὡς ἔνι μάλιστα καὶ τὸν ἀττικιστὴν ἐπαίτην ἐπαινέτην E. editi antiqui. ἐμέ. Ἀνεπίγραφος, ἐπὶ φίλῳ συμπασχάσαι Δεξάμενος τὰ γράμματα τῆς σῆς τιμιότητος ἥσθην, ὡς εἰκός, καὶ εὐχαρίστησα τῷ Κυρίῳ, καὶ προθύμως εἶχον ἀντιφθέγξασθαι, ἐάν τις κατὰ καιρὸν περὶ ἀντιγράφων ὑπέμνησε. τὸ γὰρ πρᾶγμα ὑπὲρ οὗ ἐπέταξας ἡμῖν χρόνῳ ἐλάμβανε τὴν κατάστασιν, οὐκ ἐνῆν δὲ πρὸ τοῦ πέρατος ἀσφαλὲς οὐδὲν ἀποκρίνασθαι. αὕτη ἡ αἰτία τῆς σιωπῆς ἡμῶν· ἡμῖν editi antiqui. οὐ γὰρ δὴ ῥᾳθυμία οὐδὲ ἄγνοια τοῦ προσήκοντος. εἰ γὰρ καὶ ὅλως ἦμεν om. E; ἔσμεν duo MSS. ῥᾴθυμοι, ἐσπουδάσαμεν πάντως ἐπὶ τῆς σῆς τιμιότητος συσκιάσαι ἡμῶν τὰ ἐλαττώματα. νῦν δὲ οὐκ ἔστιν ἡμῶν ἐπιλαθέσθαι σου οὐδὲ τὸ βραχύτατον (ἢ πρότερον ἄν τις ἑαυτὸν ἀγνοήσειεν)· ἀλλὰ κἂν ἐπιστέλλωμεν κἂν μή, ἐνιδρυμένον σε ταῖς καρδίαις ἑαυτῶν περιφέρομεν, καὶ πρὸς τὴν μακρὰν ἀπόλειψιν τοῦ χειμῶνος οὕτω δυσκόλως ἔχομεν, ὥστε εὔχεσθαι, εἰ μὴ αὐτῷ σοι δυνατόν, διὰ τὰς ἀκουομένας ἀσχολίας, καταλιπεῖν τοὺς ἀγροίκους, ἡμῖν ἐγγενέσθαι πρόφασιν ἐπιστῆναι τοῖς τόποις καὶ τῆς ἀληθινῆς εὐσταθείας τῶν σῶν τρόπων καὶ τῆς κοσμιότητος ἀπολαῦσαι. πάντως δὲ τὴν σωτήριον ἡμέραν τοῦ πάσχα μεθʼ ἡμῶν ποιῆσαι προθυμηθήσῃ, μετὰ τῆς κοσμιωτάτης συμβίου σου, ἣν καὶ προσαγορεύομεν διὰ σοῦ καὶ παρακαλοῦμεν συμπρᾶξαι ἡμῖν εἰς τὸ ἐπεῖξαί σε πρὸς ἡμᾶς. Φιλαγρίῳ Ἀρκήνῳ Χάρις τῷ ἁγίῳ Θεῷ· οὐ γὰρ ἂν εἴποιμι χάριν ἔχειν τοῖς ἠδικηκόσι σε, ὅτι μοι γεγόνασι γραμμάτων ὑπόθεσις· ἀλλʼ ὁ πανταχόθεν εὐεργετῶν ἡμᾶς Κύριος οἶδε καὶ διὰ τῶν λυπηρῶν πληροῦν πολλάκις τὰς παρακλήσεις. ὅθεν καὶ ἡμῖν τὴν εἰκαιότητα σκαιότητα editi antiqui, Harl., Regius primus. τῶν ἀποδράντων ἀποδρασάντων editi antiqui. σε, σου Clarom. εὐφροσύνης ἐποίησεν ἀφορμήν. Ἀλλὰ γράφοις ἡμῖν διὰ πάσης προφάσεως, τοιαῦτα γράφων, οὕτω μὲν ἀπὸ χρηστῆς γνώμης, οὕτω δὲ ἀπὸ γλώττης κεκαθαρμένης. καὶ γὰρ εἰ μή φαμεν προσποιεῖσθαι τὸ ἐν τῇ λέξει τερπνόν, ἀλλʼ οὖν φυσικῶς πως κατακηλούμεθα παρʼ αὐτοῦ, καὶ ἄγετε ἡμᾶς οἱ τὸν λόγον χαρίεντες, ὥσπερ οἱ τὰς μελίσσας διὰ τῶν κρουμάτων. κρουσμάτων editi antiqui. πολλάς γε οὖν πέμπε τὰς ἐπιστολάς, καὶ μακρὰς ὡς ἔνι μάλιστα· οὐ γὰρ δὴ ἀρετὴ ἐπιστολῆς ἡ βραχύτης, οὐ μᾶλλόν γε ἢ ἀνθρώπου. Γράφε δὲ ἡμῖν τά τε κατὰ τὸν οἶκον, ὅπως διάκειται, καὶ αὐτό σοι τὸ σῶμα ὅπως ὑγείας ἔχει, καὶ εἰ τὰ τῶν ἐκκλησιῶν ἡσυχάζει· μέλει γάρ σοι καὶ τούτων καλῶς ποιοῦντι. καὶ μέντοι καὶ εἴ τις δύναμις συμπονεῖν τῇ εἰρήνῃ καὶ τῇ ἑνώσει τῶν διεστηκότων, μὴ παραιτοῦ. Ὁ δὲ χρηστὸς Κυριακὸς ἥψατο πρότερον τῆς σπουδῆς, καὶ τότε ἡμῖν ἀπέδωκε τὴν ἐπιστολήν· ἐπὶ ἐπεὶ editi antiqui. δὲ τὰ λείψανα τοῦ πράγματος ἡμᾶς ἡμᾶς add. Capps. ἔσχε συναιρομένους τὰ ἡμῖν δυνατά. ἐπεστείλαμεν γὰρ τῶν χωρεπισκόπῳ τῶν τόπων· ὃς ἐὰν ποιήσῃ τι τῷ προστεταγμένων, αὐτὰ γνωρίσει τὰ πράγματα.