<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="311"><head rend="align(center)">Πρωτεύοντι</head><p rend="align(indent)"> Πολλὰς ἡμῖν ποιοῦσι τὰς ἐπιστολὰς πρὸς τὴν σὴν τιμιότητα οἱ ταῖς διαβεβαιώσεσιν ἡμῶν μὴ προσέχοντες, ἀλλʼ ἴδιόν τι καὶ ἐξαίρετον ἐν τοῖς ἑαυτῶν ἐπιζητοῦντες. πάλαι γὰρ ἡμεῖς αὐτοῖς διεμαρτυράμεθα, ὅτι οὕτως ἔσῃ κοινὸς καὶ ἴσος τῶν δικαίων ἡμῖν φύλαξ, ὥστε μηδένα πλέον ἐπιζητῆσαί τι τῶν εἰς φιλανθρωπίαν, ἐὰν μή που ὑπερβάλῃ<note xml:lang="eng"><foreign xml:lang="grc">ὑπερβάλλῃ</foreign> Coisl. sec., Regius sec.</note> τῇ ἀπληστίᾳ. ὅμως δὲ πληροφοροῦντες τόνδε, ἐδώκαμεν αὐτῷ τὴν ἐπιστολήν, συνιστῶντές σοι τὸν ἄνδρα καὶ παρακαλοῦντες καλῶς τε αὐτὸν ἰδεῖν, καὶ διὰ τὸ χρόνῳ κεκμηκέναι αὐτοῦ τὸν οἶκον ἐπὶ ταῖς λειτουργίαις, τῆς ἐνδεχομένης αὐτὸν παρακλήσεως ἀξιῶσαι. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="312"><head rend="align(center)">Κηνσίτορι</head><p rend="align(indent)"> Οἶδας τὰς ἐκ τῶν κήνσων καὶ ὠφελείας καὶ βλάβας τὰς γινομένας τοῖς ἀνθρώποις. ὥστε σύγγνωθι τῷδε πολλὴν ποιησαμένῳ σπουδὴν <pb n="v.4.p.250"/> μηδεμίαν ὑπομεῖναι βλάβην, καὶ συνάρασθαι αὐτῷ κατὰ δύναμιν πρὸς τὸ δίκαιον προθυμήθητι. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="313"><head rend="align(center)">Κηνσίτορι</head><p rend="align(indent)"> Οὐκ ἔστι πόρρωθεν ἰδεῖν τὰς οἰκονομίας τοῦ Θεοῦ, ἀλλʼ ὑπὸ μικροψυχίας οἱ ἄνθρωποι πρὸς τὸ ἐν ποσὶν ἀποβλέπομεν, καὶ πολλάκις ἐπὶ ἀγαθὸν πέρας ἀγόμενοι δυσχεραίνομεν, ἀνεχομένου ἡμῶν τῆς ἀμαθίας τοῦ πάντα ἐν τῇ ἑαυτοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτοῦ</foreign> editi antiqui.</note> σοφίᾳ διοικοῦντος Δεσπότου. μέμνησαι γὰρ δήπου ὅσον ἐδυσχεράναμεν<note xml:lang="eng"><foreign xml:lang="grc">ἐδυσχεραίνομεν</foreign> Regius uterque et Coisl. sec.</note> τότε πρὸς τὴν ἐπιτεθεῖσαν ἡμῖν φροντίδα, ὅσους παρελάβομεν τῶν φίλων εἰς τὸ δι’ αὐτῶν ἀπώσασθαι τὴν ἐπήρειαν. οὕτω γὰρ ὠνομάζομεν<note xml:lang="eng"><foreign xml:lang="grc">ὀνομάζομεν</foreign> editi antiqui.</note> τὸ πρᾶγμα. </p><p rend="align(indent)"> Ἀλλὰ νῦν ὁρᾶς ὁποῖα τὰ παρόντα. παρέσχε γάρ σοι ὁ Θεὸς ἀφορμὴν τοῦ τὴν καλοκἀγαθίαν τῶν τρόπων εἰς φανερὸν ἀγαγεῖν καὶ παντὶ τῷ ἐφεξῆς βίῳ ἀγαθῆς μνήμης ἀφορμὰς ἐναφεῖναι. ὁποῖαι γὰρ ἂν ὦσιν αἱ ἀποτιμήσεις αὗται, τοιαῦται καὶ αἱ ἐπʼ αὐταῖς μνῆμαι παρὰ τῶν ἐπιγινομένων διασώζεσθαι πεφύκασιν.<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τοιαῦται...πεφύκασιν</foreign><foreign xml:lang="grc">τοιαύτη καὶ ἡ ἐπ’ αὐτοῖς μνήμη...πέφυκε</foreign> editi antiqui.</note> ἐπεὶ<note xml:lang="eng"><foreign xml:lang="grc">δὲ</foreign> add. MSS. et editi.</note> δὲ οὐδὲ εὐχομένοις Γαλάταις ὑπῆρξεν ἂν φιλανθρωποτέρου <pb n="v.4.p.252"/> ἤθους ἐπιτυχεῖν, ἀκριβῶς ἐγὼ πέπεισμαι. ἔχω δὲ οὐ Γαλάτας μακαρίζειν τῆς σῆς ἐπιστασίας μόνον, ἀλλὰ καὶ αὐτὸς ἐμαυτόν.<note xml:lang="eng"><foreign xml:lang="grc">ἑαυτὸν</foreign> editi antiqui.</note> ἔστι γὰρ κἀμοὶ οἶκος ἐν Γαλατίᾳ, καὶ οἴκων γε ὁ λαμπρότατος σὺν Θεῷ, εἰς ὃν εἰ τύχοιμι παρὰ σοῦ τινος βοηθείας (τεύξομαι δὲ ἕως ἂν ἡ φιλία τὴν οἰκείαν ἰσχὺν ἔχη), μεγάλην εἴσομαι τῷ Θεῷ τὴν χάριν. </p><p rend="align(indent)"> Εἰ οὖν τις λόγος παρὰ τῇ σῇ τιμιότητι τῆς ἐμῆς φιλίας, ὁμολογουμένην τινὰ ὠφέλειαν παρασχέσθαι τῷ οἴκῳ τοῦ θαυμασιωτάτου ἄρχοντος Σουλπικίου<note xml:lang="eng"><foreign xml:lang="grc">Οὐλπικίου</foreign> editi antiqui.</note> ἡμῶν ἕνεκεν παρακλήθητι, ὥστε ὑφελεῖν τι τῆς νῦν οὔσης ἀπογραφῆς, μάλιστα μὲν ἀξιόλογον καὶ τῆς σῆς μεγαλονοίας ἄξιον, προσθήσω δὲ ὅτι καὶ τῆς ἡμετέρας πρεσβείας τῶν ἀγαπώντων σε· εἰ δὲ μή, ἀλλʼ ὅσον οἵ τε καιροὶ<note xml:lang="eng"><foreign xml:lang="grc">χρόνοι</foreign> editi antiqui.</note> συγχωροῦσι καὶ ἡ τῶν πραγμάτων ἐπιδέχεται φύσις· πάντως δὲ ὑφελεῖν καὶ μὴ ἐᾶσαι ἐπὶ τῆς ταυτότητος· ὥστε<note xml:lang="eng"><foreign xml:lang="grc">ὡς</foreign> E. et Med.</note> ἡμᾶς μυρίων ὧν ἔχομεν παρὰ τοῦ ἀγαθοῦ ἄρχοντος εὐεργεσιῶν μίαν χάριν ταύτην διὰ τῆς σῆς σεμνότητος ἀντεκτίσαι. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="314"><head rend="align(center)">Ἀνεπίγραφος, ἐπὶ οἰκέτῃ</head><p rend="align(indent)"> Καὶ πῶς ἔμελλον ἐγὼ γραμμάτων οἰκείαν ἀφορμὴν παρόψεσθαι, καὶ μὴ<note xml:lang="eng">om. E.</note> προσερεῖν τὴν <pb n="v.4.p.254"/> σὴν τιμιότητα, τοῦδε πρὸς ὑμᾶς<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμᾶς</foreign> E.</note> ἀφικνουμένου; ὃς ἐξήρκει μὲν καὶ ἀφʼ ἑαυτοῦ εἰπεῖν τὰ ἡμέτερα καὶ τὴν τῆς ἐπιστολῆς ἀποπληρῶσαι<note xml:lang="eng"><foreign xml:lang="grc">πληρῶσαι</foreign> Med. et duo MSS.</note> χρείαν· ἠβουλήθη δὲ καὶ γραμμάτων διάκονος γενέσθαι, διὰ τὸ σφόδρα ἡμᾶς ἀγαπᾷν καὶ ἐξ ὅλης ψυχῆς προσκεῖσθαι ἡμῖν. παντὶ<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῖν παντὶ</foreign> uterque Coisl.</note> τρόπῳ καὶ τὰ ὑμέτερα ῥήματα ἐπικομίζεσθαι βούλεται καὶ ὑμῖν διακονεῖσθαι. </p><p rend="align(indent)"> Ἐδώκαμεν οὖν αὐτῷ τὴν ἐπιστολήν, δι’ ἧς πρῶτον μὲν ὑμῖν εὐχόμεθα πάντα τὰ ἀγαθά, ἅ τε ὁ βίος οὗτος ἔχει, καὶ ὅσα τὸν ἐν ταῖς ἐπαγγελίαις μακαρισμὸν ἀποκείμενα<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ὅσα... ἀποκείμενα</foreign><foreign xml:lang="grc">ὅσα τῶν ἐν ταῖς ἐπαγγελίαις τὸν μακαρισμὸν ἀποκείμενον</foreign> Regius sec., Coisl. sec.</note> φυλάσσει· ἔπειτα καὶ δεόμεθα τοῦ ἁγίου Θεοῦ οἰκονομηθῆναι δεύτερον ἡμῖν τὴν συντυχίαν ὑμῶν, ἕως ἐσμὲν ὑπὲρ γῆς. τὴν δὲ εἰς τὸν προειρημένον ἀδελφὸν ἀγάπην ὅτι πολυπλασιάσεις ἡμῶν ἕνεκεν οὐκ ἀμφιβάλλω. ὥστε παρακλήθητι ἔργῳ αὐτῷ παρασχέσθαι τὴν πεῖραν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="315"><head rend="align(center)">Ἀνεπίγραφος, ὑπὲρ συγγενοῦς</head><p rend="align(indent)"> Πάνυ πεπεισμένος μηδὲν διαμαρτήσεσθαι περὶ ὧν ἂν μετὰ τοῦ δικαίου παρακαλέσω τὴν τιμιότητά σου, προθύμως ἦλθον ἐπὶ τὸ δοῦναι τὴν ἐπιστολὴν τῇ κοσμιωτάτῃ τῇδε ὀρφανῶν προεστώσῃ καὶ οἰκίαν οἰκούσῃ ὕδρας τινὸς πολυκεφάλου χαλεπωτέραν. ἐπὶ πᾶσι δὲ τούτοις ὑπάρχει ἡμῖν τὸ καὶ οἰκείως ἔχειν ἀλλήλοις κατὰ γένος. <pb n="v.4.p.256"/> διὸ παρακαλοῦμέν σου τὴν εὐγένειαν, καὶ ἡμᾶς τιμῶντα, καὶ τῷ πάππῳ τῶν ὀρφανῶν τὴν ὀφειλομένην ἀποσώζοντα τιμήν, παρασχέσθαι τινὰ βοήθειαν, ὥστε φορητὴν τοῦ λοιποῦ τὴν κτῆσιν αὑτοῖς καταστῆσαι. </p></div></div></body></text></TEI>