Ἡγεμόνι Σεβαστείας Αἰσθάνομαι τῆς τιμιότητός σου ἡδέως τὰς ἐπιστολὰς ἡμῶν προσιεμένης, καὶ τὴν αἰτίαν γνωρίζω. φιλάγαθος γὰρ ὢν καὶ πρὸς εὐποιΐας πρόχειρος, ἐπειδή τινα ἑκάστοτε ὕλην παρεχόμεθά σοι ἱκανὴν δέξασθαί σου τῆς προαιρέσεως τὸ μεγαλοφυές, προστρέχεις ἡμῶν ταῖς ἐπιστολαῖς ὡς ἔργων ἀγαθῶν ὑποθέσεις ἐχούσαις. ἥκει τοίνυν καὶ ἄλλη ὑπόθεσις δυναμένη δέξασθαι τῆς σῆς περὶ πάντα δεξιότητος τοὺς χαρακτῆρας, ὁμοῦ καὶ κήρυκα τῶν σῶν ἀγαθῶν ἐπαγομένη. Ἄνδρες γὰρ ἀπὸ τῆς Ἀλεξανδρείας κινήσαντες καθηκόντως ἕνεκεν ἀναγκαίου καί, κοινῶς πάσῃ τῇ φύσει τῶν ἀνθρώπων, τοῖς ἀπελθοῦσιν ὀφειλομένου, δέονται τῆς παρὰ σοῦ προστασίας ὥστε κελεῦσαι αὐτοῖς σῶμα οἰκείου ἀνδρός, κατὰ τὴν ἐπιδημίαν τοῦ στρατοπέδου τελευτήσαντος τὸν βίον ἐν τῇ Σεβαστείᾳ, προστάγματι δημοσίῳ συγχωρηθῆναι κινῆσαι· ἔπειτα μέντοι καὶ τὴν δυνατὴν αὐτοῖς παρασχεθῆναι βοήθειαν ἐκ τοῦ δημοσίου δρόμου, ὥστε εὑρέσθαι τινὰ τῆς μακρᾶς πλάνης διὰ τῆς σῆς μεγαλοφυΐας παραμυθίαν. ταῦτα δὲ ὅτι μέχρι τῆς μεγάλης διαβήσεται Ἀλεξανδρείας, καὶ τοῖς ἐκεῖ διακονήσει τὸ θαῦμα τῆς σῆς τιμιότητος φανερὸν τῇ συνέσει σου, κἂν ἐγὼ μὴ λέγω. ἡμεῖς τε πρὸς πολλοῖς οἷς εἰλήφαμεν ἤδη καὶ ταύτην τὴν χάριν ἐναριθμήσομεν. Ἀνεπίγραφος ἐπὶ ἐκκαλύψει κρυπτῶν E, ἀποκαλύψει κρυπτῶν for the disclosure of hidden things add. editi antiqui. Διωθοῦνται πολλάκις καὶ τὰς χρηστὰς διανοίας αἱ φιλόνεικοι φύσεις, καὶ κρίνουσι καλὸν καὶ χρήσιμον οὐ τὸ πᾶσι τοῖς ἄλλοις δοκοῦν, κἂν ᾖ λυσιτελές, ἀλλὰ τὸ μόνοις αὐτοῖς ἀρέσκον, κἂν ἐπιζήμιον ᾖ. τὸ δὲ αἴτιον, ἄνοια καὶ σκαιότης τρόπων, οὐ προσέχουσα ταῖς παρʼ ἑτέρων συμβουλίαις, μόναις δὲ πιστεύουσα γνώμαις οἰκείαις καὶ οἷς οἷς Capps; τοῖς MSS. et editi. ὑποπίπτουσι λογισμοῖς. ὑποπίπτουσι δὲ οἷς χαίρουσι, χαίρουσι δὲ οἷς βούλονται. ὁ δὲ ἃ βούλεται νομίζων λυσιτελῆ, οὔκ ἐστιν ἀσφαλὴς τοῦ δικαίου κριτής, ἀλλʼ ἔοικε τυφλοῖς ὑπὸ τυφλῶν ὁδηγουμένοις. ἐντεῦθεν καὶ προσπταίει ζημίαις εὐκόλως· καὶ τοῦ συμφέροντος διδάσκαλον ἔχει τὴν πεῖραν. Τοῦτο νῦν τοίνυν E. editi antiqui. τὸ πάθος ὑπομένει ὁ τῷ παρόντι συνεζευγμένος ἀνδρί. δέον γὰρ τὴν κρίσιν ἐπιτρέψαι φίλοις κοινοῖς, μᾶλλον δὲ παρὰ πολλοῖς πολλάκις κριθείς, οἷς ἔμελε τοῦ δικαίου καὶ τῆς ἀληθείας, νῦν ἔδραμεν ἐπʼ ἄρχοντας καὶ τὴν τῶν δικαστηρίων κρίσιν, καὶ αἱρεῖται, πολλὰ ζημιωθείς, ὀλίγα κερδᾶναι. αἱ δὲ παρὰ ἄρχουσι κρίσεις οὐδὲ τὴν νίκην ἀζήμιον φέρουσι. Γενοῦ γίνου editi antiqui. δὴ βοηθός, ὦ φίλη κεφαλή, μάλιστα μὲν ἀμφοτέροις τοῖς κρινομένοις (εὐσεβὲς γὰρ) κωλύων τὴν εἴσοδον τὴν πρὸς τὸν ἄρχοντα, καὶ γινόμενος αὐτοῖς ἀντʼ ἐκείνου δικαστής. εἰ δὲ ἀπειθεῖ θάτερος καὶ μάχεται ταῖς ψήφοις, σύμπραξον τῷ ἀδικουμένῳ, καὶ πρόσθες τὴν παρὰ σοῦ ῥοπὴν τῷ ζητοῦντι τυχεῖν τῶν δικαίων. Ἀνεπίγραφος, ἐπὶ προστασίᾳ Καὶ παρούσης τῆς τιμιότητός σου τοῖς ἀδελφοῖς, τῶν ἀπὸ τοῦ χωρίου Καπράλεως ἕνεκεν διελέχθην, καὶ προσήγαγον αὐτοὺς τῇ ἡμερότητί σου, παρακαλέσας σε ἔχοντα πρὸ ὀφθαλμῶν τὴν παρὰ τοῦ Κυρίου μισθαποδοσίαν, προΐστασθαι αὐτῶν, ὡς πενήτων καὶ καταπονουμένων ἐν ἅπασι· καὶ νῦν πάλιν διὰ τοῦ γράμματος τὴν αὐτὴν ἀνανεοῦμαι παράκλησιν, εὐχόμενος τῷ ἁγίῳ Θεῷ καὶ τὴν ὑπάρχουσάν σοι περιφάνειαν καὶ λαμπρότητα τοῦ βίου συντηρηθῆναι καὶ ἐπὶ μείζονα ἐλθεῖν, ἵνα ἀπὸ μείζονος δυνάμεως πολυτελέστερα ἡμᾶς ἔχῃς εὐεργετεῖν. ὅτι γὰρ μία ἡμῖν ἡμῶν Coisl. sec., Regius sec. εὐχὴ ἡ παντὸς τοῦ οἴκου ὑμῶν σωτηρία, ἡγοῦμαι πεπεῖσθαί σε. Ἀνεπίγραφος, ἐπὶ ἐνδεεῖ Πάνυ κατέγνων τοῦ ἀδελφοῦ τοῦδε φροντίζοντος ἐπὶ τῇ ἀπογραφῇ τοῦ οἴκου, ὅς ὅ E. γε προλαβὼν τὴν ἀναγκαίαν ἀτέλειαν ἔχει ἀπὸ τῆς πενίας. ἀπὸ γὰρ βίου εὐπόρου, οὕτω τοῦ Κυρίου ἐπὶ συμφέροντι τῆς ψυχῆς αὐτοῦ οἰκονομήσαντος, νῦν εἰς τὴν ἐσχάτην πενίαν περιετράπη, ὡς μόλις μὲν καὶ τῆς ἐφʼ ἡμέραν ἐφ’ ἡμέραν ἐφημέρου Regius sec. et Coisl. sec. τροφῆς εὐπορεῖν, ἀνδραπόδου δὲ μηδὲ ἑνὸς κατάρχειν ἀπὸ πολλῶν ὧν πρότερον εἶχεν ἐν τῇ ἑαυτοῦ δεσποτείᾳ. τούτῳ τὸ σῶμα περιλέλειπται μόνον, καὶ τοῦτο ἀσθενὲς καὶ γηραιόν, ὡς καὶ αὐτὸς ὁρᾷς, καὶ παῖδες τρεῖς, προσθήκη φροντίδων ἀνδρὶ πένητι. Ὅτι μὲν οὖν οὐδὲν ἐδεῖτο τῆς ἡμετέρας πρεσβείας, ἱκανὴν ἔχων τὴν πενίαν δυσωπῆσαι σε add. Regius.sec. et Coisl. sec. διὰ τὸ φιλάνθρωπον τοῦ τρόπου, ἀκριβῶς ἠπιστάμην. ἐπεὶ δὲ δυσάρεστοι οἱ αἰτοῦντες, ἐφοβήθην μήποτε ἐλλιμπάνῃ ἐλλιμπάνειν Coisl. sec. et Regius sec. τι τῶν εἰς αὐτὸν ὀφειλομένων, καὶ ἐπέστειλα, εἰδὼς ὅτι ἡ ἡμέρα αὐτῷ, ἐν ᾗ ἂν πρῶτον ἴδῃ σου τὴν σεμνότητα, ἀρχὴ εὐθύμου βίου πρὸς τὸν μετὰ ταῦτα χρόνον γενήσεται, καὶ δώσει τινὰ βελτίονα τῶν πραγμάτων αὐτοῦ αὐτῷ editi antiqui. μεταβολήν. Ἀνεπίγραφος, ὑπὲρ συγγενῶν Αὐτῷ μοι περισπούδαστον ἦν συντυχεῖν σου τῇ λογιότητι πολλῶν ἕνεκεν· πρῶτον μέν, ὥστε ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν διὰ πολλοῦ τοῦ ἐν τῷ μεταξὺ χρόνου, ἔπειτα δέ, καὶ περὶ τῶν κατὰ Ἀριαραθίαν ἀνθρώπων παρακαλέσαι σε· οἷς ἐκ παλαιοῦ θλιβομένοις ἔδωκεν ὁ Κύριος ἀξίαν παραμυθίαν, τῆς σῆς ὀρθότητος τὴν ἐπιστασίαν αὐτοῖς χαρισάμενος. ἔστι δέ τι καὶ ἕτερον τῶν συγγενῶν τῶν ἐμῶν πάνυ βεβαρημένον, καὶ σχεδὸν τὸ καιριώτατον τῆς Ἀριαραθικῆς ἀπορίας ὑπάρχον· ὃ καὶ om. Med., Coisl. sec., Regius sec. παρακαλῶ κατὰ τὸ ἐνδεχόμενον ἰατρευθῆναι παρὰ τῆς σῆς χρηστότητος, ὥστε φορητὸν τοῦ λοιποῦ γενέσθαι τοῖς κεκτημένοις.