<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="301"><head rend="align(center)">Μαξίμῳ παραμυθητική<note xml:lang="eng"><foreign xml:lang="grc">παραμυθητικὴ ἀνδρὶ</foreign> E; <foreign xml:lang="grc">ἀνεπίγραφος</foreign> editi antiqui.</note></head><p rend="align(indent)"> Ὅπως διετέθημεν ἐπὶ τῇ ἀκοῇ τοῦ πάθους οὐδεὶς ἂν ἡμῖν λόγος εἰς παράστασιν τῆς ἐναργείας<note xml:lang="eng"><foreign xml:lang="grc">ἐνεργείας</foreign> E. editi antiqui.</note> ἀρκέσειε· νῦν μὲν τὴν ζημίαν λογιζόμενοι,<note xml:lang="eng"><foreign xml:lang="grc">λογιζομένοις</foreign> uterque Coisl., Regius sec., Paris., et. Clarom.</note> ἣν τὸ κοινὸν τῶν εὐλαβῶν ἐζημιώθη τὴν προστάτιν τοῦ καθʼ ἑαυτὴν<note xml:lang="eng"><foreign xml:lang="grc">ἑαυτὸν</foreign> editi antiqui; <foreign xml:lang="grc">ἑαυτοὺς</foreign> Med.</note> τάγματος ἀπολέσαν,<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπώλεσαν</foreign> editi antiqui.</note> νῦν δὲ τὴν φαιδρότητα τῆς σῆς σεμνότητος εἰς οἵαν μετέπεσε κατήφειαν ἐννοοῦντες· οἶκον τοῖς πᾶσι μακαριστὸν εἰς γόνυ κλιθέντα, καὶ συμβίωσιν διὰ τῆς ἄκρας ἁρμονίας συμπεφυκυῖαν ὀνείρου<note xml:lang="eng"><foreign xml:lang="grc">ὀνείρατος</foreign> E. Harl.</note> θᾶττον διαλυθεῖσαν βλέποντες τῇ διανοίᾳ, πῶς οὐκ ἄν, εἰ καὶ ἀδαμάντινοι ἦμεν, τὰς ψυχὰς κατεκάμφθημεν; </p><p rend="align(indent)"> Ἡμῖν δὲ καὶ ἐκ τῆς πρώτης μὲν ὁμιλίας οἰκειότης <pb n="v.4.p.226"/> τις ἐγένετο πρὸς τὴν σὴν σεμνοπρέπειαν, καὶ τοσοῦτόν σου τῇ ἀρετῇ προσετέθημεν, ὥστε ἐπὶ πάσης ὥρας διὰ γλώττης ἔχειν τὰ σά· ὅτε δὲ καὶ τῆς μακαρίας ἐκείνης ψυχῆς ἐγενόμεθα ἐν συνηθείᾳ, ὄντως ἐπείσθημεν τὸν τῆς Παροιμίας λόγον ἐφʼ ὑμῖν βεβαιούμενον, ὅτι παρὰ Θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί —οὕτω πρὸς τρόπους<note xml:lang="eng"><foreign xml:lang="grc">τρόπου</foreign> editi antiqui.</note> ἀλλήλοις ἦτε, ὥσπερ ἐν κατόπτρῳ ἑκάτερος τὸ τοῦ ἑτέρου ἦθος ἐν ἑαυτῷ προδεικνύς.<note xml:lang="eng"><foreign xml:lang="grc">προεδείκνυ</foreign> editi antiqui.</note> καὶ πολλὰ ἂν εἰπών τις οὐδὲ πολλοστοῦ μέρους τῆς ἀξίας ἐφίκοιτο. </p><p rend="align(indent)"> Ἀλλὰ τί χρὴ παθεῖν πρὸς νόμον Θεοῦ πάλαι κεκρατηκότα, τὸν ἐλθόντα εἰς γένεσιν τοῖς καθήκουσι χρόνοις πάλιν ὑπεξελθεῖν, καὶ ψυχὴν ἑκάστην λειτουργήσασαν τῷ βίῳ τὰ ἀναγκαῖα, εἶτα τῶν δεσμῶν<note xml:lang="eng"><foreign xml:lang="grc">τὸν δεσμὸν</foreign> E.</note> τοῦ σώματος ἀπολύεσθαι; </p><p rend="align(indent)"> Οὔτε πρῶτοι πεπόνθαμεν, ὦ θαυμάσιε, οὔτε μόνοι· ἀλλʼ ὧν γονεῖς πεπείρανται καὶ πάπποι καὶ οἱ ἄνω τοῦ γένους ἅπαντες, τούτων καὶ ἡμεῖς ἐν πείρᾳ γεγόναμεν. καὶ πλήρης ὁ παρὼν βίος τῶν τοιούτων παραδειγμάτων. σὲ δέ, τοσοῦτον τῇ ἀρετῇ τῶν λοιπῶν διαφέροντα, καὶ ἐν μέσοις τοῖς πάθεσι προσῆκε τὸ τῆς<note xml:lang="eng"><foreign xml:lang="grc">σῆς</foreign> add. editi antiqui.</note> ψυχῆς μεγαλοφυὲς ἀταπείνωτον διασώζειν,<note xml:lang="eng"><foreign xml:lang="grc">διασῶσαι</foreign> editi antiqui.</note> μὴ τῇ νῦν ζημίᾳ δυσχεραίνοντα, ἀλλὰ τῆς ἐξ ἀρχῆς δωρεᾶς χάριν εἰδότα τῷ δεδωκότι. τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν τῶν τῆς αὐτῆς μετεσχηκότων φύσεως, τὸ δὲ ἀγαθῇ συνοικῆσαι ὀλίγοις τοῖς κατὰ τὸν βίον<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τὸν βίον</foreign><foreign xml:lang="grc">Θεὸν</foreign> E, editi antiqui.</note> <pb n="v.4.p.228"/> μακαρισθεῖσιν ὑπῆρξεν· ὅπου<note xml:lang="eng"><foreign xml:lang="grc">ἦπου</foreign> E, editi antiqui.</note> καὶ αὐτὸ τὸ λυπηρῶς ἐνεγκεῖν τὴν διάζευξιν οὐ μικρόν ἐστι τῶν ἐκ Θεοῦ δωρεῶν τοῖς εὐγνωμόνως λογιζομένοις· πολλοὺς γὰρ ἔγνωμεν τὴν διάλυσιν τῆς ἀκαταλλήλου<note xml:lang="eng"><foreign xml:lang="grc">κατ’ ἀλλήλους</foreign> Harl. et Med.</note> συνοικήσεως ὥσπερ βάρους ἀπόθεσιν δεξαμένους. </p><p rend="align(indent)"> Ἀπόβλεψον πρὸς<note xml:lang="eng"><foreign xml:lang="grc">εἰς</foreign> editi antiqui.</note> τὸν οὐρανὸν καὶ τὸν ἥλιον, καὶ πᾶσαν περίσκεψαι τὴν κτίσιν<note xml:lang="eng"><foreign xml:lang="grc">κτῆσιν</foreign> E.</note> ἐν κύκλῳ, ὅτι ταῦτα μέν, τοσαῦτα ὄντα καὶ τηλικαῦτα, μικρὸν ὕστερον οὐ φανήσεται· καὶ ἐκ πάντων τούτων ἐκεῖνο συνάγαγε, ὅτι μέρος ὄντες τῆς ἀποθνησκούσης κτίσεως, τὸ ἐκ τῆς κοινῆς φύσεως<note xml:lang="eng"><foreign xml:lang="grc">κτίσεως</foreign> Med.</note> ἐπιβάλλον ἡμῖν ὑπεδεξάμεθα· ἐπεὶ καὶ ὁ γάμος αὐτὸς τοῦ ἀποθνήσκειν ἐστὶ παραμυθία. διότι γὰρ<note xml:lang="eng"><foreign xml:lang="grc">ἕνα</foreign> Harl.</note> εἰς τὸ παντελὲς παραμένειν οὐκ ἐνῆν, τῇ διαδοχῇ τοῦ γένους τὸ πρὸς τὸν βίον διαρκὲς ὁ δημιουργὸς ἐμηχανήσατο. εἰ δέ, ὅτι θᾶττον προαπῆρεν ἡμῶν, ἀνιώμεθα, μὴ βασκαίνωμεν τῇ μὴ ἐπὶ πολὺ τῶν ὀχληρῶν τοῦ βίου ἀναπλησθείσῃ, ἀλλὰ κατὰ τὴν χάριν τὴν τῶν ἀνθῶν ἔτι ποθοῦντας ἡμᾶς ἐπιλιπούσῃ.<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπολιπούσῃ</foreign> editi antiqui.</note> πρὸ πάντων δέ σε τὸ τῆς ἀναστάσεως δόγμα ψυχαγωγησάτω, Χριστιανὸν ὄντα καὶ ἐπʼ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν τὴν ζωὴν διεξάγοντα. </p><p rend="align(indent)"> Οὕτως οὖν διανοεῖσθαι προσῆκεν, ὡς ὁδόν τινα παρελθούσης,<note xml:lang="eng"><foreign xml:lang="grc">προελθούσης</foreign> Harl.</note> ἣν καὶ ἡμᾶς δεήσει πορεύεσθαι· εἰ δὲ ὅτι πρὸ ἡμῶν, οὐκ ὀδυρμῶν τοῦτο ἄξιον. μικρὸν γὰρ ὕστερον τυχὸν τὸ ἡμέτερον ἐλεεινότερον, εἰ ἐπὶ πλεῖον παραταθέντες πλείοσι γενοίμεθα <pb n="v.4.p.230"/> τιμωρίαις ὑπόχρεοι. ἀλλὰ τῆς λύπης τὸ βάρος ὁ λογισμὸς ἡμῶν ἀποσεισάμενος, τὴν περὶ τοῦ πῶς ἡμᾶς προσῆκε πρὸς τὸ ἐφεξῆς εὐαρεστεῖν τῷ Κυρίῳ φροντίδα μεταλαβέτω.<note xml:lang="eng"><foreign xml:lang="grc">μεταβαλλέτω</foreign> editi antiqui.</note> </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="302"><head rend="align(center)">Πρὸς τὴν ὁμόζυγον Βρίσωνος παραμυθητική<note xml:lang="eng"><foreign xml:lang="grc">χηρεύουσαν</foreign> editi antiqui.</note></head><p rend="align(indent)"> Ὅσον μὲν ἐστενάξαμεν ἐπὶ τῇ ἀγγελίᾳ τοῦ πάθους, τοῦ κατὰ τὸν ἄριστον τῶν ἀνδρῶν Βρίσωνα, τί χρὴ καὶ λέγειν ; πάντως γὰρ οὐδεὶς οὕτως ἐστὶ λιθίνην ἔχων τὴν καρδίαν, ὅς, εἰς πεῖραν ἀφικόμενος τοῦ ἀνδρὸς ἐκείνου, εἶτʼ ἀκούσας αὐτὸν<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτὸς</foreign> editi antiqui.</note> ἀθρόως ἐξ ἀνθρώπων ἀνηρπασμένον, οὐχὶ ὡς κοινὴν ζημίαν τοῦ βίου τὴν τοῦ ἀνδρὸς στέρησιν ἐλογίσατο. ἡμῶν δὲ εὐθὺς τὴν λύπην ἠ ἐπὶ σοὶ φροντὶς διεδέξατο, λογιζομένων ὅτι, εἰ τοῖς πόρρω τῆς οἰκειότητος οὔτω βαρὺ καὶ δύσφορον τὸ συμβάν, πῶς εἰκὸς ὑπὸ τοῦ πάθους τὴν σὴν διατεθῆναι ψυχήν, οὕτω μὲν φύσει χρηστὴν οὖσαν, καὶ πρὸς τὰς συμπαθείας εὔκολον διὰ τὴν τοῦ τρόπου ἡμερότητα, οὕτω δὲ ὑποκειμένην τῷ πάθει, ὥστε οἱονεὶ διχοτομίας τινὸς αἰσθάνεσθαι ἐν τῷ χωρισμῷ τοῦ ὁμόζυγος. καὶ γάρ, εἰ τῷ ὄντι κατὰ τὸν τοῦ Κυρίου λόγον οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία, δηλονότι οὐχ ἧττόν ἐστιν ἀλγεινὴ ἡ τοιαύτη διάζευξις, ἢ εἰ τὸ ἥμισυ ἡμῶν τοῦ σώματος ἀπερρήγνυτο.</p><pb n="v.4.p.232"/><p rend="align(indent)"> Ἀλλὰ τὰ μὲν λυπηρὰ τοιαῦτα καὶ μείζω τούτων, ἡ δὲ ἐπὶ τοῖς συμβᾶσι παραμυθία τίς; πρῶτον μέν, ἡ ἐξ ἀρχῆς κεκρατηκυῖα τοῦ Θεοῦ ἡμῶν νομοθεσία· τὸ χρῆναι πάντως τὸν εἰς γένεσιν παρελθόντα τοῖς καθήκουσι χρόνοις ἀπιέναι τοῦ βίου. εἰ οὖν οὕτως ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν τὰ ἀνθρώπινα διατέτακται, μὴ ἀγανακτῶμεν ἐπὶ τοῖς κοινοῖς τῆς φύσεως νόμοις,<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">νόμοις</foreign><foreign xml:lang="grc">ἡμῶν παθήμασιν</foreign> Harl. et Med.</note> ἀλλὰ καταδεχώμεθα τὴν ἐφʼ ἡμῖν τοῦ Θεοῦ οἰκονομίαν, ὃς ἐκέλευσεν ἐκείνην τὴν γενναίαν ψυχὴν καὶ ἀήττητον, μὴ νόσῳ δαπανηθέντος τοῦ σώματος, μηδὲ χρόνῳ καταμαρανθέντος, ἀναχωρῆσαι τοῦ βίου, ἀλλʼ ἐν ἀκμῇ τῆς ἡλικίας καὶ ἐν τῇ λαμπρότητι τῶν κατὰ πόλεμον κατορθωμάτων<note xml:lang="eng"><foreign xml:lang="grc">ἀνδραγαθημάτων</foreign> Harl. et Med.</note> τὴν ζωὴν καταλῦσαι. ὥστε οὐχ ὅτι ἐχωρίσθημεν ἀνδρὸς τοιούτου, δυσχεραίνειν ὀφείλομεν· ἀλλʼ ὅτι τῆς πρὸς τὸν τοιοῦτον ἄνδρα συνοικήσεως κατηξιώθημεν, εὐχαριστήσωμεν τῷ Κυρίῳ, οὗ πᾶσα σχεδὸν ἡ Ῥωμαϊκὴ ἀρχὴ τῆς ζημίας ἐπῄσθητο,<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπῄσθετο</foreign> Regius sec., Clarom., et Bigot.</note> ὃν καὶ ὁ βασιλεὺς ἀνεκαλέσατο, καὶ στρατιῶται ὠδύραντο καὶ οἱ ἐπὶ τῶν μεγίστων ἀξιωμάτων ὡς γνήσιον υἱὸν κατεπένθησαν. </p><p rend="align(indent)"> Ἐπεὶ οὖν κατέλιπέ σοι τὴν μνήμην τῆς οἰκείας αὐτοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">ἑαυτοῦ</foreign> Med.</note> ἀρετῆς, ἀρκοῦσαν νόμιζε ἔχειν παραμυθίαν τοῦ πάθους. ἔπειτα καὶ ἐκεῖνο εἰδέναι σε βούλομαι, ὅτι ὁ μὴ ὑποπεσὼν ταῖς θλίψεσιν, ἀλλὰ διὰ τῆς πρὸς Θεὸν ἐλπίδος τῆς λύπης τὸ βάρος ὑπενεγκών, μεγάλην ἔχει παρὰ τῷ Θεῷ τῆς ὑπομονῆς τὴν ἀντίδοσιν. οὐδὲ γὰρ ἴσα τοῖς ἔξωθεν ἐπετράπημεν λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις παρὰ τῆς νομοθεσίας τοῦ ἀποστόλου. ἔστωσαν καὶ οἱ παῖδές σου ὥσπερ εἰκόνες ἔμψυχοι, <pb n="v.4.p.234"/> τὴν ἀπουσίαν τοῦ ποθουμένου παραμυθούμενοι. ὥστε ἡ περὶ τὴν τεκνοτροφίαν ἀσχολία ἀπαγέτω σου τὴν ψυχὴν ἀπὸ τῶν λυπηρῶν· καὶ μεριμνῶσα δὲ περὶ τοῦ πῶς εὐαρέστως τῷ Κυρίῳ τὸν λειπόμενον ἑαυτῆς χρόνον διενέγκῃς καλὴν ἀσχολίαν ἐπινοήσεις<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπιθήσεις</foreign> Regius sec.</note> τοῖς λογισμοῖς. ἡ γὰρ ἑτοιμασία τῆς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπολογίας, καὶ ἡ σπουδὴ τοῦ εὑρεθῆναι ἡμᾶς ἐναριθμίους τοῖς ἀγαπῶσιν αὐτόν, ἱκανή ἐστιν ἐπισκοτῆσαι τῇ λύπῃ, ὥστε μὴ καταποθῆναι ἡμᾶς ὑπʼ αὐτῆς. παράσχοι δὲ ὁ Κύριος τῇ καρδίᾳ σου τὴν ἐκ τοῦ Πνεύματος αὐτοῦ παράκλησιν τοῦ ἀγαθοῦ, ἵνα καὶ ἡμεῖς ἀκούσαντες τὰ περὶ σοῦ ἀνεθῶμεν, καὶ πάσαις ταῖς καθʼ ἡλικίαν σοι ὁμοτίμοις ὑπόδειγμα ᾖς ἀγαθὸν τοῦ κατʼ ἀρετὴν βίου. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="303"><head rend="align(center)">Κόμητι πριβατῶν</head><p rend="align(indent)"> Οἱ τοῦ χωρίου τοῦδε ἐκ διαβολῆς, οἶμαι, ψευδοῦς ἔπεισαν τὴν τιμιότητά σου φοράδων τέλεσμα τοῖσδε ἐπαγαγεῖν. ἐπεὶ οὖν καὶ τὸ γινόμενον ἄδικον καὶ διὰ τοῦτο ἀπαρέσκειν ὀφεῖλον τῇ τιμότητί σου, καὶ ἡμῖν λυπηρὸν διὰ τὴν πρὸς <pb n="v.4.p.236"/> τοὺς ἠδικημένους ἡμῖν ὑπάρχουσαν οἰκειότητα, ἐσπεύσαμεν παρακαλέσαι τὴν χρηστότητά σου μὴ ἐᾶσαι προβῆναι τοῖς ἀδικεῖν ἐπιχειροῦσι τὴν ἐπήρειαν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="304"><head rend="align(center)">Ἀβουργίῳ</head><p rend="align(indent)"> Οὗτός ἐστιν ὑπὲρ οὗ καὶ πρότερον διελέχθην σοι διὰ τοῦ διακόνου. ἐπειδὴ οὖν ἔχων ἧκε τὴν ἐπιστολὴν παρʼ ἡμῶν, ἀπέλθοι ἔχων ἃ βούλεται παρὰ σοῦ. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="305"><head rend="align(center)">Ἀνεπίγραφος, ἐπὶ ἐναρέτοις ἀνδράσιν</head><p rend="align(indent)"> Ἤδη γνώριμος ὑμῖν ἐστιν ὁ δεῖνα, ὡς αὐτὰ δηλοῖ τὰ διηγήματα τοῦ ἀνδρός. ἐπὶ πάσης γὰρ ὑμᾶς προφάσεως ἔχει ἡ γλῶσσα αὐτοῦ· ἐν ὀρθοδόξων<note xml:lang="eng"><foreign xml:lang="grc">ὀρθοδόξῳ</foreign> E.</note> μνήμῃ, ἐν ἀσκητῶν φιλοξενίᾳ, ἐν πάσῃ ἀρετῇ πρώτους ὑμᾶς ὁ ἀνὴρ ἄγει. κἂν διδασκάλων τις μνησθῇ, οὐκ ἀνέχεται προθεῖναι ὑμῶν ἑτέρους· ἐὰν ἀγωνιστὰς τῆς εὐσεβείας, καὶ <pb n="v.4.p.238"/> ἱκανοὺς τὸ πιθανὸν τῆς αἱρέσεως διελέγξαι, οὐκ ἂν ἕλοιτο ἕτερον πρὸ ὑμῶν ἀριθμῆσαι, πρὸς πάντα<note xml:lang="eng"><foreign xml:lang="grc">πάντας</foreign> editi antiqui.</note> ἄμαχον ὑμῖν καὶ ἀνανταγώνιστον τὴν ἀρετὴν μαρτυρῶν. καὶ οὐ πολὺς αὐτῷ πόνος πεῖσαι, ταῦτα λέγοντι. διηγεῖται γὰρ ἀκοαῖς μείζονα ἐπισταμένων ἀνθρώπων, ἢ ὧν ἄν τις νομισθείη μεθʼ ὑπερβολῆς ἀπαγγέλλειν. </p><p rend="align(indent)"> Οὗτος τοίνυν ἐπανιὼν πρὸς ὑμᾶς γράμματα ᾔτησεν, οὐχ ἵνα ἑαυτὸν ὑμῖν οἰκειώσῃ δι’ ἡμῶν, ἀλλʼ ἵνα ἐμὲ εὐεργετήσῃ, τοῦ προσφθέγξασθαι τοῖς ἀγαπητοῖς μου<note xml:lang="eng"><foreign xml:lang="grc">μοι</foreign> Regius sec. et Coisl. sec.</note> ἀφορμὴν παρασχόμενος· ὃν ἀμείψαιτο<note xml:lang="eng"><foreign xml:lang="grc">ἀμείγεται</foreign> E. Vat., et Clarom.</note> ὁ Κύριος τῆς ἀγαθῆς προαιρέσεως. καὶ ὑμεῖς δὲ αὐτῷ εὐχαῖς καὶ τῇ ἀγαθῇ ὑμῶν περὶ πάντας προαιρέσει τὴν κατὰ δύναμιν χάριν διανείματε.<note xml:lang="eng"><foreign xml:lang="grc">διανείμαντες</foreign> editi antiqui.</note> σημαίνετε ἡμῖν καὶ τὰ τῶν ἐκκλησιῶν ὅπως ἔχει. </p></div></div></body></text></TEI>