<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="296"><head rend="align(center)">Ἐλευθέρᾳ<note xml:lang="eng"><foreign xml:lang="grc">ἐλευθέρᾳ ἑτέρᾳ</foreign> Regius sec., Coisl. sec.</note></head><p rend="align(indent)"> Στοχαζόμενός σου τῆς περὶ ἡμᾶς διαθέσεως, καὶ ἣν ἔχεις περὶ τὸ ἔργον τοῦ Κυρίου σπουδὴν ἐπιγινώσκοντες, κατεθαρρήσαμεν ὡς θυγατρὸς πρώην, καὶ ταῖς ἡμιόνοις ἐπὶ πλεῖον ἐχρησάμεθα, πεφεισμένως μὲν ὡς ἡμετέραις χρώμενοι, παρετείναμεν δʼ οὖν ὅμως αὐτῶν τὴν ὑπηρεσίαν. ταῦτα οὖν ἔδει ἐπισταλῆναί σου τῇ σεμνότητι, ὥστε εἰδέναι ὅτι ἀπόδειξίς ἐστι τῆς<note xml:lang="eng">om. E.</note> διαθέσεως τὸ γενομένον.<note xml:lang="eng"><foreign xml:lang="grc">γινόμενον</foreign> E. et editi antiqui.</note> </p><p rend="align(indent)"> Ὁμοῦ δὲ καὶ ὑπομιμνήσκομεν διὰ τοῦ γράμματος τὴν κοσμιότητά σου μεμνῆσθαι τοῦ Κυρίου, καὶ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ κόσμου τούτου πρὸ ὀφθαλμῶν ποιουμένην ἀεί, τὸν βίον ἑαυτῆς ῥυθμίζειν πρὸς ἀπολογίαν τοῦ ἀπαραλογίστου κριτοῦ, ἵνα γένηταί σοι παρρησία ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις ἔμπροσθεν τοῦ τὰ κρυπτὰ τῶν καρδιῶν ἡμῶν ἀποκαλύπτειν μέλλοντος ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς αὐτοῦ. </p><p rend="align(indent)"> Τὴν εὐγενεστάτην θυγατέρα ἀσπαζόμεθα διὰ σοῦ· καὶ παρακαλῶ ἐν τῇ μελέτῃ τῶν λογίων<note xml:lang="eng"><foreign xml:lang="grc">λόγων</foreign> editi antiqui.</note> τοῦ Κυρίου διάγειν αὐτήν, ἵνα ἐκτρέφηται ὑπὸ τῆς ἀγαθῆς διδασκαλίας τὴν ψυχήν, καὶ ἐπιδιδῷ<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπιδῷ</foreign> E.</note> πρὸς αὔξησιν καὶ μέγεθος ἡ διάνοια αὐτῆς μᾶλλον ἢ τὸ σῶμα ὑπὸ τῆς φύσεως. </p></div><pb n="v.4.p.212"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="297"><head rend="align(center)">Ἐλευθέρᾳ<note xml:lang="eng"><foreign xml:lang="grc">Ἰουλίττῃ</foreign> add. Coisl. recent.</note></head><p rend="align(indent)"> Πάνυ ἐμαυτῷ ἐπιβάλλειν κρίνων καὶ διὰ τὸ τῆς ἡλικίας πρεσβυτικὸν καὶ διὰ τὸ τῆς πνευματικῆς διαθέσεως γνήσιον τὴν ἀσύγκριτόν σου εὐγένειαν καὶ ἐν τῇ σωματικῇ παρουσίᾳ ἐπισκέπτεσθαι, καὶ ἀπούσης<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπούσῃ</foreign> E. et editi antiqui.</note> μὴ ἀπολιμπάνεσθαι, ἀλλὰ γράμμασιν ἀποπληροῦν τὸ ἐνδέον, ἐπειδὴ εὗρον πρέπουσαν διάκονον τῶν πρὸς τὴν σὴν σεμνότητα γραμμάτων τήνδε δι’ αὐτῆς προσφθέγγομαί σε, προηγουμένως παρορμῶν ἐπὶ τὸ ἔργον τὸ τοῦ Κυρίου, ἵνα σε ὁ ἅγιος Θεὸς τιμίως παρενεγκὼν τὰς ἡμέρας τῆς παροικίας σου ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, ἀξίαν καὶ τῶν μελλόντων ἀγαθῶν καταστήσειεν. </p><p rend="align(indent)"> Ἔπειτα δὲ καὶ τὴν προειρημένην θυγατέρα παρακατατίθεμαί<note xml:lang="eng"><foreign xml:lang="grc">παρακατατίθημι</foreign> Clarom.</note> σοι, ἵνα ὡς ἐμὴν μὲν θυγατέρα σεαυτῆς δὲ ἀδελφὴν οὕτω δέξῃ, καὶ περὶ ὧν ἂν τῇ εὐσχήμονί σου καὶ καθαρᾷ ψυχῇ ἀνακοινώσεται,<note xml:lang="eng"><foreign xml:lang="grc">ἀνακοινώμηται</foreign> E.</note> ἰδιοπαθήσῃς<note xml:lang="eng"><foreign xml:lang="grc">ἰδιοπαθήσεις</foreign> E.</note> καὶ ἀντιλάβῃ<note xml:lang="eng"><foreign xml:lang="grc">ἀντιλάβῃς</foreign> editi antiqui.</note> αὐτῆς, ὡς παρὰ τοῦ Κυρίου προηγουμένως ἔχουσα τὸν μισθόν, ἔπειτα καὶ ἡμᾶς ἀναπαύουσα τοὺς ἐν σπλάγχνοις Χριστοῦ τὸ τῆς ἀγάπης σοι μέτρον ἀποπληροῦντας. </p></div><pb n="v.4.p.214"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="298"><head rend="align(center)">Ἀνεπίγραφος, ἐπʼ ἀνδρὶ εὐλαβεῖ</head><p rend="align(indent)"> Ὅτι μὲν περὶ πάντων καταξιοῖς συμβούλοις ἡμῖν καὶ κοινωνοῖς φροντισμάτων κεχρῆσθαι, ποιεῖς πρέπον<note xml:lang="eng"><foreign xml:lang="grc">πρεπόντως</foreign> Coisl. sec. et Regius sec.</note> τῇ σεαυτοῦ τελειότητι· καί σε ὁ Θεὸς τῆς τε ἀγάπης τῆς περὶ ἡμᾶς καὶ τῆς ἐπιμελείας τῆς κατὰ τὸν βίον ἀμείψαιτο·<note xml:lang="eng"><foreign xml:lang="grc">ἀμείψεται</foreign> E. et alius.</note> ὅτι δέ σου ἥψατο ἡ ἀπάτη τούτου, ἐθαύμασα, καὶ<note xml:lang="eng"><foreign xml:lang="grc">εἰ</foreign> Med., Coisl. sec., Regius sec.</note> ὕδατί τινα δύναμιν ἄλογον παρεῖναι πεπίστευκας, καὶ ταῦτα οὐδεμιᾶς μαρτυρίας βεβαιούσης τὴν φήμην. οὔκουν ἐστί τις τῶν ἐκεῖθεν οὐ μικρὸν οὐ μεῖζον λαβὼν εἰς τὸ σῶμα ὧν ἤλπισε, τὸ ἑαυτοῦ ἀγαθόν· πλὴν<note xml:lang="eng"><foreign xml:lang="grc">πλὴν</foreign> Capps; <foreign xml:lang="grc">ἢ</foreign> editi et MSS.</note> εἰ μή τινι ἀπὸ τοῦ αὐτομάτου γέγονε παραμυθία τις, ὁποῖα<note xml:lang="eng"><foreign xml:lang="grc">οἷα</foreign> E et editi antiqui.</note> καὶ καθεύδουσι καὶ ἄλλα τινὰ κατὰ τὸν βίον ἐνεργοῦσιν ἐπιγίνεσθαι πέφυκεν. ἀλλʼ ὁ ἀναιρῶν τὴν ἀγάπην τὰ αὐτόματα τῇ τοῦ ὕδατος φύσει λογίζεσθαι τοὺς ἁπλουστέρους ἀναπείθει. ὅτι δὲ ἀληθὴς ἡμῶν ὁ λόγος, ἔξεστιν ἐξ αὐτῆς τῆς πείρας σε διδαχθῆναι. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="299"><head rend="align(center)">Κηνσίτορι<note xml:lang="eng"><foreign xml:lang="grc">Κηνσῄτορι</foreign> editi antiqui.</note></head><p rend="align(indent)"> Εἰδότι μοι ἔγραφες ὅτι δυσκόλως ἔχεις πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν. καὶ γὰρ παλαιός <pb n="v.4.p.216"/> ἐστι λόγος, τοὺς ἀρετῆς μεταποιουμένους μὴ μεθʼ ἡδονῆς ἑαυτοὺς ἐπιβάλλειν ἀρχαῖς. τὰ γὰρ τῶν ἰατρευόντων ἴδια, ταῦτα ὁρῶ καὶ τῶν ἀρχόντων ὄντα. ὁρῶσι γὰρ δεινά, καὶ πειρῶνται ἀηδῶν, καὶ ἐπʼ ἀλλοτρίαις συμφοραῖς οἰκείας καρποῦνται λύπας, οἵ γε ὡς ἀληθῶς ἄρχοντες. ἐπεὶ ὅσον ἐμπορικὸν τῶν ἀνθρώπων, καὶ πρὸς χρήματα βλέπον,<note xml:lang="eng"><foreign xml:lang="grc">βλέπων</foreign> E.</note> καὶ περὶ τὴν δόξαν ταύτην ἐπτοημένον, μέγιστον τῶν ἀγαθῶν τίθεται τὸ παραλαβεῖν τινα δυναστείαν, ἀφʼ ἧς δυνήσονται φίλους εὖ ποιεῖν, καὶ ἐχθροὺς ἀμύνεσθαι, καὶ ἑαυτοῖς κατακτᾶσθαι τὰ σπουδαζόμενα. ἀλλʼ οὐ τοιοῦτος σύ. πόθεν; ὅς γε καὶ τῆς πολιτικῆς δυνάμεως τοσαύτης οὔσης ἑκὼν ἀνεχώρησας, καὶ ἐξόν σοι κρατεῖν πόλεως ὡς μιᾶς οἰκίας, σὺ δὲ τὸν ἀπράγμονα καὶ ἡσύχιον εἵλου βίον, τὸ μήτε ἔχειν πράγματα μήτε παρέχειν ἑτέροις πλείονος<note xml:lang="eng"><foreign xml:lang="grc">σπουδῆς</foreign> add. E. et editi antiqui.</note> ἄξιον τιθέμενος, ἢ ὅσου οἱ λοιποὶ τιμῶνται τὸ δυστροπεύειν. </p><p rend="align(indent)"> Ἀλλʼ ἐπειδὴ ἠβουλήθη ὁ Κύριος τὴν Ἰβωριτῶν χώραν μὴ ὑπὸ καπήλοις ἀνθρώποις γενέσθαι, μηδὲ ὥσπερ<note xml:lang="eng"><foreign xml:lang="grc">ἐν</foreign> add. E.</note> ἀνδραπόδων ἀγορὰν<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἀνδραπόδων ἀγοράν</foreign><foreign xml:lang="grc">ἐν ἀνδραπόδων ἀγορᾷ</foreign> E, editi antiqui.</note> εἶναι τὴν ἀποτίμησιν, ἀλλʼ ὡς ἔστι δίκαιον ἕκαστον ἀπογράφεσθαι,<note xml:lang="eng"><foreign xml:lang="grc">γράφεσθαι</foreign> sex MSS. antiqui.</note> δέξαι τὸ πρᾶγμα, εἰ καὶ ἄλλως ὀχληρόν, ἀλλʼ οὖν ὡς πρόξενόν σοι γενέσθαι <pb n="v.4.p.218"/> δυνάμενον τῆς παρὰ Θεῷ εὐδοκιμήσεως. καὶ μήτε δυναστείαν ὑποπτήξῃς, μήτε πενίας καταφρονήσῃς, ἀλλὰ τὸ τῶν λογισμῶν ἀρρεπὲς τρυτάνης πάσης<note xml:lang="eng">om. E.</note> ἀρρεπέστερον παράσχου τοῖς διοικουμένοις. οὕτω γὰρ καὶ τοῖς πεπιστευκόσι φανερὰ γενήσεταί σου ἡ περὶ τὸ δίκαιον σπουδή, καὶ θαυμάσονταί σε<note xml:lang="eng">om. Med.</note> παρὰ τοὺς ἄλλους. ἢ κἂν ἐκείνους διαλάθῃ, τὸν Θεὸν ἡμῶν οὐ λήσεται, τὸν μεγάλα ἡμῖν προθέντα τῶν ἀγαθῶν ἔργων τὰ ἆθλα.<note xml:lang="eng"><foreign xml:lang="grc">ἔπαθλα</foreign> duo MSS.</note> </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="300"><head rend="align(center)">Πρὸς πατέρα σχολαστικοῦ τελευτήσαντος παραμυθητική<note xml:lang="eng"><foreign xml:lang="grc">πατρὶ σχολαστικοῦ παραμυθητικὴ</foreign> E, Harl., et Med.</note></head><p rend="align(indent)"> Ἐπειδὴ ἐν δευτέρᾳ τάξει πατέρων ἔθετο ἡμᾶς ὁ Κύριος τοῖς Χριστιανοῖς, τῶν παίδων ἡμῖν τῶν εἰς αὐτὸν πεπιστευκότων τὴν διὰ τῆς εὐσεβείας μόρφωσιν ἐπιτρέψας, τὸ συμβὰν ἐπὶ<note xml:lang="eng"><foreign xml:lang="grc">περὶ</foreign> editi antiqui.</note> τὸν μακάριον υἱόν σου πάθος καὶ ἡμέτερον ἴδιον εἶναι ἐλογισάμεθα, καὶ ἐπεστενάξαμεν αὐτοῦ τῇ ἀωρίᾳ τοῦ χωρισμοῦ, συμπαθόντες μάλιστά σοι, καὶ ὑπολογισάμενοι ἡλίκον ἔσται τῆς ὀδύνης τὸ βάρος πατρὶ τῷ κατὰ φύσιν, ὅπου γε καὶ ἡμῖν, τοῖς κατὰ τὴν ἐντολὴν ᾠκειωμένοις, τοσοῦτον τῆς καρδίας τὸ κατηφὲς ἐνεγένετο. ἐπʼ ἐκείνῳ μὲν <pb n="v.4.p.220"/> γὰρ οὐδὲν ἔδει σκυθρωπὸν οὔτε παθεῖν, οὔτε φθέγγεσθαι, ἐλεεινοὶ δὲ οἱ τῶν ἐπʼ αὐτῷ ἐλπίδων διαμαρτόντες. καὶ τῷ ὄντι πολλῶν δακρύων καὶ στεναγμῶν ἄξιοι, ἐκπέμψαντες<note xml:lang="eng"><foreign xml:lang="grc">ἐκπέμψαντα</foreign> alii MSS.; <foreign xml:lang="grc">ἐκπέμψαντας</foreign> editi antiqui.</note> παῖδα ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ἐπὶ λόγων ἄσκησιν, ὑποδέξασθαι σιωπῶντα τὴν μακρὰν ταύτην καὶ ἀπευκταίαν σιωπήν. ἀλλὰ ταῦτα μὲν ὡς ἀνθρώπους ἡμᾶς εὐθὺς ἐκίνησε, καὶ δάκρυον ἐξεχέαμεν προπετές, καὶ στεναγμὸν ἀφήκαμεν ἐκ μέσης τῆς καρδίας ἀπαίδευτον, τοῦ πάθους ἀθρόως,<note xml:lang="eng"><foreign xml:lang="grc">ἀθρόον</foreign> Harl. et Med.</note> οἷόν τινος νεφέλης, τὸν λογισμὸν ἡμῶν περισχόντος. ἐπεὶ δὲ ἡμῶν αὐτῶν ἐγενόμεθα, καὶ διεβλέψαμεν τῷ τῆς ψυχῆς ὀφθαλμῷ πρὸς τὴν φύσιν τῶν ἀνθρωπίνων, τῷ μὲν Κυρίῳ ἀπελογησάμεθα, ἐφʼ οἷς κατὰ συναρπαγὴν ἡ ψυχὴ ἡμῶν διετέθη πρὸς τὸ συμβάν, ἑαυτοὺς δὲ ἐνουθετήσαμεν μετρίως φέρειν ταῦτα, ἐκ τῆς παλαιᾶς τοῦ Θεοῦ ἀποφάσεως συγκληρωθέντα τῇ ζωῇ τῶν ἀνθρώπων. </p><p rend="align(indent)"> Οἴχεται παῖς αὐτὸ τῆς ἡλικίας ἄγων τὸ βιώσιμον, διαπρέπων ἐν χοροῖς ὁμηλίκων, ποθεινὸς διδασκάλοις, ἀπὸ ψιλῆς τῆς ἐντεύξεως εἰς εὔνοιαν δυνάμενος καὶ τὸν ἀγριώτατον ἐπισπάσασθαι, ὀξὺς ἐν μαθήμασι, πρᾶος τὸ ἦθος, ὑπὲρ τὴν ἡλικίαν κατεσταλμένος·<note xml:lang="eng"><foreign xml:lang="grc">καθεσταμένος</foreign> Regius sec., Bigot.</note> καὶ πλείω τούτων εἰπὼν ἐλάττω ἄν τις εἴποι τῆς ἀληθείας· ἀλλʼ ὅμως ἄνθρωπος παρʼ ἀνθρώπου γενόμενος.<note xml:lang="eng"><foreign xml:lang="grc">γεννηθεὶς</foreign> Regius sec.; <foreign xml:lang="grc">γενηθεὶς</foreign> editi antiqui.</note> τί τοίνυν λογίζεσθαι τὸν πατέρα τοῦ τοιούτου προσῆκε; τί ἄλλο γε ἢ ἀναμνησθῆναι τοῦ ἑαυτοῦ πατρός, <pb n="v.4.p.222"/> ὅτι τέθνηκε; τί οὖν θαυμαστόν, ἐκ θνητοῦ γεννηθέντα θνητοῦ γενέσθαι πατέρα; </p><p rend="align(indent)"> Τὸ δὲ πρὸ ὥρας, καὶ πρὶν κορεσθῆναι τοῦ βίου, καὶ πρὶν εἰς μέτρον ἡλικίας ἐλθεῖν, καὶ φανῆναι τοῖς ἀνθρώποις, καὶ διαδοχὴν τοῦ γένους καταλιπεῖν, ταῦτα οὐκ αὔξησις τοῦ πάθους, ὡς ἐμαυτὸν πείθω, ἀλλὰ παραμυθία τοῦ γεγονότος ἐστίν. εὐχαριστεῖσθαι ὀφείλει τοῦ Θεοῦ ἡ διάταξις, ὅτι μὴ κατέλιπεν ὑπὲρ γῆς ὀρφανὰ τέκνα, ὅτι μὴ γυναῖκα χήραν θλίψει μακρᾷ ἔκδοτον ἀφῆκεν ἢ ἀνδρὶ ἑτέρῳ συνοικήσουσαν καὶ τῶν προτέρων τέκνων καταμελήσουσαν. τὸ δέ, ὅτι οὐ παρετάθη τῷ βίῳ τούτῳ ἡ ζωὴ τοῦ παιδός, τίς οὕτως ἀγνώμων, ὡς μὴ τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο νομίζειν εἶναι ; ἡ γὰρ ἐπὶ πλεῖον<note xml:lang="eng"><foreign xml:lang="grc">πλείων</foreign> E.</note> ἐνταῦθα διατριβὴ πλειόνων κακῶν ἐστιν ἀφορμή. οὐκ ἐποίησε κακόν· οὐκ ἔρραψε δόλον τῷ πλησίον· οὐκ εἰς ἀνάγκην ἦλθε φρατρίαις<note xml:lang="eng"><foreign xml:lang="grc">φατρίαις</foreign> E. <foreign xml:lang="grc">φρατρίᾳ</foreign> Med.</note> καταμιγῆναι πονηρευομένων· οὐκ ἐνεπλάκη τοῖς κατʼ ἀγορὰν κακοῖς· οὐχ ὑπέμεινεν ἀνάγκην ἁμαρτημάτων, οὐ ψεῦδος, οὐκ ἀγνωμοσύνην, οὐ πλεονεξίαν, οὐ φιληδονίαν, οὐ τὰ τῆς σαρκὸς πάθη, ὅσα ταῖς ἀναγώγοις ψυχαῖς ἐγγίνεσθαι πέφυκεν· οὐδεμιᾷ<note xml:lang="eng"><foreign xml:lang="grc">τούτων</foreign> add. E. editi antiqui.</note> κηλίδι<note xml:lang="eng"><foreign xml:lang="grc">κηλίδει</foreign> editi antiqui.</note> τὴν ψυχὴν ἀπῆλθε κατεστιγμένος, ἀλλὰ καθαρὸς ἀνεχώρησε πρὸς τὴν ἀμείνω λῆξιν. οὐ γῆ κατέκρυψε τὸν ἀγαπητόν, ἀλλʼ οὐρανὸς ὑπεδέξατο. Θεὸς ὁ τὰ ἡμέτερα οἰκονομῶν, ὁ τὰς τῶν χρόνων ὁροθεσίας ἑκάστῳ νομοθετῶν, ὁ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτην, <pb n="v.4.p.224"/> αὐτὸς καὶ μετέστησεν. ἔχομεν διδασκάλιον ἐν ταῖς ὑπερβολαῖς τῶν συμφορῶν τὴν περιβόητον ἐκείνην φωνὴν τοῦ μεγάλου Ἰώβ· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.<note xml:lang="eng"><foreign xml:lang="grc">Εἴη ... αἰῶνας</foreign> om. E</note> </p></div></div></body></text></TEI>