Τιμοθέῳ χωρεπισκόπῳ Καὶ τὸ πάντα γράφειν ὅσα φρονῶ οὔτε τῷ μέτρῳ τῆς ἐπιστολῆς ὁρῶ συμβαῖνον οὔτε ἄλλως πρέπον τῷ τῆς προσηγορίας εἴδει, καὶ τὸ σιωπῇ παρελθεῖν μικροῦ καὶ ἀδύνατόν ἐστί μοι, δικαίῳ θυμῷ τῷ κατὰ σοῦ φλεγμαινούσης μοι μοῦ E. τῆς καρδίας. μέσην οὖν βαδιοῦμαι, τὰ μὲν γράφων, τὰ δὲ παρείς. καθάψασθαι γάρ σου βούλομαι, εἰ θέμις ἐστίν, ἐν ἰσηγορίᾳ φιλικῇ. Εἰ εἶ εἶ add. Capps. Τιμόθεος ἐκεῖνος, ὃν ἐκ παιδὸς οἴδαμεν τοσοῦτον πρὸς τὴν ὀρθότητα καὶ τὸν κατησκημένον βίον τῷ τόνῳ χρώμενον, ὥστε ἐγκαλεῖσθαι τὴν ἐν ἐπὶ E. duo MSS. τούτοις ἀμετρίαν, ἀποστὰς νῦν om. Med. τοῦ σκοπεῖν πάντα τρόπον ὅ τι χρὴ ποιοῦντα τῷ Θεῷ προσοικειοῦσθαι, ἀποβλέπεις πρὸς τὰ τῷ δεῖνι δοκοῦντα περὶ σοῦ, καὶ τῆς ἑτέρων γνώμης τὴν ζωὴν ἔχεις ἐξηρτημένην, καὶ ὅπως μὴ φίλοις ἄχρηστος, μηδὲ ἐχθροῖς ᾖς καταγέλαστος ἐνθυμῇ, καὶ τὴν παρὰ πολλῶν αἰσχύνην, ὡς δεινόν τι, φοβῇ, καὶ οὐκ ἐννοεῖς, ὅτι ἐν ὅσῳ περὶ ταῦτα τρίβῃ, λανθάνεις σεαυτὸν τῆς προηγουμένης ζωῆς ἀμελῶν; ὅτι γὰρ οὐκ ἐγχωρεῖ ἀμφοτέρων ὁμοῦ περιγενέσθαι, τῶν τε κατὰ τὸν κόσμον τοῦτον πραγμάτων καὶ τῆς κατὰ Θεὸν πολιτείας, πλήρεις μὲν αἱ θεῖαι Γραφαὶ ὧν ἐδίδαξαν πλήρεις ... ἐδίδαξαν πλήρης μὲν ἡ θεία Γραφὴ ὧν ἐδίδαξεν ἡμᾶς quatuor MSS. ἡμᾶς· πλήρης δὲ καὶ αὐτὴ ἡ φύσις τῶν τοιούτων ὑποδειγμάτων ἐστίν. ἔν τε γὰρ τῇ κατὰ τὸν νοῦν ἐνεργείᾳ δύο νοῆσαι κατὰ ταὐτὸν νοήματα παντελῶς ἀμήχανον, ἔν τε ταῖς κατὰ τὴν αἴσθησιν ἀντιλήψεσι δύο φωνὰς ὁμοῦ προσπιπτούσας ταῖς ἀκοαῖς δέχεσθαι ἐν ταὐτῷ καὶ διακρίνειν ἀδύνατον· καὶ τοῦτο δύο ἀκουστικῶν πόρων ἡμῖν ἀνεῳγμένων. ὀφθαλμοὶ δέ, ἐὰν μὴ ἀμφότεροι πρὸς ἕν τι τῶν ὁρατῶν ἀποταθῶσιν, ἐνεργεῖν τὸ ἑαυτῶν ἀκριβῶς οὐ δύνανται. καὶ ταῦτα μὲν τὰ παρὰ τῆς φύσεως· τὰ δὲ ἐκ τῶν Γραφῶν σοι διηγεῖσθαι οὐχ ἧττόν ἐστι καταγέλαστον ἢ γλαῦκα, φησίν, φασίν E. et alius. Ἀθηναίοις ἄγειν. Τί οὖν τὰ ἄμικτα μίγνυμεν, θορύβους πολιτικοὺς καὶ εὐσεβείας ἄσκησιν, ἀλλʼ οὐχὶ ἀποστάντες τῶν θορύβων καὶ τοῦ πράγματα καὶ τοῦ πράγματα τῶν πραγμάτων editi antiqui et nonnulli MSS. ἔχειν καὶ παρέχειν ἑτέροις, ἡμῶν αὐτῶν γινόμεθα, καὶ ὃν πάλαι ὑπεθέμεθα τῆς εὐσεβείας σκοπὸν βεβαιοῦμεν τῷ ἔργῳ, καὶ δείκνυμεν τοῖς ἐπηρεάζειν ἡμῖν βουλομένοις, ὅτι οὐκ ἔστιν ἐπʼ αὐτοῖς τὸ λυπεῖν ἡμᾶς ὅταν ἐθέλωσι; τοῦτο δὲ ἔσται ἐπειδὰν πάσης λαβῆς ἐλευθέρους ἑαυτοὺς ἀποδείξωμεν. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. εἴη δὲ ἡμᾶς ποτε καὶ ἐν ταὐτῷ γενέσθαι καὶ ἀκριβέστερον βουλεύσασθαι περὶ τῶν συμφερόντων ταῖς ψυχαῖς ἡμῶν, ἵνα μὴ ἐν τῇ περὶ τῶν ματαίων φροντίδι καταληφθῶμεν τῆς ἀναγκαίας ἐξόδου ἐπελθούσης ἡμῖν. Τοῖς δὲ ἀποσταλεῖσι παρὰ τῆς ἀγάπης σου ὑπερήσθην, οἷς ὑπῆρχε μὲν ἡδίστοις εἶναι καὶ κατὰ τὴν ἑαυτῶν φύσιν· πολλαπλασίονα δὲ τὴν ἡδονὴν ἐνεποίει ἐποίει editi antiqui. ἡ προσθήκη τοῦ ἀποστείλαντος. τὰ δὲ ἀπὸ τοῦ Πόντου κηροὺς καὶ ἄκοπα, ἡδέως δέξαι, ὅταν ἀποστείλωμεν· νῦν γὰρ ἡμῖν οὐ παρῆν. Παλλαδίῳ Τὸ ἥμισυ τῆς ἐπιθυμίας ἡμῶν ἐξεπλήρωσεν ὁ ἅγιος Θεός, οἰκονομήσας τὴν συντυχίαν τῆς κοσμιωτάτης ἀδελφῆς ἡμῶν τῆς συμβίου σου. δυνατὸς δὲ παρασχεῖν καὶ τὸ λειπόμενον, ὥστε ἰδόντας εἰδότας E. Harl. ἡμᾶς καὶ τὴν σὴν εὐγένειαν, τελείαν ἀποδοῦναι τῷ Θεῷ τὴν χάριν. ἐν πολλῇ γάρ ἐσμεν ἐπιθυμίᾳ, μάλιστα νῦν, ὅτε ἠκούσαμεν τετιμῆσθαί σε τῇ μεγάλῃ τιμῇ, τῷ ἀθανάτῳ ἐνδύματι, ὃ περισχὸν περιέχον E. editi antiqui. ἡμῶν τὴν ἀνθρωπότητα, τὸν ἐν τῇ σαρκὶ θάνατον ἐξηφάνισε καὶ κατεπόθη τὸ θνητὸν ἐν τῷ τῆς ἀφθαρσίας ἐνδύματι. Ἐπειδὴ οὖν οἰκεῖον μέν σε ἑαυτῷ μέν σε ἑαυτῷ σεαυτῷ editi antiqui; μέν σε αὐτῷ Harl. et Paris. ὁ Κύριος διὰ τῆς χάριτος ἐποίησεν, ἠλλοτρίωσε δὲ πάσης παλαιᾶς Harl. τῆς ἁμαρτίας, ἤνοιξε δὲ βασιλείαν οὐρανῶν, καὶ ὁδοὺς τὰς ἀπαγούσας πρὸς τὴν ἐκεῖ μακαριότητα ὑπέδειξε, παρακαλοῦμέν σε, ἄνδρα τοσοῦτον φρονήσει τῶν λοιπῶν ὑπερέχοντα, λελογισμένως τὴν χάριν δέξασθαι, καὶ πιστὸν φύλακα γενέσθαι τοῦ θησαυροῦ, πάσῃ ἐπιμελείᾳ τηροῦντα τῆς βασιλικῆς παρακαταθήκης τὴν φυλακήν, ἵνα ἄσυλον τὴν σφραγῖδα διασωσάμενος παραστῇς τῷ Κυρίῳ ἐκλάμπων ἐν τῇ λαμπρότητι τῶν ἁγίων, μηδένα σπῖλον ἢ ῥυτίδα ἐμβαλὼν ἐπιβάλλων quinque MSS. τῷ καθαρῷ τῆς ἀφθαρσίας ἐνδύματι, ἀλλʼ ἐν πᾶσι τοῖς μέλεσι τὸν ἁγιασμὸν διασώζων, ὡς Χριστὸν ἐνδυσάμενος. ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. ἔστω οὖν πάντα τὰ μέλη ἅγια, ὥστε πρέποντα εἶναι σκέπεσθαι τῷ ἁγίῳ καὶ φωτεινῷ περιβλήματι. Ἰουλιανῷ ἠθικὴ πάνυ ὡραία a beautiful moral letter add. E et Med. Πῶς σοι τὸν ἐν μέσῳ τοῦτον χρόνον τὸ σῶμα ἔσχεν; εἰ καθαρῶς ἀπέλαβες τῆς χειρὸς τὴν ἐνέργειαν; πῶς δὲ τὰ λοιπὰ τοῦ βίου πράγματα; εἰ κατὰ γνώμην χωρεῖ σοι, ὥσπερ εὐχόμεθα καὶ ὡς ἔστιν ὀφειλόμενον τῇ σῇ προαιρέσει; καὶ γὰρ οἷς μὲν εὔκολος πρὸς μεταβολὴν ἡ διάνοια, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τεταγμένον, οἷς δὲ πεπηγυῖα ἡ γνώμη, καὶ ἀεὶ ἑστῶσα καὶ ἡ αὐτή, τούτοις τούτους Regius sec. et Coisl. sec. ἀκόλουθον συμφώνως τῇ προαιρέσει τὴν ζωὴν διεξάγειν. τῷ ὄντι γὰρ κυβερνήτῃ κυβερνήτην Regius sec. μὲν οὐκ ἐφεῖται ἐφίεται Regius sec. et duo alii. γαλήνην ποιεῖν ὅτε βούλεται, ἡμῖν δὲ ἀκύμονα ἑαυτοῖς καθιστᾷν τὸν βίον καὶ πάνυ ῥᾴδιον, ἐὰν τοὺς ἔνδοθεν ἐκ τῶν παθῶν ἐπανισταμένους ἡμῖν θορύβους κατασιγάσωμεν, καὶ τῶν ἔξωθεν προσπιπτόντων ὑψηλοτέραν τὴν γνώμην καταστησώμεθα. καὶ γὰρ οὔτε ζημίαι, οὔτε ἀρρωστίαι, οὔτε αἱ λοιπαὶ δυσχέρειαι τοῦ βίου, ἅψονται τοῦ σπουδαίου, ἕως ἂν ἔχῃ τὴν διάνοιαν τῷ Θεῷ, ἐμπορευομένην, ἐμπολιτευομένην Med.; συμπορευομένην editi antiqui. καὶ τὸ μέλλον ἀποσκοποῦσαν, καὶ τῆς χαμόθεν ἐγειρομένης ζάλης κούφως καὶ εὐσταλῶς ὑπεραίρουσαν. ἐπεὶ οἵ γε σφοδρῶς ταῖς τοῦ βίου μερίμναις κατειλημμένοι, οἷον ὄρνιθες πολύσαρκοι εἰκῆ τὸ πτερὸν ἔχοντες, κάτω που σύρονται μετὰ τῶν βοσκημάτων. Σὲ δὲ τοσοῦτον ἰδεῖν ὑπὸ τῶν πραγμάτων ἰδεῖν add. E. ἐπετράπημεν, ὅσον οἱ ἐν πελάγει ἀλλήλους παραμειβόμενοι. πλὴν ἀλλʼ , ἐπειδὴ καὶ ἐξ ὄνυχος ἔστιν ὅλον γνωρίσαι τὸν λέοντα, ἐκ βραχείας τῆς πείρας ἡγούμεθά σε ἱκανῶς ἐγνωκέναι. ὅθεν καὶ μέγα ποιούμεθα τὸ ἐν λόγῳ σέ τινι τὰ καθʼ τινι τὰ καθ̓ τὸ καθʼ Regius sec. et Coisl. sec. ἡμᾶς τίθεσθαι καὶ μὴ ἀπεῖναί σου τῆς διανοίας, ἀλλὰ διηνεκῶς σοι συνεῖναι διὰ τῆς μνήμης. δεῖγμα δὲ μνήμης τὸ γράφειν· ὅπερ ὅσῳ ἂν συνεχέστερον ποιῇς, τοσούτῳ πλέον ἡμῖν χαριῇ. Φήστῳ καὶ Μάγνῳ ὥστε ἐπιτείνειν τὴν πρὸς τὰ κρείττονα μάθησιν add. tres MSS. in order to incite their desire to learn better things. Πρέπει μέν που καὶ πατράσι παίδων ἰδίων πρόνοια καὶ γεωργοῖς φυτῶν ἢ σπερμάτων ἐπιμέλεια, καὶ διδασκάλοις μαθητῶν φροντίς, μάλιστα ὅταν δι’ εὐφυΐαν βελτίους ἐφʼ ἑαυτοῖς ὑποφαίνουσι ὑποφαίνωσι duo Regii MSS. et Coisl. recent. τὰς ἐλπίδας. χαίρει γὰρ πονῶν πονῷ E. καὶ γεωργός, ἁδρυνομένων αὐτῷ αὐτῶν editi antiqui. τῶν ἀσταχύων ἢ τῶν φυτῶν αὐξανομένων, εὐφραίνουσι δὲ καὶ μαθηταὶ διδασκάλους, καὶ παῖδες πατέρας, οἱ μὲν πρὸς ἀρετήν, οἱ δὲ πρὸς αὔξησιν ἐπιδιδόντες. ἡμεῖς δὲ τοσοῦτον μείζονα μὲν ἐφʼ ὑμῖν ἔχομεν τὴν φροντίδα, κρείττονα δὲ τὴν ἐλπίδα, ὅσον εὐσέβεια πάσης μὲν τέχνης, πάντων δὲ ζώων ὁμοῦ καὶ καρπῶν ἐστιν ἀμείνων, ἣν ἐν ἁπαλαῖς ἔτι καὶ καθαραῖς ταῖς ὑμετέραις ψυχαῖς ῥιζωθεῖσαν ὑφʼ ἡμῶν καὶ τραφεῖσαν ἰδεῖν εὐχόμεθα καὶ προελθοῦσαν εἰς ἀκμὴν τελείαν καὶ εἰς καρποὺς ὡραίους, συλλαμβανομένης ἡμῶν ταῖς εὐχαῖς τῆς ὑμετέρας φιλομαθείας. εὖ γὰρ ἴστε καὶ τὴν ἡμετέραν εἰς ὑμᾶς εὔνοιαν καὶ τὴν τοῦ Θεοῦ συνεργίαν ταῖς ὑμετέραις ἐναποκεῖσθαι γνώμαις, ὧν πρὸς τὸ δέον εὐθυνομένων, Θεὸς συνεργὸς καλούμενος παρέσται καὶ ἄκλητος, καὶ πᾶς φιλόθεος ἄνθρωπος πρὸς διδασκαλίαν αὐτεπάγγελτος. ἀνίκητος γὰρ ἡ προθυμία τῶν διδάσκειν τι χρήσιμον δυναμένων, ὅταν αἱ τῶν μανθανόντων ψυχαὶ πάσης καθαρεύωσιν ἀντιτυπίας. Οὐκοῦν οὐδὲ σώματος κωλύει χωρισμός, τοῦ δημιουργήσαντος ἡμᾶς δι’ ὑπερβολὴν σοφίας καὶ φιλανθρωπίας μὴ συμπεριορίσαντος τοῖς σώμασι τὴν διάνοιαν, μήτε μὴν τῇ γλώττῃ τῶν λόγων τὴν δύναμιν, δόντος δέ τι πλεῖον καὶ ἀπὸ τοῦ χρόνου τοῖς ὠφελεῖν δυναμένοις, ὡς μὴ μόνον τοῖς μακρὰν διεστηκόσιν, ἀλλὰ δὴ καὶ τοῖς λίαν ὀψιγόνοις παραπέμπειν δύνασθαι τὴν διδασκαλίαν. καὶ τοῦτον ἡμῖν ἡ πεῖρα πιστοῦται τὸν λόγον, ἐπείπερ οἵ τε πολλοῖς πρότερον ἔτεσι γενόμενοι διδάσκουσι τοὺς νέους, σωζομένης ἐν γράμμασι τῆς διδασκαλίας· ἡμεῖς τε κεχωρισμένοι τοσοῦτον τοῖς σώμασι, τῇ διανοίᾳ σύνεσμεν ἀεί, καὶ προσομιλοῦμεν ῥᾳδίως, τῆς διδασκαλίας οὔτε ὑπὸ γῆς οὔτε θαλάσσης κωλυομένης, εἴ τίς εἴ τίς ἐστιν ἥτις ἐστὶν E. ἐστιν ὑμῖν τῶν ἰδίων ψυχῶν φροντίς. Μονάζουσι πρὸς μονάζοντας, δι’ ἧς ἐπιστηρίζει αὐτοὺς πρὸς τὴν ἐν Χριστῷ πολιτείαν καὶ πίστιν to monks, by which he causes them to rely on life and faith in Christ Regius 2897 et Coisl. see.; καί φησιν ὅτι ἡ πίστις ἐστὶν ἡ σώζουσα διὰ ἀγάπης ἐνεργουμένη and he says that it is faith working through love that saves add. editi. Ἡγοῦμαι μὲν μηδεμιᾶς ἑτέρας ὑμᾶς τῇ τοῦ Θεοῦ χάριτι παρακλήσεως δεῖσθαι, μετὰ τοὺς λόγους οὓς δι’ ἡμῶν αὐτῶν ἐποιησάμεθα πρὸς ὑμᾶς, παρακαλοῦντες ὑμᾶς πάντας τὴν ἐπὶ τὸ αὐτὸ ζωὴν καταδέξασθαι εἰς μίμημα τῆς ἀποστολικῆς πολιτείας, ὃ καὶ ἐδέξασθε ὡς ἀγαθὸν δίδαγμα, καὶ ηὐχαριστήσατε δι’ αὐτὸ τῷ Κυρίῳ. ἐπεὶ οὖν οὐχὶ ῥήματα ἦν τὰ παρʼ ἡμῶν λαληθέντα, ἀλλὰ διδάγματα εἰς ἔργον προελθεῖν προσελθεῖν E; ἐλθεῖν editi antiqui. ὀφείλοντα ἐπὶ ὠφελείᾳ μὲν ὑμῶν τῶν ἀνεχομένων, ἐπʼ ἀναπαύσει δὲ ἡμετέρᾳ τῶν ὑποθεμένων τὴν γνώμην, εἰς δόξαν δὲ καὶ ἔπαινον τοῦ Χριστοῦ, οὗ τὸ ὄνομα ἐπικέκληται ἐφʼ ἡμᾶς, τούτου χάριν ἀπέστειλα τὸν ποθεινότατον ἡμῶν ἀδελφόν, ἵνα καὶ τὸ πρόθυμον γνωρίσῃ, καὶ τὸ νωθρὸν διεγείρῃ, καὶ τὸ ἀντιτεῖνον φανερὸν ἡμῖν καταστήσῃ. Πολλὴ γὰρ ἡ ἐπιθυμία καὶ ἰδεῖν ὑμᾶς συνηγμένους, καὶ ἀκοῦσαι περὶ ὑμῶν ὅτι οὐχὶ τὸν ἀμάρτυρον ἀγαπᾶτε βίον, ἀλλὰ μᾶλλον καταδέχεσθε πάντες καὶ φύλακες τῆς ἀλλήλων ἀκριβείας εἶναι καὶ μάρτυρες τῶν κατορθουμένων. οὕτω γὰρ ἕκαστος καὶ τὸν ἐφʼ ἑαυτῷ μισθὸν τέλειον ἀπολήψεται λήψεται E. et alius. καὶ τὸν ἐπὶ τῇ τοῦ ἀδελφοῦ προκοπῇ· ὃν καὶ λόγῳ καὶ ἔργῳ παρέχεσθαι ὑμᾶς παρασχέσθαι ὑμᾶς E et duo alii. ἀλλήλοις προσήκει ἐκ τῆς συνεχοῦς ὁμιλίας καὶ παρακλήσεως. ἐπὶ πᾶσι δὲ παρακαλοῦμεν μεμνῆσθαι ὑμᾶς τῆς τῶν πατέρων πίστεως, καὶ μὴ σαλεύεσθαι ὑπὸ τῶν ἐν τῇ ὑμετέρᾳ ἡμετέρᾳ E. editi antiqui. ἡσυχίᾳ περιφέρειν ὑμᾶς ἐπιχειρούντων, εἰδότας εἰδότες Med. ὅτι οὔτε πολιτείας ἀκρίβεια καθʼ ἑαυτήν, μὴ διὰ τῆς εἰς Θεὸν πίστεως πεφωτισμένη, ὠφέλιμος, οὔτε ὀρθὴ ὁμολογία, ἀγαθῶν ἔργων ἄμοιρος οὖσα, παραστῆσαι ἡμᾶς δυνήσεται τῷ Κυρίῳ· ἀλλὰ δεῖ ἀμφότερα συνεῖναι, ἵνα ἄρτιος ᾖ εἴη E. et alius. ὁ τοῦ Θεοῦ ἄνθρωπος, καὶ μὴ κατὰ τὸ ἐλλεῖπον χωλεύῃ ἡμῶν ἡ ζωή. πίστις γάρ ἐστιν ἡ σώζουσα ἡμᾶς, ὥς φησιν ὁ ἀπόστολος, δι’ ἀγάπης ἐνεργουμένη.