<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="286"><head rend="align(center)">Κομενταρησίῳ</head><p rend="align(indent)"> Ἐπειδή τινες ἐν τῇ συνόδῳ τῇδε συνελήφθησαν τῶν τὰ πονηρὰ ἐργαζομένων, καὶ κλεπτόντων παρὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἱμάτια εὐτελῆ πτωχῶν ἀνθρώπων, οὓς ἐνδύειν μᾶλλον ἐχρῆν ἢ ἀποδύειν, συνελάβοντο μὲν αὐτοὺς οἱ τῆς εὐταξίας ἐπιμελόμενοι τῆς ἐκκλησιαστικῆς, νομίσας δὲ αὐτῷ σοι διαφέρειν, ὡς τὰ δημόσια πράττοντι, τὴν τῶν τοιούτων ὑποδοχήν, ἐπέστειλά σοι, γνωρίζων ὅτι τὰ ἐν ταῖς ἐκκλησίαις ἁμαρτανόμενα ὑφʼ ἡμῶν<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῖν</foreign> editi antiqui.</note> προσήκει τῆς πρεπούσης τυγχάνειν διορθώσεως, δικαστὰς δὲ περὶ τούτων μὴ παρενοχλεῖσθαι. διὰ τοῦτο καὶ τὰ σῦλα αὐτῶν, ἃ δηλοῖ τὸ παρὰ σοὶ κείμενον, καὶ ἡ ἐπὶ πάντων τῶν παρόντων γενομένη ἀντιγραφή, ὑποδεχθῆναι προσέταξα, καὶ τὰ μὲν ταμιευθῆναι τοῖς ἐπερχομένοις, τὰ δὲ διαδοθῆναι τοῖς παροῦσι· τοὺς δὲ ἀνθρώπους ἐπιστρέψαι ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, οὓς οἶμαι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ βελτίους ποιήσειν πρὸς τὸ ἐφεξῆς. ἃ γὰρ αἱ τῶν δικαστηρίων πληγαὶ οὐκ ἐργάζονται,<note xml:lang="eng"><foreign xml:lang="grc">ἐξεργάζονται</foreign> E.</note> ταῦτα ἔγνωμεν πολλάκις τὰ φοβερὰ κρίματα τοῦ Κυρίου κατορθοῦντα· εἰ δὲ δοκεῖ σοι καὶ περὶ <pb n="v.4.p.178"/> τούτων ἀνενεγκεῖν τῷ κόμητι, τοσοῦτον θαρροῦμεν τοῖς δικαίοις καὶ τῇ τοῦ ἀνδρὸς ὀρθότητι, ὅτι ἐπιτρέπομέν σοι ποιεῖν ὃ βούλει. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="287"><head rend="align(center)">Ἀνεπίγραφος, ἐπὶ ἐκδικηταῖς</head><p rend="align(indent)"> Δυσμεταχείριστον ἔοικεν εἶναι τὸ κατὰ τόνδε. οὐ γὰρ ἔχομεν τί χρησόμεθα οὕτω πολυτρόπῳ ἤθει, ὡς ἐκ τῶν ὁρωμένων ἐστὶν εἰκάζειν, ἀπεγνωσμένῳ. εἰς κρίσιν μὲν γὰρ καλούμενος, οὐχ<note xml:lang="eng">om. E.</note> ὑπακούει, κἂν ἀπαντήσῃ, τοσαύτῃ χρῆται περιουσίᾳ λόγων καὶ ὅρκων, ὡς ἀγαπητὸν ἡμῖν ποιεῖν τὸ ταχέως αὐτοῦ χωρισθῆναι. εἶδον δὲ αὐτὸν πολλάκις καὶ περιτρέψαντα τὰς αἰτίας τοῖς ἐγκαλοῦσι. καὶ ὅλως οὐδεμία φύσις τῶν ὅσα τὴν γῆν ἐπιβόσκεται οὕτω ποικίλη καὶ πρὸς κακίαν εὔπλαστος, ὡς ἡ τοῦ ἀνθρώπου τούτου, ὡς ἐξ ὀλίγης<note xml:lang="eng"><foreign xml:lang="grc">ὅλης</foreign> E. <foreign xml:lang="grc">ὀλίγου</foreign> Regius sec., Coisl. sec.</note> τῆς πείρας ἔστι τὸ κατʼ αὐτὸν τεκμήρασθαι. τί δὲ ἐρωτᾶτέ με, καὶ οὐ πείθετε ἑαυτοὺς ὑπομένειν<note xml:lang="eng"><foreign xml:lang="grc">φέρειν</foreign> Coisl. sec., Regius sec.</note> τὰς παρʼ αὐτοῦ ἀδικίας ὡς ὀργήν τινα θεήλατον ; ὑπὲρ δὲ τοῦ μὴ ὑμᾶς μολύνεσθαι ἐν κοινωνίᾳ τῶν ἁμαρτημάτων, πανοικεὶ<note xml:lang="eng"><foreign xml:lang="grc">πανοικί</foreign> E. Med., Regius sec.</note> τῶν εὐχῶν κεχωρίσθω, καὶ τῆς ἄλλης τῆς πρὸς τοὺς ἱερατικοὺς κοινωνίας. ἴσως παραφύλαγμα γενόμενος ἐντραπήσεται. </p></div><pb n="v.4.p.180"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="288"><head rend="align(center)">Ἀνεπίγραφος, ἐπὶ ἐκδικηταῖς</head><p rend="align(indent)"> Οὓς τὰ κοινὰ ἐπιτίμια οὐ σωφρονίζει, οὔτε τὸ εἰρχθῆναι τῶν εὐχῶν ἄγει εἰς μετάνοιαν, ἀνάγκη τοῖς παρὰ τοῦ Κυρίου δοθεῖσι κανόσιν ὑποβάλλειν. γέγραπται γάρ· Ἐὰν ὁ ἀδελφός σου ἁμάρτῃ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ· ἐάν σου μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἄλλον· ἐὰν δὲ μηδὲ οὕτως, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι λοιπὸν ὡς ἐθνικὸς καὶ ὁ τελώνης· ὃ οὖν ἐγένετο<note xml:lang="eng"><foreign xml:lang="grc">τοῦτο</foreign> add. E. editi antiqui.</note> καὶ ἐπὶ τοῦδε. ἅπαξ ἐνεκλήθη· ἐπὶ ἑνὸς καὶ δευτέρου διηλέγχθη· τρίτον ἐπὶ τῆς Ἐκκλησίας. ἐπεὶ οὖν διεμαρτυράμεθα αὐτῷ, καὶ οὐ κατεδέξατο, λοιπὸν ἔστω<note xml:lang="eng"><foreign xml:lang="grc">ἔσται</foreign> E. editi antiqui.</note> ἐκκήρυκτος. καὶ διαγγελθήτω<note xml:lang="eng"><foreign xml:lang="grc">διαγγελήτω</foreign> E. editi antiqui.</note> πάσῃ τῇ κώμῃ ἀπρόσδεκτον αὐτὸν εἶναι πρὸς πᾶσαν κοινωνίαν χρήσεως βιωτικῆς, ὡς, ἐκ τοῦ μὴ συναναμίγνυσθαι ἡμᾶς αὐτῷ, γένηται παντελῶς κατάβρωμα τοῦ διαβόλου. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="289"><head rend="align(center)">Ἀνεπίγραφος περὶ γυναικὸς καταπονουμένης</head><p rend="align(indent)"> Ἐγὼ ἴσον ἡμάρτημα κρίνας καὶ ἀνεπιτιμήτους ἐᾷν τοὺς ἁμαρτάνοντας καὶ ὑπερβαίνειν τὸ μέτρον <pb n="v.4.p.182"/> τῇ τιμωρίᾳ,<note xml:lang="eng"><foreign xml:lang="grc">τὴν τιμωρίαν</foreign> Med. et Vat.</note> τὴν ἐμοὶ ἐπιβάλλουσαν ἐπέθηκα δίκην τῷδε, ἐξορίσας αὐτὸν τῆς ἐκκλησιαστικῆς κοινωνίας· καὶ τοῖς ἠδικημένοις παρῄνεσα μὴ ἑαυτοὺς ἐκδικεῖν, ἀλλὰ τῷ Κυρίῳ τὴν ἀνταπόδοσιν ἐπιτρέψαι, ὥστε εἴ τι ὄφελος ἡμῶν<note xml:lang="eng"><foreign xml:lang="grc">ἐμῶν</foreign> duo MSS. recent.</note> παραγγελμάτων, τότε ἂν ἠκούσθην, πολλῷ ἀξιοπιστότερον κεχρημένος τῷ λόγῳ ἢ<note xml:lang="eng">om.E.</note> ὅσον ἂν δυνηθείη δυσωπῆσαι τὰ γράμματα. </p><p rend="align(indent)"> Ἐπεὶ δὲ ἤκουσα ῥημάτων πολλὴν ἐχόντων βαρύτητα, καὶ τότε ἡσύχασα, καὶ νῦν οὐκ οἶμαι πρέπον εἶναί μοι περὶ τῶν αὐτῶν διαλέγεσθαι. ἐγὼ γάρ, φησίν, ἀνδρὸς ὑπερεῖδον καὶ παιδοποιίας καὶ βίου. ἵνα ἑνὸς τούτου τύχοιμι, τῆς παρὰ Θεοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">Θεῷ</foreign> editi antiqui.</note> εὐδοκιμήσεως καὶ παρὰ τοῖς ἀνθρώποις τοῦ βελτίονος ἀξιοῦσθαι λόγου, ἐπειδὴ ἄνθρωπος, ἐκ παιδὸς ταῖς οἰκοφθορίαις ἐντεθραμμένος, εἰσβιασάμενός ποτε τῇ συνήθει ἑαυτοῦ ἀναιδείᾳ ἐνέπεσεν ἡμῶν τῷ οἴκῳ, καὶ μέχρι ψιλῆς συντυχίας ἐγένετο γνώριμος ἡμῖν, καὶ ἀγνοίᾳ τῶν κατʼ αὐτὸν καὶ αἰδοῖ τινι ἀπαιδεύτῳ προφανῶς αὐτὸν αἰσχυνομένη ἐλάσαι· εἰς τοσοῦτον ἐξῆλθεν ἀσεβείας καὶ ὕβρεως, ὥστε ἐμπλῆσαι μὲν τὴν πόλιν πᾶσαν τῶν κατʼ ἐμοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">ἐμαυτοῦ</foreign> editi antiqui.</note> βλασφημιῶν, προγράμματι δὲ δημοσίῳ στηλιτεῦσαι ἐκτεθέντι ἐπὶ τῶν προθύρων τῆς ἐκκλησίας. ἐφʼ οἷς καὶ τυχών τινος παρὰ τῶν νόμων ἀγανακτήσεως, πάλιν ἐπανελθὼν ἀνενεώσατο τὰς αὐτοῦ βλασφημίας. <pb n="v.4.p.184"/> πάλιν τῶν ἐμῶν λοιδοριῶν πλήρης ἡ ἀγορά, τὰ γυμνάσια, τὰ θέατρα, αἱ οἰκίαι τῶν δι’ ὁμοιότητα τοῦ βίου δεχομένων αὐτόν. καὶ μηδὲ ἐπὶ τοῖς βελτίοσι γνωρίζεσθαι, ἐν οἷς εὐπρεπὴς ἦν, ὑπῆρξέ μοι ἐκ τῶν αἰσχίστων, διὰ τὸ παρὰ πᾶσι τῇ ἀκολάστῳ γνώμῃ γενέσθαι περιφανῆ. </p><p rend="align(indent)"> Ἐπὶ τούτοις, φησίν, οἱ μὲν ἥδονται ταῖς βλασφημίαις, διὰ τὸ φύσει χαίρειν ταῖς λοιδορίαις τοὺς ἀνθρώπους· οἱ δὲ ἄχθεσθαι μὲν λέγουσιν, οὐ συναλγοῦσι δέ· ἄλλοι πείθονται ἀληθεῖς εἶναι τὰς λοιδορίας· ἄλλοι ἀμφίβολοί εἰσι, τῷ πλήθει τῶν ὅρκων αὐτοῦ προσέχοντες. ὁ δὲ συναλγῶν οὐκ ἔστιν· ἀλλʼ ὄντως νῦν τῆς ἐρημίας ᾐσθόμην,<note xml:lang="eng"><foreign xml:lang="grc">ᾔσθην</foreign> E. Vat.; <foreign xml:lang="grc">ᾔσθήθην</foreign> Reg.</note> καὶ ἐμαυτὴν ὀδύρομαι, οὐκ ἀδελφόν, οὐ φίλον, οὐ συγγενῆ, οὐ δοῦλον, οὐκ ἐλεύθερον, οὐδένα ἀνθρώπων τὸ παράπαν ἔχουσα συναλγοῦντα· καὶ, ὡς ἔοικε, μόνην ἑαυτὴν ἐλεεινοτέραν τῆς πόλεως εὑρίσκω, ἐν ᾗ τοσαύτη σπάνις μισοπονήρων ἐστίν· οἳ τὴν εἰς ἀλλήλους γινομένην παροινίαν οὐκ οἴονται βαδίζουσαν ἐν κύκλῳ καὶ αὐτούς ποτε καταλήψεσθαι. </p><p rend="align(indent)"> Ταῦτα καὶ πολλῷ ἔτι πληκτικώτερα μετὰ ἀμυθήτων δακρύων πρὸς ἐμὲ διεξελθοῦσα, ἀπῆλθεν, οὐδὲ ἐμὲ τῶν μέμψεων ἐλεύθερον ἀφεῖσα, ὅτι δέον πατρικῶς αὐτῇ συναλγεῖν, ἐναδιαφορῶ κακῷ τοσούτῳ καὶ φιλοσοφῶ ἐν ἀλλοτρίοις παθήμασιν. οὐ γὰρ χρημάτων ἄφεσιν κελεύεις ὑπεριδεῖν, οὐδὲ τοὺς εἰς τὸ σῶμα πόνους συνενεγκεῖν, ἀλλʼ εἰς <pb n="v.4.p.186"/> αὐτὴν ζημιωθῆναι τὴν ὑπόληψιν, ἧς ἡ βλάβη κοινὴ ζημία τοῦ κλήρου γίνεται. </p><p rend="align(indent)"> Ἐπὶ τούτοις τοῖς ῥήμασι τίνα με βούλει νῦν πρὸς αὐτὴν εἰπεῖν αὐτὸς δοκίμασον, ὦ θαυμάσιε, ἔχοντα τοιαύτην κρίσιν παρʼ ἑαυτῷ· μὴ παραδιδόναι ταῖς ἀρχαῖς τοὺς κακούργους, μὴ μέντοι μηδὲ ἐξαιρεῖσθαι παραδοθέντας· οἷς πάλαι προείρηται παρὰ τοῦ ἀποστόλου φοβεῖσθαι τὸν ἄρχοντα ἐπὶ τῷ πονηρῷ ἔργῳ· Οὐ γὰρ εἰκῆ, φησί, τὴν μάχαιραν φορεῖ. ὥσπερ οὖν τὸ παραδοῦναι οὐ φιλάνθρωπον,<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">οὐ φιλάνθρωπον</foreign><foreign xml:lang="grc">ἀφιλάνθρωπον</foreign> Regius sec. et Coisl. sec.</note> οὕτω καὶ τὸ ἐξαιρεῖσθαι τρέφοντός ἐστι τὴν παροινίαν. ἴσως δʼ ἂν γένοιτό τις ὑπέρθεσις τῆς εἰσόδου μέχρι τῆς ἡμῶν αὐτῶν παρουσίας· καὶ τότε δείξομεν, ὅτι οὐδὲν ἡμῶν ὄφελος, ἐκ τοῦ μὴ εἶναι τοὺς πειθομένους. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="290"><head rend="align(center)">Νεκταρίῳ<note xml:lang="eng"><foreign xml:lang="grc">ὅτι οὐκ ἀνθρωπίνῃ περιδρομῇ τοὺς ἐπισκόπους δεῖ προχειρίζεσθαι, ἀλλὰ κατ’ ἐκλογὴν τοῦ ἐπὶ πάντων Θεοῦ</foreign> add. editi antiqui et duo MSS. <q type="translation">that bishops should not be elected by human meddlesomeness but according to the selection of the God of all.</q></note></head><p rend="align(indent)"> Πολλὰ ἀγαθὰ γένοιτο τοῖς κινοῦσι τὴν τιμιότητά σου πρὸς τὴν συνεχῆ ὁμιλίαν ἡμῶν τὴν διὰ <pb n="v.4.p.188"/> τοῦ γράμματος. μὴ γὰρ οἴου συνηθείας ἕνεκεν λέγεσθαι παρʼ ἡμῶν τὰ τοιαῦτα, ἀλλὰ ἐκ διαθέσεως ἀληθινῆς πλείστου ἀξίαν τίθεσθαι ἡμᾶς τὴν φωνήν σου. τί γὰρ ἂν<note xml:lang="eng">om. E.</note> ἐμοὶ Νεκταρίου γένοιτο τιμιώτερον, τοῦ ἐκ παιδὸς μὲν ἀπὸ τῶν καλλίστων ἡμῖν γνωρισθέντος, νῦν δὲ ἐκ παντοίας ἀρετῆς εἰς τοσοῦτον περιφανείας ἀναδραμόντος; ὥστε μοι φίλων ἁπάντων φίλτατος ὁ σά μοι γράμματα διαφέρων. </p><p rend="align(indent)"> Περὶ μέντοι τῆς τῶν προστησομένων τῆς συμμορίας ἐκλογῆς, εἰ μὲν ἀνθρώποις χαριζόμενος, ἢ ἱκεσίαις ἐνδιδούς, ἢ φόβῳ εἴκων ποιῶ τι, μήτε ταῦτα<note xml:lang="eng"><foreign xml:lang="grc">ταυτί</foreign> editi antiqui.</note> ποιήσαιμι. οὐ γὰρ οἰκονόμος, ἀλλὰ κάπηλος ἔσομαι, τὴν δωρεὰν τοῦ Θεοῦ πρὸς ἀνθρωπίνας φιλίας διαμειβόμενος. εἰ δὲ αἱ μὲν διδόμεναι ψῆφοι παρὰ ἀνθρώπων δίδονται ἐκ τῆς ἔξωθεν ἐπιφανείας μαρτυρεῖν ἐχόντων, ἅπερ ἂν μαρτυρῶσιν, αἱ δὲ κρίσεις τῶν ἐπιτηδειοτέρων τῷ εἰδότι τὰ ἀπόρρητα τῶν καρδιῶν παρὰ τῆς ἡμετέρας ταπεινώσεως ἐπιτρέπονται, τάχα τῷ παντὶ βέλτιον καταθέμενον τὴν μαρτυρίαν σπουδῆς μὲν καὶ διαστάσεως πάσης ὡς ὑπὲρ<note xml:lang="eng"><foreign xml:lang="grc">ὡς ὑπὲρ</foreign> editi antiqui; <foreign xml:lang="grc">ὥσπερ</foreign> MSS. et editi recentiores.</note> οἰκείων τῶν μαρτυρηθέντων ἀφίστασθαι, προσεύχεσθαι δὲ τῷ Θεῷ μὴ λαθεῖν τὸ συμφέρον. οὕτω γὰρ οὐκέτι ἄνθρωπον τῆς ἐφʼ ἑκάτερα ἐκβάσεως αἰτιασόμεθα, <pb n="v.4.p.190"/> ἀλλὰ τῷ Θεῷ τὴν χάριν τῶν γινομένων εἰσόμεθα. καίτοι εἰ κατὰ ἄνθρωπον γίνεται ταῦτα, οὐδὲ γίνεται, ἀλλὰ μίμησις μέν ἐστι, τῆς ἀληθείας δὲ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">μίμησις... δὲ</foreign><foreign xml:lang="grc">μίμησις μέν ἐστι τῆς ἀληθείας, αὐτῆς δὲ τῆς ἀληθείας</foreign> E, editi antiqui.</note> πάμπληθες ἀπολείπεται. </p><p rend="align(indent)"> Σκέψαι δέ, ὅτι οὐδὲ μικρός τις παραπέπηγε κίνδυνος τῷ ἐκ παντὸς τρόπου τὸ ἑαυτοῦ κρατῆσαι φιλονεικοῦντι, μή ποτε τῶν ἁμαρτανομένων ἐφʼ ἑαυτοὺς ἑλκύσωμεν τὴν μερίδα. πολλὰ γὰρ ἂν ἁμαρτηθείη καὶ παρὰ τῶν οὐκ ἂν προσδοκηθέντων<note xml:lang="eng"><foreign xml:lang="grc">προσδοκωμένων</foreign> tress MSS. Recent.</note> ποτέ, διὰ τὸ εὔκολον τῆς ἀνθρωπίνης φύσεως. εἶτα ἰδίᾳ μὲν τοῖς φίλοις συμβουλεύσαντες πολλάκις τὰ κράτιστα, κἂν ἀπίθανοι δόξωμεν τοῖς βουλευομένοις, οὐ χαλεπαίνομεν· ἐν οἷς δὲ οὐ βουλὴ ἀνθρώπων, ἀλλὰ κρίσις ἐστὶ Θεοῦ, μὴ καὶ τῶν τοῦ Θεοῦ κριμάτων προτιμηθέντες δυσχερανοῦμεν; εἰ μὲν οὖν παρὰ ἀνθρώπων δίδοται, τί χρὴ<note xml:lang="eng"><foreign xml:lang="grc">χρῆμα</foreign> E.</note> παρʼ ἡμῶν αἰτεῖν, ἀλλʼ οὐχὶ αὐτὸν παρʼ ἑαυτοῦ λαμβάνειν; εἰ δὲ παρὰ Κυρίου, εὔχεσθαι προσῆκεν, ἀλλʼ οὐχὶ ἀγανακτεῖν· καὶ ἐν τῇ εὐχῇ μὴ τὸ ἴδιον θέλημα αἰτεῖν, ἀλλʼ ἐπιτρέπειν τῷ οἰκονομοῦντι τὸ συμφέρον Θεῷ. ὁ δὲ Θεὸς ὁ ἅγιος ἀπαγάγοι πᾶσαν πεῖραν λυπηρῶν πραγμάτων ἀπὸ τοῦ οἴκου ὑμῶν, καὶ αὐτῷ τε σοὶ καὶ πᾶσι τοῖς προσήκουσί σοι ἄνοσον καὶ ἀβλαβῆ ἐν<note xml:lang="eng">om. E, duo MSS.</note> πάσῃ εὐθηνίᾳ τὸν βίον ἐπιμετρήσειεν. </p></div></div></body></text></TEI>