<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="276"><head rend="align(center)">Ἁρματίῳ τῷ μεγάλῳ</head><p rend="align(indent)"> Καὶ ὁ κοινὸς πάντων ἀνθρώπων νόμος κοινοὺς πατέρας ποιεῖ τοὺς ἐν ἡλικίᾳ πρεσβύτας, καὶ ὁ ἡμέτερος δὲ τῶν Χριστιανῶν ἴδιος τοὺς γέροντας ἡμᾶς ἐν γονέων τάξει καθίστησι τοῖς τηλικούτοις. ὥστε μὴ περιττόν με ἡγήσῃ, μηδὲ ἔξω τῶν ἀναγκαίων περιεργάζεσθαι, εἰ ὑπὲρ τοῦ παιδὸς ἐγὼ πρεσβεύω τοῦ σοῦ πρὸς σέ. οὗ τὴν μὲν ἐν τοῖς ἄλλοις ὑπακοὴν ἀξιοῦμέν σε ἀπαιτεῖν· ὑπεύθυνος γάρ ἐστιν εἰς τὸ σῶμα καὶ τῷ νόμῳ τῆς φύσεως καὶ τῷ πολιτικῷ τούτῳ καθʼ ὃν οἰκονομούμεθα· τὴν μέντοι ψυχήν, ὡς ἐκ θειοτέρων ἔχων ἧκεν, ἄλλῳ νομίζειν<note xml:lang="eng"><foreign xml:lang="grc">νομίζων</foreign> Harl. et Med.</note> ὑποκεῖσθαι προσῆκον, καὶ Θεῷ ὀφείλεσθαι παρʼ αὐτῆς χρέα τὰ πάντων χρεῶν πρεσβύτατα. ἐπεὶ οὖν τὸν <pb n="v.4.p.158"/> Θεὸν τὸν ἡμέτερον τῶν Χριστιανῶν, τὸν ἀληθινόν, πρὸ τῶν παρʼ ὑμῖν<note xml:lang="eng"><foreign xml:lang="grc">ὑμῶν</foreign> E.</note> πολλῶν καὶ δι’ ὑλικῶν συμβόλων θεραπευομένων προείλετο, μὴ δυσχεραίνειν αὐτῷ, μᾶλλον δὲ καὶ θαυμάζειν τῆς ψυχῆς τὸ γενναῖον, ὅτι καὶ φόβου καὶ θεραπείας πατρικῆς προτιμότερον ἔθετο διὰ τὴς ἀληθοῦς ἐπιγνώσεως καὶ τοῦ κατʼ ἀρετὴν βίου οἰκειωθῆναι Θεῷ. δυσωπήσει μὲν οὖν σε καὶ αὐτὴ ἡ φύσις καὶ τὸ τοῦ τρόπου πρᾶον περὶ πάντα<note xml:lang="eng"><foreign xml:lang="grc">πάντας</foreign> quinque MSS.</note> καὶ ἥμερον οὐδὲ πρὸς ὀλίγον ἐπιτρέψαι σοι τὴν ἐπʼ αὐτῷ λύπην· πάντως δὲ οὐδὲ τὴν ἡμετέραν ἀτιμάσεις<note xml:lang="eng"><foreign xml:lang="grc">ἀτιμάσῃς</foreign> Reg. primus et Bigot.; <foreign xml:lang="grc">ἀτιμάσοις</foreign> editi antiqui.</note> πρεσβείαν, μᾶλλον δὲ τὴν τῆς σῆς πόλεως δι’ ἡμῶν πληρουμένην, οἳ τῷ περὶ σὲ φίλτρῳ καὶ τῷ πάντα σοι εὔχεσθαι τὰ καλά, καὶ σὲ αὐτὸν οἴονται<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">οἳ... οἴονται</foreign><foreign xml:lang="grc">ἢ... οἴεται</foreign> editi antiqui.</note> Χριστιανὸν ὑποδέξασθαι. οὕτως αὐτοὺς περιχαρεῖς<note xml:lang="eng"><foreign xml:lang="grc">περιχαρὴς</foreign> E.</note> διέθηκε φήμη ἀθρόως ἐμπεσοῦσα τῇ πόλει. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="277"><head rend="align(center)">Μαξίμῳ σχολαστικῷ</head><p rend="align(indent)"> Ἀνήγγειλέ μοι ὁ καλὸς καὶ ἀγαθὸς Θεότεκνος τὰ περὶ τῆς σεμνότητός σου, καὶ ἐνεποίησέ μοι πόθον τῆς σῆς συντυχίας, ἐναργῶς<note xml:lang="eng"><foreign xml:lang="grc">σαφῶς</foreign> editi antiqui.</note> ὑπογράφων τῷ λόγῳ τῆς ψυχῆς σου τὸν χαρακτῆρα· καὶ τοσοῦτον ἐξέκαυσέ μοι τὸ περὶ σὲ φίλτρον, <pb n="v.4.p.160"/> ὥστʼ, εἰ μὴ καὶ τῷ γήρᾳ ἐβαρυνόμην, καὶ τῇ συντρόφῳ κατειχόμην ἀσθενείᾳ, καὶ μυρίαις ταῖς κατὰ τὴν Ἐκκλησίαν φροντίσιν ἤμην πεπεδημένος, οὐδὲν ἄν με κατέσχεν αὐτὸν γενέσθαι παρὰ σέ. καὶ γὰρ οὐ μικρὸν τῷ ὄντι κέρδος, ἐξ οἰκίας μεγάλης καὶ γένους περιφανοῦς πρὸς τὸν εὐαγγελικὸν<note xml:lang="eng"><foreign xml:lang="grc">ἀγγελικὸν</foreign> editi antiqui.</note> μεταστάντα βίον, χαλινῶσαι μὲν λογισμῷ τὴν νεότητα, τὰ δὲ τῆς σαρκὸς πάθη δοῦλα τῷ λόγῳ<note xml:lang="eng"><foreign xml:lang="grc">λογισμῷ</foreign> editi antiqui.</note> ποιῆσαι, ταπεινοφροσύνῃ δὲ κεχρῆσθαι τῇ ὀφειλομένῃ Χριστιανῷ, φρονοῦντι περὶ ἑαυτοῦ οἷα εἰκός, ὅθεν ἔφυ, καὶ οἷ πορεύεται.<note xml:lang="eng"><foreign xml:lang="grc">πορεύσεται</foreign> E.</note> ἡ γὰρ τῆς φύσεως ἔννοια καταστέλλει μὲν τῆς ψυχῆς τὸ φλεγμαῖνον, ἀλαζονείαν δὲ πᾶσαν καὶ αὐθάδειαν ὑπερορίζει, καὶ τὸ ὅλον, μαθητὴν τοῦ Κυρίου καθίστησι, τοῦ εἰπόντος· Μάθετε ἀπʼ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. τῷ ὄντι γάρ, φίλτατε παίδων, μόνον περισπούδαστον καὶ ἐπαινετὸν τὸ διαρκὲς ἀγαθόν. τοῦτο δὲ ἐστιν ἡ παρὰ Θεοῦ τιμή. </p><p rend="align(indent)"> Τὰ δὲ ἀνθρώπινα ταῦτα σκιᾶς ἐστιν ἀμυδρότερα καὶ ὀνείρων ἀπατηλότερα. ἥ τε γὰρ νεότης τῶν ἠρινῶν. ἀνθέων ὀξύτερον καταρρεῖ, καὶ ὥρα σώματος ἢ νόσῳ ἢ χρόνῳ καταμαραίνεται.<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπομαραίνεται</foreign> Harl.; <foreign xml:lang="grc">μαραίνεται</foreign> quatuor alii MSS.</note> καὶ πλοῦτος μὲν ἄπιστος, δόξα δὲ εὐπερίτρεπτος. αἵ τε περὶ τὰς τέχνας διαπονήσεις τῷ χρόνῳ τούτῳ συναπαρτίζονται. ἀλλὰ καὶ τὸ περισπούδαστον <pb n="v.4.p.162"/> ἅπασιν, οἱ λόγοι, ἄχρι τῆς ἀκοῆς χάριν ἔχουσιν. ἀρετῆς δὲ ἄσκησις τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θεαμάτων<note xml:lang="eng"><foreign xml:lang="grc">θαυμάτων</foreign> Vat.; <foreign xml:lang="grc">θέαμα</foreign> editi antiqui.</note> τοῖς ἐντυγχάνουσιν. ὧν<note xml:lang="eng"><foreign xml:lang="grc">ἧς</foreign> editi antiqui.</note> ἐπιμελούμενος, ἄξιον σεαυτὸν καταστήσεις τῶν ἐν ἐπαγγελίαις ἀποκειμένων παρὰ τοῦ Κυρίου<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῖν</foreign> add. E.</note> ἀγαθῶν. </p><p rend="align(indent)"> Τίνι δʼ ἂν τρόπῳ ἔλθοις πρὸς τὴν τῶν καλῶν ἀνάληψιν<note xml:lang="eng"><foreign xml:lang="grc">ἀντίληψιν</foreign> E.</note> καὶ ὅπως ἂν τὰ κτηθέντα διασώσαιο,<note xml:lang="eng"><foreign xml:lang="grc">διασώσεις</foreign> editi antiqui.</note> μακρότερον εἰπεῖν ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τοῦ λόγου. ἐπῆλθε δʼ οὖν ἐμοὶ καὶ αὐτὰ ταῦτά σοι<note xml:lang="eng">om. E.</note> προσφθέγξασθαι, ἐξ ὧν ἤκουσα παρὰ τοῦ ἀδελφοῦ Θεοτέκνου· ὃν πάντοτε μὲν εὔχομαι ἀληθεύειν, μάλιστα δὲ ἐν τοῖς περὶ σοῦ λόγοις, ἵνα πλέον δοξάζηται ἐπὶ σοὶ ὁ Κύριος, ἀπὸ ῥίζης ἀλλοτρίας τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσεβείας βρύοντι. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="278"><head rend="align(center)">Οὐαλεριανῷ</head><p rend="align(indent)"> Ἐγὼ τὴν εὐγένειάν σου καὶ κατὰ τὴν Ὀρφανήνην<note xml:lang="eng"><foreign xml:lang="grc">Ὀρφανὴν</foreign> E. Clarom.</note> γενόμενος ἐπεθύμουν ἰδεῖν. προσεδόκων γάρ σε ἐν Κορσαγαίνοις διάγοντα μὴ ὀκνήσειν πρὸς ἡμᾶς διαβῆναι ἐν Ἀτταγαίνοις<note xml:lang="eng"><foreign xml:lang="grc">Ἀταΐνοις</foreign> E.</note> τελοῦντας τὴν σύνοδον. ἐπεὶ δὲ ἐκείνης διήμαρτον τῆς συνόδου, ἐπεθύμουν ἰδεῖν ἐν τῷ ὄρει. πάλιν γὰρ ἐκεῖ ἡ Εὔησος,<note xml:lang="eng"><foreign xml:lang="grc">Εὐήσας</foreign> E.</note> πλησίον οὖσα, τὴν ἐλπίδα τῆς συντυχίας ἐπέτεινεν. <pb n="v.4.p.164"/> ὡς δὲ ἀμφοτέρων διήμαρτον, ἦλθον ἐπὶ τὸ γράφειν, ἵνα καταξιώσῃς με καταλαβεῖν, ὁμοῦ μὲν τὸ εἰκὸς ποιῶν, νέος φοιτῶν παρὰ γέροντι, ὁμοῦ δὲ καὶ διὰ τῆς συντυχίας δεχόμενός τινα παρʼ ἡμῶν συμβουλήν, διὰ τὸ εἶναί σοι πράγματα πρός τινας τῶν ἐν Καισαρείᾳ, τὰ δεόμενα τῆς ἡμετέρας μεσιτείας πρὸς τὴν διόρθωσιν. ἐὰν οὖν ἀνεπαχθὲς ᾖ, μὴ κατοκνήσῃς ἡμᾶς καταλαβεῖν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="279"><head rend="align(center)">Μοδέστῳ ὑπάρχῳ<note xml:lang="eng"><foreign xml:lang="grc">τῶν πραιτωρίων</foreign> add. E.</note></head><p rend="align(indent)"> Κἂν πολλοὶ ὦσιν οἱ γράμματα<note xml:lang="eng"><foreign xml:lang="grc">γράμμα</foreign> E.</note> παρʼ ἡμῶν προσκομίζοντες τῇ τιμιότητί σου, ἀλλὰ διὰ τὸ ὑπερβάλλον τῆς σῆς περὶ<note xml:lang="eng"><foreign xml:lang="grc">πρὸς</foreign> editi antiqui.</note> ἡμᾶς τιμῆς ἡγοῦμαι τὸ πλῆθος τῶν γραμμάτων ὄχλον μηδένα παρέχειν τῇ μεγαλοφυΐᾳ σου. διὰ τοῦτο προθύμως καὶ τῷ ἀδελφῷ τούτῳ τὴν ἐπιστολὴν ἔδωκα<note xml:lang="eng"><foreign xml:lang="grc">δέδωκα</foreign> Regius sec.</note> ταύτην, εἰδὼς ὅτι καὶ αὐτὸς πάντων τεύξεται τῶν σπουδαζομένων, καὶ ἡμεῖς ἐν τοῖς εὐεργέταις λογισθησόμεθα παρὰ σοί, ἀφορμὰς εὐποιϊῶν προξενοῦντες τῇ ἀγαθῇ προαιρέσει σου. </p><p rend="align(indent)"> Τὸ μὲν οὖν πρᾶγμα εἰς ὃ δεῖται τῆς προστασίας σου αὐτὸς ἐρεῖ, ἐὰν αὐτὸν εὐμενεῖ καταξιώσῃς προσιδεῖν τῷ βλέμματι καὶ δῷς<note xml:lang="eng"><foreign xml:lang="grc">δὸς</foreign> E.</note> αὐτῷ θάρσος ὥστε φωνῆν ῥῆξαι ἐπὶ τῆς μεγάλης σου καὶ ὑπερφυοῦς ἐξουσίας· ἡμεῖς δὲ τὸ ἡμέτερον διὰ τοῦ γράμματος παριστῶμεν, ὅτι τὸ εἰς αὐτὸν γινόμενον οἰκεῖον ἡγούμεθα κέρδος,<note xml:lang="eng">om. E.</note> διὰ τὸ μάλιστα, <pb n="v.4.p.166"/> ἐκ τῆς Τυανέων αὐτὸν ἀναστάντα τούτου ἕνεκεν ἐλθεῖν πρὸς ἡμᾶς, ὡς μέγα τι ἕξοντα κέρδος, εἰ τὴν ἡμετέραν ἐπιστολὴν ἀνθʼ ἱκετηρίας προβάλοιτο. ἵνα οὖν μήτε αὐτὸς τῶν ἐλπίδων ἐκπέσῃ, καὶ ἡμεῖς τῆς συνήθους τιμῆς ἀπολαύσωμεν, καὶ σοὶ ἡ περὶ τὰ ἀγαθὰ σπουδὴ καὶ ἐπὶ τῆς παρούσης ὑποθέσεως πληρωθῇ, ἀξιοῦμεν δεχθῆναι αὐτὸν εὐμενῶς καὶ ἐναρίθμιον γενέσθαι τοῖς οἰκειοτάτοις σοῦ. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="280"><head rend="align(center)">Μοδέστῳ ὑπάρχῳ</head><p rend="align(indent)"> Εἰ καὶ τολμηρὸν ἀνδρὶ τοσούτῳ διὰ γραμμάτων ἱκεσίας προσάγειν, ἀλλʼ οὖν ἡ προϋπάρχουσα περὶ ἡμᾶς παρὰ σοῦ τιμὴ ἀφαιρεῖται τῆς καρδίας ἡμῶν τὸ δειλόν, καὶ καταθαρροῦμεν ἐπιστέλλειν ὑπὲρ ἀνθρώπων, οἰκείων μὲν ἡμῖν κατὰ γένος, τιμῆς δὲ ἀξίων διὰ τὴν δεξιότητα τῶν ἠθῶν. ὁ τοίνυν τὴν ἐπιστολὴν ἡμῶν ταύτην ἐπιδιδοὺς<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπιδοὺς</foreign> Coisl. sec.</note> ἐν υἱοῦ μοι τάξει καθέστηκεν. ἐπεὶ οὖν δεῖται μόνης τῆς παρὰ σοῦ εὐμενείας εἰς τὸ γενέσθαι αὐτῷ τὰ ἐπιζητούμενα, καταξίωσον δέξασθαί μου τὸ γράμμα, ὃ ἀνθʼ ἱκετηρίας προτείνεταί σοι ὁ προειρημένος, καὶ δοῦναι αὐτῷ καιρὸν διηγήσασθαι τὰ καθʼ ἑαυτὸν καὶ διαλεχθῆναι τοῖς δυναμένοις αὐτῷ συνεργῆσαι, ἵνα τῷ προστάγματί σου ταχέως τύχῃ τῶν σπουδαζομένων, καὶ ἐμοὶ ὑπάρξῃ καλλωπίσασθαι<note xml:lang="eng"><foreign xml:lang="grc">ὑπάρχῃ καλλωπίζεσθαι</foreign> editi antiqui.</note> ὅτι μοι δέδοται τοιοῦτος παρὰ <pb n="v.4.p.168"/> τῆς χάριτος τοῦ Θεοῦ προστάτης, ὃς τοὺς ἐμοὶ προσήκοντας ἰδίους ἡγεῖται ἱκέτας καὶ πρόσφυγας. </p></div></div></body></text></TEI>