<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="261"><head rend="align(center)">Τοῖς ἐν Σωζοπόλει</head><p rend="align(indent)"> Ἐνέτυχον τοῖς γράμμασιν ὑμῶν, ἀδελφοὶ τιμιώτατοι, ἃ περὶ τῶν καθʼ ὑμᾶς πραγμάτων <pb n="v.4.p.74"/> ἐπεστείλατε. καὶ ὅτι μὲν ἡμᾶς κοινωνοὺς φροντίδων παρελάβετε<note xml:lang="eng"><foreign xml:lang="grc">παραλαμβάνετε</foreign> E. Med.</note> εἰς τὴν τῶν ἀναγκαίων ὑμῖν καὶ σπουδῆς ἀξίων ἐπιμέλειαν, ηὐχαρεστήσαμεν τῷ Κυρίῳ. ἐστενάξαμεν δὲ ἀκούσαντες ὅτι πρὸς τῇ παρὰ τῶν Ἀρεαινῶν ἐπαγομένῃ ταραχῇ ταῖς ἐκκλησίαις, καὶ τῇ συγχύσει, ἣν ἐκεῖνοι περὶ τῆς πίστεως λόγον πεποίηνται, ἔτι καὶ ἄλλη τις ὑμῖν ἀνεφάνη<note xml:lang="eng"><foreign xml:lang="grc">ἐνεφάνη</foreign> editi antiqui.</note> καινοφωνία, εἰς πολλὴν ἀδημονίαν ἐμβάλλουσα τὴν ἀδελφότητα, ὡς ἐπεστείλατε ἡμῖν, ἀνθρώπων καινὰ καὶ ἀσυνήθη ταῖς ἀκοαῖς τῶν πιστῶν ὡς ἐκ τῆς τῶν Γραφῶν διδασκαλίας δῆθεν παρεισαγόντων. ἐγράφετε γὰρ εἶναί τινας παρʼ ὑμῖν τοὺς λύοντας τὴν σωτήριον οἰκονομίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅσον τὸ ἐπʼ αὐτοῖς, καὶ ἀθετοῦντας τοῦ μεγάλου μυστηρίου τὴν χάριν, τοῦ σεσιγημένου μὲν ἀπὸ τῶν αἰώνων, φανερωθέντος δὲ καιροῖς ἰδίοις, ὅτε ὁ Κύριος, πάντα διεξελθὼν τὰ εἰς ἐπιμέλειαν ἥκοντα τοῦ γένους τῶν<note xml:lang="eng"><foreign xml:lang="grc">πάντων</foreign> editi antiqui.</note> ἀνθρώπων, ἐπὶ πᾶσι τὴν οἰκείαν ἐχαρίσατο ἡμῖν ἐπιδημίαν. ὠφέλησε γὰρ τὸ ἑαυτοῦ πλάσμα, πρῶτον μὲν διὰ πατριαρχῶν, ὧν οἱ βίοι ὑποδείγματα καὶ κανόνες προετέθησαν τοῖς βουλομένοις ἀκολουθεῖν τοῖς ἴχνεσι τῶν ἁγίων, καὶ κατὰ τὸν ὅμοιον ἐκείνοις ζῆλον φθάσαι <pb n="v.4.p.76"/> πρὸς τὴν τῶν ἀγαθῶν ἔργων τελείωσιν. εἶτα νόμον ἔδωκεν εἰς βοήθειαν, δι’ ἀγγέλων αὐτὸν διαταξάμενος ἐν χειρὶ Μωϋσέως· εἶτα προφήτας, προκαταγγέλλοντας τὴν μέλλουσαν ἔσεσθαι σωτηρίαν, κριτάς, βασιλεῖς, δικαίους, ποιοῦντας δυνάμεις ἐν χειρὶ κρυφαίᾳ.<note xml:lang="eng"><foreign xml:lang="grc">κραταιᾷ</foreign> edit. Par.</note> μετὰ πάντας τούτους, ἐπʼ ἐσχάτων τῶν ἡμερῶν αὐτὸς ἐφανερώθη ἐν σαρκί, γενόμενος<note xml:lang="eng"><foreign xml:lang="grc">γεννώμενος</foreign> Reg. sec., Coisl.</note> ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. </p><p rend="align(indent)"> Εἰ τοίνυν μὴ γέγονε τοῦ Κυρίου ἡ ἐν σαρκὶ ἐπιδημία, οὐκ ἔδωκε μὲν ὁ Λυτρωτὴς τὸ ὑπὲρ ἡμῶν τίμημα τῷ θανάτῳ, οὐ διέκοψε δὲ τοῦ θανάτου τὴν βασιλείαν δι’ ἑαυτοῦ. εἰ γὰρ ἄλλο μὲν ἦν τὸ βασιλευόμενον ὑπὸ τοῦ θανάτου, ἄλλο δὲ τὸ παρὰ τοῦ Κυρίου προσληφθέν, οὐκ ἂν μὲν ἐπαύσατο τὰ ἑαυτοῦ ἐνεργῶν ὁ θάνατος, οὐκ ἂν δὲ ἡμέτερον κέρδος ἐγένετο τῆς σαρκὸς τῆς θεοφόρου τὰ πάθη· οὐκ ἀπέκτεινε δὲ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· οὐκ ἐζωοποιήθημεν ἐν τῷ Χριστῷ οἱ <pb n="v.4.p.78"/> ἐν τῷ Ἀδὰμ ἀποθανόντες·<note xml:lang="eng"><foreign xml:lang="grc">ἀποθνήσκοντες</foreign> E. Med.</note> οὐκ ἀνεπλάσθη τὸ διαπεπτωκός· οὐκ ἀνωρθώθη τὸ κατερραγμένον· οὐ προσῳκειώθη τῷ Θεῷ τὸ διὰ τῆς ἀπάτης τοῦ ὄφεως ἀλλοτριωθέν. ταῦτα γὰρ πάντα ἀναιρεῖται παρὰ τῶν οὐράνιον σῶμα λεγόντων ἔχοντα τὸν Κύριον παραγεγενῆσθαι. τίς δὲ χρεία τῆς ἁγίας παρθένου, εἰ μὴ ἐκ τοῦ φυράματος τοῦ Ἀδὰμ ἔμελλεν ἡ θεοφόρος<note xml:lang="eng"><foreign xml:lang="grc">Χριστοφόρος</foreign> Vat. et tres Regii.</note> σὰρξ προσλαμβάνεσθαι; ἀλλὰ τίς οὕτω τολμηρός, ὥστε τὸ πάλαι σιωπηθὲν Οὐαλεντίνου δόγμα νῦν<note xml:lang="eng"><foreign xml:lang="grc">μὲν</foreign> add. E.</note> πάλιν διὰ σοφιστικῶν ῥημάτων καὶ τῆς ἐκ τῶν Γραφῶν δῆθεν μαρτυρίας ἀνανεοῦσθαι; οὐ γὰρ νεώτερον τοῦτο τῆς δοκήσεως τὸ ἀσέβημα, ἀλλὰ πάλαι ἀπὸ τοῦ ματαιόφρονος ἀρξάμενον Οὐαλεντίνου, ὃς ὀλίγας τοῦ ἀποστόλου λέξεις ἀποσπαράξας, τὸ δυσσεβὲς ἑαυτῷ κατεσκεύασε πλάσμα, μορφὴν <pb n="v.4.p.80"/> λέγων δούλου, καὶ οὐχὶ αὐτὸν τὸν δοῦλον ἀνειληφέναι, καὶ ἐν σχήματι λέγων τὸν Κύριον γεγενῆσθαι, ἀλλʼ<note xml:lang="eng">om. E.</note> οὐχὶ αὐτὸν τὸν ἄνθρωπον παρʼ αὐτοῦ προσειλῆφθαι. τούτοις ἐοίκασι συγγενῆ φθέγγεσθαι οὗτοι, οὓς ἀποδύρεσθαι<note xml:lang="eng"><foreign xml:lang="grc">ἀποδύρασθαι</foreign> E.</note> προσήκει, τὰς νεωτερικὰς ὑμῖν ἐπεισάγοντας ταραχάς. </p><p rend="align(indent)"> Τὸ δὲ ἐπʼ αὐτὴν λέγειν τὴν θεότητα τὰ τοῦ ἀνθρώπου<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τὰ τοῦ ἀνθρώπου</foreign><foreign xml:lang="grc">τὰ τοῦ ἀνθρώπου</foreign> E, Med.; <foreign xml:lang="grc">τὰ ἀνθρώπων</foreign> editi antiqui.</note> διαβαίνειν πάθη οὐδαμῶς σωζόντων ἐστὶ τὸ ἐν διανοίαις ἀκόλουθον, οὔτε εἰδότων, ὅτι ἄλλα σαρκὸς πάθη, καὶ ἄλλα σαρκὸς ἐμψύχου, καὶ ἄλλα ψυχῆς σώματι κεχρημένης. σαρκὸς μὲν οὖν ἴδιον τὸ τέμνεσθαι καὶ μειοῦσθαι καὶ διαλύεσθαι· καὶ πάλιν σαρκὸς ἐμψύχου τὸ κοποῦσθαι καὶ ὀδυνᾶσθαι καὶ πεινᾷν καὶ διψᾷν καὶ ὕπνῳ κρατεῖσθαι· ψυχῆς δὲ σώματι κεχρημένης λύπαι καὶ ἀδημονίαι καὶ φροντίδες καὶ ὅσα τοιαῦτα. ὧν τὰ μὲν φυσικὰ καὶ ἀναγκαῖα τῷ ζώῳ, τὰ δὲ ἐκ προαιρέσεως μοχθηρᾶς, διὰ τὸ ἀνάγωγον τοῦ βίου καὶ πρὸς ἀρετὴν ἀγύμναστον ἐπεισαγόμενα. ὅθεν φαίνεται ὁ Κύριος τὰ μὲν φυσικὰ πάθη παραδεξάμενος<note xml:lang="eng"><foreign xml:lang="grc">παραδεχόμενος</foreign> Vaticanus, Coisl. sec., et quatuor Regii.</note> εἰς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ἐνανθρωπήσεως, τὰ δὲ ἀπὸ κακίας πάθη, ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν ἐπιρρυπαίνει, ταῦτα ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος. διὰ τοῦτο εἴρηται <pb n="v.4.p.82"/> ἐν ὁμοιώματι γεγενῆσθαι σαρκὸς ἁμαρτίας· οὐ γὰρ ἐν ὁμοιώματι σαρκός, ὡς τούτοις δοκεῖ, ἀλλʼ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας· ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἀνέλαβε μετὰ τῶν φυσικῶν αὐτῆς παθῶν, ἁμαρτίαν δὲ οὐκ ἐποίησεν. ἀλλʼ ὥσπερ ὁ θάνατος, ὁ ἐν τῇ σαρκί, διὰ τοῦ Ἀδὰμ εἰς ἡμᾶς παραπεμφθείς, κατεπόθη ὑπὸ τῆς θεότητος, οὕτω καὶ ἡ ἁμαρτία ἐξανηλώθη<note xml:lang="eng"><foreign xml:lang="grc">ἐξαναλώθη</foreign> nonnulli MSS.</note> ὑπὸ τῆς δικαιοσύνης τῆς ἐν Χριστῷ Ἰησοῦ· ὥστε ἡμᾶς ἐν τῇ ἀναστάσει ἀπολαβεῖν τὴν σάρκα, μήτε ὑπόδικον θανάτῳ, μήτε ὑπεύθυνον ἁμαρτίᾳ. </p><p rend="align(indent)"> Ταῦτά ἐστιν, ἀδελφοί, τὰ τῆς Ἐκκλησίας μυστήρια, αὗται τῶν πατέρων αἱ παραδόσεις. διαμαρτυρόμεθα παντὶ ἀνθρώπῳ φοβουμένῳ τὸν Κύριον, καὶ κρίσιν Θεοῦ ἀναμένοντι,<note xml:lang="eng"><foreign xml:lang="grc">διαναμένοντι</foreign> Coisl. sec. cum quatuor Regii.</note> διδαχαῖς ποικίλαις μὴ παραφέρεσθαι. εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τῆς πίστεως, ἀλλὰ παρωθούμενος τὰ τοῦ Πνεύματος λόγια τὴν οἰκείαν διδασκαλίαν κυριωτέραν<note xml:lang="eng"><foreign xml:lang="grc">προτιμοτέραν</foreign>.</note> ποιεῖται<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τὴν οἰκείαν... ποιεῖται</foreign>om. E.</note> τῶν εὐαγγελικῶν διδαγμάτων, φυλάσσεσθε τὸν τοιοῦτον. </p><p rend="align(indent)"> Παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις συνελθεῖν ποτε, ὥστε ὅσα τὸν λόγον ἡμῶν διέφυγε, ταῦτα διὰ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας ἀναπληρῶσαι. καὶ γὰρ ὀλίγα ἐκ πολλῶν ὑμῖν ἐπεστείλαμεν, οὐ βουλόμενοι ἔξω <pb n="v.4.p.84"/> γενέσθαι τοῦ μέτρου τῆς ἐπιστολῆς, καὶ ἅμα πεπεισμένοι ὅτι τοῖς φοβουμένοις τὸν Κύριον ἐξαρκεῖ καὶ ἡ δι’ ὀλίγων ὑπόμνησις. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="262"><head rend="align(center)">Οὐρβικίῳ μονάζοντι</head><p rend="align(indent)"> Καλῶς ἐποίησας ἐπιστείλας ἡμῖν, ἔδειξας γὰρ οὐ μικρὸν τὸν καρπὸν τῆς ἀγάπης· καὶ συνεχῶς ποίει τοῦτο. μὴ μέντοι νομίσῃς ἀπολογίας σοι δεῖν, ὅταν ἡμῖν ἐπιστέλλῃς. γνωρίζομεν γὰρ ἑαυτούς, καὶ οἴδαμεν, ὅτι παντὶ ἀνθρώπῳ πρὸς πάντας ὁμοτιμίας ἰσότης<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ὁμοτιμίας ἰσότης</foreign><foreign xml:lang="grc">ὁμοτιμία</foreign> editi antiqui.</note> ἐστὶ κατὰ τὴν φύσιν, ὑπεροχαὶ δὲ ἐν ἡμῖν οὐ κατὰ γένος, οὐδὲ κατὰ περιουσίαν χρημάτων, οὐδὲ κατὰ τὴν τοῦ σώματος κατασκευήν, ἀλλὰ κατὰ τὴν ὑπεροχὴν τοῦ φόβου τοῦ πρὸς τὸν Θεόν. ὥστε τί κωλύει σε πλεῖον<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῶν</foreign> add. Harl., Colbert., et Clarom.</note> φοβούμενον τὸν Δεσπότην, μείζονα ἡμῶν εἶναι κατʼ αὐτὸ τοῦτο; συνεχῶς οὖν ἡμῖν ἐπίστελλε, καὶ γνώριζε πῶς ἡ περὶ σὲ ἀδελφότης, καὶ τίνες τῶν τῆς ἐκκλησίας τῆς καθʼ ὑμᾶς<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμᾶς</foreign> editi antiqui.</note> ὑγιαίνουσιν, ἵνα εἰδῶμεν οἷς χρὴ γράφειν, καὶ τίσιν ἐπαναπαύεσθαι. ἐπεὶ δὲ ἀκούω τινὰς εἶναι τοὺς τὸ εὐθὲς περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου δόγμα ἐν διαστρόφοις ὑπολήψεσι παραχαράσσοντας, παρακαλῶ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">παραχαράσσοντας παρακαλῶ</foreign><foreign xml:lang="grc">παραχαράσσονται</foreign> editi antiqui.</note> αὐτοὺς διὰ τῆς σῆς ἀγάπης ἀποσχέσθαι <pb n="v.4.p.86"/> τῆς ἀτόπου ἐκείνης ἐννοίας, ἣν ἔχειν τινὲς ἡμῖν καταγγέλλονται, ὡς αὐτοῦ τοῦ Θεοῦ εἰς σάρκα τραπέντος, καὶ οὐχὶ προσλαβόντος διὰ τῆς ἁγίας Μαρίας τὸ τοῦ Ἀδὰμ φύραμα, ἀλλʼ αὐτοῦ τῇ οἰκείᾳ θεότητι εἰς τὴν ὑλικὴν φύσιν μεταβληθέντος. </p><p rend="align(indent)"> Τοῦτο δὲ τὸ ἄτοπον ἐλέγξαι καὶ πάνυ ῥᾴδιον. ἀλλʼ ἐπειδὴ αὐτόθεν ἔχει τὸ ἐναργὲς ἡ βλασφημία, νομίζω τῷ φοβουμένῳ τὸν Κύριον ἀρκεῖν καὶ μόνην τὴν ὑπόμνησιν. εἰ γὰρ ἐτράπη, καὶ ἠλλοιώθη. τοῦτο δὲ ἀπείη καὶ λέγειν καὶ ἐννοεῖν, τοῦ Θεοῦ εἰπόντος· Ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι. ἔπειτα, πῶς εἰς ἡμᾶς διέβη ἡ τῆς ἐνανθρωπήσεως ὠφέλεια, εἰ μὴ τὸ ἡμέτερον σῶμα, τῇ θεότητι συναφθέν, κρεῖττον ἐγένετο τῆς τοῦ θανάτου ἐπικρατείας; οὐ γὰρ τραπεὶς οἰκεῖον ὑπεστήσατο σῶμα, ὅπερ παχυνθείσης αὐτῷ τῆς θεϊκῆς φύσεως ὑπέστη. πῶς δὲ ἡ ἀπερίληπτος θεότης εἰς μικροῦ σώματος ὄγκον περιεγράφη, εἴπερ ἐτράπη πᾶσα ἡ τοῦ Μονογενοῦς φύσις; </p><p rend="align(indent)"> Ἀλλὰ τοῦτο μὲν οὐδένα ἡγοῦμαι νοῦν ἔχοντα καὶ τὸν φόβον τοῦ Θεοῦ κεκτημένον πάσχειν τὸ ἀρρώστημα. ἐπειδὴ δὲ ἦλθεν εἰς ἐμὲ ἡ<note xml:lang="eng">om. E.</note> φήμη, ὅτι τινὲς τῶν μετὰ τῆς ἀγάπης σου ἐν τῇ ἀσθενείᾳ ταύτῃ τῶν λογισμῶν εἰσιν, ἀναγκαῖον ἡγησάμην, μὴ ψιλὴν ποιήσασθαι τὴν πρόσρησιν, ἀλλʼ ἔχειν τι τὴν ἐπιστολὴν ἡμῶν τοιοῦτον, ὃ δύναται καὶ οἰκοδομῆσαι τὰς ψυχὰς τῶν φοβουμένων τὸν Κύριον. ταῦτα<note xml:lang="eng"><foreign xml:lang="grc">τε</foreign> add. E.</note> οὖν παρακαλοῦμεν, διορθώσεως τυχεῖν ἐκκλησιαστικῆς καὶ τῆς πρὸς <pb n="v.4.p.88"/> τοὺς αἱρετικοὺς κοινωνίας ὑμᾶς ἀπέχεσθαι, εἰδότας ὅτι τὸ ἐν τούτοις ἀδιαφορεῖν<note xml:lang="eng"><foreign xml:lang="grc">ἀδιάφορον</foreign> Med. et Clarom.</note> τὴν ἐπὶ τοῦ Χριστοῦ παρρησίαν ἡμῶν ἀφαιρεῖται. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="263"><head rend="align(center)">Τοῖς Δυτικοῖς<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπισκόποις περὶ Εὐσταθίου Σεβαστηνοῦ, καὶ Ἀπολλιναρίου, καὶ Παυλίνου, καὶ τῆς ἑκάστου αἱρέσεως.</foreign></note></head><p rend="align(indent)"> Κύριος ὁ Θεὸς ἡμῶν, ἐφʼ ὃν<note xml:lang="eng"><foreign xml:lang="grc">ᾧ</foreign> E.</note> ἠλπίσαμεν, τοσαύτην ὑμῶν ἑκάστῳ παράσχοι<note xml:lang="eng"><foreign xml:lang="grc">παράσχῃ</foreign> E.</note> χάριν εἰς τὸ ἐπιτυχεῖν τῆς προκειμένης ἐλπίδος, ὅσης αὐτοὶ χαρᾶς τὰς καρδίας ἡμῶν ἐνεπλήσατε, ἔκ τε τῶν γραμμάτων ἃ ἐπεστείλατε ἡμῖν διὰ τῶν ποθεινοτάτων συμπρεσβυτέρων ἡμῶν, καὶ ἐκ τῆς συμπαθείας τῶν καθʼ ἡμᾶς λυπηρῶν ἣν συνεπαθήσατε ἡμῖν, ὡς ἐνδεδυμένοι σπλάγχνα οἰκτιρμοῦ, καθὼς <pb n="v.4.p.90"/> ἀπήγγειλαν ἡμῖν οἱ προειρημένοι. καὶ γὰρ εἰ καὶ τὰ τραύματα ἡμῶν ὅμοια διαμένει, ἀλλʼ οὖν φέρει τινὰ ἡμῖν<note xml:lang="eng">om. E.</note> ῥᾳστώνην τὸ ἑτοίμους<note xml:lang="eng"><foreign xml:lang="grc">ἑτοίμως</foreign> E.</note> ἔχειν τοὺς ἰατρούς, δυναμένους, εἰ καιροῦ λάβοιντο, ταχεῖαν ἐπαγαγεῖν<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπάγειν</foreign> editi antiqui.</note> τῶν ἀλγημάτων τὴν ἴασιν. διὸ καὶ πάλιν ὑμᾶς διὰ τῶν ἀγαπητῶν καὶ προσφθεγγόμεθα καὶ παρακαλοῦμεν, εἰ μὲν δίδωσιν ὑμῖν ὁ Κύριος ἄδειαν τοῦ ὡς<note xml:lang="eng"><foreign xml:lang="grc">πρὸς</foreign> E. Harl.</note> ἡμᾶς ἀφικέσθαι,<note xml:lang="eng"><foreign xml:lang="grc">πορεύεσθαι</foreign> tres alii MSS.; <foreign xml:lang="grc">πορεύσεσθαι</foreign> duo MSS.</note> μὴ ὀκνῆσαι ἡμῶν τὴν ἐπίσκεψιν. ἐντολῆς γάρ ἐστι τῆς μεγίστης ἡ τῶν ἀσθενούντων ἐπίσκεψις. εἰ δὲ ὁ ἀγαθὸς Θεὸς καὶ σοφὸς τῆς ζωῆς ἡμῶν οἰκονόμος τὴν χάριν ταύτην εἰς ἕτερον καιρὸν ταμιεύεται,<note xml:lang="eng">om. E.</note> ἀλλʼ ἐπιστείλατε ἡμῖν ὅσα παρʼ ὑμῶν πρέπει γραφῆναι εἰς παράκλησιν μὲν τῶν θλιβομένων, διόρθωσιν δὲ τῶν συντετριμμένων. πολλὰ γὰρ ἤδη τὰ συντρίμματα τῆς Ἐκκλησίας γέγονε, καὶ πολλὴ ἡμῖν επʼ αὐτοῖς ἡ θλίψις· καὶ προσδοκία βοηθείας ἑτέρωθεν οὐδαμόθεν, ἐὰν μὴ ὁ Κύριος δι’ ὑμῶν τῶν γνησίως δουλευόντων αὐτῷ ἐξαποστείλῃ τὴν ἴασιν. </p><p rend="align(indent)"> Τὸ μὲν οὖν<note xml:lang="eng"><foreign xml:lang="grc">ταμιεύσεται</foreign> Reg. sec. Coisl. sec.</note> ἰταμὸν καὶ ἀναίσχυντον τῆς αἱρέσεως τῶν Ἀρειανῶν, φανερῶς ἀπορραγὲν τοῦ σώματος τῆς Ἐκκλησίας, μένει ἐπὶ τῆς ἰδίας πλάνης, καὶ ὀλίγα ἡμᾶς λυμαίνεται διὰ τὸ πᾶσι πρόδηλον αὐτῶν τὴν ἀσέβειαν εἶναι· οἱ δὲ τὴν δορὰν τοῦ προβάτου περιβεβλημένοι καὶ τὴν ἐπιφάνειαν ἥμερον προβαλλόμενοι καὶ πραεῖαν, ἔνδοθεν δὲ σπαράσσοντες ἀφειδῶς τὰ τοῦ Χριστοῦ ποίμνια, καὶ διὰ τὸ ἐξ ἡμῶν ὡρμῆσθαι, εὐκόλως <pb n="v.4.p.92"/> ἐμβάλλοντες<note xml:lang="eng"><foreign xml:lang="grc">τὴν</foreign> add. E.</note> βλάβην τοῖς ἁπλουστέροις, οὗτοί εἰσιν οἱ χαλεποὶ καὶ δυσφύλακτοι. οὓς ἀξιοῦμεν παρὰ τῆς ὑμετέρας ἀκριβείας πρὸς πάσας τὰς κατὰ τὴν ἀνατολὴν ἐκκλησίας δημοσιευθῆναι, ἵνα ἢ ὀρθοποδήσαντες γνησίως ὦσι σὺν ἡμῖν, ἢ μένοντες ἐπὶ τῆς διαστροφῆς ἐν ἑαυτοῖς μόνοις τὴν βλάβην ἔχωσι, μὴ δυνάμενοι ἐκ τῆς ἀφυλάκτου κοινωνίας τῆς ἰδίας νόσου μεταδιδόναι<note xml:lang="eng"><foreign xml:lang="grc">μεταδοῦναι</foreign> E, Med.</note> τοῖς πλησιάζουσιν. ἀνάγκη δὲ τούτων ὀνομαστὶ μνησθῆναι, ἵνα καὶ αὐτοὶ γνωρίσητε<note xml:lang="eng"><foreign xml:lang="grc">γνωρίσηται</foreign> E.</note> τοὺς<note xml:lang="eng"><foreign xml:lang="grc">τὰς</foreign> add. E.</note> ταραχὰς παρʼ ἡμῖν<note xml:lang="eng"><foreign xml:lang="grc">καὶ τὰ σκάνδαλα</foreign> editi antiqui.</note> ἐργαζομένους· καὶ ταῖς ἐκκλησίαις ἡμῶν φανερὸν καταστήσατε.<note xml:lang="eng"><foreign xml:lang="grc">καταστήσητε</foreign> E.</note> ὁ μὲν γὰρ παρʼ ἡμῶν λόγος ὕποπτός ἐστι τοῖς πολλοῖς,<note xml:lang="eng"><foreign xml:lang="grc">τοῖς πολλοῖς</foreign> om. E</note> ὡς τάχα διά τινας ἰδιωτικὰς φιλονεικίας τὴν μικροψυχίαν πρὸς αὐτοὺς ἑλομένων· ὑμεῖς δέ, ὅσον μακρὰν αὐτῶν<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτοῖς</foreign> E, Med.; <foreign xml:lang="grc">τοσοῦτον</foreign> editi antiqui.</note> ἀπῳκισμένοι τυγχάνετε, τοσούτῳ πλέον παρὰ τοῖς λαοῖς τὸ ἀξιόπιστον ἔχετε, πρὸς τῷ<note xml:lang="eng"><foreign xml:lang="grc">τὸ</foreign> E.</note> καὶ τὴν παρὰ<note xml:lang="eng">om. E.</note> τοῦ Θεοῦ χάριν συναίρεσθαι ὑμῖν εἰς τὴν ὑπὲρ τῶν καταπονουμένων ἐπιμέλειαν. ἐὰν δὲ καὶ συμφώνως πλείονες ὁμοῦ τὰ αὐτὰ δογματίσητε, δῆλον ὅτι τὸ πλῆθος τῶν δογματισάντων ἀναντίρρητον πᾶσι τὴν παραδοχὴν κατασκευάσει τοῦ δόγματος. </p><p rend="align(indent)"> Ἔστι τοίνυν εἷς τῶν πολλὴν ἡμῖν κατασκευαζόντων<note xml:lang="eng"><foreign xml:lang="grc">καρασκευαζόντων</foreign> E. editi antiqui.</note> λύπην, Εὐστάθιος ὁ ἐκ τῆς Σεβαστείας τῆς<note xml:lang="eng">om. E.</note> κατὰ τὴν μικρὰν Ἀρμενίαν· ὅς, πάλαι <pb n="v.4.p.94"/> μαθητευθεὶς τῷ Ἀρείῳ, καὶ ὅτε ἤκμαζεν ἐπὶ τῆς Ἀλεξανδρείας τὰς πονηρὰς κατὰ τοῦ Μονογενοῦς συντιθεὶς βλασφημίας, ἀκολουθῶν ἐκείνῳ καὶ τοῖς γνησιωτάτοις αὐτοῦ τῶν μαθητῶν ἐναριθμούμενος, ἐπειδὴ ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ, τῷ μακαριωτάτῳ ἐπισκόπῳ<note xml:lang="eng">om. Med.</note> Ἑρμογένει τῷ Καισαρείας, κρίνοντι αὐτὸν ἐπὶ τῇ κακοδοξίᾳ, ὁμολογίαν ἔδωκε πίστεως ὑγιοῦς. καὶ οὕτω τὴν χειροτονίαν ὑπʼ αὐτοῦ δεξάμενος,<note xml:lang="eng">  add. editi antiqui.</note> μετὰ τὴν ἐκείνου κοίμησιν πρὸς τὸν ἐπὶ τῆς Κωνσταντινουπόλεως Εὐσέβιον ἔδραμεν, οὐδενὸς ἔλαττον καὶ αὐτὸν τὸ δυσσεβὲς δόγμα τοῦ Ἀρείου πρεσβεύοντα. εἶτα ἐκεῖθεν διὰ οἵας δήποτε αἰτίας ἀπελαθείς, ἐλθὼν τοῖς ἐπὶ τῆς πατρίδος ἀπελογήσατο πάλιν, τὸ μὲν δυσσεβὲς ἐπικρυπτόμενος φρόνημα, ῥημάτων δέ τινα ὀρθότητα προβαλλόμενος.<note xml:lang="eng"><foreign xml:lang="grc">προσβαλλόμενος</foreign> editi antiqui.</note> καὶ τυχὼν τῆς ἐπισκοπῆς ὡς ἔτυχεν, εὐθὺς φαίνεται γράψας ἀναθεματισμὸν τοῦ ὁμοουσίου ἐν τῷ κατὰ Ἀγκύραν γενομένῳ αὐτοῖς συλλόγῳ. κἀκεῖθεν ἐπὶ τὴν Σελεύκειαν ἐλθών, δέδρακε<note xml:lang="eng"><foreign xml:lang="grc">ἔγραψεν</foreign> sex MSS.</note> μετὰ τῶν ἑαυτοῦ ὁμοδόξων ἃ πάντες ἴσασιν. ἐν δὲ τῇ Κωνσταντινουπόλει συνέθετο πάλιν τοῖς ἀπὸ τῶν αἱρετικῶν προταθεῖσι. καὶ οὕτως ἀπελαθεὶς<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπελάσθεὶς</foreign> E.</note> τῆς ἐπισκοπῆς διὰ τὸ ἐν τῇ Μελιτινῇ προκαθῃρῆσθαι, ὁδὸν ἑαυτῷ τῆς ἀποκατατάσεως ἐπενόησε τὴν ὡς ὑμᾶς ἄφιξιν. καὶ τίνα μέν ἐστιν ἃ προετάθη αὐτῷ παρὰ τοῦ <pb n="v.4.p.96"/> μακαριωτάτου ἐπισκόπου Αιβερίου, τίνα δὲ ἃ αὐτὸς συνέθετο, ἀγνοοῦμεν, πλὴν ὅτι ἐπιστολὴν ἐκόμισεν ἀποκαθιστῶσαν αὐτόν, ἣν ἐπιδείξας τῇ κατὰ Τύανα συνόδῳ ἀποκατέστη τῷ τόπῳ. οὗτος νῦν πορθεῖ τὴν πίστιν ἐκείνην, ἐφʼ ᾗ ἐδέχθη, καὶ τοῖς ἀναθεματίζουσι τὸ ὁμοούσιον σύνεστι, καὶ πρωτοστάτης ἐστὶ τῆς τῶν πνευματομάχων αἱρέσεως. ἐπεὶ οὖν αὐτόθεν γέγονεν αὐτῷ ἡ δύναμις τοῦ ἀδικεῖν τὰς ἐκκλησίας, καὶ τῇ παρʼ ὑμῶν δεδομένῃ αὐτῷ παρρησίᾳ κέχρηται εἰς καταστροφὴν τῶν πολλῶν, ἀνάγκη αὐτόθεν ἐλθεῖν καὶ τὴν διόρθωσιν, καὶ ἐπισταλῆναι ταῖς ἐκκλησίαις τίνα μέν ἐστιν ἐφʼ οἷς ἐδέχθη, πῶς δὲ νῦν μεταβληθεὶς ἀκυροῖ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ διὰ τῶν τότε πατέρων. </p><p rend="align(indent)"> Δεύτερος μετʼ αὐτόν ἐστιν Ἀπολινάριος, οὐ μικρῶς καὶ αὐτὸς τὰς ἐκκλησίας παραλυπῶν. τῇ γὰρ τοῦ γράφειν εὐκολίᾳ πρὸς πᾶσαν ὑπόθεσιν ἔχων ἀρκοῦσαν αὐτῷ τὴν γλῶσσαν, ἐνέπλησε μὲν τῶν ἑαυτοῦ συνταγμάτων τὴν οἰκουμένην, παρακούσας τοῦ ἐγκλήματος<note xml:lang="eng"><foreign xml:lang="grc">ἐντάλματος</foreign> alius MS.; <foreign xml:lang="grc">ἐκκλησιαστικοῦ</foreign> editi antiqui.</note> τοῦ λέγοντος, ὅτι Φύλαξαι ποιῆσαι βιβλία πολλά· ἐν δὲ τῷ πλήθει δηλονότι πολλὰ καὶ ἡμάρτηται. πῶς γὰρ δυνατὸν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν; ἔστι μὲν οὖν αὐτοῦ καὶ τὰ τῆς θεολογίας, οὐκ <pb n="v.4.p.98"/> ἐκ γραφικῶν ἀποδείξεων, ἀλλʼ ἐξ ἀνθρωπίνων ἀφορμῶν<note xml:lang="eng"><foreign xml:lang="grc">λογισμῶν</foreign> Coisl. sec., Reg. sec.</note> τὴν κατασκευὴν ἔχοντα· ἔστι δὲ αὐτῷ καὶ τὰ περὶ ἀναστάσεως μυθικῶς συγκείμενα, μᾶλλον δὲ Ἰουδαϊκῶς, ἐν οἷς φησι πάλιν ἡμᾶς πρὸς τὴν νομικὴν ὑποστρέφειν<note xml:lang="eng"><foreign xml:lang="grc">ἀποστρέφειν</foreign> E. <foreign xml:lang="grc">προσάγειν</foreign> duo alii.</note> λατρείαν, καὶ πάλιν ἡμᾶς περιτμηθήσεσθαι, καὶ σαββατίζειν, καὶ βρωμάτων ἀπέχεσθαι, καὶ θυσίας προσοίσειν Θεῷ, καὶ προσκυνήσειν ἐν Ἱεροσολύμοις ἐπὶ τοῦ ναοῦ, καὶ ὅλως ἀπὸ Χριστιανῶν Ἰουδαίους γενήσεσθαι. ὧν τί ἂν γένοιτο καταγελαστότερον, μᾶλλον δὲ ἀλλοτριώτερον τοῦ εὐαγγελικοῦ δόγματος; εἶτα καὶ τὰ περὶ σαρκώσεως τοσαύτην ἐποίησε τῇ ἀδελφότητι τὴν<note xml:lang="eng">om. E.</note> ταραχήν, ὥστε ὀλίγοι λοιπὸν τῶν ἐντετυχηκότων τὸν ἀρχαῖον τῆς εὐσεβείας διασώζουσι χαρακτῆρα· οἱ δὲ πολλοί, ταῖς καινοτομίαις προσέχοντες, ἐξετράπησαν εἰς ζητήσεις καὶ φιλονείκους ἐφευρέσεις τῶν ἀνωφελῶν τούτων ῥημάτων. </p><p rend="align(indent)"> Ὁ μέντοι Παυλῖνος, εἰ μέν τι καὶ περὶ τὴν χειροτονίαν ἐπιλήψιμον ἔχει αὐτοὶ ἂν εἴποιτε· ἡμᾶς δὲ λυπεῖ, τοῖς Μαρκέλλου προσπεπονθὼς<note xml:lang="eng"><foreign xml:lang="grc">προπεπονθὼς</foreign> E. Med.; <foreign xml:lang="grc">πεποιθώς</foreign> editi antiqui.</note> δόγμασι, καὶ τοὺς ἀκολουθοῦντας αὐτῷ ἀδιακρίτως εἰς τὴν κοινωνίαν ἑαυτοῦ προσιέμενος. οἴδατε δέ, ἀδελφοὶ τιμιώτατοι, ὅτι πάσης ἡμῶν τῆς ἐλπίδος ἀθέτησιν ἔχει τὸ Μαρκέλλου δόγμα, οὔτε Υἱὸν ἐν ἰδίᾳ ὑποστάσει ὁμολογοῦν, ἀλλὰ <pb n="v.4.p.100"/> προενεχθέντα καὶ πάλιν ὑποστρέψαντα εἰς τὸν ὅθεν προῆλθεν, οὔτε τὸν Παράκλητον ἰδίως ὑφεστηκέναι συγχωροῦν· ὥστε οὐκ ἄν τις ἁμάρτοι Χριστιανισμοῦ μὲν παντελῶς ἀλλοτρίαν ἀποφαίνων τὴν αἵρεσιν, Ἰουδαϊσμὸν δὲ παρεφθαρμένον αὐτὴν προσαγορεύων. τούτων τὴν ἐπιμέλειαν γενέσθαι παρʼ ὑμῶν ἐπιζητοῦμεν. γένοιτο δʼ ἄν, εἰ ἐπιστεῖλαι καταξιώσητε πάσαις ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις, τοὺς ταῦτα παραχαράσσοντας, εἰ μὲν διορθοῖντο, εἶκαι κοινωνικούς, εἰ δὲ ἐπιμένειν φιλονείκως βούλοιντο ταῖς καινοτομίαις, χωρίζεσθαι ἀπʼ αὐτῶν. καὶ ὅτι μὲν ἔδει ἡμᾶς συνεδρεύοντας μετὰ τῆς ὑμετέρας φρονήσεως ἐν κοινῇ σκέψει τὰ περὶ τούτων διαλαβεῖν, οὐδὲ αὐτοὶ ἀγνοοῦμεν· ἀλλʼ ἐπειδὴ ὁ καιρὸς οὐκ ἐνδίδωσι καὶ τὸ ἀναβάλλεσθαι<note xml:lang="eng"><foreign xml:lang="grc">ἀναβαλέσθαι</foreign> E.</note> βλαβερόν, τῆς ἀπʼ<note xml:lang="eng"><foreign xml:lang="grc">ὑπʼ</foreign> editi antiqui.</note> αὐτῶν βλάβης ἐρριξωμένης, ἀναγκαίως ἀπεστείλαμεν τοὺς ἀδελφούς, ἵνα ὅσα καὶ τὴν ἐκ τοῦ γράμματος διδασκαλίαν παρέλαθε, ταῦτα παρʼ ἑαυτῶν ἀναδιδάξαντες, κινήσωσιν<note xml:lang="eng"><foreign xml:lang="grc">κινήσωμεν</foreign> E.</note> ὑμῶν τὴν εὐλάβειαν εἰς τὸ παρασχέσθαι τὴν ἐπιζητουμένην<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπὶ τοῦ ζητουμένου</foreign> E.</note> βοήθειαν ταῖς τοῦ Θεοῦ ἐκκλησίαις. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="264"><head rend="align(center)">Βάρσῃ, ἐπισκόπῳ Ἐδέσσης, ἐν ἐξορίᾳ ὄντι</head><p rend="align(indent)"> Τῷ ὡς ἀληθῶς θεοφιλεστάτῳ καὶ πάσης αἰδοῦς καὶ τιμῆς ἀξίῳ ἐπισκόπῳ Βάρσῃ Βασίλειος ἐν <pb n="v.4.p.102"/> Κυρίῳ χαίρειν. ἐρχομένων τῶν γνησιωτάτων ἀδελφῶν τῶν περὶ Δομνῖνον πρὸς τὴν εὐλάβειάν σου, ἡδέως τὴν ἀφορμὴν τῶν γραμμάτων ἐδεξάμεθα, καὶ προσαγορεύομέν σε δι’ αὐτῶν, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ μέχρι τοσούτου φυλαχθῆναι<note xml:lang="eng"><foreign xml:lang="grc">διαφυλαχθῆναι</foreign> editi antiqui.</note> τῇ ζωῇ ταύτῃ, μέχρις οὗ καταξιωθῶμεν ἰδεῖν σε καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ χαρισμάτων. μόνον εὔχου, παρακαλῶ, ἵνα ὁ Κύριος μὴ παραδῷ ἡμᾶς εἰς τέλος τοῖς ἐχθροῖς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ἀλλὰ φυλάξῃ<note xml:lang="eng"><foreign xml:lang="grc">φυλάξει</foreign> quatuor MSS.; <foreign xml:lang="grc">φυλάξοι</foreign> editi antiqui.</note> τὰς ἑαυτοῦ ἐκκλησίας μέχρι τοῦ καιροῦ τῆς εἰρήνης, ἣν αὐτὸς οἶδεν ὁ δίκαιος κριτὴς πότε ἀποδώσει. ἀποδώσει γάρ, καὶ οὐκ ἐγκαταλείψει ἡμᾶς εἰς τὸ παντελές. ἀλλʼ ὥσπερ τοῖς Ἰσραηλίταις τὴν ἑβδομηκονταετίαν ὥρισεν ὑπὲρ τῶν ἁμαρτημάτων εἰς τὴν τῆς αἰχμαλωσίας καταδίκην, οὕτω τάχα καὶ ἡμᾶς ὁ δυνατὸς χρόνῳ τινὶ ὡρισμένῳ παραδοὺς ἀνακαλέσεταί ποτε καὶ ἀποκαταστήσει εἰς τὴν ἐξ ἀρχῆς εἰρήνην· εἰ μὴ ἄρα ἐγγύς πού ἐστιν ἡ ἀποστασία καὶ τὰ νῦν γινόμενα προοίμιά ἐστι τῆς εἰσόδου τοῦ Ἀντιχρίστου. <pb n="v.4.p.104"/> ὅπερ δὲ ἐὰν ᾖ, προσεύχου ἵνα ἢ τὰς θλίψεις παρενέγκῃ ἢ ἡμᾶς ἀπταίστους διὰ τῶν θλίψεων ὁ ἀγαθὸς διασώσηται. πᾶσαν τὴν συνοδίαν τὴν καταξιωθεῖσαν συνεῖναι τῇ εὐλαβείᾳ σου ἀσπαζόμεθα διὰ σοῦ. τὴν σὴν εὐλάβειαν οἱ σὺν ἡμῖν πάντες προσαγορεύουσιν. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, φυλαχθείης<note xml:lang="eng"><foreign xml:lang="grc">διαφυλαχθείης</foreign> editi antiqui.</note> τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τοῦ Ἁγίου</foreign><foreign xml:lang="grc">αὐτοῦ</foreign> E, editi antiqui.</note> </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="265"><head rend="align(center)">Εὐλογίῳ καὶ Ἀλεξάνδρῳ καὶ Ἁρποκρατίωνι,</head><p rend="align(indent)"> ἐπισκόποις Αἰγύπτου<note xml:lang="eng"><foreign xml:lang="grc">Αἰγυπτίοις</foreign> editi antiqui.</note> ἐξορισθεῖσιν Μεγάλην ἐν πᾶσιν εὑρίσκομεν τοῦ ἀγαθοῦ Θεοῦ τὴν περὶ τὰς ἐκκλησίας αὐτοῦ οἰκονομίαν, ὥστε καὶ τὰ δοκοῦντα εἶναι σκυθρωπὰ καὶ μὴ πάντῃ κατὰ βούλησιν ἀπαντῶντα, καὶ ταῦτα ἐπʼ ὠφελείᾳ τῶν πολλῶν οἰκονομεῖσθαι, ἐν τῇ δυσθεωρήτῳ τοῦ Θεοῦ σοφίᾳ καὶ τοῖς ἀνεξιχνιάστοις αὐτοῦ τῆς δικαιοσύνης κρίμασιν. ἰδοὺ γὰρ καὶ τὴν ὑμετέραν ἀγάπην ἐκ τῶν κατʼ <pb n="v.4.p.106"/> Αἴγυπτον τόπων ἀναστήσας ὁ Κύριος, εἰς μέσην ἀγαγὼν τὴν Παλαιστίνην ἱδρύσατο, κατὰ μίμησιν τοῦ πάλαι Ἰσραήλ, ὃν διὰ τῆς αἰχμαλωσίας ἀγαγὼν εἰς τὴν Ἀσσυρίων γῆν, ἔσβεσε τὴν ἐκεῖ εἰδωλολατρείαν διὰ τῆς τῶν ἁγίων ἐπιδημίας. καὶ νῦν τοίνυν οὕτως εὑρίσκομεν λογιζόμενοι, ὅτι τὸν ὑπὲρ τῆς εὐσεβείας ἆθλον ὑμῶν<note xml:lang="eng"><foreign xml:lang="grc">ὑμῖν</foreign> editi antiqui; <foreign xml:lang="grc">ἡμῶν</foreign> Med.</note> προβαλλόμενος ὁ Κύριος, ὑμῖν μὲν διὰ τῆς ἐξορίας στάδιον ἤνοιξε τῶν μακαρίων ἀγωνισμάτων, τοῖς δὲ περιτυγχάνουσιν ὑμῶν τῇ ἀγαθῇ προαιρέσει ἐναργῆ τὰ πρὸς σωτηρίαν ἐχαρίσατο ὑποδείγματα. ἐπεὶ οὖν τῇ τοῦ Θεοῦ χάριτι ἐμάθομεν ὑμῶν τὴν ὀρθότητα τῆς πίστεως, ἐμάθομεν δὲ τὸ περὶ τὴν ἀδελφότητα ἐπιμελές, καὶ ὅτι οὐ παρέργως οὐδὲ ἠμελημένως παρέχεσθε<note xml:lang="eng"><foreign xml:lang="grc">παρέσχεσθε</foreign> E. <foreign xml:lang="grc">παρέρχεσθε</foreign> quatuor recent. MSS.</note> τὰ κοινωφελῆ καὶ ἀναγκαῖα πρὸς σωτηρίαν, ἀλλʼ εἴ τι πρὸς οἰκοδομὴν τῶν ἐκκλησιῶν ἐνεργεῖν προαιρεῖσθε, δίκαιον ἐλογισάμεθα<note xml:lang="eng"><foreign xml:lang="grc">ἐνομίσαμεν</foreign> editi antiqui.</note> κοινωνοὶ γενέσθαι τῆς ἀγαθῆς μερίδος ὑμῶν καὶ συνάψαι ἑαυτοὺς διὰ τοῦ γράμματος τῇ ὑμετέρᾳ εὐλαβείᾳ. οὗπερ ἕνεκα ἀπεστείλαμεν<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπέστειλα</foreign> Med.</note> καὶ τὸν ποθεινότατον υἱὸν ἡμῶν καὶ συνδιάκονον Ἐλπίδιον, ὁμοῦ μὲν τὴν ἐπιστολὴν διακομίζοντα, ὁμοῦ δὲ καὶ παρʼ ἑαυτοῦ δυνάμενον ἀπαγγεῖλαι ὑμῖν ὅσα τὴν ἐκ τοῦ γράμματος ἐκφύγῃ διδασκαλίαν. </p><p rend="align(indent)"> Μάλιστα δὲ ἡμᾶς ἐπέρρωσε πρὸς τὴν ἐπιθυμίαν τῆς συναφείας ὑμῶν ἡ ἀκοὴ τοῦ περὶ τὴν ὀρθότητα ζήλου τῆς εὐσεβείας ὑμῶν· ὅτι οὔτε πλήθει συνταγμάτων οὔτε ποικιλίᾳ σοφισμάτων <pb n="v.4.p.108"/> παρηνέχθη ὑμῶν τὸ στερρὸν τῆς καρδίας· ἀλλʼ ἐπέγνωτε μὲν τοὺς κατὰ τῶν ἀποστολικῶν δογμάτων καινοτομοῦντας, σιωπῇ δὲ κατασχεῖν τὴν ἐνεργουμένην παρʼ αὐτῶν βλάβην οὐ κατεδέξασθε. καὶ γὰρ τῷ ὄντι πολλὴν εὕρομεν λύπην παρὰ πᾶσι τοῖς ἀντεχομένοις τῆς τοῦ Κυρίου εἰρήνης ἐπὶ ταῖς νεωτεροποιίαις ταῖς παντοδαπαῖς Ἀπολιναρίου τοῦ Λαοδικέως, ὃς τοσούτῳ<note xml:lang="eng"><foreign xml:lang="grc">τοσοῦτον</foreign> E.</note> πλέον ἐλύπησεν ἡμᾶς, ὅσῳ ἔδοξεν εἶναι ἐξ<note xml:lang="eng">om. Harl. et Med.</note> ἡμῶν τὸ ἐξ ἀρχῆς. τὸ μὲν γὰρ παρὰ φανεροῦ πολεμίου παθεῖν τι, κἂν ὑπερβάλλῃ<note xml:lang="eng"><foreign xml:lang="grc">ὑπερβάλῃ</foreign> E.</note> τῷ ἀλγεινῶ,<note xml:lang="eng"><foreign xml:lang="grc">τὸν ἀλγεινὸν</foreign> E.</note> φορητόν πώς ἐστι τῷ καταπονουμένῳ, καθὼς γέγραπται, ὅτι Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με ὑπήνεγκα ἄν· τὸ δὲ παρʼ ὁμοψύχου καὶ οἰκείου βλάβης τινὸς πειραθῆναι, τοῦτο δύσφορον παντελῶς καὶ οὐδεμίαν ἔχον παραμυθίαν. ὃν γὰρ προσεδοκήσαμεν συνασπιστὴν ἕξειν<note xml:lang="eng"><foreign xml:lang="grc">ἔχειν</foreign> E.</note> τῆς ἀληθείας, τοῦτον εὕρομεν νῦν ἐν πολλοῖς ἐμποδίζοντα τοῖς σωζομένοις ἐκ τοῦ περιέλκειν αὐτῶν τὸν νοῦν καὶ ἀποσπᾷν τῆς εὐθύτητος τῶν δογμάτων. τί γὰρ ἐν ἔργοις παρʼ αὐτοῦ τολμηρὸν καὶ θερμὸν οὐκ ἐπράχθη; τί δὲ ἐν λόγοις οὐ παρεπενοήθη νεώτερον καὶ ἐπικεκινδυνευμένον; οὐ πᾶσα μὲν Ἐκκλησία ἐφʼ ἑαυτὴν<note xml:lang="eng"><foreign xml:lang="grc">ἑαυτῆς</foreign> E.</note> ἐμερίσθη, μάλιστα δὲ ταῖς ὑπὸ<note xml:lang="eng"><foreign xml:lang="grc">παρὰ</foreign> editi antiqui.</note> τῶν ὀρθοδόξων κυβερνωμέναις ἐπιπεμφθέντων παρʼ αὐτοῦ πρὸς τὸ σχίσαι καὶ ἰδίαν τινὰ παρασυναγωγὴν <pb n="v.4.p.110"/> ἐκδικῆσαι; οὐχὶ γελᾶται τὸ μέγα τῆς εὐσεβείας μυστήριον, ὡς ἄνευ λαοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">λαῶν</foreign> E.</note> καὶ κλήρου ἐπισκόπων περιερχομένων, καὶ ὄνομα ψιλὸν περιφερόντων, οὐδὲν δὲ κατορθούντων εἰς προκοπὴν τοῦ εὐαγγελίου τῆς εἰρήνης καὶ σωτηρίας; οὐχὶ οἱ περὶ τοῦ Θεοῦ λόγοι πλήρεις παρʼ αὐτῷ εἰσιν ἀσεβῶν δογμάτων, τῆς παλαιᾶς ἀσεβείας τοῦ ματαιόφρονος Σαβελλίου δι’ αὐτοῦ νῦν ἀνανεωθείσης ἐν τοῖς συντάγμασιν; εἰ γὰρ ἃ περιφέρουσιν οἱ Σεβαστηνοὶ μὴ συμπέπλασται παρʼ ἐχθρῶν, ἀλλὰ κατʼ ἀλήθειαν αὐτοῦ εἰσι συγγραφαί, οὐδεμίαν εἰς ἀσέβειαν ὑπερβολὴν καταλέλοιπε, τὸν αὐτὸν Πατέρα λέγων καὶ Υἱὸν καὶ Πνεῦμα,<note xml:lang="eng"><foreign xml:lang="grc">καὶ πάλιν Υἱὸν καὶ Πατέρα</foreign>  add. editi antiqui.</note> καὶ ἄλλα τινὰ σκοτεινὰ ἀσεβήματα,<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">σκοτεινὰ ἀσεβήματα</foreign><foreign xml:lang="grc">ἀσεβῆ ῥήματα</foreign> E.</note> ἃ ἡμεῖς οὐδὲ ταῖς ἀκοαῖς ἡμῶν κατεδεξάμεθα παραδέξασθαι, εὐχόμενοι μηδεμίαν μερίδα ἔχειν πρὸς τοὺς ἐκεῖνα τὰ ῥήματα φθεγξαμένους. οὐχὶ συγκέχυται παρʼ αὐτῷ ὁ τῆς ἐνανθρωπήσεως λόγος; οὐκ ἀμφίβολος γέγονε τοῖς πολλοῖς ἡ σωτήριος τοῦ Κυρίου ἡμῶν οἰκονομία ἐκ τῶν θολερῶν αὐτοῦ καὶ σκοτεινῶν περὶ σαρκώσεως ζητημάτων; ἃ πάντα συναγαγεῖν καὶ εἰς ἔλεγχον <pb n="v.4.p.112"/> καταστῆσαι μακροῦ καὶ χρόνου καὶ λόγου δεῖται. τὸν δὲ τῶν ἐπαγγελιῶν τόπον τίς οὕτως ἠφάνισε καὶ ἠμαύρωσεν, ὡς ἡ τούτου μυθοποιία; ὅς γε τὴν μακαρίαν ἐλπίδα, τὴν ἀποκειμένην τοῖς πολιτευσαμένοις<note xml:lang="eng"><foreign xml:lang="grc">πολιτευομένοις</foreign> E.</note> κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, οὕτω ταπεινῶς καὶ ἐρριμμένως ἐτόλμησεν ἐξηγήσασθαι, ὥστε εἰς γραώδεις<note xml:lang="eng"><foreign xml:lang="grc">γραιώδεις</foreign> editi antiqui.</note> μύθους καὶ λόγους Ἰουδαϊκοὺς ἐκτραπῆναι· ἄνωθεν ἐπαγγέλλεται<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπαγγέλλεσθαι</foreign> Harl. et Med.</note> τοῦ ναοῦ τὴν ἀνανέωσιν, καὶ τῆς νομικῆς λατρείας τὴν παρατήρησιν, καὶ πάλιν ἀρχιερέα τυπικὸν μετὰ τὸν ἀληθινὸν ἀρχιερέα, καὶ θυσίαν<note xml:lang="eng"><foreign xml:lang="grc">θυσίας</foreign> editi antiqui.</note> ὑπὲρ ἁμαρτιῶν μετὰ τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα<note xml:lang="eng"><foreign xml:lang="grc">ἄραντα</foreign> editi antiqui.</note> τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ βαπτίσματα μερικὰ μετὰ τὸ ἓν βάπτισμα, καὶ σποδὸν δαμάλεως ῥαντίζουσαν τὴν Ἐκκλησίαν τὴν οὐκ ἔχουσαν διὰ τῆς εἰς Χριστὸν πίστεως σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, καὶ καθαρισμὸν λέπρας μετὰ τὴν ἀπάθειαν τῆς ἀναστάσεως· καὶ ζηλοτυπίας προσφοράν, ὅτε οὔτε γαμοῦσιν οὔτε γαμίσκονται· ἄρτοι προθέσεως μετὰ τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ· λύχνοι καιόμενοι μετὰ τὸ φῶς τὸ ἀληθινόν· καὶ ὅλως εἰ νῦν ὁ νόμος τῶν ἐντολῶν ἐν δόγμασι<note xml:lang="eng"><foreign xml:lang="grc">οὐ</foreign> add. E, editi.</note> κατήργηται, δῆλον<note xml:lang="eng"><foreign xml:lang="grc">οὔτε</foreign> add. E, editi.</note> ὅτι <pb n="v.4.p.114"/> τότε τὰ δόγματα τοῦ Χριστοῦ ἐν τοῖς νομικοῖς ἐντάλμασιν ἀκυρωθήσεται.<note xml:lang="eng"><foreign xml:lang="grc">ἀκυρωθήσονται</foreign> E.</note> </p><p rend="align(indent)"> Ἐπὶ τούτοις αἰσχύνη μὲν καὶ ἐντροπὴ ἐκάλυψεν ἡμῶν τὰ πρόσωπα, λύπη δὲ βαρεῖα πεπλήρωκεν ἡμῶν τὰς καρδίας. διὸ παρακαλοῦμεν ὑμᾶς, ὡς ἐπιστήμονας ἰατροὺς καὶ δεδιδαγμένους ἐν πραΰτητι<note xml:lang="eng"><foreign xml:lang="grc">πραΰτητι</foreign> E. Harl., Med.</note> παιδεύειν τοὺς ἀντιδιατιθεμένους, πειραθῆναι αὐτὸν ἐπαναγαγεῖν πρὸς τὴν εὐταξίαν τῆς Ἐκκλησίας, καὶ πεῖσαι αὐτὸν καταφρονῆσαι τῆς πολυφωνίας τῶν συνταγμάτων, ἐβεβαίωσε γὰρ τὸν τῆς παροιμίας λόγον, ὅτι Οὐκ ἔστιν ἐκ πολυλογίας ἐκφυγεῖν<note xml:lang="eng"><foreign xml:lang="grc">διαφυγεῖν</foreign> E; <foreign xml:lang="grc">ἐκφεύγειν</foreign> Med.</note> ἁμαρτίαν, στερρῶς δὲ αὐτῷ προβάλλειν τὰ τῆς ὀρθοδοξίας δόγματα, ἵνα κἀκείνου ἡ ἐπανόρθωσις φανερὰ γένηται καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γνωρισθῇ ἡ μεταμέλεια. </p><p rend="align(indent)"> Εὔλογον δὲ καὶ περὶ τῶν κατὰ Μάρκελλον ὑπομνῆσαι<note xml:lang="eng"><foreign xml:lang="grc">ὑπομνησθῆναι</foreign> quatuor MSS.</note> τὴν εὐλάβειαν ὑμῶν, ἵνα μηδὲν <pb n="v.4.p.116"/> ἀπερισκέπτως μηδʼ εὐκόλως περὶ αὐτῶν τυπώσητε. ἀλλʼ ἐπειδὴ δογμάτων ἕνεκεν ἀσεβῶν ἐξῆλθε τῆς Ἐκκλησίας ἐκεῖνος, τοὺς ἑπομένους αὐτῷ ἀναγκαῖον, ἀναθεματίσαντας ἐκείνην τὴν αἵρεσιν οὕτω δεκτοὺς γενέσθαι τῇ κοινωνίᾳ, ἵνʼ οἱ ἡμῖν συναπτόμενοι δι’ ὑμῶν παρὰ πάσης δεχθῶσι τῆς ἀδελφότητος. ἐπεὶ νῦν γε οὐ μετρία κατέσχε λύπη τοὺς πολλούς, ἀκούσαντας ὅτι παραγενομένους πρὸς τὴν ὑμετέραν τιμιότητα καὶ προσήκασθε καὶ κοινωνίας αὐτοῖς ἐκκλησιαστικῆς μετεδώκατε. καίτοιγε εἰδέναι ὑμᾶς ἐχρῆν, ὅτι τῇ τοῦ Θεοῦ χάριτι οὔτε κατὰ τὴν ἀνατολὴν μόνοι ἐστέ, ἀλλὰ καὶ πολλοὺς ἔχετε τῆς ἑαυτῶν μερίδος, οἳ τὴν τῶν πατέρων ἐκδικοῦσιν ὀρθοδοξίαν, τῶν κατὰ Νίκαιαν τὸ εὐσεβὲς δόγμα τῆς πίστεως ἐκθεμένων· καὶ οἱ τῆς δύσεως πάντες σύμφωνοι ὑμῖν τε καὶ ἡμῖν τυγχάνουσιν· ὧν δεξάμενοι τῆς πίστεως τὸν τόμον ἔχομεν παρʼ ἑαυτοῖς, ἑπόμενοι αὐτῶν τῇ ὑγιαινούσῃ<note xml:lang="eng"><foreign xml:lang="grc">τῇ ὑγιεῖ</foreign> editi antiqui.</note> διδασκαλίᾳ. ἔδει οὖν πάντας πληροφορεῖσθαι τοὺς ἐν τῇ αὐτῇ συναφείᾳ τυγχάνοντας ὑμῖν, ἵνα καὶ τὰ γινόμενα μᾶλλον βεβαιωθῇ<note xml:lang="eng"><foreign xml:lang="grc">ἐβεβαιώθη</foreign> editi antiqui.</note> ἐν τῇ πλειόνων συγκαταθέσει, καὶ ἡ εἰρήνη μὴ διεσπᾶτο ἐν τῇ τινων προσλήψει ἑτέρων ἀφισταμένων. οὕτως οὖν ἦν πρέπον βουλεύσασθαι ὑμᾶς<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμᾶς</foreign> E.</note> στιβαρῶς καὶ πράως περὶ πραγμάτων πάσαις ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις διαφερόντων. οὐ γὰρ ὁ ταχύ τι δογματίσας ἐπαινετός, ἀλλʼ ὁ παγίως καὶ ἀσαλεύτως ἕκαστα κανονίσας, ὥστε καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον ἐξεταζομένην τὴν γνώμην δοκιμωτέραν φαίνεσθαι, οὗτος ἀπόδεκτος καὶ <pb n="v.4.p.118"/> παρὰ Θεῷ καὶ ἀνθρώποις, ὡς οἰκονομῶν τοὺς λόγους αὐτοῦ ἐν κρίσει. </p><p rend="align(indent)"> Ταῦτα, ὅσα ἐδίδου ἡμῖν ἡ διὰ τοῦ γράμματος ὁμιλία, προσεφθεγξάμεθα ὑμῶν τὴν εὐλάβειαν. παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι ποτέ, ἵνα, πάντα πρὸς καταρτισμὸν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ μεθʼ ὑμῶν οἰκονομήσαντες, μεθʼ ὑμῶν δεξώμεθα τὸν μισθὸν τὸν ἡτοιμασμένον παρὰ τοῦ δικαίου κριτοῦ τοῖς πιστοῖς καὶ φρονίμοις οἰκονόμοις. τέως δὲ νῦν καταξιώσατε ἡμῖν ἀποστεῖλαι τὰς προτάσεις, ἐφʼ αἷς ἐδέξασθε τοὺς Μαρκέλλου, ἐκεῖνο εἰδότες, ὅτι κἂν πάνυ τὸ καθʼ ἑαυτοὺς ἀσφαλίσησθε, μόνοις ἑαυτοῖς ἐπιτρέψαι πρᾶγμα τοσοῦτον οὐκ ὀφείλετε, ἀλλὰ χρὴ καὶ τοὺς ἐν τῇ δύσει καὶ τοὺς κατὰ τὴν ἀνατολὴν κοινωνικούς συμψήφους αὐτῶν τῇ ἀποκαταστάσει γενέσθαι. </p></div></div></body></text></TEI>