Καισαρίῳ τῷ ἀδελφῷ Γρηγορίου. τῷ ἀδελφῷ Γρηγορίου om. A, B, C, D; Καισαρίῷ ἀδελφῷ Γρηγορίου τοῦ θεολόγου βασίλειος F. Χάρις τῷ Θεῷ, τῷ τὰ ἑαυτοῦ θαυμάσια καὶ ἐν ἐν om. A, B, C, D. σοὶ ἐπιδειξαμένῳ, ἐπιδεικνυμένῳ A, B, C, D. καὶ ἐκ τοσούτου θανάτου διασώσαντί σε, τῇ τε πατρίδι καὶ ἡμῖν τοῖς προσήκουσι. λείπεται δὴ οὖν μὴ ἀχαρίστους ἡμᾶς ὀφθῆναι μηδʼ ἀναξίους τῆς τοσαύτης εὐεργεσίας. ἀλλὰ κατὰ δύναμιν τὴν ἡμετέραν διαγγέλλειν τοῦ Θεοῦ τὰ παράδοξα, καὶ ἧς ἔργῳ πεπειράμεθα φιλανθρωπίας, ταύτην ἀνυμνεῖν, καὶ μὴ λόγῳ μόνον ἀποδιδόναι τὴν χάριν, ἀλλὰ καὶ ἔργῳ τοιοῦτον γενέσθαι, οἷον καὶ νῦν εἶναι πειθόμεθα, τεκμαιρόμενοι τοῖς περί σε θαύμασι. Καὶ ἔτι μειζόνως τῷ Θεῷ δουλεύειν παρακαλοῦμεν, προσθήκαις ἀεὶ τὸν φόβον συναύξοντα καὶ εἰς τὸ τέλειον ἀεὶ add. E. F. προκόπτοντα, ἵνα φρόνιμοι οἰκονόμοι τῆς ζωῆς ἡμῶν ἀποδειχθῶμεν, εἰς ἣν ἡμᾶς ἡ ἀγαθότης τοῦ Θεοῦ ἐταμιεύσατο. εἰ γὰρ καὶ πᾶσιν ἡμῖν πρόσταγμά ἐστι παραστῆσαι ἑαυτοὺς τῷ Θεῷ, ὡσεὶ ἐκ νεκρῶν ζῶντας, πῶς οὐχὶ μᾶλλον τοῖς ὑψωθεῖσιν ἐκ τῶν πυλῶν τοῦ θανάτου; τοῦτο δʼ ἂν μάλιστα, ὡς ἐμαυτὸν πείθω, κατορθωθείη, εἰ βουληθείημεν ἀεὶ τὴν αὐτὴν ἔχειν διάνοιαν, ἣν εἴχομεν ἔχομεν C, D, E. ἐπὶ τοῦ καιροῦ τῶν κινδύνων. πάντως γάρ που εἰσῄει ἡμᾶς τοῦ βίου τὸ μάταιον, καὶ ὡς οὐδὲν πιστὸν τῶν ἀνθρωπίνων, οὔτε οὐδὲ E, F. πάγιον, οὕτω ῥᾳδίως ἐχόντων τὰς μεταπτώσεις. καί πού τις μεταμέλεια μὲν ἔκ τε τῶν εἰκότων ἐνεγίνετο ἡμῖν, ἐπὶ τοῖς φθάσασιν ὑπόσχεσις ὑποσχέσεις B, D. δὲ περὶ τῶν ἐφεξῆς, εἰ περισωθείημεν, Θεῷ δουλεύειν δουλεύσειν F. καὶ ἑαυτῶν ἐπιμέλεσθαι ἐπιμελέσεσθαι E, F. κατὰ πᾶσαν ἀκρίβειαν. εἰ γάρ τινα ἡμῖν ἔννοιαν ὁ τοῦ θανάτου κίνδυνος ἐπικείμενος ἐνεδίδου, οἶμαί σε ἢ ταῦτα ἢ ἐγγύτατα ἐγγυτάτῳ B. τούτων ἀναλογίζεσθαι τηνικαῦτα. Ὥστε ἀναγκαίου ὀφλήματος ἐκτίσει ὑπεύθυνοι καθεστήκαμεν. ταῦτα ὁμοῦ μὲν περιχαρὴς ὢν τῇ τοῦ Θεοῦ δωρεᾷ, ὁμοῦ δὲ καὶ φροντίδα ἔχων περὶ ὑπὲρ C, D. τῶν μελλόντων, ἀπεθάρσησα ὑπομνῆσαι τὴν τελειότητά σου. σὸν δέ ἐστιν εὐμενῶς καὶ ἡμέρως προσέσθαι ἡμῶν τοὺς λόγους, ὡς καὶ ἐν ταῖς κατʼ ὀφθαλμοὺς ὁμιλίαις σοὶ ἦν σοὶ ἦν om. C, D. σύνηθες. Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων Ὅτε τῇ τοῦ Θεοῦ χάριτι καὶ τῇ βοηθείᾳ τῶν σῶν προσευχῶν μικρὸν ἀναφέρειν ἐκ τῆς ἀῤῥωστίας ἔδοξα καὶ ἀνελεξάμην ἐμαυτοῦ τὰς δυνάμεις, τότε ὁ χειμὼν ἐπεγένετο, οἴκοι καθείργων ἡμᾶς καὶ κατὰ χώραν μένειν συναναγκάζων. εἰ γὰρ καὶ πολλῷ κουφότερος τῆς συνηθείας ἀπήντησεν, ἀλλʼ οὖν ἔμοιγε ἱκανὸς εἰς ἐμπόδιον, οὐχ ὅπως ὁδοιπορεῖν δι’ αὐτοῦ, ἐμαυτοῦ A, B, C, D, E. ἀλλʼ οὐδὲ μικρὸν προκύπτειν τοῦ δωματίου δύνασθαι. Ἔστι δέ μοι οὐδὲ τοῦτο μικρόν, τὸ καταξιοῦσθαι διὰ γραμμάτων ὁμιλεῖν τῇ θεοσεβείᾳ σου, καὶ τῇ ἐλπίδι τῶν ἀντιδόσεων ἤδη προαναπαύεσθαι. εἰ δὲ καὶ ὁ καιρὸς ἐνδοίη, καὶ τῆς ζωῆς ἡμῖν ἔτι λείποιτο χρόνος, καὶ μὴ ἄπορον ἡμῖν τὴν ὁδὸν ὁ λιμὸς ἀπεργάσαιτο, ταχὺ ἂν τύχοιμεν τῆς ἐπιθυμίας διὰ τῶν σῶν προσευχῶν· καὶ ἐπὶ τῆς ἑστίας σε καταλαβόντες κατὰ πᾶσαν σχολὴν τῶν μεγάλων θησαυρῶν τῆς ἐν σοὶ σοφίας ἐμφορηθείημεν. Τῇ ἐκκλησίᾳ Νεοκαισαρείας παραμυθητική Ἀπῄτει μὲν τὰ συμβάντα τὴν ἡμῶν αὐτῶν παρουσίαν, τοῦ τε τὴν τιμὴν τῷ μακαρίῳ τοῖς οἰκειοτάτοις ὑμῖν συνεκπληρῶσαι, καὶ τοῦ τῆς ἐπὶ τῷ πάθει κατηφείας ἀπʼ ἐπʼ E, F. αὐτῆς τῆς θέας τῶν σκυθρωποτέρων συμμετασχεῖν, καὶ ὥστε τῶν ἀναγκαίων βουλευμάτων ὑμῖν κοινωνῆσαι. ἐπεὶ δὲ τὴν σωματικὴν συνάφειαν πολλὰ τὰ διακωλύοντα, λειπόμενον ἦν διὰ τοῦ γράμματος κοινωνεῖν ὑμῖν τῶν παρόντων. Τὰ μὲν οὖν τοῦ ἀνδρὸς θαύματα, ἐφʼ οἷς καὶ μάλιστα τὴν ζημίαν ἡμῖν ἀφόρητον ὑπάρχειν λογιζόμεθα, λογίζεσθαι editi; λογιζόμεθα A, B, C, D, F. οὔτʼ ἂν ἐπιστολῆς μέτρον ὑποδέξαιτο, καὶ ἄλλως ἄωρον ἀνδραγαθημάτων πλήθει τὸν λόγον προσάγειν, προάγειν A, B. οὕτω συμπεπτωκυίας τῆς ψυχῆς ἡμῶν ἐπὶ τῇ λύπῃ. τί γὰρ τῶν ἐκείνου τοιοῦτον, οἷον ἢ τῆς μνήμης ἡμῶν ἐκπεσεῖν ἢ σιωπᾶσθαι ἄξιον νομισθῆναι; πάντα μὲν γὰρ ἀθρόως εἰσάπαξ εἰπεῖν ἀμήχανον, τὸ δὲ ἐκ μέρους λέγειν, δέδοικα μὴ προδος λογίζεσθαι editi; λογιζόμεθα A, B, C, D, F. ίαν ἔχῃ τῆς ἀληθείας. οἴχεται ἀνὴρ διαφανέστατα δὴ τῶν καθʼ ἑαυτὸν πᾶσιν ὁμοῦ τοῖς ἀνθρωπίνοις ἀνθρώποις B. ὑπερενεγκὼν ὑπενεγκὼν B, E. ἀγαθοῖς, ἔρεισμα πατρίδος, ἐκκλησίων κόσμος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, στερέωμα τῆς εἰς Χριστὸν πίστεως, οἰκείοις ἀσφάλεια, δυσμαχώτατος τοῖς ὑπεναντίοις, φύλαξ πατρῴων θεσμῶν, νεωτεροποιίας ἐχθρός· ἐν ἑαυτῷ δεικνὺς τὸ παλαιὸν τῆς Ἐκκλησίας σχῆμα, οἷον ἀπό τινος ἱεροπρεποῦς εἰκόνος, τῆς ἀρχαίας καταστάσεως, τὸ εἶδος τῆς ὑπʼ αὐτὸν ἐκκλησίας διαμορφῶν, ὥστε τοὺς αὐτῷ συγγενομένους τοῖς πρὸ διακοσίων ἐτῶν καὶ ἐπέκεινα φωστήρων τρόπον ἐκλάμψασι συγγεγονέναι δοκεῖν. Οὕτως οὐδὲν οἴκοθεν οὐδὲ νεωτέρας φρενὸς εὕρημα προέφερεν ὁ ἀνήρ, ἀλλά, κατὰ τὴν Μωϋσέως Μωσέως A, B, C, D, F. εὐλογίαν, ᾔδει προκομίζειν ἐκ τῶν ἀδύτων τῆς καρδίας αὐτοῦ ἀγαθῶν ἀγαθῶν om. E. θησαυρῶν παλαιὰ παλαιῶν καὶ παλαιὰ ἀπὸ προσώπου νέων. ταύτῃ τοι καὶ τῆς προτιμήσεως οὐ κατὰ τὴν ἡλικίαν ἐν τοῖς συλλόγοις τῶν ὁμοτίμων ἠξιοῦτο, ἀλλʼ ὑπὲρ πάντας ἦν τῷ τῆς σοφίας ἀρχαίῳ, ἐκ κοινῆς συγχωρήσεως τὸ πρωτεῖον καρπούμενος. ὅσον δὲ τῆς τοιαύτης ἀγωγῆς τὸ κέρδος οὐδεὶς ἂν ἐπιζητήσειε, πρὸς ὑμᾶς ἀποβλέπων. μόνοι γὰρ ὧν ἴσμεν, ἢ κομιδῇ γε ἐν σὺν C, D, F. ὀλίγοις, ἐν χειμῶνι τοσούτῳ καὶ λαίλαπι πραγμάτων ἀκύμαντον τῇ ἐκείνου κυβερνήσει τὴν ζωὴν διηγάγετε. οὐ γὰρ ἥψατο ὑμῶν αἱρετικῶν πνευμάτων ζάλη, καταποντισμοὺς ἐπάγουσα καὶ ναυάγια ταῖς εὐπεριτρέπτοις ψυχαῖς. μήτε δὲ ἅψαιτό ποτε, ὦ Δέσποτα τῶν ἁπάντων, ὃς τῷ σῷ θεράποντι Γρηγορίῳ, τῷ ἐξ ἀρχῆς πηξαμένῳ τὴν κρηπῖδα τῆς Ἐκκλησίας, τῆς ἐπὶ μήκιστον ἀταραξίας ἀταξίας B. τὴν χάριν ἔδωκας. Ἣν μὴ προδῶτε ὑμεῖς ἐν τῷ παρόντι καιρῷ· μηδὲ θρήνων ἀμετρίᾳ, καὶ τῷ ἐκδότους ἑαυτοὺς τοῖς λυπηροῖς ποιῆσαι, τοὺς τῶν ἀναγκαίων καιροὺς τοῖς ἐφεδρεύουσι πρόησθε. ἀλλʼ εἰ δεῖ πάντως θρηνεῖν (ὥσπερ οὖν οὔ οὔ om. A, B, C, D. φημι, ἵνα μὴ ὁμοιωθῶμεν ἐν τούτῳ τοῖς μὴ ἔχουσιν ἐλπίδα), ὑμεῖς δέ, εἰ δοκεῖ, οἷόν τις χορὸς πενθήρης τὸν κορυφαῖον ἑαυτῶν προστησάμενοι, ἐμμελέστερον μετʼ ἐκείνου τὸ συμβὰν ἀποκλαύσατε. Καίτοιγε εἰ καὶ μὴ ἐπʼ ἐσχάτου γήρως γήρους B, C, D. ἤλαυνεν ὁ ἀνήρ, ἀλλʼ οὖν τοῦ γε χρόνου ἕνεκεν τῆς ὑμετέρας ἐπιστασίας οὐκ ἐνδεῶς εἶχε τοῦ βίου. τοῦ τε σώματος τοσοῦτον μετεῖχεν, ὅσον τῆς ψυχῆς τὸ καρτερὸν καρτερικὸν F. ἐπὶ ἐν A, B, C, D, F. ταῖς ἀλγηδόσιν αὐτοῦ δεικνύναι. τυχὸν δὲ ἄν τις ὑμῶν ὑπολάβοι ὅτι καὶ ὁ χρόνος αὔξησις συμπαθείας καὶ προσθήκη φίλτρου, οὐχὶ ἀφορμὴ κόρου τοῖς πειραθεῖσιν ἐγγίνεται, γίνεται A, B, C, D, F. ὥστε, ὅσῳ ἐν πλείονι χρόνῳ τῆς εὐεργεσίας πεπείρασθε, τοσούτῳ μᾶλλον τῆς ἀπολείψεως ἐπαισθάνεσθε· Sic omnia MSS.; Ed. Ben. ἐπαισθάνεσθαι . σώματος δὲ δικαίου καὶ σκιὰ τοῦ παντὸς ἀξία τοῖς εὐλαβέσι. καὶ εἴη γε πολλοὺς ὑμῶν ἐπὶ ταύτης εἶναι τῆς διανοίας· οὐδὲ γὰρ αὐτὸς ἀμελῶς ἔχειν τοῦ ἀνδρός φημι χρῆναι, ἀλλʼ ἀνθρωπίνως συμβουλεύω τὸ λυπηρὸν διαφέρειν· ἐπεὶ ὅσα γέ ἐστιν εἰπεῖν ἀποκλαιομένους τὴν ζημίαν οὐδὲ ἐμὲ αὐτὸν διαφεύγει. Σιωπᾷ μὲν γλῶττα ποταμοῖς ἴσα τὰς ἀκοὰς ἐπικλύζουσα· καρδίας δὲ βάθος οὐδενὶ τέως καταληπτόν, ὀνείρων ἀσθενέστερον ὅσα γε πρὸς ἀνθρώπους, διιπτάμενον οἴχεται. τίς ὀξύτερος ὀξύτερον editi; ὀξύτερος C, D, F. ἐκείνου προϊδέσθαι τὸ μέλλον; τίς ἐν οὕτω σταθερῷ καὶ παγίῳ τῆς ψυχῆς ἤθει, ἀστραπῆς τάχιον τοῖς πράγμασιν ἐπελθεῖν ἱκανός; ὦ πόλις πολλοῖς μὲν ἤδη προειλημμένη πάθεσιν, ὑπʼ οὐδενός γε μὴν οὕτως εἰς αὐτὰ τὰ καίρια τοῦ βίου ζημιωθεῖσα. νῦν ἀπήνθηκέ σοι σου E. κόσμος ὁ κάλλιστος· ἐκκλησία δὲ μέμυκε, καὶ σκυθρωπάζουσι πανηγύρεις, καὶ τὸ ἱερὸν συνέδριον τὸν κορυφαῖον ἐπιποθεῖ· λόγοι δὲ μυστικοὶ τὸν ἐξηγητὴν ἀναμένουσιν, οἱ παῖδες τὸν πατέρα, οἱ πρεσβῦται τὸν ἡλικιώτην, οἱ ἐν τέλει τὸν ἔξαρχον, ὁ δῆμος τὸν προστάτην, οἱ βίου δεόμενοι τὸν τροφέα· πάντες αὐτὸν ἐκ τῶν οἰκειοτάτων ὀνομάτων ἀνακαλούμενοι, ἐπὶ οἰκείῳ πάθει, οἰκεῖον ἑαυτῷ αὐτῷ editi; ἑαυτῷ E. καὶ προσήκοντα ἕκαστος τὸν θρῆνον αἴρουσιν. ἐροῦσιν A, B, C, D, F. Ἀλλὰ ποῦ μοι ὁ λόγος ὑφʼ ἡδονῆς τῶν δακρύων ἐκφέρεται; οὐκ ἀνανήψομεν; οὐχ ἡμῶν αὐτῶν γενησόμεθα; οὐκ ἀποβλέψομεν ἀναβλέψομεν B, C. πρὸς τὸν κοινὸν Δεσπότην, ὃς ἕκαστον τῶν ἁγίων τῇ ἰδίᾳ γενεᾷ ἐπιτρέψας ὑπηρετήσασθαι, τοῖς καθήκουσι χρόνοις πρὸς ἑαυτὸν πάλιν ἀνεκαλέσατο; νῦν ἐν καιρῷ τῶν ἐκείνου φωνῶν ὑπομνήσθητε, ὃς ἐκκλησιάζων ὑμῖν ὑμῖν om. F. ἀεὶ διεστέλλετο, Βλέπετε, λέγων, τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας. πολλοὶ οἱ κύνες. τί λέγω κύνες; λύκοι μὲν οὖν βαρεῖς, ἐν ἐπιφανείᾳ προβάτων τὸ δολερὸν ὑποκρύπτοντες, πανταχοῦ τῆς οἰκουμένης τὸ Χριστοῦ ποίμνιον διασπῶσιν. οὓς φυλακτέον ὑμῖν, ἐγρηγορικοῦ τινὸς ποιμένος ἐπιστασίᾳ. ὃν ὑμέτερον μὲν αἰτῆσαι, φιλονεικίας πάσης καὶ φιλοπρωτίας τὰς ψυχὰς καθαρεύοντας, τοῦ Κυρίου δὲ ἀναδεῖξαι, ὃς ἀπὸ τοῦ μεγάλου προστάτου τῆς ἐκκλησίας ὑμῶν Γρηγορίου μέχρι τοῦ μακαρίου τούτου, ἄλλον ἐπʼ ἄλλῳ προστιθεὶς καὶ συναρμόζων ἀεί, οἷον ἔκ τινος ἁρμοῦ λίθων πολυτελῶν, θαυμαστὸν οἷον κάλλος τῆς ἐκκλησίας ὑμῶν ἐχαρίσατο. ὥστε οὐδὲ τῶν ἐφεξῆς ἀπελπιστέον. οἶδε γὰρ Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀγάγοι ἂν ἂν om. E. εἰς τὸ μέσον τοὺς παρʼ ἡμῶν τυχὸν οὐ προσδοκωμένους. Πάλαι με θέλοντα τῶν λόγων παύσασθαι, ἡ ὀδύνη τῆς καρδίας οὐκ ἐπιτρέπει. ἀλλʼ ἐπισκήπτω ὑμῖν πρὸς τῶν πατέρων, πρὸς τῆς ὀρθῆς πίστεως, πρὸς τοῦ μακαρίου τούτου, διαναστῆναι τὴν ψυχήν, οἰκεῖον ἕκαστον ἑαυτοῦ τὸ σπουδαζόμενον κρίναντα, καὶ τῆς ἐφʼ ἑκάτερα τῶν πραγμάτων ἐκβάσεως πρῶτον αὐτὸν ἀπολαύσειν ἡγούμενον· μηδέ, τὸ τοῖς πολλοῖς συμβαῖνον, πρὸς τὸν πλησίον τὴν τῶν κοινῶν ἐπιμέλειαν ἀπωθεῖσθαι, εἶτα, ἑκάστου τῇ αὐτοῦ αὐτῇ A, B, C, D, E, F. διανοίᾳ τῶν πραγμάτων ὀλιγωροῦντος, λαθεῖν ἅπαντας ἴδιον ἑαυτοῖς κακὸν διὰ τῆς ἀμελείας ἐπισπασαμένους. Ταῦτα εἴτε ὡς γειτόνων συμπάθεια, εἴτε ὡς ὁμοδοξούντων κοινωνία, εἴτε καί, ὅπερ ἀληθέστερόν ἐστι, τῷ τῆς ἀγάπης πειθομένων πειθομένῳ B, E. νόμῳ καὶ τὸν ἐκ τοῦ σιωπῆσαι κίνδυνον ἐκκλινόντων, μετὰ πάσης εὐνοίας δέξασθε, πεπεισμένοι ὅτι καύχημα ἡμῶν ἐστέ, καθάπερ καὶ ἡμεῖς ὑμῶν, εἰς τὴν ἡμέραν τοῦ Κυρίου, καὶ ὅτι, ἐκ τοῦ δοθησομένου ποιμένος ὑμῖν, ἢ ἢ om. C, D. ἐπὶ πλέον τῷ συνδέσμῳ τῆς ἀγάπης ἑνωθησόμεθα, ἢ πρὸς παντελῆ διάστασιν· ὃ μὴ γένοιτο, μηδὲ οὐδὲ A, B, C, D. ἔσται τῇ τοῦ Θεοῦ χάριτι, οὐδʼ ἂν αὐτὸς εἴποιμι νῦν βλάσφημον οὐδέν. οὐδὲ ἕν A, B, C, D. τοῦτο δὲ εἰδέναι ὑμᾶς βουλόμεθα, ὅτι εἰ καὶ πρὸς τὴν εἰρήνην τῶν ἐκκλησίων συντρέχοντα ἡμῖν οὐκ ἔσχομεν τὸν μακάριον, διά τινας, ὡς αὐτὸς ἡμῖν ἡμᾶς A, B, F. διεβεβαιοῦτο, προλήψεις, ἀλλʼ οὖν γε τῆς πρὸς αὐτὸν ὁμοδοξίας καὶ τοῦ ἀεὶ κοινωνὸν ἐπικαλεῖσθαι τῶν πρὸς τοὺς αἱρετικοὺς ἀγώνων, ὑπὸ μάρτυρι τῷ Θεῷ καὶ ἀνθρώποις τοῖς πεπειραμένοις ἡμῶν, οὐδένα καιρὸν ἀπελείφθημεν. Τῇ ἐκκλησίᾳ Ἀγκύρας παραμυθητική Πολὺν ἡμῖν χρόνον σιωπὴν ἐνεποίησεν ἡ ἔκπληξις τῆς βαρυτάτης ἀγγελίας τοῦ συμβάντος κακοῦ. ἐπεὶ δὲ μικρόν πως τῆς ἀφασίας ἀνηνέγκαμεν, ἥν, ὡς οἱ βροντῇ μεγάλῃ τὰς ἀκοὰς καταπλαγέντες, ἐκπλαγέντες A, B, C, D. πεπόνθαμεν, ἀναγκαίως νῦν ἐπεστενάξαμεν τῷ συμβάντι, καὶ μεταξὺ ὀδυρόμενοι τὴν ἐπιστολὴν ὑμῖν ἐξεπέμψαμεν· οὐ παρακλήσεως ἕνεκεν (τίς γὰρ ἂν καὶ λόγος εὑρεθείη τοσαύτης συμφορᾶς ἰατρός;) ἀλλὰ τὴν ὀδύνην τῆς καρδίας ἡμῶν, καθʼ ὅσον δυνατόν, ἐκ τῆς φωνῆς ταύτης ὑμῖν διασημαίνοντες. νῦν ἐδεόμην τῶν Ἱερεμίου θρήνων, καὶ εἰ δή τις ἄλλος τῶν μακαρίων ἀνδρῶν συμφορᾶς μέγεθος συμφορὰς μεγίστας C, D. ἐμπαθῶς ἀπωδύρατο. Πέπτωκεν ἀνήρ, στῦλος τῷ ὄντι καὶ ἑδραίωμα τῆς Ἐκκλησίας· Ἐκκλησίας ἀληθείας C, D. μᾶλλον δὲ αὐτὸς μὲν πρὸς τὴν μακαρίαν ζωὴν ἀρθεὶς ἀφʼ ἡμῶν οἴχεται· κίνδυνος δὲ οὐ μικρός, μὴ μήποτε F. πολλοὶ τῷ ἐρείσματι τούτῳ ὑπεξαιρεθέντι συγκαταπέσωσι, καὶ τὰ σαθρά τινων φανερὰ γένηται. κέκλεισται στόμα παῤῥησίας τε δικαίας καὶ λόγους λόγοις A, B, E, F. χάριτος ἐπʼ οἰκοδομῇ τῆς ἀδελφότητος βρύον. οἴχεται δὲ φρενὸς βουλεύματα, τῆς ὄντως ἐν Θεῷ κινουμένης. ὦ ποσάκις μοι (κατηγορήσω γὰρ ἐμαυτοῦ) ἐπῆλθεν ἀγανακτῆσαι κατὰ τοῦ ἀνδρός, ὅτι ὅλος Sic omnia MSS.; ὅλως editi. γενόμενος τῆς ἐπιθυμίας τοῦ ἀναλῦσαι ἀναχωρῆσαι F. καὶ σὺν Χριστῷ εἶναι, τὸ ἐπιμεῖναι ἐν ἐν om. E, F. τῇ σαρκὶ οὐ προετίμησε δι’ ἡμᾶς. πρὸς τίνα λοιπὸν τὰς φροντίδας τῶν ἐκκλησίων ἐκκλησιαστικῶν A, B. ὑπερθώμεθα; τίνα κοινωνὸν τῶν λυπηρῶν λάβωμεν; τίνα μεριστὴν τῆς εὐφροσύνης; ὢ τῆς δεινῆς ὄντως καὶ σκυθρωπῆς ἐρημίας. πῶς ἀκριβῶς ὡμοιώθημεν πελεκᾶνι ἐρημικῷ; Ἀλλὰ μὴν τά γε συναφθέντα μέλη τῆς Ἐκκλησίας, οἷον ὑπὸ ψυχῆς τινός, τῆς ἐκείνου προστασίας, εἰς μίαν συμπάθειαν καὶ ἀκριβῆ κοινωνίαν συναρμοσθέντα, καὶ φυλάσσεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης πρὸς τὴν πνευματικὴν ἁρμολογίαν παγίως, καὶ φυλαχθήσεται εἰς ἀεί, εἰσαεί D. τοῦτο τοῦ Θεοῦ χαριζομένου, ἑδραῖα μένειν καὶ ἀμετακίνητα τῆς μακαρίας ἐκείνης ψυχῆς τὰ ἔργα, ὅσα ἐνήθλησε ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. πλὴν ἀλλʼ ὁ ἀγὼν οὐ μικρός, μή τινες πάλιν ἔριδες ἔρις E. καὶ διχοστασίαι, ἐπὶ τὴν ἐκλογὴν τοῦ προστατοῦντος μεταστάντος C, D. ἀναφθεῖσαι, πάντα ὁμοῦ τὸν κόπον ἐκ τῆς τυχούσης ἔριδος ἀνατρέψωσιν. Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων Εἰ πάσας ἐφεξῆς γράφοιμι τὰς αἰτίας ὑφʼ ὧν μέχρι τοῦ παρόντος κατεσχέθην, καὶ πάνυ ὡρμημένος πρὸς τὴν σὴν θεοσέβειαν, ἱστορίας ἂν μῆκος ἀπέραντον ἐκπληρώσαιμι. νόσους μὲν ἐπαλλήλους, καὶ χειμῶνος ἐπάχθειαν, καὶ πραγμάτων συνοχὴν παρίημι λέγειν, γνώριμα ὄντα καὶ ἤδη προδεδηλωμένα τῇ τελειότητί σου. νῦν δὲ καὶ ἣν μόνην εἶχον τοῦ βίου παραμυθίαν τὴν μητέρα, καὶ ταύτην ἀφῃρέθην ὑπὸ τῶν ἁμαρτίων μου. μου om. C, D, F. καὶ μὴ καταγελάσῃς μου ὡς ἐν τούτῳ τῆς ἡλικίας ὀρφανίαν ἀποδυρομένου· ὀδυρομένου C, D. ἀλλὰ σύγγνωθί μοι ψυχῆς χωρισμὸν ἀνεκτῶς μὴ φέροντι, ἧς οὐδὲν ἀντάξιον ἐν τοῖς λειπομένοις λιπομένοις C, D. ὁρῶ. πάλιν οὖν μοι ὑπέστρεψε τὰ ἀῤῥωστήματα, καὶ πάλιν ἐπὶ κλίνης κατάκειμαι, ἐπὶ μικρᾶς μακρῶς E. παντελῶς τῆς δυνάμεως σαλεύων, καὶ μόνον οὐκ μονονουχὶ C, D. ἐφʼ ἑκάστης ὥρας τὸ ἀναγκαῖον πέρας τῆς ζωῆς ἐκδεχόμενος. Αἱ δὲ ἐκκλησίαι σχεδόν τι παραπλησίως τῷ σώματί μου διάκεινται· ἀγαθῆς μὲν ἐλπίδος οὐδεμιᾶς ὑποφαινομένης, ἀεὶ δὲ πρὸ τὸ χεῖρον τῶν πραγμάτων ὑποῤῥεόντων. τέως δὲ ἡ Νεοκαισάρεια καὶ ἡ Ἀγκύρα ἔδοξαν ἔχειν διαδόχους τῶν ἀπελθόντων, καὶ μέχρι τοῦ νῦν ἡσυχάζουσιν. ἀλλʼ οὐδὲ οὐδὲν E, F. ἡμῖν οἱ ἐπιβουλεύοντες ποιῆσαί τι τοῦ θυμοῦ καὶ τῆς πικρίας ἄξιον μέχρι τοῦ παρόντος συνεχωρήθησαν. καὶ τούτου τὴν αἰτίαν ταῖς σαῖς ὑπὲρ τῶν ἐκκλησιῶν πρεσβείαις προδήλως ἡμεῖς ἀνατίθεμεν. ὥστε μὴ ἀποκάμῃς προσευχόμενος ὑπὲρ τῶν ἐκκλησιῶν καὶ δυσωπῶν τὸν Θεόν. τοὺς καταξιωθέντας ἐξυπηρετεῖσθαι τῇ ὁσιότητί σου πάμπολλα πρόσειπε.