<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="256"><head rend="align(center)">Τοῖς ποθεινοτάτοις καὶ εὐλαβεστάτοις ἀδελφοῖς</head><p rend="align(indent)"> συμπρεσβυτέροις<note xml:lang="eng"><foreign xml:lang="grc">πρεσβυτέροις</foreign> editi antiqui.</note> Ἀκακίῳ, Ἀετίῳ, Παύλῳ καὶ Σιλουάνῳ, καὶ Σιλουίνῳ καὶ Λουκίῳ διακόνοις, καὶ λοιποῖς μονάζουσιν ἀδελφοῖς, Βασίλειος ἐπίσκοπος. Ἐγὼ ἀκούσας τὸν βαρὺν ἐκεῖνον διωγμὸν ἐπαναστάντα ὑμῖν, καὶ ὅτι εὐθέως μετὰ τὸ πάσχα οἱ εἰς κρίσεις καὶ μάχας νηστεύσαντες ἐπελθόντες ὑμῶν ταῖς σκηναῖς, πυρὶ παρέδωκαν τοὺς πόνους ὑμῶν, ὑμῖν μὲν τὴν ἐν οὐρανοῖς οἰκίαν τὴν ἀχειροποίητον εὐτρεπίζοντες, ἑαυτοῖς δὲ τὸ πῦρ θησαυρίζοντες, ᾧ εἰς τὴν καθʼ ὑμῶν ἐχρήσαντο βλάβην, ἐστέναξα μὲν ἐπὶ τῷ συμβάντι, οὐχ ὑμῖν συναλγῶν, ἀδελφοί, μὴ γένοιτο ϲ ἀλλὰ τοῖς οὕτω καταβαπτισθεῖσιν<note xml:lang="eng"><foreign xml:lang="grc">βαπτισθεῖσιν</foreign> Med.</note> ὑπὸ τῆς κακίας, ὥστε μέχρι τοσούτου τὴν ἑαυτῶν πονηρίαν<note xml:lang="eng"><foreign xml:lang="grc">τὴν πονηρίαν αὐτῶν</foreign> E.</note> ἐκτεῖναι. προσεδόκησα δὲ εὐθέως ἐφʼ ἑτοίμην καταφυγὴν τὴν ἡμετέραν ταπείνωσιν πάντας ὑμᾶς δραμεῖσθαι· καὶ ἐν ἐλπίδι εἶχον ὅτι δώσει μοι ὁ Κύριος ἀνάπνευσιν<note xml:lang="eng"><foreign xml:lang="grc">ἀναπνεῦσαι</foreign> Harl.</note> τῶν συνεχῶν ὀδυνῶν ἐκ τοῦ περιπτύξασθαι <pb n="v.4.p.28"/> ὑμᾶς, καὶ τὸν καλὸν ἱδρῶτα, ὃν ὑπὲρ τῆς ἀληθείας στάζετε,<note xml:lang="eng"><foreign xml:lang="grc">κάμνετε</foreign> Med.</note> τῷ ἀργῷ τούτῳ<note xml:lang="eng"><foreign xml:lang="grc">ἐμαυτοῦ</foreign> add. editi antiqui.</note> σώματι ὑποδεξάμενος, ἕξειν τινὰ κοινωνίαν τῶν ἀποκειμένων ὑμῖν ἄθλων παρὰ τοῦ κριτοῦ τῆς ἀληθείας. ἀλλʼ ἐπειδὴ τοῦτο μὲν οὐδʼ<note xml:lang="eng"><foreign xml:lang="grc">οὔτε</foreign> E.</note> εἰς ἔννοιαν ὑμῖν ἦλθεν, οὐδὲ προσεδοκήσατέ τινα ἀνάπαυσιν ἕξειν παρʼ ἡμῶν, ἐπεθύμουν ὑποθέσεις γοῦν εὑρίσκειν συνεχεῖς τῶν πρὸς ὑμᾶς γραμμάτων, ἵνʼ ὥσπερ οἱ τοῖς ἀγωνιζομένοις ὑποφθεγγόμενοι, καὶ αὐτός τινα ὑμῖν διὰ γραμμάτων εἰς προτροπὴν<note xml:lang="eng"><foreign xml:lang="grc">προκόπην</foreign> Harl. et Med.</note> τῆς ἀγαθῆς ὑμῶν ἀθλήσεως ἐνεβόησα. ἐγένετο δὲ ἡμῖν οὐδὲ τοῦτο ῥᾴδιον διὰ δύο προφάσεις· μίαν μέν, ὅτι οὐκ ᾔδειμεν ὅπου διάγετε, ἑτέραν δέ, ὅτι οὐδὲ πολλοί εἰσιν οἱ παρʼ ἡμῶν πρὸς ὑμᾶς ἀπαίροντες. </p><p rend="align(indent)"> Ἀλλὰ νῦν ὁ Κύριος ἤγαγεν ἡμῖν τὸν ποθεινότατον καὶ εὐλαβέστατον ἀδελφὸν Σαγκτίσσιμον τὸν συμπρεσβύτερον,<note xml:lang="eng"><foreign xml:lang="grc">πρεσβύτερον</foreign> E.</note> δι’ οὗ καὶ προσφθεγγόμεθα ὑμῶν τὴν ἀγάπην καὶ<note xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign> om. E</note> παρακαλοῦμεν προσεύχεσθαι ὑμᾶς<note xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign> add. E.</note> ὑπὲρ ἡμῶν, χαίροντας καὶ ἀγαλλιωμένους ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, καὶ ὡς ἔχοντας παρρησίαν πρὸς τὸν Κύριον μὴ ἀνεῖναι νυκτὸς καὶ ἡμέρας βοῶντας πρὸς αὐτόν, ὑπὲρ τοῦ παύσασθαι μὲν τὸν σάλον τῶν ἐκκλησιῶν τοῦτον,<note xml:lang="eng"><foreign xml:lang="grc">τούτων</foreign> E. Reg. sec.</note> ἀποδοθῆναι δὲ τοῖς λαοῖς τοὺς ποιμένας, ἐπανελθεῖν δὲ τὴν Ἐκκλησίαν εἰς τὸ οἰκεῖον αὐτῆς ἀξίωμα. πέπεισμαι γὰρ ὅτι, ἐὰν εὑρεθῇ φωνὴ δυσωποῦσα τὸν ἀγαθόν, οὐκ εἰς μακρὰν ποιήσει τὰ ἐλέη αὐτοῦ, ἀλλὰ παρέξει ἡμῖν λοιπὸν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, <pb n="v.4.p.30"/> τοῦ δύνασθαι<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμᾶς</foreign> add. E. editi antiqui.</note> ὑπενεγκεῖν. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἡμῶν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="257"><head rend="align(center)">Μονάζουσι καταπονηθεῖσιν ὑπὸ τῶν Ἀρειανῶν<note xml:lang="eng">Add. Med. et E: <foreign xml:lang="grc">Εὐθαλεστάτη πρὸς ὑπομόνην παράκλησις, καὶ σύγκρισις τοῦ τε ἀπὸ τῶν εἰδωλολατρῶν καὶ τοῦ ἀπὸ αἱρετικῶν ἐπαγομένου διωγμοῦ, καὶ ὅτι οὐ πλήθει ὁριστέον τὴν σωτηρίαν.</foreign> <q>a most vigorous exhortation to patience, and a comparison of persecution being waged by idolaters and being waged by heretics, and one must define salvation as not for the many.</q></note></head><p rend="align(indent)"> Ἃ κατʼ ἐμαυτὸν ἐφθεγξάμην ἀκούσας περὶ τοῦ πειρασμοῦ τοῦ ἐπαχθέντος ὑμῖν<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῖν</foreign> E.</note> παρὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ,<note xml:lang="eng"><foreign xml:lang="grc">Κυρίου</foreign> E.</note> ταῦτα δὴ<note xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign> E.</note> διὰ γράμματος ἀπαγγεῖλαι πρὸς ὑμᾶς καλῶς ἔχειν ἐνόμισα, ὅτι ἐν καιρῷ νομιζομένῳ εἰρηνεύεσθαι ἐκτήσασθε<note xml:lang="eng"><foreign xml:lang="grc">ἐκτίσασθε</foreign> E.</note> ἑαυτοῖς μακαρισμόν, τὸν ὑπὲρ τῶν διωκομένων ἕνεκεν τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀποκείμενον. οὐ γὰρ ἐπειδὴ ὄνομα προσηνὲς καὶ ἤπιον περίκειται τοῖς τὰ πονηρὰ ἐργαζομένοις, τούτου ἕνεκεν καὶ τὰ πράγματα νομίζειν χρὴ μὴ πολεμίων εἶναι. χαλεπώτερον γὰρ κρίνω ἐγὼ τὸν παρὰ τῶν ὁμοφύλων πόλεμον, διότι τοὺς μὲν προκεκηρυγμένους ἐχθροὺς καὶ φυλάξασθαι ῥᾴδιον, τοῖς δὲ ἀναμεμιγμένοις ἡμῖν ἀνάγκη ἐκδότους εἶναι πρὸς πᾶσαν βλάβην· ὃ καὶ ὑμεῖς πεπόνθατε. ἐδιώχθησαν μὲν γὰρ καὶ οἱ πατέρες ἡμῶν,<note xml:lang="eng"><foreign xml:lang="grc">ὑμῶν</foreign> editi antiqui.</note> ἀλλὰ παρὰ <pb n="v.4.p.32"/> τῶν εἰδωλολατρούντων· καὶ διηρπάγη αὐτῶν ὁ βίος, καὶ οἶκοι ἀνετράπησαν, καὶ αὐτοὶ ἐφυγαδεύθησαν, παρὰ τῶν φανερῶς πολεμούντων ἡμῖν διὰ τὸ ὄνομα τοῦ Χριστοῦ. οἱ δὲ νῦν ἀναφανέντες διῶκται μισοῦσι μὲν ἡμᾶς οὐδὲν<note xml:lang="eng"><foreign xml:lang="grc">μηδὲν</foreign> E.</note> ἧττον ἢ ἐκεῖνοι, εἰς δὲ τὴν τῶν πολλῶν ἀπάτην τὸ τοῦ Χριστοῦ προβάλλονται ὄνομα, ἵνα μηδὲ τὴν ἐκ τῆς ὁμολογίας παραμυθίαν ἔχωσιν οἱ διωκόμενοι, τῶν πολλῶν καὶ ἀκεραιοτέρων ἀδικεῖσθαι μὲν ἡμᾶς ὁμολογούντων, εἰς μαρτύριον δὲ ἡμῖν τὸν ὑπὲρ τῆς ἀληθείας θάνατον μὴ λογιζομένων. διόπερ ἐγὼ πέπεισμαι μείζονα ὑμῖν<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῖν</foreign> E, Med., Reg. sec.</note> ἢ τοῖς τότε μαρτυροῦσι τὸν παρὰ τοῦ δικαίου κριτοῦ μισθὸν ἀποκεῖσθαι, εἴπερ ἐκεῖνοι καὶ τὴν παρὰ τῶν ἀνθρώπων ἀποδοχὴν ὁμολογουμένην εἶχον, καὶ τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐξεδέχοντο, ὑμῖν δὲ ἐπʼ ἴσοις τοῖς κατορθώμασιν αἱ παρὰ τῶν λαῶν τιμαὶ οὐχ ὑπάρχουσιν· ὥστε εἰκὸς πολυπλασίονα ἀποκεῖσθαι ἐν τῷ μέλλοντι αἰῶνι τῶν ὑπὲρ τῆς εὐσεβείας πόνων τὴν ἀντιμισθίαν. </p><p rend="align(indent)"> Διὸ παρακαλοῦμεν ὑμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλʼ ἀνανεοῦσθαι τῇ πρὸς Θεὸν ἀγάπῃ, καὶ καθʼ ἡμέραν προστιθέναι τῇ σπουδῇ, εἰδότας<note xml:lang="eng"><foreign xml:lang="grc">εἰδότες</foreign> MSS. quinque, non tamen antiquissimi.</note> ὅτι ἐν ὑμῖν ὀφείλει τὸ λείψανον τῆς εὐσεβείας σωθῆναι, ὃ ἐλθὼν ὁ Κύριος εὑρήσει ἐπὶ τῆς γῆς. καὶ εἴτε ἀπεδιώχθησαν ἐπίσκοποι τῶν ἐκκλησιῶν, τοῦτο ὑμᾶς μὴ σαλευέτω· εἴτε προδόται ἐξ αὐτῶν <pb n="v.4.p.34"/> ἐφύησαν τῶν κληρικῶν, μηδὲ τοῦτο τὴν πεποίθησιν ὑμῶν τὴν εἰς Θεὸν σαθρούτω. οὐ γὰρ τὰ ὀνόματά ἐστι τὰ σώζοντα ἡμᾶς, ἀλλʼ αἱ προαιρέσεις καὶ ἡ ἀληθινὴ περὶ τὸν κτίσαντα ἡμᾶς ἀγάπη. ἐνθυμήθητε ὅτι καὶ ἐν τῇ κατὰ τοῦ Κυρίου ἡμῶν ἐπιβουλῇ ἀρχιερεῖς μὲν καὶ γραμματεῖς καὶ πρεσβύτεροι τὸν δόλον συνεσκευάσαντο, ὀλίγοι δὲ τῶν ἐκ τοῦ λαοῦ εὑρίσκοντο οἱ γνησίως τὸν λόγον καταδεχόμενοι, καὶ ὅτι οὐ τὸ πλῆθός ἐστι τὸ σωζόμενον, ἀλλʼ οἱ ἐκλεκτοὶ τοῦ Θεοῦ. ὥστε μηδέποτε ὑμᾶς πτοείτω<note xml:lang="eng"><foreign xml:lang="grc">ποιείτω</foreign> E.</note> λαοῦ πολυοχλία, οἱ ὥσπερ ὕδωρ θαλάσσης ὑπὸ πνευμάτων μεταφερόμενοι. ἐὰν γὰρ καὶ εἷς σωθῇ ὥσπερ Λὼτ ἐν Σοδόμοις, μένειν ὀφείλει ἐπὶ τῆς ὀρθῆς κρίσεως, ἀμετακίνητον ἔχων τὴν ἐν Χριστῷ ἐλπίδα, διότι οὐκ ἐγκαταλείψει ὁ Κύριος τοὺς ὁσίους αὐτοῦ. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἐμοῦ· προσεύχεσθε γνησίως ὑπὲρ τῆς ψυχῆς μου τῆς ἐλεεινῆς.<note xml:lang="eng"><foreign xml:lang="grc">ὁμολογουμένην εἶχον ἐπ’ ἴσοις τοῖς κατορθώμασι</foreign> add. Harl.</note> </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="258"><head rend="align(center)">Ἐπιφανίῳ ἐπισκόπῳ</head><p rend="align(indent)"> Τὸ πάλαι προσδοκηθὲν ἐκ τῆς τοῦ Κυρίου προρρήσεως, νῦν δὲ λοιπὸν τῇ πείρᾳ τῶν πραγμάτων <pb n="v.4.p.36"/> βεβαιούμενον, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, ἤδη<note xml:lang="eng"><foreign xml:lang="grc">τὸ δὲ</foreign> editi antiqui.</note> κεκρατημένον παρʼ ἡμῖν, ἔδοξε λύειν τὰ γράμματα τῆς τιμιότητός σου κομισθέντα. ὄντως γὰρ ἀγάπης ἔνδειγμα οὐ τὸ τυχόν, πρῶτον μὲν μνησθῆναι ἡμῶν τῶν οὕτω μικρῶν καὶ μηδενὸς ἀξίων, ἔπειτα καὶ ἀδελφοὺς ἀποστεῖλαι εἰς ἐπίσκεψιν ἡμετέραν, πρέποντας εἶναι διακόνους εἰρηνικῶν γραμμάτων. οὐδὲν γὰρ τούτου σπανιώτερον θέαμα, πάντων πρὸς πάντας λοιπὸν ὑπόπτως διακειμένων. οὐδαμοῦ γὰρ εὐσπλαγχνία, οὐδαμοῦ συμπάθεια, οὐ δάκρυον<note xml:lang="eng"><foreign xml:lang="grc">οὐδαμοῦ</foreign> editi antiqui.</note> ἀδελφικὸν ἐπʼ ἀδελφῷ κάμνοντι. οὐ διωγμοὶ ὑπὲρ τῆς ἀληθείας, οὐκ ἐκκλησίαι στενάζουσαι<note xml:lang="eng"><foreign xml:lang="grc">στενάζουσι</foreign> editi antiqui.</note> πανδημεί, οὐχ ὁ πολὺς οὗτος τῶν περιεχόντων ἡμᾶς δυσχερῶν κατάλογος κινεῖν δύναται ἡμᾶς πρὸς τὴν ὑπὲρ ἀλλήλων μέριμναν. ἀλλὰ τοῖς πτώμασιν ἐναλλόμεθα, τὰ τραύματα ἐπιξαίνομεν, τὰς παρὰ τῶν αἱρετικῶν ἐπηρείας, οἱ δοκοῦντες τῷ αὐτῷ κοινωνεῖν φρονήματι, <pb n="v.4.p.38"/> ἐπιτείνομεν, καὶ οἱ ἐν τοῖς καιριωτάτοις ἔχοντες συμφωνίαν ἑνί γέ τινι πάντως διεστήκασιν ἀπʼ ἀλλήλων. πῶς οὖν μὴ θαυμάσομεν τὸν ἐν τοιούτοις πράγμασι καθαρὰν καὶ ἄδολον τὴν πρὸς τοὺς πλησίον ἀγάπην ἐπιδεικνύμενον, καὶ διὰ τοσαύτης θαλάσσης καὶ ἠπείρου τῆς χωριζούσης ἡμᾶς σωματικῶς, τὴν ἐνδεχομένην ἐπιμέλειαν ταῖς ψυχαῖς ἡμῶν χαριζόμενον; </p><p rend="align(indent)"> Ἐθαύμασα δέ σου κἀκεῖνο, ὅτι καὶ τὴν ἐν τῷ Ἐλαιῶνι τῶν ἀδελφῶν διάστασιν λυπηρῶς ἐδέξω, καὶ βούλει τινὰ αὐτοῖς γενέσθαι πρὸς ἀλλήλους συμβιβασμόν. καὶ ὅτι σε οὐδὲ τὰ παρευρεθέντα ὑπὸ τινῶν καὶ ταραχὰς ἐμποιήσαντα τῇ ἀδελφότητι παρέλαθεν,<note xml:lang="eng"><foreign xml:lang="grc">οὐ</foreign> praemittunt E, editi antiqui.</note> ἀλλὰ καὶ τὴν ἐπὶ τούτοις μέριμναν ἀνεδέξω, καὶ ταῦτα ἀπεδεξάμην. ἐκεῖνο δὲ οὐκέτι τῆς σῆς ἐνόμισα εἶναι συνέσεως ἄξιον, τὸ ἡμῖν τὴν περὶ τῶν τηλικούτων διόρθωσιν ἐπιτρέπειν, ἀνθρώποις οὔτε χάριτι Θεοῦ ἀγομένοις, διὰ τὸ ἁμαρτίαις συζῇν, οὔτε τινὰ κεκτημένοις περὶ τοὺς λόγους δύναμιν, διὰ τὸ τῶν μὲν ματαίων ἀγαπητῶς<note xml:lang="eng"><foreign xml:lang="grc">ἀγαπητικῶς</foreign> E, editi antiqui.</note> ἀποστῆναι, τῶν δὲ τῆς ἀληθείας δογμάτων μήπω τὴν προσήκουσαν ἕξιν ἀναλαβεῖν. ἐπεστείλαμεν οὖν ἤδη τοῖς ἀγαπητοῖς ἀδελφοῖς ἡμῶν, τοῖς κατὰ τὸν Ἐλαιῶνα, Παλλαδίῳ τῷ ἡμετέρῳ καὶ Ἰννοκεντίῳ<note xml:lang="eng"><foreign xml:lang="grc">Ἰνοκεντίῳ</foreign> E. Harl., Med., Reg. sec.</note> τῷ <pb n="v.4.p.40"/> Ἰταλῷ, πρὸς τὰ παρʼ αὐτῶν ἡμῖν ἐπεσταλμένα, ὅτι οὐδὲν δυνάμεθα τῇ κατὰ Νίκαιαν πίστει προστιθέναι ἡμεῖς, οὐδὲ τὸ βραχύτατον, πλὴν τῆς εἰς τὸ Πνεῦμα τὸ ἅγιον δοξολογίας, διὰ τὸ ἐν παραδρομῇ τοὺς πατέρας ἡμῶν τούτου τοῦ μέρους ἐπιμνησθῆναι, οὔπω τοῦ κατʼ αὐτὸ ζητήματος τότε κεκινημένου.<note xml:lang="eng"><foreign xml:lang="grc">κινουμένου</foreign> E.</note> τὰ δὲ προσυφαινόμενα τῇ πίστει ἐκείνῃ δόγματα περὶ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, ὡς βαθύτερα τῆς ἡμετέρας καταλήψεως, οὔτε ἐβασανίσαμεν οὔτε παρεδεξάμεθα, εἰδότες ὅτι, ἐπειδὰν τὴν ἁπλότητα τῆς πίστεως ἅπαξ παρακινήσομεν, οὔτε τι<note xml:lang="eng"><foreign xml:lang="grc">οὐκέτι</foreign> editi antiqui.</note> πέρας τῶν λόγων εὑρήσομεν, ἀεὶ τῆς ἀντιλογίας εἰς τὸ πλεῖον ἡμᾶς προαγούσης, καὶ τὰς ψυχὰς τῶν ἀκεραιοτέρων παραταράξομεν<note xml:lang="eng"><foreign xml:lang="grc">παρατάξομεν</foreign> editi antiqui; <foreign xml:lang="grc">τοράξομεν</foreign> E, Harl., Reg. primus, Paris., et Bigot.</note> τῇ παρεισαγωγῇ τῶν ξενιζόντων. </p><p rend="align(indent)"> Τὴν δὲ κατὰ Ἀντιόχειαν ἐκκλησίαν, λέγω δὴ τὴν τῷ αὐτῷ φρονήματι συμβαίνουσαν, δῴη ποτὲ ὁ Κύριος ἰδεῖν αὐτὴν ἡνωμένην. κινδυνεύει γὰρ αὕτη μάλιστα δεδέχθαι τὰς ἐπιβουλὰς τοῦ ἐχθροῦ, μνησικακοῦντος αὐτῇ διὰ τὸ πρῶτον τοῖς <pb n="v.4.p.42"/> ἐκεῖ τὴν τῶν Χριστιανῶν προσηγορίαν ἐμπολιτεύσασθαι. καὶ τέτμηται μὲν ἡ αἵρεσις πρὸς τὴν ὀρθοδοξίαν, τέτμηται δὲ καὶ αὐτὴ πρὸς ἑαυτὴν ἡ ὀρθότης. ἡμεῖς δέ, ἐπειδὴ καὶ ὁ πρῶτος παρρησιασάμενος ὑπὲρ τῆς ἀληθείας καὶ τὸν καλὸν ἐκεῖνον διαθλήσας ἀγῶνα ἐπὶ τῶν καιρῶν Κωνσταντίου, ὁ αἰδεσιμώτατος Μελέτιός ἐστιν ὁ ἐπίσκοπος, καὶ ἔσχεν αὐτὸν ἡ ἐμὴ ἐκκλησία κοινωνικόν, ὑπεραγαπήσασα αὐτὸν διὰ τὴν καρτερὰν ἐκείνην καὶ ἀνένδοτον ἔνστασιν, ἔχομεν αὐτὸν κοινωνικὸν μέχρι τοῦ νῦν τῇ τοῦ Θεοῦ χάριτι, καὶ ἕξομέν γε, ἐὰν ὁ Θεὸς θελῇ· ἐπεὶ καὶ ὁ μακαριώτατος πάπας Ἀθανάσιος, ἐπιστὰς ἀπὸ Ἀλεξανδρείας, πάνυ ἐβούλετο αὐτῷ τὴν πρὸς αὐτὸν κοινωνίαν καταπραχθῆναι ἀλλὰ κακίᾳ συμβούλων εἰς ἕτερον καιρὸν ὑπερετέθη αὐτῶν ἡ συνάφεια. ὡς οὐκ ὤφειλε ϲ τῶν δὲ τελευταῖον ἐπεισελθόντων οὐδενὸς οὐδέπω τὴν κοινωνίαν προσηκάμεθα, οὐκ ἐκείνους κρίνοντες <pb n="v.4.p.44"/> ἀναξίους, ἀλλὰ μηδὲν ἔχοντες τούτου καταγινώσκειν. καίτοι πολλὰ μὲν ἠκούσαμεν παρὰ<note xml:lang="eng"><foreign xml:lang="grc">παρὰ</foreign> R.J.D.: <foreign xml:lang="grc">περὶ</foreign> editi et MSS.</note> τῶν ἀδελφῶν, ἀλλʼ οὐ προσηκάμεθα, διὰ τὸ μὴ ἀντικαταστῆναι τοῖς κατηγόροις τοὺς ἐγκαλουμένους κατὰ τὸ γεγραμμένον, ὅτι Μὴ ὁ νόμος ἡμῶν κρίνει<note xml:lang="eng"><foreign xml:lang="grc">κρινεῖ</foreign> editi antiqui.</note> τὸν ἄνθρωπον, ἐὰν μὴ πρῶτον αὐτοῦ ἀκούσῃ καὶ γνῷ τί ποιεῖ; ὥστε οὔπω δυνάμεθα αὐτοῖς ἐπιστέλλειν, τιμιώτατε ἀδελφέ, οὔτε ἀναγκάζεσθαι εἰς τοῦτο ὀφείλομεν. πρέπον δʼ ἂν εἴη τῇ εἰρηνικῇ σου προθέσει, μὴ τὸ μὲν συνάπτειν, τὸ δὲ διασπᾷν, ἀλλὰ τῇ προϋπαρχούσῃ ἑνώσει τὰ κεχωρισμένα προσάγειν. ὥστε πρῶτον μὲν εὖξαι, ἔπειτα καί, ὅση δύναμις, παρακάλεσον, ῥίψαντας αὐτοὺς ἐκ τῶν ψυχῶν τὸ φιλότιμον, καὶ ὑπὲρ τοῦ ἀποδοῦναι τὴν ἰσχὺν τῇ Ἐκκλησίᾳ καὶ καθελεῖν τὸ φρύαγμα τῶν ἐχθρῶν, συμβῆναι αὐτοὺς πρὸς ἀλλήλους. ἱκανῶς δέ μου κἀκεῖνο τὴν ψυχὴν παρεκάλεσε, τὸ προστεθὲν παρὰ τῆς σῆς ἀκριβείας τοῖς λοιποῖς καλῶς καὶ ἀκριβῶς θεολογηθεῖσι· τὸ τρεῖς ἀναγκαῖον εἶναι τὰς ὑποστάσεις ὁμολογεῖν. ὥστε τοῦτο καὶ οἱ κατὰ Ἀντιόχειαν ἀδελφοὶ διδασκέσθωσαν παρὰ σοῦ· πάντως δέ που καὶ ἐδιδάχθησαν. οὐ γὰρ ἂν εἵλου<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἂν εἵλου</foreign><foreign xml:lang="grc">εἵλω</foreign> Med.</note> δηλονότι τὴν πρὸς αὐτοὺς κοινωνίαν, μὴ τοῦτο αὐτῶν μάλιστα τὸ μέρος ἀσφαλισάμενος. </p><p rend="align(indent)"> Τὸ δὲ τῶν Μαγουσαίων ἔθνος (ὅπερ διὰ τῆς ἑτέρας ἐπιστολῆς σημῆναι<note xml:lang="eng"><foreign xml:lang="grc">σημᾶναι</foreign> editi antiqui.</note> ἡμῖν κατηξίωσας) πολύ ἐστι παρʼ ἡμῖν κατὰ πᾶσαν σχεδὸν τὴν <pb n="v.4.p.46"/> χώραν διεσπαρμένον, ἀποίκων τὸ παλαιὸν<note xml:lang="eng"><foreign xml:lang="grc">πάλαι</foreign> editi antiqui.</note> ἐκ τῆς Βαβυλωνίας ἡμῖν ἐπεισαχθέντων. οἳ ἔθεσιν ἰδιάζουσι κέχρηνται, ἄμικτοι ὄντες πρὸς τοὺς ἄλλους ἀνθρώπους· λόγῳ δὲ πρὸς αὐτοὺς κεχρῆσθαι, καθό<note xml:lang="eng"><foreign xml:lang="grc">καθ’ ὅσον</foreign> Med. et E; <foreign xml:lang="grc">καθ’ ὃν</foreign> Harl.</note> εἰσιν ἐζωγρημένοι ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα, παντελῶς ἐστιν ἀδύνατον. οὔτε γὰρ βιβλία ἐστὶ παρʼ αὐτοῖς, οὔτε διδάσκαλοι δογμάτων, ἀλλὰ ἔθει ἀλόγῳ συντρέφονται, παῖς παρὰ πατρὸς διαδεχόμενοι τὴν ἀσέβειαν. ἐκτὸς δὴ τούτων, ἃ ὑπὸ πάντων ὁρᾶται, τὴν ζωοθυσίαν παραιτοῦνται ὡς μίασμα, δι’ ἀλλοτρίων χειρῶν τὰ πρὸς τὴν χρείαν ζῶα κατασφάττοντες·<note xml:lang="eng"><foreign xml:lang="grc">κατασφάζοντες</foreign> codices nonnulli.</note> γάμοις ἐπιμαίνονται παρανόμοις· καὶ τὸ πῦρ ἡγοῦνται Θεόν· καὶ εἴ τι τοιοῦτο. τὰς δὲ ἐκ τοῦ Ἀβραὰμ γενεαλογίας οὐδεὶς ἡμῖν μέχρι τοῦ παρόντος τῶν μάγων ἐμυθολόγησεν· ἀλλὰ Ζαρνοῦάν τινα ἑαυτοῖς ἀρχηγὸν τοῦ γένους ἐπιφημίζουσι. διόπερ οὐδὲν ἔχω<note xml:lang="eng"><foreign xml:lang="grc">εἶχον</foreign> E.</note> πλέον ἐπιστέλλειν ὑπὲρ αὐτῶν τῇ τιμιότητί σου. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="259"><head rend="align(center)">Παλλαδίῳ καὶ Ἰννοκεντίῳ<note xml:lang="eng"><foreign xml:lang="grc">πρεσβυτέροις καὶ</foreign> add. E, Harl., et Clarm.</note> μονάζουσιν</head><p rend="align(indent)"> Ἐγὼ πόσον μὲν ὑμᾶς ἀγαπῶ, εἰκάζειν ὀφείλετε ἐξ ὧν ἡμᾶς αὐτοὶ ἀγαπᾶτε. καὶ εἰρήνης μὲν ἐπεθύμησα ἀεὶ γενέσθαι βραβευτής, ἀποτυγχάνων <pb n="v.4.p.48"/> δὲ λυποῦμαι μέν· πῶς γὰρ οὔ; οὐ μὴν<note xml:lang="eng"><foreign xml:lang="grc">οὐ μὲν δὲ</foreign> editi antiqui; <foreign xml:lang="grc">οὐ μὴν δὲ</foreign> alii MSS.</note> ἐχθραίνειν δύναμαί τισι τούτου γε ἕνεκεν, εἰδὼς ὅτι πάλαι ἀφʼ ἡμῶν ἤρθη τὸ τῆς εἰρήνης καλόν. εἰ δὲ παρʼ ἄλλοις ἡ αἰτία τῆς διαστάσεως, παράσχοι ὁ Κύριος παύσασθαι τοὺς τὰς διχοστασίας ποιοῦντας. οὐ μέντοι οὐδὲ ἐπιζητῶ συνεχῆ ὑμῶν τὴν ἐπιδημίαν· ὥστε τούτου ἕνεκεν μηδὲ ἀπολογεῖσθαί<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">μηδὲ ἀπολογεῖσθαι</foreign><foreign xml:lang="grc">μὴ ἀπολογεῖσθε</foreign> editi antiqui.</note> μοι. οἶδα γὰρ ὅτι ἄνδρες τὸν πεπονημένον προελόμενοι βίον, καὶ ἀεὶ διὰ τῶν χειρῶν ἑαυτοῖς τὰ ἀναγκαῖα συμποριζόμενοι, πολὺν ἀποδημεῖν χρόνον τῶν ἰδίων οὐ δύνανται. ἀλλʼ ὅπουπερ ἂν ἦτε, μέμνησθε ἡμῶν. καὶ προσεύχεσθε ὑπὲρ ἡμῶν,<note xml:lang="eng"><foreign xml:lang="grc">ὑπὲρ ἡμῶν</foreign> om. Vat., Coisl. sec., Reg. sec.</note> ἵνα αὐτοὶ γοῦν πρὸς ἑαυτοὺς εἰρήνην ἔχωμεν καὶ πρὸς τὸν Θεόν, μηδεμιᾶς τοῖς λογισμοῖς ἡμῶν ταραχῆς ἐνοικούσης. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="260"><head rend="align(center)">Ὀπτίμῳ ἐπισκόπῳ</head><p rend="align(indent)"> Καὶ ἄλλως μὲν<note xml:lang="eng">om. E.</note> ἡδέως ὁρῶν τοὺς ἀγαθοὺς παῖδας διά τε τὸ ὑπὲρ τὴν ἡλικίαν τῶν ἠθῶν εὐσταθὲς καὶ διὰ τὸ πρὸς τὴν σὴν εὐλάβειαν οἰκεῖον, ἀφʼ οὗ τι καὶ μέγα προσδοκᾷν ἔστιν ἐπʼ αὐτοῖς, ἐπειδὴ καὶ μετὰ γραμμάτων σῶν εἶδον <pb n="v.4.p.50"/> αὐτοὺς προσιόντας μοι, ἐδιπλασίασα τὸ ἐπʼ αὐτοῖς φίλτρον. ὅτε δὲ ἀνέγνων τὴν ἐπιστολὴν καὶ εἶδον ἐν αὐτῇ ὁμοῦ μὲν τὸ περὶ τὰς<note xml:lang="eng"><foreign xml:lang="grc">τῆς</foreign> editi antiqui.</note> ἐκκλησίας προνοητικὸν τῆς σῆς διαθέσεως, ὁμοῦ δὲ τὸ περὶ τὴν ἀνάγνωσιν τῶν θείων γραφῶν ἐπιμελές, ηὐχαρίστησα τῷ Κυρίῳ, καὶ ἐπηυξάμην τὰ ἀγαθὰ τοῖς τὰ τοιαῦτα ἡμῖν διακομίζουσι γράμματα, καὶ πρό γε αὐτῶν αὐτῷ τῷ γράψαντι ἡμῖν. </p><p rend="align(indent)"> Ἐπεζήτησας τὸ πολυθρύλλητον ἐκεῖνο, καὶ παρὰ πᾶσιν ἄνω καὶ κάτω περιφερόμενον ῥητόν, τίνα τὴν<note xml:lang="eng">om. E.</note> λύσιν ἔχει· τό, Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. διὰ τούτου δὲ τέως μὲν αὐτὸς σεαυτὸν συνέστησας, τὸ τοῦ Τιμοθέου<note xml:lang="eng"><foreign xml:lang="grc">ποιῶν</foreign> add. E. editi antiqui.</note> ὃ παρέδωκεν αὐτῷ Παῦλος, ἀκριβῶς φυλάττοντα, δῆλος γὰρ εἶ προσέχων τῇ ἀναγνώσει· ἔπειτα καὶ ἡμᾶς τοὺς γέροντας καὶ νεναρκηκότας ἤδη καὶ τῷ χρόνῳ καὶ τῇ ἀσθενείᾳ τοῦ σῶματος καὶ τῷ πλήθει τῶν θλίψεων, αἳ πολλαὶ νῦν περὶ ἡμᾶς κινηθεῖσαι ἐβάρησαν<note xml:lang="eng"><foreign xml:lang="grc">ἐβάρυναν</foreign> E.</note> ἡμῶν τὴν ζωήν, ὅμως διανέστησας, καὶ ζέων τῷ πνεύματι κατεψυγμένους ἡμᾶς, ὡς τὰ φωλεύοντα τῶν ζώων, εἰς ἐγρήγορσιν μετρίαν καὶ ζωτικὴν ἐνέργειαν ἐπανάγεις.<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπανήγαγες</foreign> editi antiqui.</note> </p><p rend="align(indent)"> Ἔστι δʼ οὖν<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">δ’ οὖν</foreign><foreign xml:lang="grc">δὲ</foreign> E.</note> τὸ ῥητὸν καὶ ἁπλῶς οὕτω νοηθῆναι δυνάμενον καὶ ποικίλον ἐπιδέξασθαι<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπιδείξασθαι</foreign> E. nonnulli alii; <foreign xml:lang="grc">ὑποδείξασθαι</foreign> alii.</note> λόγον. ἡ μὲν οὖν ἁπλουστέρα καὶ παντὶ δυναμένη ἐκ τοῦ <pb n="v.4.p.52"/> προχείρου παραστῆναι διάνοια αὕτη ἐστίν· ὅτι δεῖ τὸν Κάϊν ἑπταπλασίονα ἀποδοῦναι<note xml:lang="eng"><foreign xml:lang="grc">ἀποδιδόναι</foreign> Harl., Med.; <foreign xml:lang="grc">δοῦναι</foreign> editi antiqui.</note> τὴν τιμωρίαν ὑπὲρ ὧν ἥμαρτεν. οὐ γάρ ἐστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς ἀντιδόσεις, ἀλλʼ ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτίσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι<note xml:lang="eng"><foreign xml:lang="grc">μέλοι</foreign> E.</note> αὐτός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιήσειν<note xml:lang="eng"><foreign xml:lang="grc">ποιεῖν</foreign> multi codices sed recentiores.</note> τῷ ὑποδείγματι. οὐκοῦν, ἐπειδὴ τέτακται ἑπτάκις ἀποπληρῶσαι τὴν δίκην τῶν ἡμαρτημένων τὸν Κάϊν, παραλύσει, φησί, τοῦτο τὸ ὑπὸ τῆς θείας κρίσεως ἐπʼ αὐτῷ δεδογμένον ὁ ἀποκτείνας αὐτόν. οὗτός ἐστιν ὁ νοῦς ὁ ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως ἡμῖν προσπίπτων. </p><p rend="align(indent)"> Ἐπειδὴ δὲ ἐρευνᾷν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέρων ἡ διάνοια, ἐπιζητεῖ, τὸ δίκαιον πῶς ἐν τῷ ἑπτάκις ἀποπληροῦται, καὶ τί τὰ ἐκδικούμενα, πότερον τὰ ἁμαρτηθέντα ἑπτά ἐστιν, ἢ ἓν μὲν τὸ ἁμάρτημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις; ἀεὶ μὲν οὖν ἡ Γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. ποσάκις,<note xml:lang="eng"><foreign xml:lang="grc">γὰρ</foreign> add. editi antiqui.</note> φησίν, ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; (Ὁ Πέτρος ἐστὶ λέγων τῷ Κυρίῳ) ἕως ἑπτάκις; εἶτα ἀπόκρισις τοῦ Κυρίου· Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλʼ ἕως ἑβδομηκοντάκις ἑπτά. οὐ γὰρ ἐπʼ ἄλλον ἀριθμὸν μετέβη ὁ Κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας, ἐν αὐτῷ τὸν ὅρον ἔθετο τῆς ἀφέσεως. καὶ δι’ ἑπτὰ μὲν <pb n="v.4.p.54"/> ἐτῶν ὁ Ἑβραῖος ἀπελύετο τῆς δουλείας· ἑπτὰ δε ἑβδομάδες ἐτῶν τὸν ὀνομαστὸν ἰωβηλαῖον ἐποίουν ἐν τοῖς πάλαι, ἐν ᾧ ἐσαββάτιζε μὲν ἡ γῆ, χρεῶν δὲ ἦσαν ἀποκοπαί, δουλείας ἀπαλλαγή, καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος, ἐν τῷ ἑβδοματικῷ ἀριθμῷ τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου. ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου, ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνακυκλούμενος ἡμᾶς παρατρέχει· ἐν ᾧ γίνονται αἱ τῶν μετριωτέρων ἁμαρτημάτων ἐκτίσεις, κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ Δεσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι ἡμᾶς εἰς κόλασιν. τὸ μὲν οὖν ἑπτάκις, διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν, ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπʼ αὐτῶν ὀφειλόντων μάλιστα ζημιοῦσθαι, ὧν ἕνεκεν εἵλοντο<note xml:lang="eng"><foreign xml:lang="grc">τὸ</foreign> add. editi antiqui.</note> πονηρεύεσθαι. ἐκδικούμενα δέ, εἴτε τὰ παρὰ τοῦ Κάϊν ἡμαρτημένα λέγοις, εὑρήσεις ἑπτά· εἴτε τὰ παρὰ τοῦ κριτοῦ ἐπʼ<note xml:lang="eng">om. E.</note> αὐτῷ ἐπαχθέντα,<note xml:lang="eng"><foreign xml:lang="grc">ὁρισθέντα</foreign> editi antiqui.</note> καὶ οὕτως οὐκ<note xml:lang="eng"><foreign xml:lang="grc">οὐκ</foreign> om. E</note> ἀποτεύξῃ τῆς ἐννοίας. ἐν μὲν οὖν τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμώσει τοῦ Ἄβελ· δεύτερον δόλος, μεθʼ οὗ διελέχθη τῷ ἀδελφῷ, εἰπών· Διέλθωμεν εἰς τὸ πεδίον· τρίτον φόνος, προσθήκη τοῦ κακοῦ· τέταρτον, ὅτι καὶ ἀδελφοῦ φόνος, μείζων ἡ ἐπίτασις· πέμπτον, ὅτι καὶ <pb n="v.4.p.56"/> πρῶτος φονεὺς ὁ Κάϊν, πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών· ἕκτον ἀδίκημα, ὅτι γονεῦσι πένθος ἐποίησεν·<note xml:lang="eng"><foreign xml:lang="grc">ἐνεποίησεν</foreign> editi antiqui.</note> ἕβδομον, ὅτι Θεῷ<note xml:lang="eng"><foreign xml:lang="grc">Θεὸν</foreign> E.</note> ἐψεύσατο· ἐρωτηθεὶς γάρ, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; εἶπεν, Οὐκ οἶδα. ἑπτὰ οὖν τὰ ἐκδικούμενα παρελύετο ἐν τῷ ἀναιρεθῆναι τὸν Κάϊν. ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος, ὅτι Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου· καὶ, Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· ὁ Κάϊν φησίν· Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς,<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπὸ προσώπου τῆς γῆς</foreign> editi antiqui.</note> καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπὸ</foreign> editi antiqui; <foreign xml:lang="grc">ἐκ</foreign> alii MSS.</note> τῆς γῆς· καὶ πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. πρὸς δὲ τοῦτο ὁ Κύριός φησιν· Οὐχ οὕτω· πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλωτος εἶναι παντὶ ὁ Κάϊν, διὰ τὸ τὴν ἐπὶ τῆς γῆς ἀσφάλειαν μὴ ἔχειν (ἐπικατάρατος γὰρ ἡ γῆ ἀπʼ αὐτοῦ), καὶ τῆς ἀπὸ Θεοῦ βοηθείας ἠρημῶσθαι, ὀργισθέντος αὐτῷ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς οὔτε ἀπʼ οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπομένης· Ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με· ἐλέγχει αὐτοῦ τὸ σφάλμα ὁ λόγος λέγων, Οὐχ οὕτω, τουτέστιν, οὐκ ἀναιρεθήσῃ. κέρδος γὰρ τοῖς κολαζομένοις ὁ θάνατος, ἀπαλλαγὴν φέρων τῶν λυπηρῶν. ἀλλὰ παραταθήσῃ τῷ βίῳ, ἵνα κατʼ ἀξίαν τῶν ἡμαρτημένων ἀντιμετρηθῇ σοι τὰ κολαστήρια. ἐπειδὴ δὲ τὸ ἐκδικούμενον <pb n="v.4.p.58"/> διχῶς νοεῖται, τό τε ἁμαρτηθέν, ἐφʼ ᾧ ἡ ἐκδίκησις, καὶ ὁ τρόπος τῆς κολάσεως, δι’ οὗ ἡ ἐκδίκησις, ἴδωμεν εἰ ἑπτὰ τρόποι βασανιστηρίων ἐπηνέχθησαν<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπήχθησαν</foreign> E. et Harl.</note> τῷ πονηρευσαμένῳ. </p><p rend="align(indent)"> Τὰ μὲν οὖν ἑπτὰ ἁμαρτήματα τοῦ Κάϊν ἐν τοῖς κατόπιν ὁ λόγος ἀπηριθμήσατο. νῦν δὲ ζητοῦμεν εἰ ἑπτά ἐστι τὰ εἰς κόλασιν αὐτῷ ἐπαγόμενα, καί φαμεν οὕτως. μετὰ τὴν πεῦσιν τοῦ Κυρίου, Ποῦ Ἄβελ<note xml:lang="eng"><foreign xml:lang="grc">Ἄβελ</foreign> om. E</note> ὁ ἀδελφός σου;<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">σου; ἢν οὐχὶ</foreign><foreign xml:lang="grc">σου ἐστίν; οὐχὶ</foreign> E.</note> ἣν οὐχὶ μαθεῖν βουλόμενος, ἀλλὰ μετανοίας αὐτῷ ἀφορμὴν<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">αὐτῷ ἀφορμὴν</foreign><foreign xml:lang="grc">ἀφορμὴν ἐκείνῳ</foreign> E.</note> παρεχόμενος, ὁ φιλάνθρωπος Δεσπότης προσήγαγεν, ὡς δηλοῖ αὐτὰ τὰ ῥήματα. ἀρνησαμένου γὰρ αὐτοῦ, ταχὺν ποιεῖται τὸν ἔλεγχον, εἰπών· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. ὥστε τὸ Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ἐκείνῳ ἀφορμὴν ἐδίδου τῆς συναισθήσεως τοῦ ἡμαρτημένου, οὐ τῷ Θεῷ ἐγίνετο διδασκαλίας πρόξενον. εἰ γὰρ μὴ ἔτυχεν ἐπισκοπῆς Θεοῦ, εἶχεν ἂν πρόφασιν ὡς ἐγκαταλελειμμένος καὶ οὐδεμίαν λαβὼν ἀφορμὴν εἰς μετάνοιαν. νῦν δὲ ἐπεφάνη αὐτῷ ὁ ἰατρός, ἵνα προσφύγῃ αὐτῷ ὁ ἀσθενῶν. ὁ δὲ οὐ μόνον οὐ κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεξεργάζεται, τῷ φόνῳ τὸ ψεῦδος ἐπισυνάπτων, Οὐκ οἶδα. μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; ἐντεῦθεν λοιπὸν ἀρίθμει<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπαριθμεῖ</foreign> editi antiqui.</note> τὰς τιμωρίας. ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ. μία κόλασις. ἐργᾷ<note xml:lang="eng"><foreign xml:lang="grc">ἐργάσῃ</foreign> editi antiqui.</note> τὴν γῆν. δευτέρα αὕτη. ἀνάγκη γάρ τις ἄρρητος αὐτῷ <pb n="v.4.p.60"/> συνέζευκτο, πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα, ὥστε μηδὲ βουλομένῳ αὐτῷ ἐξεῖναι ἀναπαύεσθαι, ἀλλʼ ἀεὶ αὐτὸν προσταλαιπωρεῖσθαι τῇ ἐχθρᾷ αὐτοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">ἑαυτοῦ</foreign> E.</note> γῇ, ἣν ἐπικατάρατον αὐτὸς ἑαυτῷ ἐποίησε, μιάνας αὐτὴν ἀδελφικῷ αἵματι. ἐργᾷ οὖν τὴν γῆν, δεινὴ τιμωρία, ἡ μετὰ τῶν μισούντων διαγωγή, σύνοικον ἔχειν πολέμιον, ἄπαυστον ἐχθρόν.<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἐχθρόν</foreign><foreign xml:lang="grc">ἔχειν τὸ μῖσος</foreign> E.</note> ἐργᾷ τὴν γῆν· τουτέστι, κατατεινόμενος τοῖς ἔργοις τοῖς γεηπονικοῖς, οὐδένα χρόνον ἀνήσεις, οὔτε νυκτὸς οὔτε ἡμέρας ἐκλυόμενος ἐκ τῶν πόνων, ἀλλὰ δεσπότου τινὸς πικροῦ χαλεπωτέραν ἔχων τὴν ἄρρητον ἀνάγκην, ἐπὶ τὰ ἔργα σε διεγείρουσαν. Καὶ οὐ προσθήσει δοῦναι τὴν ἰσχὺν αὐτῆς. καίτοι εἰ καὶ τὸ τῆς ἐργασίας ἄπαυστον εἶχέ τινα καρπόν, αὐτὸς ὁ πόνος οὐ μετρία βάσανος ἦν τῷ ἀεὶ κατατεινομένῳ<note xml:lang="eng"><foreign xml:lang="grc">κατατειρομένῳ</foreign> editi antiqui.</note> καὶ κοπιῶντι. ἐπειδὴ δὲ καὶ ἐργασία ἄπαυστος καὶ ἄκαρπος ἡ περὶ γῆν ταλαιπωρία (οὐ γὰρ ἐδίδου τὴν ἰσχύν), τρίτη αὕτη ἐστὶ τιμωρία ἡ ἀκαρπία τῶν πόνων. Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. δύο προσέθηκεν ἄλλαις ταῖς τρισί· στεναγμὸν διηνεκῆ, καὶ τρόμον τοῦ σώματος, τὸν ἐκ τῆς ἰσχύος στηριγμὸν τῶν μελῶν οὐκ ἐχόντων. ἐπειδὴ γὰρ κακῶς ἐχρήσατο τῇ δυνάμει τοῦ σώματος, ὑφῃρέθη αὐτοῦ ὁ τόνος, ὥστε κλονεῖσθαι αὐτὸν καὶ κατασείεσθαι, οὔτε ἄρτον ῥᾳδίως προσφέρειν δυνάμενον τῷ στόματι οὔτε ποτὸν προσκομίζειν, τῆς πονηρᾶς χειρὸς μετὰ τὴν ἀνοσίαν πρᾶξιν οὐδὲ ταῖς ἰδίαις καὶ ἀναγκαίαις χρείαις τοῦ σώματος λοιπὸν <pb n="v.4.p.62"/> ὑπηρετεῖσθαι<note xml:lang="eng"><foreign xml:lang="grc">ὑπηρετήσασθαι</foreign> E, Harl.</note> συγχωρουμένης. ἄλλη τιμωρία, ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν εἰπών· Εἰ ἐκβάλλεις με νῦν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. τί ἐστι τὸ Εἰ ἐκβάλλεις με ἀπὸ τῆς γῆς; τουτέστιν, εἰ χωρίζεις με τῆς ἀπʼ αὐτῆς<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτοῦ</foreign> E.</note> ὠφελείας. οὐ γὰρ μετετίθετο ἐφʼ ἕτερον τόπον, ἀλλʼ ἠλλοτριοῦτο τῶν ἀπʼ αὐτῆς καλῶν. Καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. ἡ βαρυτάτη κόλασις τοῖς εὐφρονοῦσιν<note xml:lang="eng"><foreign xml:lang="grc">σωφρονοῦσιν</foreign> editi antiqui.</note> ὁ ἀπὸ Θεοῦ χωρισμός. καὶ ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. εἰκάζει ἐκ τοῦ ἀκολούθου τῶν προαγόντων.<note xml:lang="eng"><foreign xml:lang="grc">πραγμάτων</foreign> Coisl. sec. et Reg. sec.</note> εἰ ἀπὸ τῆς γῆς ἐκβέβλημαι, εἰ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, λείπεται ἀπὸ παντὸς ἀναιρεῖσθαι. τί οὖν ὁ Κύριος; οὐχ οὕτως. ἀλλʼ ἔθετο σημεῖον ἐπʼ αὐτόν. ἑβδόμη αὕτη τιμωρία, τὸ μηδὲ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι προκεκηρύχθαι, ὅτι οὗτός ἐστιν ὁ τῶν ἀνοσίων ἔργων δημιουργός. καὶ γὰρ τῷ ὀρθῶς λογιζομένῳ βαρυτάτη κολάσεων ἡ αἰσχύνη· ἣν καὶ περὶ τῆς κρίσεως μεμαθήκαμεν, ὅτι οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι, εἰς αἰσχύνην καὶ<note xml:lang="eng"><foreign xml:lang="grc">εἰς</foreign> add. editi antiqui.</note> ὀνειδισμὸν αἰώνιον. </p><p rend="align(indent)"> Ἀκολουθεῖ τούτῳ ζήτημα συγγενές, τὸ παρὰ τοῦ Λάμεχ ταῖς γυναιξὶν εἰρημένον, ὅτι Ἄνδρα <pb n="v.4.p.64"/> ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπά μοι· ὅτι εἰ ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. καὶ νομίζουσί τινες ὑπὸ τοῦ Λάμεχ ἀνῃρῆσθαι τὸν Κάϊν, ὡς μέχρι τῆς γενεᾶς ἐκείνης διαρκέσαντος αὐτοῦ, ἐπὶ τῷ μακροτέραν δοῦναι τὴν τιμωρίαν. ἔστι δὲ οὐκ ἀληθές. δύο γὰρ φαίνεται φόνους πεποιηκώς, ἐξ ὧν αὐτὸς διηγεῖται. ἄνδρα ἀπέκτεινα καὶ νεανίσκον· τὸν ἄνδρα εἰς τραῦμα, καὶ νεανίσκον εἰς μώλωπα. ἄλλο οὖν τραῦμα, καὶ ἄλλο μώλωψ· καὶ ἄλλο ἀνήρ, καὶ ἄλλο νεανίσκος. Ὅτι ἐκ Κάϊν ἐκδεδίκηται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. τετρακοσίας καὶ ἐννενήκοντα τιμωρίας ὑποσχεῖν εἰμι δίκαιος, εἴπερ δικαία ἡ τοῦ Θεοῦ κρίσις ἐπὶ τῷ Κάϊν, ὥστε ἑπτὰ αὐτὸν παρασχεῖν τὰς κολάσεις. ὁ μὲν γάρ, ὥσπερ οὐκ ἔμαθε παρʼ ἄλλου φονεύειν, οὕτως οὐδὲ<note xml:lang="eng"><foreign xml:lang="grc">οὔτε</foreign> E.</note> εἶδε τιμωρίαν ὑπέχοντα φονευτήν· ἐγὼ δέ, ἐν ὀφθαλμοῖς ἔχων τὸν στένοντα καὶ τρέμοντα καὶ τὸ μέγεθος τῆς ὀργῆς τοῦ Θεοῦ, οὐκ ἐσωφρονίσθην τῷ ὑποδείγματι. ὅθεν ἄξιός εἰμι τετρακοσίας καὶ ἐννενήκοντα δοῦναι κολάσεις. </p><p rend="align(indent)"> Ἔνιοι δέ τινες πρὸς τοιοῦτον ὥρμησαν λόγον, οὐκ ἀπᾴδοντα τοῦ ἐκκλησιαστικοῦ δόγματος· ὅτι ἀπὸ τοῦ Κάϊν ἕως τοῦ κατακλυσμοῦ ἑπτὰ παρεληλύθασι γενεαί, καὶ<note xml:lang="eng"><foreign xml:lang="grc">εὐθέως</foreign>  add. editi antiqui.</note> ἐπήχθη πάσῃ τῇ γῇ ἡ τιμωρία, διὰ τὸ πολλὴν γενέσθαι<note xml:lang="eng"><foreign xml:lang="grc">ἐγγενέσθαι</foreign> E.</note> χύσιν τῆς ἁμαρτίας. τὸ δὲ ἁμάρτημα τοῦ Λάμεχ οὐ κατακλυσμοῦ δεῖται πρὸς θεραπείαν, ἀλλʼ αὐτοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. ἀρίθμησον <pb n="v.4.p.66"/> τοίνυν ἀπὸ Ἀδὰμ μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ τὰς γενεάς, καὶ εὑρήσεις, κατὰ τὴν τοῦ Λουκᾶ γενεαλογίαν, τῇ ἑβδομηκοστῇ καὶ ἑβδόμῃ διαδοχῇ γεγεννημένον<note xml:lang="eng"><foreign xml:lang="grc">γεγεννημένον</foreign> editi antiqui; plerique MSS.</note> τὸν Κύριον. </p><p rend="align(indent)"> Ταῦτα μὲν οὖν εἰς δύναμιν ἐξητάσθη, πολλῶν τῶν ἐνόντων ἐξετασθῆναι παρεθέντων, ἵνα μὴ ἔξω τοῦ μέτρου τῆς ἐπιστολῆς τὸν λόγον προαγάγωμεν· ἀρκεῖ δὲ τῇ συνέσει σου καὶ τὰ βραχέα σπέρματα. δίδου γάρ, φησί, τῷ σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, καί, Λόγον δεξάμενος σοφός, αἰνέσει αὐτόν, καὶ ἐπʼ αὐτὸν προσθήσει. </p><p rend="align(indent)"> Τὰ δὲ τοῦ Συμεὼν ῥήματα πρὸς τὴν Μαρίαν οὐδὲν ἔχει ποικίλον οὐδὲ βαθύ· εὐλόγησε γὰρ αὐτοὺς Συμεών, καὶ εἶπε πρὸς Μαρίαν τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον. καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. ἐν οἷς ἐκεῖνο ἐθαύμασα, πῶς, τὰ προάγοντα ὡς σαφῆ παρελθών, ἓν τοῦτο<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἓν τοῦτο</foreign><foreign xml:lang="grc">ἐν τούτῳ</foreign> editi antiqui.</note> ἐπεζήτησας, τὸ Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. καίτοι ἐμοὶ οὐχ ἧττον φαίνεται ἄπορον, πῶς ὁ αὐτὸς εἰς πτῶσιν κεῖται καὶ ἀνάστασιν, καὶ τί τὸ σημεῖον τὸ ἀντιλεγόμενον, ἢ<note xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign> editi et MSS., <foreign xml:lang="grc">ἢ</foreign> R. J. D.</note> τρίτον, πῶς τῆς Μαρίας τὴν ψυχὴν διελεύσεται ῥομφαία. </p><p rend="align(indent)"> Ἡγοῦμαι τοίνυν εἰς πτῶσιν καὶ ἀνάστασιν εἶναι τὸν Κύριον, οὐκ ἄλλων πιπτόντων καὶ ἄλλων ἀνισταμένων, ἀλλὰ τοῦ ἐν ἡμῖν χείρονος <pb n="v.4.p.68"/> καταπίπτοντος, καὶ τοῦ βελτίονος διανισταμένου. καθαιρετικὴ μὲν γὰρ τῶν σωματικῶν παθῶν ἐστιν ἡ τοῦ Κυρίου<note xml:lang="eng"><foreign xml:lang="grc">Χρίστου</foreign> E.</note> ἐπιφάνεια, διεγερτικὴ δὲ τῶν τῆς ψυχῆς ἰδιωμάτων. ὡς ὅταν λέγῃ Παῦλος·<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">λέγῃ Παῦλος</foreign><foreign xml:lang="grc">λέγει ὁ Παῦλος</foreign> editi antiqui.</note> Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι, ὁ αὐτὸς καὶ ἀσθενεῖ καὶ δύναται, ἀλλʼ ἀσθενεῖ μὲν τῇ σαρκί, δυνατὸς δέ ἐστι τῷ πνεῦματι. οὕτω καὶ ὁ Κύριος οὐχὶ τοῖς μὲν τοῦ πίπτειν τὰς ἀφορμὰς παρέχει, τοῖς δὲ τοῦ ἀνίστασθαι. οἱ γὰρ πίπτοντες ἀπὸ τῆς στάσεως, ἐν ᾗ ποτε ἦσαν, καταπίπτουσι. δῆλον δὲ ὅτι οὐδέποτε στήκει ὁ ἄπιστος, ἀεὶ χαμαὶ συρόμενος μετὰ τοῦ ὄφεως, ᾧ συνέπεται. οὐκ ἔχει οὖν ὅθεν πέσῃ, διὰ τὸ προκαταβεβλῆσθαι τῇ ἀπιστίᾳ. ὥστε πρώτη εὐεργεσία τὸν στήκοντα τῇ ἁμαρτίᾳ πεσεῖν καὶ ἀποθανεῖν, εἶτα<note xml:lang="eng"><foreign xml:lang="grc">τὸ</foreign>  add. editi antiqui.</note> ζῆσαι τῇ δικαιοσύνῃ καὶ ἀναστῆναι, τῆς εἰς Χριστὸν πίστεως<note xml:lang="eng"><foreign xml:lang="grc">γνώσεως</foreign> E. tres vetustissimi MSS.</note> ἑκάτερον ἡμῖν χαριζομένης. πιπτέτω τὰ χείρονα, ἵνα λάβῃ καιρὸν τὰ βελτίονα πρὸς τὴν ἀνάστασιν. ἐὰν μὴ πέσῃ ἡ πορνεία, ἡ σωφροσύνη οὐκ ἀνίσταται· ἐὰν μὴ ἡ ἀλογία συντριβῇ, τὸ λογιστικὸν ἐν ἡμῖν οὐκ ἀνθήσει. οὕτως οὖν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν. </p><p rend="align(indent)"> Εἰς δὲ σημεῖον ἀντιλεγόμενον· κυρίως σημεῖον ἔγνωμεν παρὰ τῇ Γραφῇ τὸν σταυρὸν εἰρημένον. ἔθηκε γάρ, φησί, Μωσῆς τὸν ὄφιν ἐπὶ σημείου, τουτέστιν, ἐπὶ σταυροῦ. ἢ σημεῖόν ἐστι τὸ <pb n="v.4.p.70"/> παραδόξου τινὸς καὶ ἀφανοῦς πράγματος ἐνδεικτικόν, ὁρώμενον παρὰ τῶν ἁπλουστέρων, νοούμενον δὲ παρὰ τῶν ἐντρεχῶν<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">παρὰ τῶν ἐντρεχῶν</foreign><foreign xml:lang="grc">παρ’ αὐτῶν</foreign> quatuor MSS.</note> τὴν διάνοιαν. ἐπεὶ οὖν οὐ παύονται ζυγομαχοῦντες περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου, οἱ μὲν ἀνειληφέναι σῶμα, οἱ δὲ ἀσώματον αὐτοῦ τὴν ἐπιδημίαν γεγενῆσθαι διοριζόμενοι, καὶ οἱ μὲν παθητὸν ἐσχηκέναι τὸ σῶμα, οἱ δὲ φαντασίᾳ τινὶ τὴν διὰ σώματος οἰκονομίαν πληροῦν· καὶ<note xml:lang="eng">om. E, Med.</note> ἄλλοι χοϊκόν, ἄλλοι δὲ ἐπουράνιον σῶμα· καὶ οἱ μὲν προαιώνιον τὴν ὕπαρξιν, οἱ δὲ ἀπὸ Μαρίας τὴν ἀρχὴν ἐσχηκέναι. διὰ τοῦτο Εἰς σημεῖον ἀντιλεγόμενον. </p><p rend="align(indent)"> Ῥομφαίαν δὲ λέγει τὸν λόγον τὸν πειραστικόν, τὸν κριτικὸν τῶν ἐνθυμήσεων, τὸν διικνούμενον ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος,<note xml:lang="eng"><foreign xml:lang="grc">σώματος</foreign> E.</note> ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸν ἐνθυμήσεων.<note xml:lang="eng"><foreign xml:lang="grc">καὶ κριτικὸν ἐνθυμήσεων</foreign> om. nonnulli MSS.</note> ἐπειδὴ τοίνυν πᾶσα ψυχὴ παρὰ τὸν καιρὸν τοῦ πάθους οἱονεὶ διακρίσει τινὶ ὑπεβάλλετο, κατὰ τὴν τοῦ Κυρίου φωνήν, εἰπόντος, ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοί, προφητεύει ὁ Συμεὼν καὶ περὶ αὐτῆς τῆς Μαρίας, ὅτι παρεστῶσα τῷ σταυρῷ, καὶ βλέπουσα τὰ γινόμενα, καὶ ἀκούουσα τῶν φωνῶν, μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν, μετὰ τὴν ἀπόρρητον γνῶσιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, γενήσεται, φησί, τις καὶ περὶ τὴν σὴν ψυχὴν <pb n="v.4.p.72"/> σάλος. ἔδει γὰρ τὸν Κύριον ὑπὲρ παντὸς<note xml:lang="eng"><foreign xml:lang="grc">πάντων</foreign> editi antiqui.</note> γεύσασθαι θανάτου, καὶ ἱλαστήριον γενόμενον τοῦ κόσμου, πάντας δικαιῶσαι ἐν τῷ αὐτοῦ αἵματι. καὶ σοῦ οὖν αὐτῆς, τῆς ἄνωθεν δεδιδαγμένης τὰ περὶ τοῦ Κυρίου, ἅψεταί τις διάκρισις. τουτέστιν ἡ ῥομφαία. ὅπως ἂν<note xml:lang="eng">om. E.</note> ἀποκαλυφθῶσιν ἀπὸ πολλῶν καρδιῶν διαλογισμοὶ αἰνίττεται, ὅτι, μετὰ τὸν σκανδαλισμὸν τὸν ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενόμενον τοῖς τε μαθηταῖς καὶ αὐτῇ τῇ Μαρίᾳ, ταχεῖά τις ἴασις ἐπακολουθήσει παρὰ τοῦ Κυρίου, βεβαιοῦσα αὐτῶν τὴν καρδίαν εἰς τὴν ἐπʼ αὐτῷ πίστιν. οὕτω γὰρ εἴδομεν καὶ Πέτρον μετὰ τὸ σκανδαλισθῆναι βεβαιότερον τῆς εἰς Χριστὸν πίστεως ἀντισχόμενον. τὸ ἀνθρώπινον οὖν σαθρὸν διηλέγχθη, ἵνα τὸ ἰσχυρὸν τοῦ Κυρίου διαδειχθῇ. </p></div></div></body></text></TEI>