<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="246"><head rend="align(center)">Νικοπολίταις.</head><p rend="align(indent)"> Οταν ἴδω καὶ τὸ κακὸν εὐοδούμενον, καὶ τὴν ὑμετέραν εὐλάβειαν κεκμηκυῖαν καὶ ἀπαγορεύουσαν πρὸς τὸ συνεχὲς τῶν ἐπηρειῶν, ἀθυμίας πληροῦμαι. ὅταν δὲ πάλιν τὴν μεγάλην χεῖρα τοῦ Θεοῦ ἐννοήσω, καὶ ὅτι οἶδεν ἀνορθοῦν τοὺς κατερραγμένους, καὶ ἀγαπᾷν δικαίους, συντρίβειν δὲ ὑπερηφάνους, καὶ καθαιρεῖν ἀπὸ θρόνων δυνάστας, πάλιν μεταβαλὼν κουφότερος γίνομαι ταῖς ἐλπίσι καὶ οἶδα, ὅτι διὰ τῶν προσευχῶν ὑμῶν ταχεῖαν δείξει ἡμῖν ὁ Κύριος τὴν γαλήνην. μόνον μὴ ἀποκάμητε προσευχόμενοι· ἀλλʼ ὧν λόγοις ἐστὲ διδάσκαλοι, τούτων ἐπὶ τοῦ παρόντος καιροῦ ἔργῳ πᾶσιν ἐναργῆ σπουδάσατε προθεῖναι τὰ ὑποδείγματα. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="247"><head rend="align(center)">Νικοπολίταις.</head><p rend="align(indent)"> Ὅτε ἐνέτυχον τοῖς γράμμασι τῆς ὁσιότητος ὑμῶν, ὅσον ἐστέναξα καὶ ὠδυράμην, ὅτι καὶ ταῦτα τὰ κακὰ ταῖς ἐμαυτοῦ ἀκοαῖς ὑπεδεξάμην, πληγὰς <pb n="v.3.p.478"/> μὲν καὶ ὕβρεις εἰς ὑμᾶς αὐτούς, πόρθησιν δὲ οἴκων, καὶ ἐρήμωσιν πόλεως, καὶ πατρίδος ὅλης ἀνατροπήν, διωγμὸν ἐκκλησίας καὶ φυγὴν ἱερέων, ἐπανάστασιν λύκων, καὶ ποιμνίων διασποράν. ἀλλʼ ἐπειδὴ ἐπαυσάμην τοῦ στεναγμοῦ καὶ τῶν δακρύων, πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην ἀποβλέψας, οἶδα καὶ πέπεισμαι, ὃ καὶ ὑμᾶς γινῶσκειν βούλομαι, ὅτι ταχεῖα ἔσται ἡ ἀντίληψις, καὶ οὐκ εἰς τέλος ἔσται ἡ ἐγκατάλειψις. ὃ μὲν γὰρ πεπόνθαμεν διὰ τὰς ἁμαρτίας ἡμῶν πεπόνθαμεν· τὴν δὲ αὐτοῦ βοήθειαν διὰ τὴν περὶ τὰς ἐκκλησίας ἑαυτοῦ ἀγάπην καὶ εὐσπλαγχίαν ὁ φιλάνθρωπος ἐπιδείξεται. </p><p rend="align(indent)"> Οὐ μέντοι παρελίπομεν καὶ παρόντες τοὺς ἐν δυνάμει καθικετεύοντες, καὶ ἐπὶ τοῦ στρατοπέδου τοῖς ἀγαπῶσιν ἡμᾶς ἐπιστέλλοντες ἐπισχεθῆναι τῆς ὀργῆς τὸν λυσσῶντα. καὶ οἶμαι παρὰ πολλῶν ἥξειν αὐτῷ κατάγνωσιν, ἐὰν μὴ ἄρα ὁ καιρὸς θορύβου πεπληρωμένος μηδεμίαν δῷ σχολὴν περὶ ταῦτα τοῖς ἐπὶ τῶν πραγμάτων. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="248"><head rend="align(center)">Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου.</head><p rend="align(indent)"> Ὅταν μὲν πρὸς τὴν ἡμετέραν αὐτῶν ἐπιθυμίαν ἀπίδωμεν, ἀχθόμεθα τοσοῦτον διῳκισμένοι τῆς εὐλαβείας σου· ὅταν δὲ πρὸς τὸ εἰρηνικὸν τῆς σαυτοῦ διαγωγῆς, εὐχαριστοῦμεν τῷ Κυρίῳ, τῷ <pb n="v.3.p.480"/> ἐξελομένῳ τὴν εὐλάβειάν σου ἀπὸ τοῦ ἐμπρησμοῦ τούτου, ὃς πλέον ἐπενείματο τὴν καθʼ ἡμᾶς παροικίαν. ἔδωκε γὰρ ἡμῖν κατὰ τὰ ἔργα ἡμῶν ὁ δικαιόκριτης ἄγγελον Σατάν, ἱκανῶς ἡμᾶς κατακονδυλίζοντα, καὶ σφοδρῶς μὲν ἐκδικοῦντα τὴν αἵρεσιν· μέχρι τοσούτου δὲ τὸν πρὸς ἡμᾶς ἐξαγαγόντα πόλεμον, ὥστε μηδὲ αἵματος φείσασθαι τῶν εἰς Θεὸν πεπιστευκότων. πάντως γὰρ οὐκ ἔλαθέ σου τὴν ἀγάπην, ὅτι Ἀσκλήπιός τις, διὰ τὸ μὴ ἑλέσθαι τὴν πρὸς τὸν Δωὴκ κοινωνίαν, τυπτόμενος παρʼ αὐτῶν ταῖς πληγαῖς ἐναπέθανε, μᾶλλον δὲ διὰ τῶν πληγῶν εἰς τὴν ζωὴν μετετέθη. ἀκόλουθα δὲ ἐκείνῳ πάντα οἴου γίνεσθαι τὰ λοιπά· διωγμοὺς πρεσβυτέρων καὶ διδασκάλων, τὰ ἄλλα ὅσα ἂν ποιήσειαν ἄνθρωποι τῇ ἐκ τῆς ἀρχῆς δυναστείᾳ πρὸς τὸ ἑαυτῶν βούλημα κεχρημένοι. ἀλλὰ τούτων μὲν τὴν λύσιν ἡμῖν ὁ Κύριος ταῖς σαῖς εὐχαῖς δώσει καὶ τὴν ὑπομονήν, ὥστε βαστάσαι ἡμᾶς τὸ βάρος τῶν πειρασμῶν ἀξίως τῆς ἐπʼ αὐτὸν ἐλπίδος. </p><p rend="align(indent)"> Αὐτὸς δὲ καταξίου καὶ ἐπιστέλλειν ἡμῖν συνεχῶς περὶ τῶν κατὰ σεαυτόν. κἂν εὕρῃς τινὰ τὸν πιστῶν σοι δυνάμενον διακομίσαι τὸ πονηθὲν <pb n="v.3.p.482"/> ἡμῖν βιβλίον, καταξίωσον μεταστείλασθαι, ἵνα τῇ σῇ ἐπικρίσει θαρρήσαντες καὶ εἰς ἄλλων χεῖρας αὐτὸ διαπεμψώμεθα. ἐρρωμένος, εὔθυμος τῷ Κυρίῳ, ὑπερευχόμενος, χαρισθείης μοι καὶ τῇ τοῦ Κυρίου Ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου. </p></div><pb n="v.4.p.2"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="249"><head rend="align(center)">Ἀνεπίγραφος, ἐπʼ ἀνδρὶ εὐλαβεῖ</head><p rend="align(indent)"> Συγχαίρω τῷ ἀδελφῷ τῷδε, καὶ τῶν ἐνταῦθα θορύβων ἀπαλλασσομένῳ, καὶ τὴν σὴν εὐλάβειαν καταλαμβάνοντι. ἀγαθὸν γὰρ αὑτῷ ἐφόδιον πρὸς τὸν ἐφεξῆς αἰῶνα, τὴν μετὰ τῶν φοβουμένων τὸν Κύριον ἀγαθὴν διαγωγήν, ἐξελέξατο. ὃν καὶ παρατιθέμεθά σου τῇ τιμιότητι, καὶ παρακαλῶ δι’ αὐτοῦ εὔχεσθαι ὑπὲρ τῆς ἐλεεινῆς ἡμῶν ζωῆς, ἵνα, ῥυσθέντες τῶν πειρασμῶν τούτων, ἀρξώμεθα<note xml:lang="eng"><foreign xml:lang="grc">ἀξιώμεθα</foreign> editi antiqui.</note> δουλεύειν τῷ Κυρίῳ κατὰ τὸ εὐαγγέλιον. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="250"><head rend="align(center)">Πατροφίλῳ, ἐπισκόπῳ τῆς ἐν Αἰγεαῖς ἐκκλησίας</head><p rend="align(indent)"> Ὀψὲ μὲν ἐδεξάμην τὰς ἐπὶ τοῖς προτέροις γράμμασιν ἀποκρίσεις, ἐδεξάμην δʼ οὖν ὅμως<note xml:lang="eng">om.E.</note> διὰ τοῦ <pb n="v.4.p.4"/> ποθεινοτάτου Στρατηγίου, καὶ εὐχαρίστησα τῷ Κυρίῳ, ὅτι διαμένεις ὁ αὐτὸς ἐν τῇ πρὸς ἡμᾶς ἀγάπῃ. ἃ δὲ νῦν κατηξίωσας περὶ τῆς αὐτῆς ὑποθέσεως ἐπιστεῖλαι, ἀπόδειξιν ἔχει τῆς ἀγαθῆς σου προαιρέσεως, ὅτι φρονεῖς τὰ δέοντα, καὶ συμβουλεύεις ἡμῖν τὰ λυσιτελῆ.</p><p rend="align(indent)"> Πλὴν ἀλλʼ , ἐπειδὴ πάλιν ὁρῶ μακρότερόν<note xml:lang="eng"><foreign xml:lang="grc">μακρόν</foreign> tres cod. antiqui.</note> μοι τὸν λόγον γινόμενον, εἰ μέλλοιμι πρὸς ἕκαστον τῶν ἐπεσταλμένων παρὰ τῆς σῆς συνέσεως ἀποκρίνεσθαι, τοσοῦτον λέγω· ὅτι τὸ τῆς εἰρήνης καλόν, εἰ μὲν ἐν τῷ ὀνόματι τῆς εἰρήνης περιγράφεται μόνῳ, καταγέλαστόν ἐστι τὸν δεῖνα καὶ τὸν δεῖνα ἐκλεγομένους, τούτοις μόνον μεταδιδόναι τοῦ εἰρηνεύειν,<note xml:lang="eng"><foreign xml:lang="grc">εὐρηναίου</foreign> Vat., Reg. see., et Coisl. see.</note> ἑτέρους δὲ μυρίους ἀποκλείειν τῆς πρὸς τὸ καλὸν κοινωνίας· εἰ δὲ ἡ πρὸς τοὺς βλαβεροὺς συμφωνία ἐν εἰρήνης προσχήματι τὰ τῶν πολεμίων τοὺς προσδεχομένους ἐργάζεται, σκόπει<note xml:lang="eng"><foreign xml:lang="grc">σκόπησον</foreign> editi antiqui.</note> τίνες εἰσίν, οἷς ἀνέμιξαν ἑαυτούς, οἳ τὸ ἄδικον μῖσος ἐμίσησαν ἡμᾶς, ἀλλʼ οἱ τῆς μερίδος τῶν ἀκοινωνήτων ἡμῖν· οὐδὲ γὰρ δέομαι νῦν ὀνομαστὶ μεμνῆσθαι. οὗτοι καὶ ἐκλήθησαν παρʼ αὐτῶν εἰς τὴν Σεβάστειαν, καὶ παρέλαβον τὴν ἐκκλησίαν, καὶ ἐλειτούργησαν ἐπὶ τοῦ θυσιαστηρίου, καὶ τοῦ ἰδίου ἄρτου παντὶ μετέδωκαν τῷ λαῷ, ἐπίσκοποι <pb n="v.4.p.6"/> κηρυσσόμενοι παρὰ τῷ ἐκεῖ κλήρῳ καὶ διὰ πάσης τῆς χώρας ὡς ἅγιοι παρʼ αὐτῶν καὶ κοινωνικοὶ παραπεμπόμενοι. ὧν εἰ χρὴ ἑλέσθαι τὴν μερίδα, καταγέλαστόν ἐστιν ἐκ τῶν ὀνύχων ἄρχεσθαι, καὶ μὴ αὐταῖς αὐτῶν ταῖς κεφαλαῖς προσδιαλέγεσθαι. </p><p rend="align(indent)"> Εἰ μὲν οὖν οὐδένα δεῖ καθόλου αἱρετικὸν νομίζειν οὐδὲ ἐκτρέπεσθαι, ἀντὶ τίνος, εἰπέ μοι, σεαυτὸν ἀφορίζεις σὺ καὶ ὑποστέλλῃ τήν τινων κοινωνίαν; εἰ δέ εἰσί τινες φευκτοί, κατὰ τὸν τῆς ἀκριβείας λόγον εἰπάτωσαν ἡμῖν, οἱ πάντα ἀκριβεῖς, τῆς ποίας εἰσὶ μερίδος, οὓς ἐκ τῆς Γαλατίας πρὸς ἑαυτοὺς προσηγάγοντο.<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπηγάγοντο</foreign> Medicaeus Codex.</note> </p><p rend="align(indent)"> Ταῦτα εἰ μὲν ἄξια λύπης σοι καταφαίνεται, τοῖς αἰτίοις τούτων λογίζου τὸν χωρισμόν· εἰ δὲ ἀδιάφορα κρίνεις, σύγγνωθι<note xml:lang="eng"><foreign xml:lang="grc">συγγνώση</foreign> Coisl. sec. et Reg. see.</note> ἡμῖν μὴ καταδεχομένοις<note xml:lang="eng"><foreign xml:lang="grc">καταδεχομένης</foreign> E.</note> τῆς ζύμης γενέσθαι τῶν ἑτεροδιδασκαλούντων.<note xml:lang="eng"><foreign xml:lang="grc">ἑτεροδιδασκόντων</foreign> Coisl. sec. et Reg. sec.</note> ὥστε, εἰ δοκεῖ, τῶν εὐπροσώπων ἐκείνων<note xml:lang="eng">om. Harl. et Med.</note> ἀφέμενος λόγων, ἐν πάσῃ παρρησίᾳ ἔλεγχε τοὺς μὴ ὀρθοποδοῦντας πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου. </p></div></div></body></text></TEI>