Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου. Ὀλίγας εὑρίσκω τοῦ γράφειν πρὸς τὴν θεοσέβειάν σου τὰς ἀφορμάς, καὶ λυπεῖ με τοῦτο οὐ σμικρῶς. ὅμοιον γάρ, ὥσπερ ἂν εἰ καὶ ἐξὸν πολλάκις ὁρᾷν σε καὶ ἀπολαύειν σου, ὀλιγάκις ἐποίουν τοῦτο. ἀλλʼ οὐκ ἔξεστί μοι γράφειν δι’ ἀπορίαν τῶν ἐντεῦθεν πρὸς ὑμᾶς ἀφικνουμένων· ἐπεὶ οὐδὲν ἐκώλυεν, οἱονεὶ ἐφημερίδα τοῦ ἐμοῦ βίου τὰ γράμματα εἶναι, τὰ καθʼ ἑκάστην ἡμέραν συμπίπτοντα διαγγέλλειν σου τῇ ἀγάπῃ. ἐμοί τε γὰρ κουφισμὸν φέρει τὸ ἀνακοινοῦσθαί σοι τὰ καθʼ ἡμᾶς, σέ τε οἶδα οὐδὲν οὕτω μεριμνῶντα, ὡς τὰ ἡμέτερα. ἀλλὰ νῦν Ἐλπίδιος πρὸς τὸν ἑαυτοῦ δεσπότην ἐπειγόμενος, τοῦ ἀποδύσασθαι τὰς διαβολὰς τὰς ψευδῶς αὐτῷ παρά τινων ἐχθρῶν κατασκευασθείσας, ᾔτησεν ἡμᾶς τὴν ἐπιστολήν. δι’ οὗ καὶ προσφθεγγόμεθά σου τὴν εὐλάβειαν, καὶ συνιστῶμέν σοι τὸν ἄνδρα διά τε τὸ δίκαιον ἄξιον ὄντα τῆς παρὰ σοῦ προστασίας καὶ δι’ ἡμᾶς· οἳ εἰ καὶ μηδὲν ἄλλο ἔχομεν αὐτῷ μαρτυρεῖν, ἀλλʼ ὅτι περὶ πολλοῦ ἐποιήσατο γραμμάτων ἡμετέρων γενέσθαι διάκονος, τοῦτόν τε ἔχε ἐν τοῖς οἰκείοις, καὶ ἡμῶν μέμνησο, καὶ ὑπὲρ τῆς ἐκκλησίας εὔχου. Γίνωσκε δέ, ὅτι ὁ μὲν θεοφιλέστατος ἀδελφὸς ἡμῶν ὑπερόριός ἐστι, τὰς ὀχλήσεις μὴ φέρων τῶν ἀναισχύντων. Δόαρα δὲ χειμάζεται, τοῦ κήτους τοῦ πολυσάρκου τὰ ἐκεῖ συνταράσσοντος. ἡμῖν δὲ οἱ ἐχθροὶ τὰς ἐπιβουλὰς ἐπὶ τοῦ στρατοπέδου τυρεύουσιν, ὡς ὁ τῶν εἰδότων λόγος· ἡ δὲ χεὶρ τοῦ Κυρίου τέως ἐστὶ μεθʼ ἡμῶν. μόνον εὔχου μὴ ἐγκαταλειφθῆναι ἡμᾶς εἰς τέλος. καὶ γὰρ καὶ ὁ ἀδελφὸς διάγει ἄνετος· καὶ Δόαρα τὸν παλαιὸν ἀπέλαβε μουλίωνα· πλέον δὲ ἔχει οὐδέν· καὶ τὰς βουλὰς τῶν ἐχθρῶν ἡμῶν διασκεδάσει Κύριος. πάντων μέντοι καὶ τῶν παρόντων καὶ τῶν προσδοκωμένων λυπηρῶν λύσις ἡμῖν τὸ σὲ θεάσασθαι. ὥστε ἐὰν γένηταί σοί ποτε δυνατόν, ἕως ἔτι ἐσμὲν ὑπὲρ γῆς, καταξίωσον ἡμᾶς ἰδεῖν. Τὸ περὶ τοῦ Πνεύματος βιβλίον γέγραπται μὲν ἡμῖν καὶ ἐξείργασται, ὡς αὐτὸς οἶδας· ἀποστεῖλαι δὲ ἐν χάρτῃ γεγραμμένον ἐκώλυσάν με οἱ μετʼ ἐμοῦ ἀδελφοί, εἰπόντες παρὰ τῆς εὐγενείας σου ἐντολὰς ἔχειν ἐν σωματίῳ γράψαι. ἵνʼ οὖν μή τι δόξωμεν ὑπεναντίον ποιεῖν τῷ προστάγματί σου, ἐπέσχομεν νῦν, ἀποστελοῦμεν δὲ μικρὸν ὕστερον, μόνον ἐάν τινος ἐπιτηδείου τοῦ διακομίζοντος ἐπιτύχωμεν. ἐρρωμένος καὶ εὔθυμος εὐχόμενος τῷ Κυρίῳ ὑπὲρ ἡμῶν χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ τοῦ ἁγίου φιλανθρωπίᾳ. Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου. Πᾶσα ἡμέρα γράμματα ἔχουσα τῆς θεοσεβείας σου ἑορτὴ ἡμῖν ἐστι, καὶ ἑορτῶν ἡ μεγίστη. ὅταν δὲ καὶ σύμβολα ἐπιφέρηται ἑορτῆς, τί ἄλλο χρὴ ὀνομάζειν ἢ οὐχὶ ἑορτὴν ἑορτῶν, ὥσπερ ὁ παλαιὸς νόμος Σάββατα Σαββάτων προσαγορεύειν εἰώθει; εὐχαριστοῦμεν οὖν τῷ Κυρίῳ, μαθόντες ὅτι καὶ ἔρρωσαι τῷ σώματι, καὶ εἰρηνευούσῃ τῇ ἐκκλησίᾳ τῆς σωτηρίου οἰκονομίας τὴν ἀνάμνησιν ἐτέλεσας. Ἡμᾶς δὲ θόρυβοί τινες διετάραξαν· οὐ μὴν ἔξω κατηφείας διηγάγομεν, τῷ τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν πεφυγαδευμένον εἶναι. ἀλλʼ ὑπὲρ μὲν ἐκείνου προσεύχου, ἵνα δῴη αὐτῷ ὁ Θεός ποτε ἐπιδεῖν τὴν ἑαυτοῦ ἐκκλησίαν τῶν αἱρετικῶν δηγμάτων τὰ τραύματα ἰαθεῖσαν· ἡμᾶς δὲ λίαν καταξίωσον ἐπισκέψασθαι, ἕως ἔτι ἐσμὲν ἐπὶ γῆς. ποίησον ἔργον σαυτῷ μὲν ἀκόλουθον, ἡμῖν δὲ εὐχῆς ἄξιον τῆς μεγίστης. θαυμάσαι δέ ἐστι καὶ τὴν διάνοιαν τῶν εὐλογιῶν, ὅτι δι’ αἰνιγμάτων ηὔξω ἡμῖν γῆρας ἰσχυρόν. ἔδειξας γάρ, ὅτι διὰ μὲν τῶν λαμπηνῶν πρὸς τοὺς νυκτερινοὺς διεγείρεις καμάτους, διὰ δὲ τῶν τραγημάτων τὸ πᾶσι τοῖς μέρεσι τετονῶσθαι κατεγγυᾷ. οὐ γὰρ ἔμοιγε καθʼ ἡλικίαν τὸ τρώγειν, πάλαι τῶν ὀδόντων ἔκ τε τοῦ χρόνου καὶ τῆς ἀρρωστίας ἐκτετριμμένων. πρὸς μὲν οὖν τὰ ἐπερωτηθέντα γεγόνασί τινες ἐν τῷ ὑπομνηστικῷ ἀποκρίσεις, οἵας ἐμοὶ δυνατὸν ἦν, καὶ ὡς ὁ καιρὸς ἐδίδου. Ἀμφιλοχίῳ ἐρωτήσαντι. Οἶδα καὶ αὐτὸς ἀκούσας τούτου, καὶ γνωρίζω τῶν ἀνθρώπων τὴν κατασκευήν. τί οὖν ἐροῦμεν πρὸς ταῦτα; ὅτι καλὸν μὲν ὁ νοῦς· καὶ ἐν τούτῳ ἔχομεν τὸ κατʼ εἰκόνα τοῦ κτίσαντος· καὶ καλὸν τοῦ νοῦ ἡ ἐνέργεια· καὶ ὅτι ἀεικίνητος ὢν οὗτος, πολλάκις μὲν φαντασιοῦται περὶ τῶν οὐκ ὄντων ὡς ὄντων, πολλάκις δὲ εὐθυβόλως ἐπὶ τὴν ἀλήθειαν φέρεται. ἀλλʼ ἐπειδὴ τούτῳ διτταὶ δυνάμεις παραπεφύκασι, κατὰ τὴν ἡμετέραν τῶν εἰς Θεὸν πεπιστευκότων ὑπόληψιν, ἡ μὲν πονηρά, ἡ τῶν δαιμόνων, πρὸς τὴν ἰδίαν ἀποστασίαν ἡμᾶς συνεφελκομένη, ἡ δὲ θειοτέρα καὶ ἀγαθὴ πρὸς τὴν τοῦ Θεοῦ ὁμοίωσιν ἡμᾶς ἀνάγουσα· ὅταν μὲν ἐφʼ ἑαυτοῦ μένῃ ὁ νοῦς, μικρὰ καθορᾷ καὶ τὰ ἑαυτῷ σύμμετρα, ὅταν δὲ τοῖς ἀπατῶσιν ἑαυτὸν ἐπιδῷ, ἀφανίσας τὸ οἰκεῖον κριτήριον φαντασίαις σύνεστιν ἀλλοκότοις. τότε καὶ τὸ ξύλον οὐχὶ ξύλον εἶναι νομίζει, ἀλλὰ Θεόν, καὶ χρυσὸν οὐχὶ χρήματα εἶναι κρίνει, ἀλλὰ σεβάσματα. ἐὰν δὲ πρὸς τὴν θειοτέραν ἀπονεύσῃ μερίδα, καὶ τὰς τοῦ Πνεύματος ὑποδέξηται χάριτας, τότε γίνεται τῶν θειοτέρων καταληπτικός, ὅσον αὐτοῦ τῇ φύσει σύμμετρον. Τρεῖς οὖν εἰσιν οἱονεὶ βίων καταστάσεις, καὶ ἰσάριθμοι τούτοις αἱ τοῦ νοῦ ἡμῶν ἐνέργειαι. ἢ γὰρ πονηρὰ ἡμῶν τὰ ἐπιτηδεύματα, καὶ πονηρὰ ἡμῶν δηλονότι τὰ τοῦ νοῦ κινήματα· οἷον μοιχεῖαι, κλοπαί, εἰδωλολατρείαι, συκοφαντίαι, ἔριδες, θυμοί, ἐριθεῖαι, φυσιώσεις, καὶ ὅσα ἐν τοῖς ἔργοις τῆς σαρκὸς ὁ ἀπόστολος Παῦλος ἀπηριθμήσατο· ἢ καλά· ἢ μέση τίς ἐστι τῆς ψυχῆς ἡ ἐνέργεια, οὔτε κατεγνωσμένον τι ἔχουσα, οὔτε ἐπαινετόν· ὡς ἡ τῶν βαναύσων τούτων τεχνῶν ἀνάληψις, ἃς δὴ καὶ μέσας προσαγορεύομεν, οὐδὲν τῷ ἑαυτῶν λόγῳ πρὸς ἀρετὴν ἢ κακίαν ἀποκλινούσας. ποία γὰρ κακία κυβερνητικῆς ἢ ἰατρικῆς; οὐ μέντοιγε οὐδὲ ἀρεταὶ αὐταὶ καθʼ ἑαυτάς, ἀλλʼ ἐκ τῆς τῶν κεχρημένων προαιρέσεως πρὸς τὴν τοῦ ἑτέρου τῶν ἀντικειμένων ἀποκλίνουσι μοῖραν. ὁ μέντοι τῇ θεότητι τοῦ Πνεύματος ἀνακραθεὶς νοῦς, οὗτος ἤδη τῶν μεγάλων ἐστὶ θεωρημάτων ἐποπτικός, καὶ καθορᾷ τὰ θεῖα κάλλη, τοσοῦτον μέντοι, ὅσον ἡ χάρις ἐνδίδωσι καὶ ἡ κατασκευὴ αὐτοῦ ὑποδέχεται. Ὥστε ἀφέντες ἐκείνας τὰς διαλεκτικὰς ἐρωτήσεις, μὴ κακεντρεχῶς, ἀλλʼ εὐλαβῶς ἐξεταζέτωσαν τὴν ἀλήθειαν. δέδοται ἡμῖν τὸ τοῦ νοῦ κριτήριον εἰς τὴν τῆς ἀληθείας σύνεσιν. ἔστι δὲ ἡ αὐτοαλήθεια ὁ Θεὸς ἡμῶν. ὥστε προηγούμενόν ἐστιν τῷ νῷ τὸν Θεὸν ἡμῶν ἐπιγινώσκειν, ἐπιγινώσκειν δὲ οὕτως ὡς δυνατὸν γνωρίζεσθαι τὸν ἀπειρομεγέθη ὑπὸ τοῦ μικροτάτου. οὐδὲ γὰρ ἐπειδὴ ὀφθαλμοὶ εἰς κατανόησιν τῶν ὁρατῶν εἰσι τεταγμένοι, ἤδη πάντα τὰ ὁρατὰ ὑπὸ τὴν ὄψιν ἄγεται. οὐδὲ γὰρ τὸ ἡμισφαίριον τοῦ οὐρανοῦ ἐν μιᾷ ῥοπῇ καθορᾶται, ἀλλὰ φαντασία μὲν ὄψεως ἡμᾶς περιίσταται, κατὰ δὲ τὴν ἀλήθειαν πολλά, ἵνα μὴ πάντα εἴπω, ἔστιν ἐν αὐτῷ τὰ ἀγνοούμενα· ἀστέρων φύσις, μεγέθη τούτων, διαστήματα, κινήσεις, συνδρομαί, ἀποστάσεις, αἱ λοιπαὶ σχέσεις, αὐτὴ ἡ οὐσία τοῦ στερεώματος, τὸ βάθος τὸ ἀπὸ τῆς κοίλης περιφερείας ἐπὶ τὴν κυρτὴν ἐπιφάνειαν. ἀλλʼ ὅμως οὐκ ἂν εἴποιμεν ἀόρατον εἶναι τὸν οὐρανὸν διὰ τὰ ἀγνοούμενα, ἀλλʼ ὁρατὸν διὰ τὴν μετρίαν αὐτοῦ κατανόησιν. οὕτω δὴ καὶ περὶ Θεοῦ. εἰ μὲν βεβλαμμένος ἐστὶν ὑπὸ δαιμόνων ὁ νοῦς, εἰδωλολατρήσει, ἢ πρὸς ἄλλο τι εἶδος ἀσεβείας παρατραπήσεται· εἰ δὲ τῇ τοῦ Πνεύματος ἑαυτὸν ἐπιδέδωκε βοηθείᾳ, τὴν ἀλήθειαν γνωρίσει, καὶ Θεὸν ἐπιγνώσεται. ἐπιγνώσεται δέ, ὡς ὁ ἀπόστολος εἶπεν, ἐκ μέρους, ἐν δὲ τῇ μετὰ ταῦτα ζωῇ τελεώτερον· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται. ὥστε καὶ καλὸν τοῦ νοῦ τὸ κριτήριον καὶ πρὸς εὔχρηστον τέλος, τὴν Θεοῦ κατανόησιν, δεδομένον, ἐνεργοῦν μέντοι τοσοῦτον ὅσον αὐτῷ χωρητόν. Τῷ αὐτῷ πρὸς ἄλλο ἐρώτημα. Ο οἶδας, σέβεις, ἢ ὃ ἀγνοεῖς; ἐὰν ἀποκρινώμεθα, Ὃ οἴδαμεν, τοῦτο προσκυνοῦμεν, ταχεῖα παρʼ αὐτῶν ἡ ἀπάντησις, Τίς ἡ οὐσία τοῦ προσκυνουμένου; ἐὰν δὲ ἀγνοεῖν ὁμολογήσωμεν τὴν οὐσίαν, πάλιν ἡμῖν περιτρέψαντες λέγουσιν, ὅτι Οὐκοῦν ὃ οὐκ οἴδατε προσκυνεῖτε. ἡμεῖς δὲ λέγομεν, ὅτι τὸ εἰδέναι πολύσημον. καὶ γὰρ τὴν μεγαλειότητα τοῦ Θεοῦ εἰδέναι λέγομεν, καὶ τὴν δύναμιν, καὶ τὴν σοφίαν, καὶ τὴν ἀγαθότητα, καὶ τὴν πρόνοιαν ᾗ ἐπιμελεῖται ἡμῶν, καὶ τὸ δίκαιον αὐτοῦ τῆς κρίσεως· οὐκ αὐτὴν τὴν οὐσίαν. ὥστε ἐπηρεαστικὴ ἡ ἐρώτησις. οὐ γὰρ ὁ τὴν οὐσίαν μὴ φάσκων εἰδέναι ὡμολόγησε τὸν Θεὸν μὴ ἐπίστασθαι, ἐκ πολλῶν ὧν ἀπηριθμησάμεθα συναγομένης ἡμῖν τῆς περὶ Θεοῦ ἐννοίας. ἀλλʼ ἁπλοῦς, φησίν, ὁ Θεός, καὶ πᾶν ὅπερ ἂν αὐτοῦ ἀπαριθμήσῃ γνωστόν, τῆς οὐσίας ἐστί. τοῦτο δὲ σόφισμά ἐστι μυρίας τὰς ἀτοπίας ἔχον. τοσούτων τῶν ἀπηριθμημένων ὄντων, πότερον ταῦτα πάντα μιᾶς οὐσίας ὀνόματα; καὶ ἰσοδυναμεῖ ἀλλήλοις τὸ φοβερὸν αὐτοῦ καὶ τὸ φιλάνθρωπον, τὸ δίκαιον καὶ τὸ δημιουργικόν, τὸ προγνωστικὸν καὶ τὸ ἀνταποδοτικόν, τὸ μεγαλεῖον καὶ τὸ προνοητικόν; ἢ καὶ ὅπερ ἂν τούτων εἴπωμεν, τὴν οὐσίαν δηλοῦμεν; εἴπερ γὰρ τοῦτο λέγουσι, μὴ ἐρωτάτωσαν, εἰ τὴν οὐσίαν οἴδαμεν τοῦ Θεοῦ, ἀλλὰ πυνθανέσθωσαν ἡμῶν, εἰ φοβερὸν οἴδαμεν τὸν Θεόν, ἢ εἰ δίκαιον, ἢ εἰ φιλάνθρωπον. ταῦτα ὁμολογοῦμεν εἰδέναι. εἰ δὲ ἄλλο τι λέγουσι τὴν οὐσίαν, μὴ παραλογιζέσθωσαν ἡμᾶς διὰ τῆς ἁπλότητος. αὐτοὶ γὰρ ὡμολόγησαν ἄλλο καὶ ἄλλο εἶναι τήν τε οὐσίαν καὶ τῶν ἀπηριθμημένων ἕκαστον. ἀλλʼ αἱ μὲν ἐνέργειαι ποικίλαι, ἡ δὲ οὐσία ἁπλῆ. ἡμεῖς δὲ ἐκ μὲν τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν θεὸν ἡμῶν, τῇ δὲ οὐσίᾳ αὐτῇ προσεγγίζειν οὐχ ὑπισχνούμεθα. αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος. Ἀλλʼ εἰ τὴν οὐσίαν, φησίν, ἀγνοεῖς, αὐτὸν ἀγνοεῖς. σὺ δὲ ἀντίστρεψον, ὅτι εἰ τὴν οὐσίαν λέγεις εἰδέναι, αὐτὸν οὐκ ἐπίστασαι. οὔτε γὰρ ὁ λυσσόδηκτος βλέπων τὸν κύνα ἐν τῇ φιαλῇ, πλεῖον ὁρᾷ τῶν ὑγιαινόντων· ἀλλὰ διὰ τοῦτο ἐλεεινός, ὅτι οἴεται βλέπειν ἃ μὴ ὁρᾷ. μὴ οὖν θαυμάσῃς τοῦτον τῆς ἐπαγγελίας, ἀλλὰ τῆς παρανοίας αὐτὸν ἐλεεινὸν κρῖνον. γίνωσκε τοίνυν ὅτι παιζόντων ἐστὶν ἡ φωνή· εἰ τὴν οὐσίαν τοῦ Θεοῦ ἀγνοεῖς, ὃ μὴ γινώσκεις, σέβεις. ἐγὼ δέ, ὅτι μὲν ἔστιν οἶδα, τί δὲ ἡ οὐσία ὑπὲρ διάνοιαν τίθεμαι. πῶς οὖν σώζομαι; διὰ τῆς πίστεως. πίστις δὲ αὐτάρκης εἰδέναι ὅτι ἐστὶ Θεός, οὐχὶ τί ἐστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. εἴδησις ἄρα τῆς θείας οὐσίας, ἡ αἴσθησις αὐτοῦ τῆς ἀκαταληψίας· καὶ σεπτόν, οὐ τὸ καταληφθὲν τίς ἡ οὐσία, ἀλλʼ ὅτι ἐστὶν ἡ οὐσία. Καὶ ἀντερωτάσθωσαν οὕτω. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, οὗτος ἐξηγήσατο. τί ἐξηγήσατο τοῦ Πατρὸς ὁ μονογενής; τὴν οὐσίαν, ἢ τὴν δύναμιν; εἰ τὴν δύναμιν, ὅσον ἐξηγήσατο ἡμῖν, τοσοῦτον γνωρίζομεν. εἰ τὴν οὐσίαν, εἰπέ, ποῦ εἶπεν αὐτοῦ τὴν ἀγεννησίαν οὐσίαν; Ἀβραὰμ πότε προσεκύνησεν; οὐχ ὅτε ἐπίστευσε; πότε δὲ ἐπίστευσεν; οὐχ ὅτε ἐκλήθη; ποῦ οὖν ἐνταῦθα ἡ κατάληψις αὐτῷ ἐμαρτυρήθη παρὰ τῆς Γραφῆς; οἱ μαθηταὶ δὲ αὐτὸν πότε προσεκύνησαν; οὐχ ὅτε τὴν κτίσιν αὐτῷ εἶδον ὑποτεταγμένην; ἀπὸ γὰρ θαλάσσης καὶ ἀνέμων ὑπακουσάντων αὐτῷ ἐγνώρισαν αὐτοῦ τὴν θεότητα. οὐκοῦν ἀπὸ μὲν τῶν ἐνεργειῶν ἡ γνῶσις, ἀπὸ δὲ τῆς γνώσεως ἡ προσκύνησις. πιστεύεις ὅτι δύναμαι τοῦτο ποιῆσαι; πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ, οὕτως ἡ μὲν προσκύνησις τῇ πίστει ἀκολουθεῖ, ἡ δὲ πίστις ἀπὸ δυνάμεως βεβαιοῦται. εἰ δὲ λέγεις τὸν πιστεύοντα καὶ γινώσκειν, ἀφʼ ὧν πιστεύει, ἀπὸ τούτων καὶ γινώσκει· ἢ καὶ ἀνάπαλιν, ἀφʼ ὧν γινώσκει, ἀπὸ τούτων καὶ πιστεύει. γινώσκομεν δὲ ἐκ τῆς δυνάμεως τὸν Θεόν. ὥστε πιστεύομεν μὲν τῷ γνωσθέντι, προσκυνοῦμεν δὲ τῷ πιστευθέντι. Τῷ αὐτῷ πρὸς ἄλλο ἐρώτημα. Τί πρότερον, ἡ γνῶσις, ἢ ἡ πίστις; ἡμεῖς δὲ λέγομεν, ὅτι καθόλου μὲν ἐπὶ τῶν μαθημάτων πίστις γνώσεως προηγεῖται, ἐπὶ δὲ τοῦ καθʼ ἡμᾶς λόγου, κἂν λέγῃ τις προκατάρχειν τὴν γνῶσιν τῆς πίστεως, οὐ διαφερόμεθα, γνῶσιν μέντοι τὴν τῇ ἀνθρωπίνῃ καταλήψει σύμμετρον. ἐπὶ μὲν γὰρ τῶν μαθημάτων πιστεῦσαι δεῖ πρῶτον, ὅτι ἄλφα λέγεται, καὶ μαθόντα τοὺς χαρακτῆρας καὶ τὴν ἐκφώνησιν, ὕστερον λαβεῖν καὶ τὴν ἀκριβῆ κατανόησιν τῆς δυνάμεως τοῦ στοιχείου. ἐν δὲ τῇ περὶ Θεοῦ πίστει ἡγεῖται μὲν ἡ ἔννοια ἡ περὶ τοῦ ὅτι ἐστὶ Θεός, ταύτην δὲ ἐκ τῶν δημιουργημάτων συνάγομεν. σοφὸν γάρ, καὶ δυνατόν, καὶ ἀγαθόν, καὶ πάντα αὐτοῦ τὰ ἀόρατα ἀπὸ τῆς τοῦ κόσμου κτίσεως νοοῦτες ἐπιγινώσκομεν. οὕτω δὴ καὶ Δεσπότην ἑαυτῶν αὐτὸν καταδεχόμεθα. ἐπειδὴ γὰρ παντὸς μὲν τοῦ κόσμου δημιουργὸς ὁ Θεός, μέρος δὲ κόσμου ἡμεῖς, καὶ ἡμῶν ἄρα δημιουργὸς ὁ Θεός. ταύτῃ δὲ τῇ γνώσει ἡ πίστις ἀκολουθεῖ, καὶ τῇ τοιαύτῃ πίστει ἡ προσκύνησις. Νῦν δὲ ἐπειδὴ πολύσημόν ἐστι τὸ τῆς γνώσεως ὄνομα, οἱ καταπαίζοντες τῶν ἀκεραιοτέρων, καὶ ὁμοίως ἐπιδεικνύμενοι τοῖς παραδόξοις, ὡς οἱ ἐν τοῖς θεάτροις ἐν ταῖς πάντων ὄψεσι τὰς ψήφους κλέπτοντες, τῇ ἐρωτήσει τοῦ καθόλου τὸ πᾶν συναρπάζουσιν. ἐπειδὴ γὰρ τὸ τῆς γνώσεως ὄνομα ἐπὶ πολὺ διαβαίνει, καὶ γνωστόν τί ἐστι, τὸ μὲν κατὰ ἀριθμόν, τὸ δὲ κατὰ μέγεθος, τὸ δὲ κατὰ δύναμιν, τὸ δὲ κατὰ τὸν τρόπον τῆς ὑπάρξεως, τὸ δὲ κατὰ τὸν χρόνον τῆς γεννήσεως, τὸ δὲ κατʼ οὐσίαν, οὗτοι ἐν ἐρωτήματι τὸ ὅλον παραλαμβάνοντες, ἐὰν μὲν λάβωσιν ἡμᾶς ὁμολογοῦντας ὅτι γινώσκομεν, ἀπαιτοῦσιν ἡμῖν τῆς οὐσίας τὴν εἴδησιν· ἐὰν δὲ ἴδωσιν ἡμᾶς εὐλαβουμένους πρὸς τὴν ἀπόφασιν, περιτρέπουσιν ἡμῖν τῆς ἀσεβείας τὸ ὄνειδος. ἀλλʼ ἡμεῖς εἰδέναι μὲν ὁμολογοῦμεν τὸ γνωστὸν τοῦ Θεοῦ, εἰδέναι δέ τι πάλιν ὃ ἐκφεύγει ἡμῶν τὴν κατάληψιν ἀδύνατον. ὡς οὖν ἐάν με ἐρωτήσῃς, εἰ οἶδα, τί ἐστιν ἄμμος, κἂν ἀποκρίνωμαι, ὅτι ἐπίσταμαι, συκοφαντήσεις προδηλως, ἐὰν εὐθὺς καὶ τὸν ἀριθμὸν αὐτῆς ἀπαιτήσῃς, διότι ἡ μὲν πρώτη σου ἐρώτησις πρὸς τὸ εἶδος ἔφερε τῆς ἄμμου, ἡ δὲ δευτέρα, συκοφαντία, περὶ τὸν ἀριθμὸν αὐτῆς περιετράπη. ὅμοιόν ἐστι τοῦτο τὸ σόφισμα τῷ λέγοντι· Οἶδας Τιμόθεον; Οὐκοῦν ἐὰν Τιμόθεον οἶδας, οἶδας αὐτοῦ καὶ τὴν φύσιν, ἀλλὰ μὴν ὡμολόγησας εἰδέναι Τιμόθεον, ἀπόδος τοίνυν ἡμῖν τὸν λόγον τῆς Τιμόθεου φύσεως. ἐγὼ δὲ καὶ οἶδα Τιμόθεον, καὶ οὐκ οἶδα, οὐ μὴν κατὰ ταὐτὸν καὶ ἐν τῷ αὐτῷ. οὐ γὰρ καθʼ ὃ οἶδα, κατὰ τοῦτο καὶ οὐκ οἶδα, ἀλλὰ κατʼ ἄλλο μὲν οἶδα, κατʼ ἄλλο δὲ ἀγνοῶ. οἶδα μὲν γὰρ αὐτὸν κατὰ τὸν χαρακτῆρα καὶ τὰ λοιπὰ ἰδιώματα, ἀγνοῶ δὲ αὐτοῦ τὴν οὐσίαν. ἐπεὶ καὶ ἐμαυτὸν οὕτω τούτῳ τῷ λόγῳ καὶ οἶδα καὶ ἀγνοῶ. οἶδα μὲν γὰρ ἐμαυτὸν ὅστις εἰμί, οὐκ οἶδα δὲ καθὸ τὴν οὐσίαν μου ἀγνοῶ. Ἐπεὶ ἐξηγησάσθωσαν ἡμῖν, πῶς εἶπεν ὁ Παῦλος, ὅτι Νῦν μὲν ἐκ μέρους γινώσκομεν. ἆρα ἐκ μέρους τὴν οὐσίαν αὐτοῦ γινώσκομεν, οἱονεὶ μέρη τῆς οὐσίας αὐτοῦ γινώσκομεν; ἀλλʼ ἄτοπον, ἀμερὴς γὰρ ὁ Θεός. ἀλλʼ ὅλην αὐτὴν γινώσκομεν; πῶς οὖν, Ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται; οἱ δὲ εἰδωλολάτραι τί ἐγκαλοῦνται; οὐχ ὅτι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν; ἢ Γαλάται δὲ οἱ ἀνόητοι ὑπὸ τοῦ Παύλου διὰ τί ὀνειδίζονται, λέγοντος· Νυνὶ δὲ γνόντες τὸν Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; γνωστὸς δὲ πῶς ἦν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός; ἆρα ἐπειδὴ ἐν τῇ Ἰουδαίᾳ ἡ οὐσία, ἥτις ποτὲ ἦν, ἐπεγνώσθη; ἔγνω, φησί, βοῦς τὸν κτησάμενον αὐτόν· δηλονότι ὁ βοῦς καθʼ ὑμᾶς ἔγνω τὴν οὐσίαν τοῦ κυρίου· καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. ἔγνω οὖν καὶ ὁ ὄνος τῆς φάτνης τὴν οὐσίαν. Ἰσραὴλ δέ με, φησίν, οὐκ ἔγνω. τοῦτο ἐγκαλεῖται καθʼ ὑμᾶς Ἰσραήλ, ὅτι τὴν οὐσίαν, ἥτις ποτέ ἐστι, τοῦ Θεοῦ οὐκ ἐπέγνω. ἔκχεον, φησί, τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε· τουτέστι, τὰ τὴν οὐσίαν σου μὴ κατειληφότα. ἀλλὰ πολλαχῶς ἡ γνῶσις, ὡς ἔφαμεν. ἥ τε γὰρ τοῦ κτίσαντος ἡμᾶς σύνεσις, καὶ ἡ τῶν θαυμασίων αὐτοῦ κατανόησις, καὶ ἡ τήρησις τῶν ἐντολῶν, καὶ ἡ οἰκείωσις ἡ πρὸς αὐτόν· οἱ δὲ πάντα ταῦτα παρωσάμενοι, ἐπὶ ἓν σημαινόμενον τὴν γνῶσιν ἕλκουσι, τὴν θεωρίαν αὐτῆς τοῦ Θεοῦ τῆς οὐσίας. θήσεις, φησίν, ἀπέναντι τῶν μαρτυρίων, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν. ἆρα τὸ γνωσθήσομαι, ἀντὶ τοῦ τὴν οὐσίαν μου ἐμφανίσω; ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ. ἆρα οὖν τῶν μὲν ἑαυτοῦ τὴν οὐσίαν ἔγνω, τῶν δὲ ἀπειθούντων ἀγνοεῖ τὴν οὐσίαν; ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ. ἆρα τὴν οὐσίαν αὐτῆς ἐγνώρισε; καὶ περὶ τῆς Ῥεβέκκας, Παρθένος, φησίν· ἀνὴρ οὐκ ἔγνω αὐτήν· καί, Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; ἆρα Ῥεβέκκας μὲν τὴν οὐσίαν οὐδεὶς ἐπέγνω; Μαρία δὲ τοῦτό φησιν· ὅτι οὐδενὸς ἀνδρὸς ἐνόησα τὴν οὐσίαν; ἢ τὸ ἔγνω ἐπὶ τῶν γαμικῶν συμπλοκῶν ἔθος τῇ Γραφῇ ὀνομάζειν; καὶ τὸ γνωσθήσεσθαι τὸν Θεὸν ἀπὸ τοῦ ἱλαστηρίου, τουτέστιν, ἐμφανισθήσεσθαι τοῖς λατρεύουσι. καὶ τὸ Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, τουτέστιν, ἐδέξατο αὐτοὺς διὰ τῶν ἀγαθῶν ἔργων εἰς τὴν πρὸς αὐτὸν οἰκείωσιν.