<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="226"><head rend="align(center)">Τοῖς ὑφʼ ἑαυτὸν ἀσκηταῖς.</head><p rend="align(indent)"> Δυνατὸς μὲν ὁ ἅγιος Θεὸς καὶ τὴν διὰ τῆς συντυχίας εὐφροσύνην ἡμῖν χαρίσασθαι τοῖς ἐπιθυμοῦσι καὶ βλέπειν ὑμᾶς ἀεὶ καὶ ἀκούειν τὰ περὶ ὑμῶν· διότι ἐν οὐδενὶ ἑτέρῳ ἔχομεν τὴν ἀνάπαυσιν τῶν ψυχῶν ἢ ἐν τῇ προκοπῇ τῇ ὑμετέρᾳ καὶ τῇ διὰ τῶν ἐντολῶν τοῦ Χριστοῦ τελειώσει. ἕως δὲ τοῦθʼ ἡμῖν οὐχ ὑπάρχει, ἀναγκαῖον τιθέμεθα διὰ τῶν γνησιωτάτων καὶ φοβουμένων τὸν Κύριον ἀδελφῶν ἐπισκέπτεσθαι ὑμᾶς, καὶ γράμμασι προσομιλεῖν τῇ ἀγάπῃ ὑμῶν. αὐτοῦ οὖν τούτου ἕνεκεν ἀπεστείλαμεν τὸν εὐλαβέστατον καὶ γνησιώτατον ἀδελφὸν ἡμῶν καὶ συνεργὸν τοῦ εὐαγγελίου Μελέτιον τὸν συμπρεσβύτερον, ὃς διηγήσεται ὑμῖν τὸν ἡμέτερον πόθον ὃν ἔχομεν ἐφʼ ὑμῖν, καὶ τὴν μέριμναν τῶν ψυχῶν ἡμῶν, ὅτι νυκτὸς καὶ ἡμέρας δεόμεθα τοῦ Κυρίου περὶ τῆς ὑμῶν εὐδοκιμήσεως, ἵνα καὶ ἡμεῖς ἔχωμεν παρρησίαν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ τῆς ὑμῶν σωτηρίας, καὶ ὑμεῖς ἐκλάμψητε ἐν τῇ λαμπρότητι τῶν <pb n="v.3.p.328"/> ἁγίων δοκιμαζομένου ὑμῶν τοῦ ἔργου ὑπὸ τῆς δικαιοκρισίας τοῦ Θεοῦ. </p><p rend="align(indent)"> Ἅμα δὲ ἡμῖν πολλὴν μέριμναν ἐμποιεῖ τοῦ κατασχόντος καιροῦ τούτου ἡ χαλεπότης, ἐν ᾧ πᾶσαι μὲν ἐκκλησίαι ἐσαλεύθησαν, πᾶσαι δὲ ψυχαὶ σινιάζονται. ἤνοιξαν γάρ τινες ἀφειδῶς στόματα κατὰ τῶν ὁμοδούλων. λαλεῖται τὸ ψεῦδος ἀφόβως· ἡ ἀλήθεια συγκεκάλυπται. καὶ οἱ μὲν κατηγορούμενοι καταδικάζονται ἀκρίτως· οἱ δὲ κατηγοροῦντες πιστεύονται ἀνεξετάστως, ὅθεν κἀγὼ ἀκούσας ὅτι πολλαὶ κατʼ ἐμοῦ περιφέρονται ἐπιστολαί, στίζουσαι ἡμᾶς καὶ στηλιτεύουσαι καὶ κατηγοροῦσαι ἐπὶ πράγμασιν, ὧν τὴν ἀπολογίαν ἑτοίμην ἔχομεν ἐπὶ τοῦ δικαστηρίου τῆς ἀληθείας, ὥρμησα μὲν σιωπῆσαι, ὃ καὶ ἐποίησα· τρίτον γὰρ ἤδη τοῦτο ἔτος ἐστίν, ἐν ᾧ τυπτόμενος ὑπὸ τῶν διαβολῶν φέρω τὰς τῆς κατηγορίας μάστιγας, ἀρκούμενος, ὅτι ἔχω Κύριον, τὸν τῶν κρυπτῶν γνώστην, μάρτυρα τῆς συκοφαντίας. ἐπειδὴ δὲ ὁρῶ, ὅτι πολλοὶ ἤδη τὴν σιωπὴν ἡμῶν εἰς βεβαίωσιν τῶν διαβολῶν παρεδέξαντο, καὶ οὐ διὰ μακροθυμίαν ἐνόμισαν ἡμᾶς σιωπᾷν, ἀλλὰ διὰ τὸ μὴ ἔχειν διᾶραι στόμα πρὸς τὴν ἀλήθειαν, τούτου ἕνεκεν ἐπειράθην ἐπιστεῖλαι ὑμῖν, παρακαλῶν τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν ὥστε τὰς ἐξ ἑνὸς μέρους γινομένας διαβολὰς μὴ πάντη παραδέχεσθαι ὡς ἀληθεῖς· διότι, καθὼς <pb n="v.3.p.330"/> γέγραπται, οὐδένα κρίνει ὁ νόμος, ἐὰν μὴ πρῶτον ἀκούσῃ καὶ γνῷ τί ποιεῖ. </p><p rend="align(indent)"> Καίτοι εὐγνώμονι κριτῇ ἀρκεῖ αὐτὰ τὰ πράγματα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν. ὥστε κἂν ἡμεῖς σιωπήσωμεν, ἔξεστιν ὑμῖν διαβλέψαι πρὸς τὰ γινόμενα. οἱ γὰρ ἡμῖν κακοδοξίαν ἐγκαλοῦντες ἐφάνησαν νῦν ἐκ τοῦ προφανοῦς τῇ μερίδι τῶν αἱρετικῶν προστιθέμενοι, οἱ ὑπὲρ ἀλλοτρίων συνταγμάτων ἡμᾶς κατακρίνοντες ταῖς ἰδίαις ὁμολογίαις, ἃς ἐγγράφως ἡμῖν κατέθεντο, ἐναντιούμενοι φαίνονται. νοήσατε τὴν συνήθειαν τῶν ταῦτα τολμώντων, ὅτι ἔθος αὐτοῖς ἀεὶ πρὸς τὸ δυνατὸν μετατίθεσθαι μέρος, καὶ τοὺς ἀσθενοῦντας τῶν φίλων καταπατεῖν θεραπεύειν δὲ τοὺς κρατοῦντας. οἱ γὰρ τὰς πολυθρυλλήτους ἐκείνας ἐπιστολὰς κατὰ Εὐδοξίου καὶ πάσης αὐτῶν τῆς μερίδος συγγράφοντες, καὶ περιπέμποντες πάσαις ταῖς ἀδελφότησι, καὶ διαμαρτυρόμενοι φεύγειν τὴν κοινωνίαν αὐτῶν ὡς ὄλεθρον τῶν ψυχῶν, καὶ διὰ τοῦτο μὴ καταδεξάμενοι τὰς ἐπὶ καθαιρέσει αὐτῶν ἐξενεχθείσας ψήφους, ἐπειδὴ παρʼ αἱρετικῶν ἦσαν γενόμεναι, ὡς ἔπειθον ἡμᾶς τότε, οὗτοι νῦν πάντων ἐπιλαθόμενοι, μετʼ αὐτῶν γεγόνασι. καὶ οὐδεμία αὐτοῖς ἄρνησις καταλείπεται· φανερῶς γὰρ ἀπεκάλυψαν ἑαυτῶν τὴν προαιρεσίν, ἐν Ἀγκύρᾳ τὰς κατʼ οἶκον αὐτῶν <pb n="v.3.p.332"/> κοινωνίας κατασπαζόμενοι, ἐπειδὴ εἰς τὸ κοινὸν ὑπʼ αὐτῶν ἐκείνων οὔπω ἐδέχθησαν. ἐρωτήσατε οὖν αὐτούς, εἰ ὀρθόδοξος νῦν Βασιλείδης ὁ κοινωνικὸς Ἐκδικίου, διὰ τί ἀπὸ τῆς Δαρδανίας ἐπανιόντες, τὰ θυσιαστήρια ἐκείνου ἐν τῇ χώρᾳ τῶν Γαγγρηνῶν κατέστρεφον, καὶ ἑαυτῶν τραπέζας ἐτίθεσαν; διὰ τί καὶ μέχρι νῦν ἐπέρχονται ταῖς ἐκκλησίαις τῆς Ἀμασείας καὶ Ζήλων, καὶ παρʼ ἑαυτῶν ἐγκαθιστῶσι πρεσβυτέρους καὶ διακόνους; εἰ μὲν γὰρ ὡς ὀρθοδόξοις κοινωνοῦσι, τίνος ἕνεκεν ὡς αἱρετικοῖς ἐπέρχονται; εἰ δὲ ὡς αἱρετικοὺς ὑπειλήφασι, πῶς τὴν κοινωνίαν αὐτῶν οὐκ ἐκτρέπονται; ταῦτα οὐχὶ καὶ παιδικῇ διανοίᾳ δῆλά ἐστιν, ἀδελφοὶ τιμιώτατοι, ὅτι ἀεὶ πρὸς τὸ ἴδιον συμφέρον βλέποντες ἢ διαβάλλειν τινάς, ἢ συνιστᾷν ἐπιχειροῦσι; </p><p rend="align(indent)"> Καὶ ἡμῶν τοίνυν ἀπέστησαν, οὔτε ἀγανακτήσαντες, ὅτι οὐκ ἀντεγράψαμεν (τοῦτο γάρ ἐστιν ἐφʼ οὗ μάλιστα λέγουσι παρωξύνθαι), οὔτε ὅτι τοὺς χωρεπισκόπους, οὓς λέγουσιν ἀπεσταλκέναι, <pb n="v.3.p.334"/> οὐκ ἐδεξάμεθα. καίτοι δώσουσι λόγον τῷ Κυρίῳ οἱ τοῦτο κατασκευάζοντες. εἷς γάρ τις Εὐστάθιος ἀποσταλείς, καὶ γράμματα διαδοὺς τῇ τάξει τοῦ Οὐικαρίου, τρεῖς ἡμέρας ποιήσας ἐπὶ τῆς πόλεως, καὶ μέλλων ἀπαίρειν ἐπὶ τὰ ἴδια, ἑσπέρας ἤδη βαθείας, καθεύδοντί μοι λέγεται πλησιάσαι τῷ οἰκήματι ἡμῶν. ἀκούσας δὲ ὅτι καθεύδω, ἀπελθών, οὐκέτι τῇ ὑστεραίᾳ ἡμῖν προσήγγισεν, ἀλλʼ οὕτως ἀφοσιωσάμενος τὸ καθʼ ἡμᾶς, ἐπανῆλθε. καὶ τοῦτό ἐστι τὸ ἔγκλημα, ὃ ἠδικήσαμεν ἡμεῖς, καὶ οἱ μακρόθυμοι οὐκ ἀντεστάθμησαν τὴν πρὸ τούτου δουλείαν ἡμῶν, ἣν ἐδουλεύσαμεν αὐτοῖς ἐν ἀγάπῃ, τῷ πταίσματι τούτῳ· ἀλλὰ τοσοῦτον ἐβάρυναν τὴν καθʼ ἡμῶν ὀργὴν ἐπὶ ταύτῃ τῇ ἁμαρτίᾳ, ὥστε πάσαις ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις, τό γε εἰς αὐτοὺς ἧκον, ἐκκηρύκτους ἡμᾶς ποιῆσαι. </p><p rend="align(indent)"> Οὐ μὴν αὕτη γέ ἐστι κατὰ ἀλήθειαν τῆς διαστάσεως ἡ αἰτία· ἀλλʼ ἐπειδὴ ἐνόμισαν εὐδοκιμήσειν τότε παρὰ τῷ Εὐζωΐῳ, εἰ ἡμῶν ἑαυτοὺς ἀλλοτριώσειαν, ἐκείνας ἑαυτοῖς ἐπενόησαν τὰς προφάσεις, ἵνα εὕρωσί τινα σύστασιν παρʼ αὐτοῖς διὰ τοῦ πρὸς ἡμᾶς πολέμου. οὗτοι νῦν καὶ τὴν ἐν Νικαίᾳ διαβάλλουσι πίστιν, καὶ ὁμοουσιάστας ἡμᾶς ἀποκαλοῦσι, διὰ τὸ ἐν ἐκείνῃ τῇ πίστει <pb n="v.3.p.336"/> τὸν μονογενῆ Υἱὸν τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιον ὁμολογεῖσθαι, οὐχ ὡς ἀπὸ μιᾶς οὐσίας μερισθείσης εἰς δύο ἀδελφά, μὴ γένοιτο· οὐ γὰρ τοῦτο ἐνόησεν ἡ ἁγία ἐκείνη καὶ θεοφιλὴς σύνοδος, ἀλλʼ ὡς, ὅπερ ἐστὶ κατὰ τὴν οὐσίαν ὁ Πατήρ, τοῦτο ὀφείλοντος νοεῖσθαι καὶ τοῦ Υἱοῦ. οὕτω γὰρ ἡμῖν ἐκεῖνοι αὐτοὶ ἡρμήνευσαν εἰπόντες, φῶς ἐκ φωτός. ἔστι δὲ ἡ ἐν Νικαίᾳ πίστις, ἡ παρʼ αὐτῶν ἀπὸ τῆς δύσεως κομισθεῖσα, ἣν ἐπέδωκαν τῇ συνόδῳ τῇ ἐν Τυάνοις, ὑφʼ ἧς καὶ παρεδέχθησαν. ἀλλʼ ἔχουσί τι σοφὸν δόγμα εἰς τὰς τοιαύτας ἑαυτῶν μεταβολάς· ὅτι τοῖς ῥήμασι τῆς πίστεως ὡς ἰατροὶ κέχρηνται κατὰ καιρόν, ἄλλοτε ἄλλως πρὸς τὰ ὑποκείμενα πάθη μεθαρμοζόμενοι. τούτου δὲ τοῦ σοφίσματος τὸ σαθρὸν οὐκ ἐμὲ ἐλέγχειν προσῆκεν, ἀλλʼ ὑμᾶς νοεῖν. δώσει γὰρ ὑμῖν ὁ Κύριος σύνεσιν πρὸς τὸ γνωρίζειν, τίς μὲν ὁ εὐθὴς λόγος, τίς δὲ ὁ σκολιὸς καὶ διεστραμμένος, εἰ γὰρ ἄλλοτε ἄλλας δεῖ πίστεις συγγράφειν, καὶ μετὰ τῶν καιρῶν ἀλλοιοῦσθαι, ψευδὴς ἡ ἀπόφασις τοῦ εἰπόντος· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. εἰ δὲ ἐκεῖνα ἀληθῆ, μηδεὶς ὑμᾶς ἐξαπατάτω τοῖς κενοῖς τούτοις λόγοις. διαβάλλουσι <pb n="v.3.p.338"/> γὰρ ἡμᾶς ὡς καινοτομοῦντας περὶ τοῦ Πνεύματος τοῦ ἁγίου. ἐρωτήσατε οὖν τίς ἡ καινοτομία. ἡμεῖς γὰρ ὁμολογοῦμεν ὃ καὶ παρελάβομεν, μετὰ Πατρὸς καὶ Υἱοῦ τετάχθαι τὸν Παράκλητον, οὐ μετὰ τῆς κτίσεως ἀριθμεῖσθαι. εἰς γὰρ Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα πεπιστεύκαμεν· καὶ βαπτιζόμεθα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. διὰ τοῦτο οὐδέποτε τῆς πρὸς τὸν Πατέρα καὶ Υἱὸν συναφείας τὸν Παράκλητον ἀποσπῶμεν. ὁ γὰρ νοῦς ἡμῶν φωτιζόμενος ὑπὸ τοῦ Πνεύματος πρὸς Υἱὸν ἀναβλέπει, καὶ ἐν αὐτῷ ὡς ἐν εἰκόνι θεωρεῖ τὸν Πατέρα. οὔτε οὖν ὀνόματα παρʼ ἑαυτῶν ἐπινοοῦμεν, ἀλλὰ Πνεῦμα ἅγιον καὶ Παράκλητον ὀνομάζομεν, οὔτε τὴν ὀφειλομένην αὐτῷ δόξαν ἀθετεῖν καταδεχόμεθα. ταῦτά ἐστι τὰ ἡμέτερα μετὰ πάσης ἀληθείας. ἐπὶ τούτοις ὁ κατηγορῶν κατηγορείτω· ὁ διώκων ἡμᾶς διωκέτω· ὁ πιστεύων ταῖς καθʼ ἡμῶν διαβολαῖς ἑτοιμαζέσθω πρὸς τὴν διαδικασίαν. ὁ Κύριος ἐγγύς, μηδὲν μεριμνῶμεν. </p><p rend="align(indent)"> Εἴ τις ἐν Συρίᾳ συγγράφει, τοῦτο οὐδὲν πρὸς ἡμᾶς. ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, φησί, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. οἱ ἐμοὶ λόγοι ἐμὲ κρινέτωσαν· ὑπὲρ δὲ ἀλλοτρίων ἡμᾶς σφαλμάτων μηδεὶς καταδικαζέτω, μηδὲ τὰς πρὸ εἴκοσιν ἐτῶν γραφείσας παρʼ ἡμῶν ἐπιστολὰς εἰς ἀπόδειξιν προβαλλέσθω τοῦ νῦν κοινωνικοὺς ἡμᾶς εἶναι τοῖς ἐκεῖνα συγγράψασιν. ἡμεῖς γάρ, <pb n="v.3.p.340"/> πρὸ τῶν συγγραμμάτων, λαϊκοὶ ὄντες πρὸς λαϊκοὺς ἐπεστέλλομεν, πρὸ τοῦ τινὰ καὶ ὑπόνοιαν τοιαύτην κατʼ αὐτῶν κινεῖσθαι· καὶ ἐπεστέλλομεν οὐδὲν περὶ πίστεως, οὐδʼ οἷα νῦν ἐπὶ τῇ καθʼ ἡμῶν διαβολῇ περιφέρουσιν οὗτοι, ἀλλὰ ψιλὰς προσηγορίας, ἀγαπητικὴν προσφώνησιν ἀποπληρούσας. ἡμεῖς γὰρ ὁμοίως καὶ τοὺς τὰ Σαβελλίου νοσοῦντας καὶ τοὺς τὰ Ἀρείου δόγματα ἐκδικοῦντας, ὡς ἀσεβεῖς, ἀποφεύγομεν καὶ ἀναθεματίζομεν. εἴ τις τὸν αὐτὸν Πατέρα λέγει καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ ἓν πρᾶγμα πολυώνυμον ὑποτίθεται, καὶ μίαν ὑπόστασιν ὑπὸ τριῶν προσηγοριῶν ἐκφωνουμένην, τὸν τοιοῦτον ἡμεῖς ἐν τῇ μερίδι τῶν Ἰουδαίων τάσσομεν. ὁμοίως καὶ εἴ τις ἀνόμοιον λέγει κατὰ τὴν οὐσίαν τὸν Υἱὸν τῷ Πατρί, ἢ εἰς κτίσμα κατάγει τὸ Πνεῦμα τὸ ἅγιον, ἀναθεματίζομεν, καὶ ἐγγὺς εἶναι τῆς Ἑλληνικῆς τιθέμεθα πλάνης. ἀλλὰ τὰ μὲν στόματα τῶν κατηγορούντων ἡμᾶς ἐπισχεθῆναι διὰ τῶν ἡμετέρων γραμμάτων ἀμήχανον· μᾶλλον μὲν οὖν εἰκὸς καὶ ἐρεθίζεσθαι αὐτοὺς ἐπὶ ταῖς ἀπολογίαις ἡμῶν καὶ μείζονα καὶ χαλεπώτερα καθʼ ἡμῶν κατασκευάζειν. τὰς μέντοι ὑμετέρας ἀκοὰς φυλαχθῆναι οὐ χαλεπόν. ὥστε, ὅ ἐστιν ἐφʼ ὑμῖν, τοῦτο ποιήσατε. ἀκεραίαν ἡμῖν καὶ ἀπρόληπτον ταῖς διαβολαῖς τὴν καρδίαν ὑμῶν φυλάξατε· καὶ πρὸς τὰ προβαλλόμενα ἐγκλήματα ἀπαιτεῖτε ἡμᾶς τὰς εὐθύνας. καὶ εἰ μὲν εὕρητε παρʼ ἡμῖν τὴν ἀλήθειαν, μὴ δῶτε χώραν τῷ ψεύδει· ἐὰν δὲ ἀτονούντων ἡμῶν πρὸς τὴν ἀπολογίαν αἴσθησθε, τότε πιστεύσατε τοῖς κατηγόροις ἡμῶν ὡς ἀληθεύουσιν. ἀγρυπνοῦσιν ἐκεῖνοι πρὸς τὸ <pb n="v.3.p.342"/> ἡμᾶς κακοποιῆσαι· τοῦτο παρʼ ὑμῶν οὐκ ἐπιζητοῦμεν. ἐμπορικὸν βίον μεταχειριζόμενοι, παρεμπόρευμα ποιοῦνται τὴν ἡμετέραν διαβολήν· ὑμᾶς δὲ οἴκοι μένειν καὶ εὐσχημονεῖν, ἐν ἡσυχίᾳ τὸ ἔργον τοῦ Χριστοῦ πληροῦντας, παρακαλοῦμεν, τὰς μέντοι συντυχίας αὐτῶν, τὰς δολερῶς ἐπὶ καταστροφῇ τῶν ἀκουόντων γινομένας, ἐκκλίνειν· ἵνα καὶ τὴν πρὸς ἡμᾶς ἀγάπην ἀκεραίαν φυλάξητε, καὶ τὴν τῶν πατέρων πίστιν ἄθραυστον διασώσητε, καὶ παρὰ τῷ Κυρίῳ εὐδόκιμοι φανῆτε ὡς φίλοι τῆς ἀληθείας. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="227"><head rend="align(center)">Τοῖς ἐν Κολωνείᾳ κληρικοῖς παραμυθητική.</head><p rend="align(indent)"> Καὶ τί οὕτω καλὸν καὶ εὐδόκιμον παρὰ θεῷ καὶ ἀνθρώποις ὡς ἀγάπη τελεία, ἣν πλήρωμα παντὸς εἶναι νόμου παρὰ τοῦ σοφοῦ δεδιδάγμεθα διδασκάλου; ὥστε ἀποδέχομαι ὑμῶν τὸ διάπυρον τῆς περὶ τὸν ποιμένα ὑμῶν διαθέσεως. οὔτε γὰρ παιδὶ φιλοπάτορι πατρὸς ἀγαθοῦ στέρησις ἀνεκτή, οὔτε ἐκκλησίᾳ Χριστοῦ ποιμένος καὶ διδασκάλου ἀναχώρησις φορητή. ὥστε καλῆς καὶ ἀγαθῆς προαιρέσεως ἀπόδειξιν ἐν τῇ <pb n="v.3.p.344"/> ὑπερβαλλούσῃ περὶ τὸν ἐπίσκοπον ὑμῶν διαθέσει παρέχεσθε. ἀλλὰ τὸ χρηστὸν ὑμῶν τοῦτο καὶ περὶ τὸν πνευματικὸν πατέρα ἐνδιάθετον, μέτρῳ καὶ λογισμῷ γινόμενον, ἀπόδεκτόν ἐστιν, ἐκβαῖνον δὲ τοὺς ὅρους οὐκ ἔτι τῆς αὐτῆς ἀποδοχῆς ἄξιον γίνεται. </p><p rend="align(indent)"> Οἰκονομία καλὴ περὶ τὸν θεοφιλέστατον ἀδελφὸν ὑμῶν τὸν συλλειτουργὸν Εὐφρόνιον παρὰ τῶν οἰκονομεῖν τὰς ἐκκλησίας πεπιστευμένων γεγένηται, ἀναγκαία τῷ καιρῷ, λυσιτελὴς καὶ τῇ ἐκκλησίᾳ πρὸς ἣν μετετέθη καὶ ὑμῖν αὐτοῖς ἀφʼ ὧν ἐλήφθη. ταύτην μὴ ἀνθρωπίνην νομίσητε, μηδὲ ἐκ λογισμῶν κεκινῆσθαι τὰ γήινα φρονοῦντων ἀνθρώπων, ἀλλὰ τῇ συνηθείᾳ τοῦ Πνεύματος τοὺς τὴν μέριμναν ἀνηρτημένους τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τοῦτο ποιῆσαι πέπεισθε, καὶ ἐμβάλλεσθε τῇ διανοίᾳ τὴν ὁρμὴν ταύτην, καὶ σπουδάσατε αὐτὴν τελειῶσαι. δέξασθε οὖν ἡσυχῇ καὶ μετʼ εὐχαριστίας τὸ γενόμενον, ἐκεῖνο πεπεισμένοι, ὅτι οἱ μὴ δεχόμενοι παρὰ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τὰ ταῖς ἐκκλησίαις διατυπούμενα τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθίστανται. μὴ δικαιολογεῖσθε πρὸς τὴν μητέρα ὑμῶν τὴν ἐν Νικοπόλει ἐκκλησίαν. μὴ τραχύνεσθε πρὸς τοὺς τῶν ψυχῶν ὑμῶν ἀναδεδεγμένους τὴν μέριμναν. ἐν γὰρ τῷ τὰ τῆς Νικοπόλεως συνεστάναι πράγματα καὶ τὸ καθʼ ὑμᾶς μέρος συνδιασωθήσεται· ἐὰν δὲ ἐκείνης ἅψηταί τις σάλος κἂν μυρίους ἔχητε τοὺς φυλάσσοντας ὑμᾶς, συμπαραναλωθήσεται τῷ κεφαλαίῳ καὶ τὸ <pb n="v.3.p.346"/> μέρος. ὡς οὖν οἱ τοῖς ποταμοῖς παροικοῦντες, ἐπειδὰν ἴδωσί τινας πόρρωθεν ὀχυρώματα καταβαλλομένους τοῖς ῥεύμασιν, ἴσασιν ὅτι αὐτοῖς προδιοικοῦνται τὴν ἀσφάλειαν, τὰς ἐπιδρομὰς τῶν ῥευμάτων ἀποκρουόμενοι, οὕτω καὶ οἱ νῦν τὸ βάρος τῆς φροντίδος τῶν ἐκκλησιῶν ἀναδεξάμενοι ἐν τῇ τῶν ἄλλων φυλακῇ τὴν καθʼ ὑμᾶς ἄδειαν διοικοῦνται· καὶ ἐν σκέπῃ γενήσεσθε πάσης ταραχῆς, ἑτέρων ὑποδεχομένων τοῦ πολέμου τὰς προσβολάς. πρὸς δὲ κἀκεῖνο ἐνθυμεῖσθαι ὑμᾶς προσῆκεν, ὅτι οὐχ ὑμᾶς ἀπέβαλεν, ἀλλʼ ἑτέρους προσέλαβεν. οὐ δήπου γὰρ βάσκανοι τινές ἐσμεν ἡμεῖς, ὥστε τὸν δυνάμενον καὶ ἄλλοις τῶν ἑαυτοῦ χαρισμάτων μεταδιδόναι ἀναγκάζειν ὑμῖν ἐναποκλείειν τὴν χάριν καὶ τῷ καθʼ ὑμᾶς μόνῳ χωρίῳ στενοχωρεῖν. οὔτε γὰρ ὁ πηγὴν περιφράσσων καὶ ὕδατος ἔξοδον λυμαινόμενος, οὔτε ὁ διδασκαλίαν διαρκῆ κωλύων ἐπὶ πλεῖον χωρεῖν ἔξω τοῦ πάθους τῆς βασκανίας ἐστίν. ἐχέτω τοίνυν καὶ τὴν Νικοπόλεως μέριμναν, καὶ τὸ ὑμέτερον προσθήκη ἔστω τῶν ἐκεῖ φροντισμάτων. τῷ μὲν γὰρ ἀνδρὶ πλείων προσῆλθεν ὁ κόπος, ὑμῶν δὲ οὐδὲν ἐλαττοῦται ἡ ἐπιμέλεια. </p><p rend="align(indent)"> Ἐκεῖνο δέ με πάνυ ἐλύπησε, καὶ ἔξω ἐφάνη τοῦ μέτρου, τὸ εἰρῆσθαι, ὅτι ἀποτυχόντες τῶν ἐπιζητουμένων τὰ δικαστήρια καταληψόμεθα, καὶ ἐπιστήσομεν ἀνθρώπους τοῖς πράγμασιν, οἷς ἡ καταστροφὴ τῶν ἐκκλησιῶν εὐχῆς ἐστι τὸ κεφάλαιον. μή ποτε οὖν ἄφρονι θυμῷ φερόμενοί <pb n="v.3.p.348"/> τινες παραπείσωσιν ὑμᾶς φθέγξασθαί τι εἰς τὸ δημόσιον, καὶ γένηται μέν τις ἐντεῦθεν καταστροφή, περιτραπῇ δὲ τῶν γινομένων τὸ βάρος ταῖς κεφαλαῖς τῶν τὴν αἰτίαν παρασχομένων. ἀλλὰ δέξασθε καὶ τὴν ἡμετέραν συμβουλὴν ἐν πατρικοῖς ὑμῖν σπλάγχνοις προσαγομένην, καὶ τὴν τῶν θεοφιλεστάτων ἐπισκόπων οἰκονομίαν, κατὰ βούλησιν Θεοῦ γενομένην. καὶ ἀναμείνατε καὶ ἡμᾶς, οἳ παραγενόμενοι, ἐὰν ὁ Κύριος ἡμῖν συνεργήσῃ, ὅσα οὐκ ἐνεχώρει διὰ τῆς ἐπιστολῆς παρακαλέσαι τὴν εὐλάβειαν ὑμῶν, δι’ ἑαυτῶν παραινέσομεν, καὶ τὴν ἐνδεχομένην παραμυθίαν δι’ αὐτῶν τῶν ἔργων ἐπαγαγεῖν ὑμῖν πειρασόμεθα. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="228"><head rend="align(center)">Πολιτευομένοις Κολωνείας.</head><p rend="align(indent)"> Ἐδεξάμην τὰ γράμματα τῆς κοσμιότητος ὑμῶν, καὶ εὐχαρίστησα τῷ παναγίω Θεῷ, ὅτι ἄσχολοι ὄντες περὶ τὴν μέριμναν τῶν δημοσίων, οὐκ ἐν παρέργῳ τίθεσθε τὰ τῶν ἐκκλησιῶν· ἀλλʼ ἕκαστος, ὡς ὑπὲρ ἰδίου πράγματος καὶ συνέχοντος αὐτοῦ τὴν ζωήν, οὕτως ἐμερίμνησε· καὶ ἐπεστείλατε ἡμῖν ἀνιώμενοι ἐπὶ τῷ χωρισμῷ τοῦ θεοφιλεστάτου ἐπισκόπου ὑμῶν Εὐφρονίου, ὃν οὐκ ἀφείλετο ὑμῶν ἡ Νικόπολις, ἀλλὰ δικαιολογουμένη μὲν εἴποι ἂν ὅτι τὸν οἰκεῖον ἀπέλαβε· θεραπευομένη <pb n="v.3.p.350"/> δὲ φθέγξεται ὑμῖν φωνὴν μητρὶ φιλοστόργῳ πρέπουσαν, ὅτι κοινὸν ἕξει πρὸς ὑμᾶς τὸν πατέρα, ὃς ἐν μέρει ἑκατέροις τῆς ἑαυτοῦ μεταδώσει χάριτος, οὔτε ἐκείνους ἐάσει τι παθεῖν ἐκ τῆς τῶν ἐναντίων ἐπιδρομῆς, καὶ ὑμᾶς τῆς συνήθους κηδεμονίας οὐκ ἀποστερήσει. τοῦ τε οὖν καιροῦ τὴν χαλεπότητα λογισάμενοι, καὶ τὸ τῆς οἰκονομίας ἀναγκαῖον σώφρονι γνώμῃ καταμαθόντες, σύγγνωτε μὲν τοῖς ἐπισκόποις ἐπὶ ταύτην ἐλθοῦσι τὴν ὁδὸν τῆς καταστάσεως τῶν ἐκκλησιῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· παραινέσατε δὲ ἑαυτοῖς, ὃ πρέπει ἀνδράσι τέλειον μὲν τὸν οἰκεῖον νοῦν κεκτημένοις, εἰδόσι δὲ καὶ τὰς παρὰ τῶν ἀγαπώντων ὑποθήκας προσίεσθαι. ὑμᾶς μὲν γὰρ εἰκὸς πολλὰ τῶν κινουμένων ἀγνοεῖν, διὰ τὸ ἐν ἐσχατιᾷ τῆς Ἀρμενίας τετάχθαι· ἡμεῖς δὲ οἱ μέσοις ἐμβεβηκότες τοῖς πράγμασι, καὶ πανταχόθεν ἐφʼ ἑκάστης ἡμέρας τὰς ἀκοὰς βαλλόμενοι τῶν καταστρεφομένων ἐκκλησιῶν, ἐν πολλῷ ἀγῶνί ἐσμεν, μήποτε ὁ κοινὸς ἐχθρὸς τῇ μακρᾷ εἰρήνῃ τοῦ βίου ὑμῶν βασκήνας, ἐπισπεῖραι δυνηθῇ τὰ ἑαυτοῦ ζιζάνια καὶ τοῖς καθʼ ὑμᾶς τόποις, καὶ γένηται καὶ τὸ τῶν Ἀρμενίων μέρος κατάβρωμα τῶν ὑπεναντίων. ἀλλὰ νῦν μὲν ἡσυχάσατε, ὥσπερ σκεύους ἀγαθοῦ χρῆσιν κοινὴν ἔχειν πρὸς τοὺς γείτονας ὑμῶν καταδεξάμενοι· μικρὸν δὲ ὕστερον, ἂν δῷ ὁ Κύριος τὴν ἐπιδημίαν ἡμῶν, καὶ τελεωτέραν παραμυθίαν τῶν γενομένων ἐκδέξεσθε, ἐὰν τοῦτο ὑμῖν ἀναγκαῖον καταφανῇ. </p></div><pb n="v.3.p.352"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="229"><head rend="align(center)">Τοῖς κληρικοῖς Νικοπόλεως.</head><p rend="align(indent)"> Καὶ παρʼ ἑνὸς εὐλαβοῦς καὶ δευτέρου γενόμενον ἔργον πληροφορεῖ ἡμᾶς τῇ συμβουλίᾳ τοῦ Πνεύματος γίγνεσθαι. ὅταν γὰρ μηδὲν ᾖ ἀνθρώπινον πρὸ ὀφθαλμῶν κείμενον, μηδὲ σκοπῷ οἰκείας ἀπολαύσεως πρὸς τὰς ἐνεργείας ὁρμῶσιν οἱ ὅσιοι, ἀλλʼ ὅ τι εὐάρεστον τῷ Θεῷ προθέμενοι, δῆλον ὅτι Κύριός ἐστιν ὁ τὰς καρδίας αὐτῶν κατευθύνων. ὅπου δὲ ἄνδρες πνευματικοὶ τῶν βουλευμάτων κατάρχουσιν. ἕπεται δὲ τούτοις λαὸς Κυρίου ἐν συμφωνίᾳ τῆς γνώμης, τίς ἀμφιβαλεῖ μὴ οὐχὶ τῇ κοινωνίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ τὸ αἷμα αὐτοῦ ὑπὲρ τῶν ἐκκλησιῶν ἐκχέαντος, τὴν βουλὴν γεγενῆσθαι; ὅθεν καὶ αὐτοὶ καλῶς εἰκάσατε τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν Ποιμένιον κατὰ Θεὸν κεκινῆσθαι, ὃς καὶ ἐπέστη ὑμῖν ἐν καιρῷ, καὶ ἦλθεν ἐπὶ τὸν τρόπον τοῦτον τῆς παραμυθίας. οὗ ἐγὼ οὐχὶ τὴν εὕρεσιν μόνον τοῦ συμφέροντος ἐπαινῶ, ἀλλὰ καὶ τὸ τῆς γνώμης γενναῖον θαυμάζω, ὅτι μὴ εἰς ὑπερθέσεις ἀγαγὼν τὸ πρᾶγμα, ἐξέλυσε μὲν τὴν σπουδὴν τῶν ἐπιζητούντων, ἔδωκε δὲ καιρὸν φυλακῆς τοῖς ἀντιποιουμένοις, <pb n="v.3.p.354"/> ἐπήγειρε δὲ τὰς ἐπιβουλὰς τῶν ἐφεδρευόντων, ἀλλʼ εὐθὺς τῷ καλῷ βουλεύματι τὸ τέλος ἐπήγαγεν. ὃν πανέστιον φυλάξειεν ὁ Κύριος τῇ ἑαυτοῦ χάριτι, ὥστε τὴν ἐκκλησίαν ὁμοίαν ἑαυτῇ διαμεῖναι ἐν τῇ ὁμοτίμῳ τοῦ προλαβόντος διαδοχῇ, καὶ μὴ δοῦναι χώραν τῷ πονηρῷ, ὃς νῦν, εἴπερ ποτέ, τῇ καταστάσει τῶν ἐκκλησιῶν δυσχεραίνει. </p><p rend="align(indent)"> Τοὺς δὲ ἐν Κολωνείᾳ ἀδελφοὺς πολλὰ μὲν καὶ ἡμεῖς παρεκαλέσαμεν διὰ γραμμάτων, καὶ ὑμεῖς δὲ ἀποδέχεσθαι αὐτῶν ὀφείλετε τὴν διάθεσιν μᾶλλον ἢ παροξύνειν αὐτούς, ὡς διὰ σμικρότητα παροφθέντας, μηδὲ τῇ καταφρονήσει προάγειν αὐτοὺς εἰς φιλονεικίαν. διότι πεφύκασί πως οἱ φιλονεικοῦντες ἀβουλότεροι γίνεσθαι, καὶ πολλὰ τῶν ἰδίων κακῶς διατίθεσθαι ὑπὲρ τοῦ λυπῆσαι τοὺς ἐναντιουμένους. οὐδεὶς δὲ οὕτω μικρὸς ὡς μὴ δύνασθαι νῦν κακῶν μεγάλων ἀφορμὴν παρασχεῖν τοῖς ἐθέλουσιν ἀφορμήν. καὶ τοῦτο οὐ στοχαζόμενοι λέγομεν, ἀλλὰ πείρᾳ κακῶν οἰκείων δεδιδαγμένοι, ἃ παραγάγοι ὁ Θεὸς ταῖς ὑμετέραις προσευχαῖς. συνεύξασθε δὲ καὶ ἡμῖν τὴν εὐοδίαν, ἵνα παραγενόμενοι ἐφησθῶμεν ὑμῖν ἐπὶ τῷ παρόντι ποιμένι, καὶ συμπαρακληθῶμεν ἐπὶ τῇ ἀναχωρήσει τοῦ κοινοῦ πατρὸς ἡμῶν. </p></div><pb n="v.3.p.356"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="230"><head rend="align(center)">Πολιτευομένοις Νικοπόλεως.</head><p rend="align(indent)"> Αἱ περὶ τὰς ἐκκλησίας οἰκονομίαι γίνονται μὲν παρὰ τῶν πεπιστευμένων τὴν προστασίαν αὐτῶν, βεβαιοῦνται δὲ παρὰ τῶν λαῶν. ὥστε ὃ μὲν ἦν ἐπὶ τοῖς θεοφιλεστάτοις ἐπισκόποις, πεπλήρωται· τὸ δὲ λειπόμενον ἤδη πρὸς ὑμᾶς βλέπει, ἐὰν καταξιώσητε ἐκθύμως περιέχεσθαι τοῦ δεδομένου ὑμῖν ἐπισκόπου, καὶ τὰς παρὰ τῶν ἔξωθεν πείρας ἰσχυρῶς ἀποκρούεσθαι. οὐδὲν γὰρ οὕτω δυσωπεῖ οὔτε ἄρχοντας οὔτε τοὺς λοιπούς, ὅσοι βασκαίνουσιν ὑμῶν τῇ εἰρηνικῇ καταστάσει, ὡς σύμφωνον περὶ τὴν τοῦ δεδομένου ἀγάπην, καὶ τὸ ἰσχυρὸν τῆς ἐνστάσεως. ἀπόγνωσιν γὰρ ἐμποιεῖ αὐτοῖς πάσης ἐπιχειρήσεως πονηρᾶς, ἐὰν ἴδωσι μήτε κλῆρον μήτε λαὸν τὰς αὐτῶν ἐπινοίας παραδεχόμενον. ἣν οὖν γνώμην ἔχετε περὶ τοῦ καλοῦ, ταύτην κοινὴν ποιήσασθε τῆς πόλεως· καὶ τοῖς δήμοις καὶ πᾶσι τοῖς οἰκοῦσι τὴν χώραν διαλέχθητε ἐπιρρώσοντες αὐτῶν τὰς καλὰς προαιρέσεις, ὥστε διαβοηθῆναι παρὰ πᾶσι τὸ γνήσιον ὑμῶν τῆς εἰς Θεὸν ἀγάπης. ἐὰν δὲ καὶ αὐτοὶ καταξιωθῶμέν ποτε παραγενέσθαι καὶ ἐπισκέψασθαι τὴν ἐκκλησίαν τὴν τροφὸν τῆς εὐσεβείας, ἣν ὡς μητρόπολιν τῆς ὀρθοδοξίας τιμῶμεν, διὰ τὸ ἐκ παλαιοῦ ὑπὸ τιμιωτάτων <pb n="v.3.p.358"/> ἀνδρῶν καὶ ἐκλεκτῶν τοῦ Θεοῦ οἰκονομεῖσθαι αὐτὴν ἀντεχομένων τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ὧν ἄξιον εἶναι τὸν νῦν ἀναφανέντα καὶ ὑμεῖς ἐδοκιμάσατε, καὶ ἡμεῖς συνεθέμεθα. </p><p rend="align(indent)"> Μόνον φυλαχθείητε παρὰ τῆς χάριτος τοῦ Θεοῦ, παραλύοντος μὲν τὰ πονηρὰ βουλεύματα τῶν ἐχθρῶν, ἰσχὺν δὲ καὶ εὐτονίαν πρὸς φυλακὴν τῶν καλῶς δεδογμένων ταῖς ψυχαῖς ὑμῶν ἐμποιοῦντος. </p></div></div></body></text></TEI>