Πρὸς τοὺς ἐν Βεροίᾳ. Ἔγνωμεν ὑμᾶς προλαβόντες, ποθεινότατοι, ἐκ τῆς ἐκβεβοημένης ὑμῶν εὐλαβείας καὶ τοῦ στεφάνου τῆς κατὰ Χριστὸν ὁμολογίας. καὶ ἴσως ἄν τις ὑμῶν φαίη· Καὶ τίς ὁ εἰς τὴν μακρὰν ταῦτα διαπορθμεύσας; Κύριος αὐτός, ὃς τοὺς εὐσεβοῦντας εἰς αὐτὸν τρόπῳ λύχνου τιθεὶς ἐπὶ τὴν λυχνίαν, φαίνειν ποιεῖ καθʼ ὅλης τῆς οἰκουμένης. ἢ οὐχὶ τοὺς ἀριστέας τῶν ἀγωνιστῶν ἀνακηρύττειν εἴωθε τὸ τῆς νίκης βραβεῖον, καὶ τοὺς μηχανικοὺς ἡ τοῦ ἔργου ἐπίνοια; εἰ δὲ ἐπὶ τούτοις καὶ τοῖς τοιούτοις ἄληστος ἡ μνήμη διαμένει, τοὺς κατὰ Χριστὸν εὐσεβοῦντας, περὶ ὧν αὐτός φησιν ὁ Κύριος· Τοὺς δοξάζοντάς με δοξάσω, πῶς οὐχὶ γνωρίμους καὶ διαφανεῖς τοῖς πᾶσι καταστήσει, ταῖς ἀκτῖσι τοῦ ἡλίου συνεφαπτῶν τῆς ἐξαστραπτούσης αὐτῶν λαμπηδόνος τὸ φαιδρόν; Μείζονα δὲ αὖθις ἡμῖν τὸν περὶ ὑμᾶς πόθον ἐνεθήκατε γραμμάτων ἡμᾶς ἀξιώσαντες, καὶ γραμμάτων τοιούτων, ἐν οἷς πρὸς τοῖς προλαβοῦσιν ὑπὲρ τῆς εὐσεβείας παλαίσμασι πλουσίαν καὶ ἀκμαιοτέραν τὴν ὑπὲρ τῆς ἀληθοῦς πίστεως καρτεροψυχίαν ἐπεδαψιλεύσασθε. ἐφʼ οἷς συνηδόμεθα ὑμῖν, καὶ συνευχόμεθα, ὅπως ὁ τῶν ὅλων Θεός, οὗ ὁ ἀγών, καὶ οὗ τὸ σκάμμα, καὶ δι’ οὗ οἱ στέφανοι, προθυμίαν ἐμποιήσῃ, ῥῶσιν ψυχῆς παράσχῃ, καὶ εἰς τελείαν εὐδοκίμησιν τὴν παρʼ αὐτῷ τὸ ἔργον ὑμῶν ἀγάγῃ. Πρὸς Χαλκιδέας. Τὸ γράμμα τῆς εὐλαβείας ὑμῶν τοιοῦτον γέγονεν ἡμῖν ἐν καιρῷ θλίψεως ἐπιφανέν, ὁποῖον γίνεται πολλάκις ἀγωνισταῖς ἵπποις, ἐν μεσημβρίᾳ σταθερᾷ λάβρῳ τῷ ἄσθματι κόνιν σπωμένοις ἐν μέσῳ τῷ σταδίῳ, ὕδωρ τοῖς στόμασι προσχυθέν. ἀνεπνεύσαμεν γὰρ ἐκ τῆς συνεχείας τῶν πειρασμῶν, καὶ ὁμοῦ τε τοῖς ῥήμασιν ὑμῶν ἐπερρώσθημεν, καὶ τῇ μνήμῃ τῶν καθʼ ὑμᾶς ἀγωνισμάτων εὐτονώτεροι γεγόναμεν πρὸς τὸ ἀνενδότως ὑπενεγκεῖν τὸν προκείμενον ἡμῖν ἀγῶνα. ὁ γὰρ ἐμπρησμός, ὁ τὰ πολλὰ τῆς Ἀνατολῆς ἐπινειμάμενος ὑφέρπει ἤδη καὶ τὴν ἡμετέραν, καὶ τὰ κύκλῳ πάντα περιφλέξας ἅπτεσθαι φιλονεικεῖ καὶ τῶν ἐν Καππαδοκίᾳ ἐκκλησιῶν, ἃς τέως ἐκίνει πρὸς δάκρυον ὁ ἐκ γειτόνων καπνός. ἅπτεσθαι δʼ οὖν λοιπὸν καὶ ἡμῶν ἐπείγεται, ὃν ὁ Κύριος ἀποστρέψειε τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ διακόψειε τὴν φλόγα τοῦ πονηροῦ τούτου πυρός. τίς γὰρ οὕτω δειλὸς καὶ ἄνανδρος, ἢ πρὸς πόνους ἀθλητικοὺς ἀμελέτητος, ὡς μὴ τοῖς ὑμετέροις ὑποφωνήμασιν ἐπιρρωσθῆναι πρὸς τὸν ἀγῶνα, καὶ εὔχεσθαι μεθʼ ὑμῶν στεφανίτης ἀναρρηθῆναι; προλαβόντες γὰρ ἐναπεδύσασθε τῷ τῆς εὐσεβείας σταδίῳ, καὶ πολλὰς μὲν ἀπεκρούσασθε πείρας αἱρετικῶν παλαισμάτων, πολὺν δὲ τὸν καύσωνα τῶν πειρασμῶν ὑπηνέγκατε, οἵ τε κορυφαῖοι τῆς ἐκκλησίας ὑμεῖς, οἷς ἡ θεραπεία τοῦ θυσιαστηρίου πεπίστευται, καὶ οἱ καθʼ ἕνα τοῦ λαοῦ, καὶ οἱ δυνατώτεροι. τοῦτο γὰρ καὶ μάλιστα θαυμαστὸν ὑμῶν καὶ πάσης ἀποδοχῆς ἄξιον, ὅτι πάντες εἷς ἐστε ἐν Κυρίῳ, οἱ μὲν καθηγούμενοι πρὸς τὸ ἀγαθόν, οἱ δὲ ἐφεπόμενοι μετὰ συμπνοίας. διὸ καὶ κρείττους ἐστὲ τῆς τῶν ἀντιπάλων ἐπιχειρήσεως, οὐδεμίαν παρέχοντες ἀπʼ οὐδενὸς μέλους λαβὴν τοῖς ἀνταγωνιζομένοις. Τούτου χάριν εὐχόμεθα νυκτὸς καὶ ἡμέρας τῷ Βασιλεῖ τῶν Αἰώνων φυλάξαι μὲν τὸν λαὸν ἐν τῇ ὁλοκληρίᾳ τῆς πίστεως, φυλάξαι δὲ αὐτῷ τὸν κλῆρον, ὥσπερ κεφαλὴν ἀκέραιον ἐπὶ τοῦ ὕψους κειμένην, καὶ τὴν ἀφʼ ἑαυτῆς προμήθειαν τοῖς ὑποκειμένοις τοῦ σώματος μέλεσι παρεχομένην. ὀφθαλμῶν γὰρ τὰ καθʼ ἑαυτοὺς ἐνεργούντων, ἔντεχνοι μὲν τῶν χειρῶν αἱ ἐργασίαι, ἀπρόσκοποι δὲ τῶν ποδῶν αἱ κινήσεις, οὐδὲν δὲ μέρος τοῦ σώματος τῆς προσηκούσης προνοίας ἀποστερεῖται. ὥστε παρακαλοῦμεν ὑμᾶς, ὃ ποεῖτε καὶ ποιήσετε, ἀντέχεσθαι ἀλλήλων, καὶ ὑμᾶς μὲν τοὺς τὴν τῶν ψυχῶν ἐπιμέλειαν πεπιστευμένους συνέχειν τοὺς καθʼ ἕκαστον, καὶ θάλπειν ὡς τέκνα ἀγαπητά, τὸν δὲ λαὸν τὴν πατράσιν ὀφειλομένην αἰδὼ καὶ τιμὴν ὑμῖν ἀποσώζειν, ἵνα ἐν τῇ εὐσχημοσύνῃ τῆς ἐκκλησίας σώζηται μὲν ὑμῶν ἡ ἰσχύς, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως, δοξάζηται δὲ τὸ ὄνομα τοῦ Θεοῦ, πλεονάζῃ δὲ καὶ πληθύνῃ τὸ τῆς ἀγάπης καλόν. ἀκούοντες δὲ ἡμεῖς εὐφραινώμεθα ἐπὶ τῇ προκοπῇ ὑμῶν τῇ κατὰ Θεόν· καὶ εἰ μὲν ἔτι διὰ σαρκὸς ἐπιδημεῖν τῷ κόσμῳ τούτῳ κελευόμεθα, καὶ ἴδοιμέν ποτε ὑμᾶς ἐν τῇ εἰρήνῃ τοῦ Θεοῦ· ἐὰν δὲ κελευσθῶμεν λοιπὸν ἀπᾶραι τῆς ζωῆς ταύτης, ἴδωμεν ὑμᾶς ἐν τῇ λαμπρότητι τῶν ἁγίων, μετὰ τῶν δι’ ὑπομονῆς καὶ πάσης ἐπιδείξεως ἀγαθῶν ἔργων εὐδοκιμούντων στεφανωθέντας. Πρὸς Εὐστάθιον τὸν Σεβαστηνόν. Καιρός, φησί, τοῦ σιγᾷν, καὶ καιρὸς τοῦ λαλεῖν, ὁ τοῦ Ἐκκλησιαστοῦ λόγος. οὐκοῦν καὶ νῦν, ἐπειδὴ αὐτάρκης ὁ τῆς σιωπῆς ἐγένετο χρόνος, εὔκαιρον λοιπὸν ἀνοῖξαι τὸ στόμα εἰς φανέρωσιν τῆς ἀληθείας τῶν ἀγνοουμένων. ἐπεὶ καὶ ὁ μέγας Ἰὼβ πολὺν μὲν χρόνον σιωπῇ τὰς συμφορὰς ἤνεγκεν, αὐτῷ τούτῳ τὴν ἀνδρείαν ἐπιδεικνύμενος, τῷ ἐγκαρτερεῖν τοῖς δυσφορωτάτοις πάθεσιν, ὅτε δὲ ἱκανῶς ἐν τῇ σιωπῇ διήθλησε, καὶ διέμεινεν ἐν τῷ βάθει τῆς καρδίας ἀποστέγων τὴν ἀλγηδόνα, τότε ἀνοίξας τὸ στόμα ἀπεφθέγξατο ἐκεῖνα ἃ πάντες ἴσασι. καὶ ἡμῖν τοίνυν τρίτον τοῦτο ἔτος τῆς σιωπῆς ζηλωτὸν ἐγένετο τοῦ προφήτου τὸ καύχημα λέγοντος· Ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. διὸ ἐναπεκλείσαμεν τῷ βάθει τῆς καρδίας ἡμῶν τὴν ἐκ τῆς συκοφαντίας ἡμῖν ἐγγινομένην ὀδύνην. τῷ ὄντι γὰρ συκοφαντία ἄνδρα ταπεινοῖ, καὶ συκοφαντία περιφέρει πτωχόν. εἰ οὖν τοσοῦτον τὸ ἐκ τῆς συκοφαντίας κακόν, ὥστε καὶ τὸν τέλειον ἤδη (τοῦτο γὰρ διὰ τῆς προσηγορίας τοῦ ἀνδρὸς ὁ λόγος αἰνίσσεται) κατάγειν ἀπὸ τοῦ ὕψους καὶ τὸν πτωχόν, τουτέστι τὸν ἐνδεῶς ἔχοντα τῶν μεγάλων δογμάτων (καθὼς καὶ τῷ προφήτῃ δοκεῖ λέγοντι· Ἴσως πτωχοί εἰσι· διὰ τοῦτο οὐκ ἀκούσονται. πορεύσομαι πρὸς τοὺς ἁδρούς· πτωχοὺς τοὺς περὶ τὴν σύνεσιν ἐνδεεῖς λέγων· καὶ ἐνταῦθα, δηλονότι, τοὺς οὔπω κατηρτισμένους τὸν ἔσω ἄνθρωπον, οὐδὲ εἰς τὸ τέλειον ἐφθαρκότας τῆς ἡλικίας μέτρον, τούτους περιφέρεσθαι καὶ σαλεύεσθαι ἡ παροιμία φησίν)· ἀλλʼ ὅμως ᾤμην χρῆναι σιωπῇ φέρειν τὰ λυπηρά, ἐκδεχόμενός τινα δι’ αὐτῶν τῶν ἔργων ἐπανόρθωσιν. οὐδὲ γὰρ κακίᾳ τινί, ἀλλʼ ἀγνοίᾳ τῆς ἀληθείας ἡγούμην ἐκεῖνα καθʼ ἡμῶν εἰρῆσθαι. Ἐπειδὴ δὲ ὁρῶ τῷ χρόνῳ συμπροϊοῦσαν τὴν ἔχθραν, καὶ μὴ μεταμελομένους ἐπὶ τοῖς ἐξ ἀρχῆς λαληθεῖσι, μηδʼ ὅπως τὰ παρελθόντα ἐξιάσοιντο ποιουμένους τινὰ φροντίδα, ἀλλʼ ἐπεξεργαζομένους, καὶ πρὸς τὸν ἐξ ἀρχῆς σκοπὸν συντεταγμένους, ὃν ἐνεστήσαντο, κακῶσαι ἡμῶν τὴν ζωὴν καὶ χρᾶναι τὴν ὑπόληψιν παρὰ τοῖς ἀδελφοῖς μηχανώμενοι, οὐκέτι μοι τὸ τῆς σιωπῆς ἀσφαλὲς καταφαίνεται. ἀλλʼ εἰσῆλθέ με τὸ τοῦ Ἡσαΐου λέγοντος· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; Ἐκαρτέρησα ὡς ἡ τίκτουσα. γένοιτο δὲ καὶ ἡμᾶς καὶ τὸν ἐπὶ τῇ σιωπῇ μισθὸν δέξασθαι, καὶ λαβεῖν τινα ἐπὶ τοῖς ἐλέγχοις δύναμιν, ὥστε ἐλέγξαντας ἡμᾶς ξηρᾶναι τὸν πικρὸν τοῦτον τῆς καθʼ ἡμῶν ῥυείσης ψευδολογίας χείμαρρον, ὥστε ἂν εἰπεῖν καὶ ἡμᾶς· ὅτι Χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· καὶ τό, Εἰ μὴ Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφʼ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Ἐγὼ πολὺν χρόνον προσαναλώσας τῇ ματαιότητι, καὶ πᾶσαν σχεδὸν τὴν ἐμαυτοῦ νεότητα ἐναφανίσας τῇ ματαιοπονίᾳ, ἣν εἶχον προσδιατρίβων τῇ ἀναλήψει τῶν μαθημάτων τῆς παρὰ τοῦ Θεοῦ μωρανθείσης σοφίας, ἐπειδή ποτε, ὥσπερ ἐξ ὕπνου βαθέος διαναστὰς ἀπέβλεψα μὲν πρὸς τὸ θαυμαστὸν φῶς τῆς ἀληθείας τοῦ εὐαγγελίου, κατεῖδον δὲ τὸ ἄχρηστον τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, πολλὰ τὴν ἐλεεινήν μου ζωὴν ἀποκλαύσας, ηὐχόμην δοθῆναί μοι χειραγωγίαν πρὸς τὴν εἰσαγωγὴν τῶν δογμάτων τῆς εὐσεβείας. καὶ πρό γε πάντων ἐπιμελὲς ἦν μοι διόρθωσίν τινα τοῦ ἤθους ποιήσασθαι, πολὺν χρόνον ἐκ τῆς πρὸς τοὺς φαύλους ὁμιλίας διαστραφέντος. καὶ τοίνυν ἀναγνοὺς τὸ Εὐαγγέλιον, καὶ θεασάμενος ἐκεῖ μεγίστην ἀφορμὴν εἰς τελείωσιν τὴν διάπρασιν τῶν ὑπαρχόντων, καὶ τὴν πρὸς τοὺς ἐνδεεῖς τῶν ἀδελφῶν κοινωνίαν, καὶ ὅλως τὸ ἀφροντίστως ἔχειν τοῦ βίου τούτου, καὶ ὑπὸ μηδεμιᾶς συμπαθείας πρὸς τὰ ὧδε τὴν ψυχὴν ἐπιστρέφεσθαι, ηὐχόμην εὑρεῖν τινα τῶν ἀδελφῶν ταύτην ἑλόμενον τὴν ὁδὸν τοῦ βίου, ὥστε αὐτῷ συνδιαπεραιωθῆναι τὸν βραχὺν τοῦτον τοῦ βίου κλύδωνα. Καὶ δὴ πολλοὺς μὲν εὗρον κατὰ τὴν Ἀλεξάνδρειαν, πολλοὺς δὲ κατὰ τὴν λοιπὴν Αἴγυπτον, καὶ ἐπὶ τῆς Παλαιστίνης ἑτέρους, καὶ τῆς κοίλης Συρίας καὶ τῆς Μεσοποταμίας· ὧν ἐθαύμαζον μὲν τὸ περὶ δίαιταν ἐγκρατές, ἐθαύμαζον δὲ τὸ καρτερικὸν ἐν πόνοις, ἐξεπλάγην τὴν ἐν προσευχαῖς εὐτονίαν, ὅπως ὕπνου κατεκράτουν, ὑπʼ οὐδεμιᾶς φυσικῆς ἀνάγκης κατακαμπτόμενοι, ὑψηλὸν ἀεὶ καὶ ἀδούλωτον τῆς ψυχῆς τὸ φρόνημα διασώζοντες, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, μὴ ἐπιστρεφόμενοι πρὸς τὸ σῶμα, μηδὲ καταδεχόμενοι αὐτῷ προσαναλῶσαί τινα φροντίδα, ἀλλʼ ὡς ἐν ἀλλοτρίᾳ τῇ σαρκὶ διάγοντες, ἔργῳ ἐδείκνυσαν, τί τὸ παροικεῖν τοῖς ὧδε, καὶ τί τὸ πολίτευμα ἔχειν ἐν οὐρανῷ. ἐκεῖνα θαυμάσας, καὶ μακαρίσας τῶν ἀνδρῶν τὴν ζωήν, ὅτι ἔργῳ δεικνύουσι τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ηὐχόμην καὶ αὐτός, καθόσον ἐμοὶ ἐφικτόν, ζηλωτὴς εἶναι τῶν ἀνδρῶν ἐκείνων. Τούτου γοῦν ἕνεκεν θεασάμενός τινας ἐπὶ τῆς πατρίδος ξηλοῦν τὰ ἐκείνων ἐπιχειροῦντας, ἐνόμισά τινα βοήθειαν εὑρηκέναι πρὸς τὴν ἐμαυτοῦ σωτηρίαν, καὶ ἀπόδειξιν ἐποιούμην τῶν ἀφανῶν τὰ ὁρώμενα. ἐπεὶ οὖν ἄδηλα ἑκάστου ἡμῶν τὰ ἐν τῷ κρυπτῷ, ἡγούμην αὐτάρκη μηνύματα εἶναι τῆς ταπεινοφροσύνης τὸ ταπεινὸν τοῦ ἐνδύματος, καὶ ἤρκει μοι πρὸς πληροφορίαν τὸ παχὺ ἱμάτιον, καὶ ἡ ζώνη, καὶ τῆς ἀδεψήτου βύρσης τὰ ὑποδήματα. καὶ πολλῶν ἀπαγόντων με τῆς πρὸς αὐτοὺς συνηθείας, οὐκ ἠνειχόμην, ὁρῶν αὐτοὺς τοῦ ἀπολαυστικοῦ βίου τὸν καρτερικὸν προτιμῶντας· καὶ διὰ τὸ παρηλλαγμένον τῆς πολιτείας ζηλοτύπως εἶχον πρὸς αὐτούς. ὅθεν οὐδὲ τὰς περὶ τῶν δογμάτων διαβολὰς προσιέμην, καίτοι πολλῶν διαβεβαιουμένων μὴ ὀρθὰς ἔχειν περὶ Θεοῦ τὰς ὑπολήψεις, ἀλλὰ τῷ προστάτῃ τῆς νῦν αἱρέσεως μαθητευθέντας, τὰ ἐκείνου λάθρα κατασπείρειν διδάγματα· ὧν ἐπειδὴ οὐδέποτε αὐτήκοος ἐγενόμην, συκοφάντας ἡγούμην τοὺς ἀπαγγέλλοντας. ἐπεὶ δὲ λοιπὸν ἐκλήθημεν εἰς τὴν προστασίαν τῆς ἐκκλησίας, τοὺς μὲν παραδοθέντας ἡμῖν φύλακας καὶ σκοπευτὰς τοῦ βίου ἐν προσποιήσει δὴ βοηθείας καὶ κοινωνίας ἀγαπητικῆς σιωπῶ, ἵνα μὴ δόξω ἢ ἄπιστα λέγων ἐμαυτὸν διαβάλλειν, ἢ πιστευόμενος μισανθρωπίας ἀφορμὴν τοῖς πιστεύουσιν ἐμποιεῖν. ὃ καὶ ἐμοὶ μικροῦ συνέβη, εἰ μή με ταχὺ προκατελάβοντο οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ. μικροῦ γὰρ εἰς τὴν κατὰ πάντων ἐξέπεσον ὑποψίαν, οὐδὲν ἡγούμενος εἶναι παρʼ οὐδενὶ πιστόν, ἐκ τῶν δολερῶν τραυμάτων τὴν ψυχὴν πεπληγμένος. ἀλλʼ ὅμως ἐδόκει τέως εἶναί τι ἡμῖν σχῆμα τῆς πρὸς αὐτοὺς συνηθείας. καὶ προσβολαὶ μὲν ἐγένοντο ἡμῖν περὶ δογμάτων καὶ ἅπαξ καὶ δίς· καὶ ἐδόξαμεν μὴ διακρίνεσθαι συμφωνήσαντες. ὡς δὲ ηὕρισκον μὲν ἡμᾶς τὰς αὐτὰς ἀφιέντας φωνὰς περὶ τῆς εἰς Θεὸν πίστεως, ἃς παρὰ πάντα τὸν χρόνον ἤκουσαν παρʼ ἡμῶν. εἰ γὰρ καὶ τἄλλα ἡμῶν στεναγμῶν ἄξια, ἀλλʼ οὖν ἕν γε τοῦτο τολμῶ καυχᾶσθαι ἐν Κυρίῳ, ὅτι οὐδέποτε πεπλανημένας ἔσχον τὰς περὶ Θεοῦ ὑπολήψεις, ἢ ἑτέρως φρονῶν μετέμαθον ὕστερον. ἀλλʼ ἣν ἐκ παιδὸς ἔλαβον ἔννοιαν περὶ Θεοῦ παρὰ τῆς μακαρίας μητρός μου καὶ τῆς μάμμης Μακρίνης, ταύτην αὐξηθεῖσαν ἔσχον ἐν ἐμαυτῷ· οὐ γὰρ ἄλλα ἐξ ἄλλων μετέλαβον ἐν τῇ τοῦ λόγου συμπληρώσει, ἀλλὰ τὰς παραδοθείσας μοι παρʼ αὐτῶν ἀρχὰς ἐτελείωσα. ὥσπερ γὰρ τὸ σπέρμα αὐξανόμενον, μεῖζον μὲν ἀπὸ μικροῦ γίνεται ταὐτὸν δέ ἐστιν ἐν ἑαυτῷ, οὐ κατὰ γένος μεταβαλλόμενον, ἀλλὰ κατʼ αὔξησιν τελειούμενον, οὕτω λογίζομαι καὶ ἐμοὶ τὸν αὐτὸν λόγον διὰ τῆς προκοπῆς ηὐξῆσθαι, οὐχὶ δὲ ἀντὶ τοῦ ἐξ ἀρχῆς ὄντος τὸν νῦν ὑπάρχοντα γεγενῆσθαι. ὥστε ἐρευνάτωσαν μὲν τὸ ἑαυτῶν συνειδός, ἐνθυμείσθωσαν δὲ τὸ τοῦ Χριστοῦ δικαστήριον, εἴ ποτε ἄλλο τι ἤκουσαν παρʼ ἡμῶν, παρʼ ὃ νῦν λέγομεν, οἱ νῦν ἡμᾶς διαθρυλλήσαντες ἐπὶ κακοδοξίᾳ, καὶ ταῖς στηλιτευτικαῖς ἐπιστολαῖς, ἃς συνέγραψαν καθʼ ἡμῶν, πᾶσαν περικτυπήσαντες ἀκοήν. ὅθεν καὶ ἡμεῖς πρὸς τὴν ἀνάγκην ἤλθομεν τῆς ἀπολογίας ταύτης. Ἐγκαλούμεθα γὰρ τὴν εἰς Θεὸν βλασφημίαν, οὔτε ἀπὸ συγγραφῆς, ἣν αὐτοὶ προκατεβαλόμεθα περὶ πίστεως, ἐλεγχθῆναι δυνάμενοι, οὔτε ἀπὸ ῥημάτων, ὅσα ἀγράφως ἀπὸ στόματος ἀεὶ ἐν τῷ φανερῷ ταῖς ἐκκλησίαις τοῦ Θεοῦ διελέχθημεν. ἀλλʼ οὐδὲ μάρτυς εὑρέθη ὁ λέγων παρʼ ἡμῶν ἀκηκοέναι τι τῶν ἀσεβῶν ἐν παραβύστῳ φθεγξαμένων. πόθεν οὖν κρινόμεθα, εἰ μήτε συγγράφομεν ἀσεβῶς, μήτε δημηγοροῦμεν ἐπιβλαβῶς, μήτε ἐν ταῖς κατʼ οἶκον ὁμιλίαις τοὺς ἐντυγχάνοντας διαστρέφομεν; ὢ τοῦ καινοῦ δράματοσϲ ὁ δεῖνα, φησίν, ἐπὶ τῆς Συρίας ἔγραψέ τινα ὡς οὐκ εὐσεβῶς· σὺ δὲ ἐπέστειλας αὐτῷ πρὸ εἴκοσιν ἐτῶν καὶ πλειόνων. κοινωνὸς ἄρα σὺ τοῦ ἀνθρώπου, καὶ τὰ ἐκείνου κατηγορήματα καὶ σὰ γινέσθω. ἀλλʼ, ὦ φίλε τῆς ἀληθείας ἄνθρωπε, ὁ τὸ ψεῦδος γέννημα εἶναι τοῦ διαβόλου δεδιδαγμένος, πῶς ἐπείσθης ἐμὴν εἶναι τὴν ἐπιστολὴν ἐκείνην; οὐ γὰρ ἀπέστειλας, οὐδʼ ἠρώτησας, οὐδὲ παρʼ ἐμοῦ, τοῦ δυναμένου σοι τἀληθὲς εἰπεῖν, ἐδιδάχθης. εἰ δὲ καὶ ἐμὸν τὸ γράμμα, πόθεν δῆλον ὅτι τοῦτο τὸ νῦν σοι ἐμπεσὸν σύνταγμα σύγχρονον τοῖς ἐμοῖς γράμμασι; τίς σοι ὁ εἰπών, ὅτι εἴκοσίν ἐστιν ἐτῶν ἡ συγγραφὴ αὐτή; πόθεν δὲ δῆλον ὅτι ἐκείνου ἐστὶ τοῦ ἀνθρώπου τὸ σύνταγμα, πρὸς ὃν καὶ ἡ παρʼ ἐμοῦ ἐπιστολὴ διεπέμφθη; εἰ δὲ κἀκεῖνος ὁ συγγραφεύς, κἀγὼ ἐκείνῳ ἐπέστειλα, καὶ χρόνος εἷς τῶν τʼ ἐμῶν γραμμάτων καὶ τοῦ συγγράμματος, ὅτι παρεδεξάμην αὐτὸ τῇ διανοίᾳ καὶ ἔχω ἐν ἐμαυτῷ ἐκεῖνο τὸ φρόνημα, τίς ἡ ἀπόδειξις; Ἐρώτησον σεαυτόν· ποσάκις ἡμᾶς ἐπεσκέψω ἐπὶ τῆς μονῆς τῆς ἐπὶ τῷ Ἴριδι ποταμῷ, ὅτε δὲ συμπαρῆν μοι ὁ θεοφιλέστατος ἀδελφὸς Γρηγόριος, τὸν αὐτόν μοι τοῦ βίου σκοπὸν διανύων; εἰ ἤκουσάς τι τοιοῦτον; ἢ ἔλαβες ἔμφασιν μικρὰν ἢ μείζονα; πόσας δὲ ἡμέρας ἐπὶ τῆς ἀντιπέραν κώμης, παρὰ τῇ μητρί μου, ἔνθα ὡς φίλοι μετʼ ἀλλήλων διάγοντες, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ λόγων κινουμένων ἡμῖν; εἰ εὑρέθημέν τι συγγενὲς ἔχοντες ἐν τῇ διανοίᾳ; ὅτε δὲ τὸν μακάριον Σιλουανὸν κατὰ ταὐτὸν ἐπεσκεπτόμεθα, οὐχ ἡ ὁδὸς ἡμῖν τοὺς περὶ τούτων εἶχε λόγους; ἐπὶ δὲ τῆς Εὐσινόης, ὅτε μετὰ πλειόνων ἐπισκόπων μέλλοντες ὁρμᾷν ἐπὶ Λάμψακον, προσεκαλέσασθέ με, οὐ περὶ πίστεως ἦσαν οἱ λόγοι; οὐχὶ δὲ πάντα τὸν χρόνον οἱ σοὶ ταχυγράφοι παρῆσαν ἐμοὶ ὑπαγορεύοντι τὰ πρὸς τὴν αἵρεσιν; οὐ τῶν σῶν μαθητῶν οἱ γνησιώτατοι πάντα μοι τὸν χρόνον παρῆσαν; οὐ τὰς ἀδελφότητας ἐπισκεπτόμενος, καὶ συνδιανυκτερεύων αὐταῖς ἐν ταῖς προσευχαῖς, λέγων καὶ ἀκούων ἀεὶ τὰ περὶ Θεοῦ ἀφιλονείκως, οὐκ ἀκριβεῖς παρεῖχον τῆς ἐννοίας ἐμαυτοῦ τὰς ἀποδείξεις; πῶς οὖν ἡ ἐν τοσούτῳ χρόνῳ πεῖρα ἐλάττων ἐφάνη τῆς οὕτω σαθρᾶς καὶ ἀδρανοῦς ὑπονοίας; τίνα δὲ ἔδει πρὸ σοῦ μάρτυρα εἶναι τῆς ἐμῆς διαθέσεως; τὰ ἐπὶ Χαλκηδόνος λαληθέντα ἡμῖν περὶ πίστεως, τὰ ἐν Ἡρακλείᾳ πολλάκις, τὰ πρότερον ἐπὶ τῆς Καισαρείας ἐν τῷ προαστείῳ, εἰ μὴ πάντα σύμφωνα παρʼ ἡμῶν; εἰ μὴ πάντα ἀλλήλοις συμβαίνοντα; ἐκτὸς τοῦ, ὅπερ εἶπον, ἐκ προκοπῆς τινα αὔξησιν ἐπιθεωρεῖσθαι τοῖς λεγομένοις, ὅπερ οὐχὶ μεταβολή ἐστιν ἐκ τοῦ χείρονος πρὸς τὸ βέλτιον, ἀλλὰ συμπλήρωσις τοῦ λείποντος κατὰ τὴν προσθήκην τῆς γνώσεως. πῶς δὲ κἀκεῖνο οὐκ ἐνθυμῇ, ὅτι πατὴρ οὐ λήψεται ἁμαρτίαν παιδός, οὐδὲ υἱὸς λήψεται ἁμαρτίαν πατρός, ἕκαστος δὲ ἐν τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται; ἐμοὶ δὲ οὔτε πατὴρ ὁ παρὰ σοὶ διαβαλλόμενος, οὔθʼ υἱός. οὔτε γὰρ διδάσκαλός μου γέγονεν οὔτε μαθητής. εἰ δὲ δεῖ τὰς τῶν γεννησάντων ἁμαρτίας ἐγκλήματα τοῖς τέκνοις γίνεσθαι, πολὺ δικαιότερον τὰ Ἀρείου κατὰ τῶν μαθητῶν αὐτοῦ γίνεσθαι· καὶ εἴ τις Ἀέτιον ἐγέννησε τὸν αἱρετικόν, ἐπὶ τὴν κεφαλὴν τοῦ πατρὸς ἀναβαίνειν τοῦ παιδὸς τὰ ἐγκλήματα. εἰ δʼ οὐ δίκαιον ἐπʼ ἐκείνοις ἐγκαλεῖσθαί τινα, πολλῷ δήπου δικαιότερον ἡμᾶς ἐπὶ τοῖς μηδὲν ἡμῖν προσήκουσι μὴ ὑπέχειν εὐθύνας, εἴ γε καὶ ἥμαρτον ὅλως, εἴ τι καὶ γέγραπται αὐτοῖς ἄξιον κατακρίσεως. συγγνώμη γάρ μοι ἀπιστοῦντι τοῖς κατʼ αὐτῶν λεγομένοις, ἐπειδὴ ἡ κατʼ ἐμοῦ πεῖρα τὸ πρὸς συκοφαντίαν εὔκολον τῶν κατηγορούντων συνίστησι. Καὶ γὰρ εἰ μὲν ἀπατηθέντες, καὶ νομίσαντες ἐμὲ κοινωνὸν εἶναι τῆς γνώμης τῶν συγγραψάντων ἐκεῖνα τὰ Σαβελλίου ῥήματα, ἅπερ αὐτοὶ περιφέρουσιν, ἐπὶ τὴν κατʼ ἐμοῦ διαβολὴν ἦλθον, οὐδʼ οὕτω μὲν ἦσαν συγγνώμης ἄξιοι, πρὸ ἐναργῶν ἀποδείξεων εὐθὺς ταῖς βλασφημίαις βάλλοντες καὶ τιτρώσκοντες τοὺς μηδὲν ἀδικήσαντας, ἵνα μὴ εἴπω, ὅτι καὶ τοὺς εἰς τὴν ἄκραν αὐτοῖς φιλίαν συνδεδεμένους, καὶ ὅτι ἀπόδειξις τοῦ μὴ Πνεύματι ἄγεσθαι ἁγίῳ τὸ ψευδεῖς ἔχειν ἐν ἑαυτοῖς τὰς ὑπολήψεις. πολλὰ γὰρ δεῖ μεριμνῆσαι καὶ πολλὰς ἀγρύπνους νύκτας διενεγκεῖν, καὶ μετὰ πολλῶν δακρύων ἐκζητῆσαι παρὰ Θεοῦ τὴν ἀλήθειαν, τὸν μέλλοντα φιλίας ἀδελφοῦ διατέμνεσθαι. εἰ γὰρ οἱ τοῦ κόσμου τούτου ἄρχοντες, ὅταν τινὰ τῶν κακούργων θανάτῳ καταδικάζειν μέλλωσιν, ἀφέλκονται τὰ παραπετάσματα, καλοῦσι δὲ τοὺς ἐμπειροτάτους πρὸς τὴν ὑπὲρ τῶν προκειμένων σκέψιν, καὶ πολὺν ἐνσχολάζουσι χρόνον, νῦν μὲν τοῦ νόμου τὸ αὐστηρὸν ὁρῶντες, νῦν δὲ τὴν κοινωνίαν τῆς φύσεως δυσωπούμενοι, καὶ πολλὰ στενάξαντες καὶ τὴν ἀνάγκην ἀπολοφυρόμενοι, πάνδημοι πᾶσι γίνονται πρὸς ἀνάγκην ὑπηρετοῦντες τῷ νόμῳ, οὐ κατʼ οἰκείαν ἡδονὴν ἐπάγοντες τὴν κατάκρισιν, πόσῳ χρὴ πλείονος σπουδῆς ἄξιον ἡγεῖσθαι καὶ μερίμνης καὶ τῆς μετὰ πλειόνων βουλῆς τὸν μέλλοντα φιλίας ἀδελφῶν ἀπορρήγνυσθαι, τῆς ἐν πολλῷ χρόνῳ βεβαιωθείσης; ἀλλὰ μία ἐπιστολὴ καὶ αὐτὴ ἀμφίβολος. οὐδὲ γὰρ ἂν εἴποιεν ἐκ τῶν τῆς ὑπογραφῆς συμβόλων αὐτὴν ἐπεγνωκέναι, οἵ γε οὐχὶ τὴν πρώτως γραφεῖσαν, ἀλλὰ τὴν μεταγραφεῖσαν εἰς χεῖρας ἔλαβον. ἐξ ἑνὸς τοίνυν γράμματος, καὶ τούτου παλαιοῦ. εἴκοσι γὰρ ἔτη ἐστὶν εἰς τὸν νῦν χρόνον ἀφʼ οὗ γέγραπταί τι πρὸς τὸν ἄνδρα ἐκεῖνον. ἐν δὲ τῷ μεταξὺ τούτῳ χρόνῳ οὐδένα τοιοῦτον ἔχω μάρτυρα τῆς ἐμαυτοῦ προαιρέσεως καὶ τοῦ βίου, ὡς τοὺς νῦν ἐφεστῶτάς μοι κατηγόρους. Ἀλλʼ οὐ γὰρ ἡ ἐπιστολὴ τοῦ χωρισμοῦ αἰτία, ἑτέρα δέ ἐστι τῆς διαστάσεως ἡ ὑπόθεσις, ἣν ἐγὼ λέγειν αἰσχύνομαι, κἂν ἐσίγησα δὲ πάντα τὸν χρόνον, εἰ μὴ τὰ νῦν πεπραγμένα ἀναγκαίαν μοι καθίστη διὰ τὸ τῶν πολλῶν λυσιτελὲς τῆς ὅλης αὐτῶν προαιρέσεως τὴν φανέρωσιν. ἐνόμισαν οἱ χρηστοὶ ἐμπόδιον αὐτοῖς εἶναι πρὸς τὴν τῆς δυναστείας ἀνάληψιν τὴν πρὸς ἡμᾶς κοινωνίαν. καὶ ἐπειδὴ ὑπογραφῇ τινι πίστεως προελήφθησαν, ἣν ἡμεῖς αὐτοῖς προετείναμεν—οὐκ αὐτοὶ ἀπιστοῦντες αὐτῶν τῷ φρονήματι (ὁμολογῶ γάρ), ἀλλὰ τὰς ἐπʼ αὐτοῖς ὑπονοίας, ἃς οἱ πολλοὶ τῶν ὁμοψύχων ἡμῶν ἀδελφῶν εἶχον, θεραπεῦσαι βουλόμενοι—ἵνα μηδὲν ἐκ τῆς ὁμολογίας ἐκείνης δόξῃ αὐτοῖς ἐμπόδιον ἀπαντᾷν, πρὸς τὸ ὑπὸ τῶν νῦν κρατούντων παραδεχθῆναι, ἀπείπαντο τὴν πρὸς ἡμᾶς κοινωνίαν· καὶ ὑπόθεσις τῆς ἀπορρήξεως τὸ γράμμα τοῦτο ἐπενοήθη. σημεῖον δὲ τῶν λεγομένων ἐναργέστατον, ὅτι ἀποκηρύξαντες ἡμᾶς, καὶ συνθέντες τὰς μέμψεις ἃς ἠβούλοντο καθʼ ἡμῶν, πρὶν ἡμῖν ἀποστεῖλαι, τὰ γράμματα περιέπεμπον πανταχοῦ. ἑπτὰ γὰρ πρότερον ἡμέραις τοῦ εἰς τὰς ἐμὰς ἀφικέσθαι χεῖρας, παρʼ ἄλλοις ἐφάνη ἡ ἐπιστολή· οἳ ἐξ ἑτέρων διαδεξάμενοι, ἑτέροις ἔμελλον παραπέμπειν. οὕτω γὰρ ἐπενόησαν ἕνα ἑνὶ παραδιδόναι, ἵνα ταχεῖα αὐτοῖς κατὰ πᾶσαν τὴν χώραν γένηται ἡ διάδοσις. καὶ ταῦτʼ ἐλέγετο μὲν ἔτι τότε παρὰ τῶν σαφέστατα ἡμῖν τὰ ἐκείνων ἐξαγγελλόντων, ἐκρίναμεν δὲ σιωπᾷν, ἕως ἂν ὁ ἀποκαλύπτων τὰ βαθέα σαφεστάτοις καὶ ἀναντιρρήτοις ἐλέγχοις δημοσιεύσῃ τὰ κατʼ αὐτούς. Γενεθλίῳ πρεσβυτέρῳ. Ἐδεξάμην τὰ γράμματα τῆς σῆς εὐλαβείας καὶ ἐπῄνεσα τὴν προσηγορίαν ἣν εὐστόχως ὠνόμασας τὸ βιβλίον τὸ ὑπʼ αὐτῶν συγγεγραμμένον, προσαγορεύσας βιβλίον ἀποστασίου. ὅπερ οἱ συγγράψαντες (ἀπὸ τῆς ἀγάπης ἡμῶν ἀποστῆναι) τίνα ηὐτρέπισαν τὴν ἀπολογίαν ὑπὲρ αὐτοῦ ἐπὶ τοῦ ἀπαραλογίστου βήματος τοῦ Χριστοῦ, ἐννοεῖν οὐκ ἔχω. προθέντες γὰρ ἡμετέραν κατηγορίαν, καὶ σφοδρῶν ἡμῶν καταδραμόντες, καὶ διηγησάμενοι ἃ ἐβούλοντο, οὐχ οἷα ἡ ἀλήθεια ἔχει, σχηματισάμενοι ἑαυτῶν πολλὴν ταπείνωσιν, καὶ ἡμῖν περιθέντες ὑπερηφανίας ὄγκον, ὡς μὴ δεξαμένοις τοὺς παρʼ αὐτῶν ἀποσταλέντας, πάντα ψευδῆ, ἢ τά γε πλεῖστα αὐτῶν, ἵνα μὴ ἐπικινδύνως φθέγξωμαι, ὡς ἀνθρώπους πείθοντες, καὶ οὐχὶ Θεόν, καὶ ζητοῦντες ἀνθρώποις ἀρέσαι, καὶ οὐχὶ Θεῷ, παρʼ ᾧ οὐδέν ἐστιν ἀληθείας προτιμότερον, οὕτω συνέγραψαν. εἶτα ἐκεῖνοι τοῖς καθʼ ἡμῶν γράμμασιν ὑπέταξαν ῥήματα αἱρετικά, τὸν συγγραφέα τῆς ἀσεβείας ἀποκρυψάμενοι, ἵνʼ οἱ πολλοὶ καὶ ἁπλούστεροι ἐκ τῆς προτεταγμένης ἡμῶν κατηγορίας ἡμέτερα εἶναι νομίσωσι τὰ συνημμένα, διὰ τὸ παρὰ τῶν τεχνικῶς ἡμᾶς διαβαλλόντων σιωπηθῆναι μὲν τὸ ὄνομα τοῦ πατρὸς τῶν πονηρῶν δογμάτων, καταλειφθῆναι δὲ τῇ ὑπονοίᾳ τῶν ἀκεραιοτέρων τὸ ἡμᾶς εἶναι τοὺς ταῦτα ἢ ἐνθυμηθέντας ἢ γράψαντας. ταῦτα οὖν γινώσκοντας ὑμᾶς παρακαλοῦμεν αὐτούς τε μὴ ταράσσεσθαι, καὶ τῶν σαλευομένων τοὺς θορύβους κατασιγάζειν· εἰ καὶ ὅτι οἴδαμεν δυσπαράδεκτον ἡμῶν οὖσαν τὴν ἀπολογίαν, διὰ τὸ ὑπὸ προσώπων ἀξιοπίστων προκατασχεθῆναι ἡμῶν τὰς πονηρὰς βλασφημίας. Περὶ μὲν οὖν τοῦ ὅτι οὐκ ἔστιν ἡμέτερα τὰ ὡς ἡμέτερα περιφερόμενα, νομίζω, εἰ καὶ πάνυ ὁ καθʼ ἡμῶν θυμὸς ἐπισκοτεῖ τοῖς λογισμοῖς αὐτῶν πρὸς τὸ συνορᾷν τὸ συμφέρον, ὅμως, ἐὰν ἐρωτηθῶσι παρʼ ὑμῶν αὐτῶν, μὴ ἂν αὐτοὺς εἰς τοσοῦτον ἐλθεῖν σκληρότητος, ὥστε τολμῆσαι φθέγξασθαι τῷ ἰδίῳ στόματι τὸ ψεῦδος καὶ εἰπεῖν ὅτι ἐμά ἐστι τὰ συντάγματα. εἰ δʼ οὐκ ἐμά, διὰ τί κρίνομαι ὑπὲρ τῶν ἀλλοτρίων; ἀλλʼ ἐροῦσιν, ὅτι κοινωνὸς Ἀπολλιναρίου ἐγώ, καὶ τῶν τοιούτων δογμάτων τὴν διαστροφὴν ἔχων ἐν ἐμαυτῷ. ἀπαιτηθήτωσαν τὰς ἀποδείξεις. εἰ μὲν γὰρ καρδίαν ἀνθρώπου διερευνᾷν ἴσασι, τοῦτο ὁμολογησάτωσαν, καὶ γνωρίσατε αὐτῶν τὴν περὶ πάντα ἀλήθειαν· εἰ δὲ ἐκ τῶν φαινομένων καὶ πᾶσι προδήλων ἐλέγχουσί μου τὴν κοινωνίαν, δειξάτωσαν ἢ κανονικὰ γράμματα παρʼ ἐμοῦ πρὸς αὐτὸν διαπεμπόμενα, ἢ παρʼ ἐκείνου πρὸς ἐμέ, ἢ τῶν κληρικῶν τὰς πρὸς ἡμᾶς ἐπιμιξίας, ἢ εἴ τινα αὐτῶν εἰς κοινωνίαν εὐχῆς ἐδεξάμεθά ποτε. εἰ δὲ ἐπιστολὴν προφέρουσι τὴν λοιπὸν πρὸ κέ ἐτῶν γραφεῖσαν αὐτῷ, παρὰ λαϊκοῦ πρὸς λαϊκόν, καὶ οὐδὲ ταύτην ὡς γέγραπται παρʼ ἐμοῦ, ἀλλὰ μεταποιηθεῖσαν, ὑπὸ τίνων δὲ ὁ Θεὸς οἶδε· γνωρίσατε αὐτόθεν τὴν ἀδικίαν, ὅτι οὐδεὶς ἐν ἐπισκοπῇ ὢν ἐγκαλεῖται, εἴ τι κατὰ ἀδιαφορίαν ἐν τῷ λαϊκῷ βίῳ ἀπαρατηρήτως ἔγραψε, καὶ τοῦτο μηδὲ περὶ πίστεως, ἀλλὰ ψιλὸν γράμμα φιλικὴν ἔχον προσηγορίαν. τάχα δὲ κἀκεῖνοι φαίνονται καὶ Ἕλλησι καὶ Ἰουδαίοις γράψαντες καὶ μὴ ἔχοντες ἔγκλημα. μέχρι γὰρ σήμερον οὐδεὶς ἐκρίθη ἐπὶ τοιούτῳ πράγματι, ἐφʼ ᾧ ἡμεῖς καταδικαζόμεθα παρὰ τῶν διυλιζόντων τοὺς κώνωπας. ὅτι μὲν οὖν οὔτε ἐγράψαμεν ἐκεῖνα, οὔτε συντεθείμεθα αὐτοῖς, ἀλλὰ καὶ ἀναθεματίζομεν τοὺς ἔχοντας ἐκεῖνο τὸ πονηρὸν φρόνημα, τὸ τῆς συγχύσεως τῶν ὑποστάσεων, ἐν ᾧ ἡ ἀσεβεστάτη αἵρεσις τοῦ Σαβελλίου ἀνενεώθη, τοῦτο μὲν οὖν γνώριμον τῷ Θεῷ, τῷ τὰς καρδίας γινώσκοντι, γνώριμον δὲ καὶ πάσῃ τῇ ἀδελφότητι τῇ εἰς πεῖραν ἐλθούσῃ τῆς ἡμετέρας ταπεινώσεως. καὶ αὐτοὶ δὲ ἐκεῖνοι, οἱ νῦν σφοδροὶ κατήγοροι ἡμῶν, ἐρευνησάτωσαν τὸ ἴδιον συνειδός, καὶ γνώσονται, ὅτι ἐκ παιδὸς μακρὰν ἐγενόμεθα τῶν τοιούτων δογμάτων. Τί δέ ἐστι τὸ ἡμέτερον φρόνημα, εἴ τις ἐπιζητεῖ, γνώσεται ἀπʼ αὐτοῦ τοῦ γραμματίου, ἐν ᾧ ἡ ὑπογραφὴ αὐτῶν ἐστιν ἰδιόχειρος. ἣν ἐκεῖνοι βουλόμενοι ἀθετῆσαι, τὴν ἑαυτῶν μεταβολὴν κρύπτουσιν ἐν τῇ ἡμετέρᾳ συκοφαντίᾳ. οὐ γὰρ ὁμολογοῦσιν, ὅτι μετεμελήθησαν τῷ παρʼ ἡμῶν ἐπιδοθέντι αὐτοῖς βιβλίῳ ὑπογράφοντες· ἀλλʼ ἡμῖν ἐπιφέρουσιν ἐγκλήματα ἀσεβείας, νομίζοντες ἀγνοεῖσθαι, ὅτι πρόσχημα μὲν αὐτοῖς ἐστιν ἡ ἀφʼ ἡμῶν ἀναχώρησις· τῇ δὲ ἀληθείᾳ τῆς πίστεως ἀνακεχωρήκασιν, ἣν πολλάκις ἐπὶ πολλῶν ἐγγράφως ὁμολογήσαντες, τὸ τελευταῖον καὶ παρʼ ἡμῶν ἐπιδοθεῖσαν ἐδέξαντο, καὶ ὑπέγραψαν, ἃ πᾶσιν ἔξεστιν ἀναγινώσκειν, καὶ παρʼ αὐτῶν τῶν γραμμάτων διδάσκεσθαι τὴν ἀλήθειαν. γνωρίμη δὲ αὐτῶν ἔσται ἡ προαίρεσις, ἐάν τις μετὰ τὴν ὑπογραφήν, ἣν ἡμῖν ἐπέδωκαν, ἀναγνῷ τὴν πίστιν, ἣν Γελασίῳ ἐπέδωκαν, καὶ γνῷ πόσον τὸ διάφορον ἐκείνης τῆς ὁμολογίας πρὸς ταύτην. οἱ τοίνυν οὕτως εὐκόλως πρὸς τὰ ἐναντία μετατρεπόμενοι μὴ τὰ ἀλλότρια κάρφη διερευνάτωσαν, ἀλλὰ τὴν δοκὸν τὴν ἐν τῷ οἰκείῳ ὀφθαλμῷ ἐκβαλλέτωσαν. Ἐντελέστερον δὲ δι’ ἄλλης ἐπιστολῆς περὶ πάντων καὶ ἀπολογούμεθα καὶ διδάσκομεν, ἥτις πληροφορήσει τοὺς τὸ πλέον ἐπιζητοῦντας. ὑμεῖς δὲ ἐν τῷ παρόντι, ταῦτα ἡμῶν δεξάμενοι τὰ γράμματα, πᾶσαν ἄφετε λύπην, καὶ κυρώσατε τὴν εἰς ἡμᾶς ἀγάπην, δι’ ἣν σφοδρῶς ἀντέχομαι τῆς πρὸς ὑμᾶς ἑνώσεως. καὶ μεγίστη ἡμῖν ἐστι λύπη, καὶ ἀπαραμύθητος ὀδύνη τῇ καρδίᾳ ἡμῶν, ἐὰν τοσοῦτον κατισχύσωσιν ὑμῶν αἱ καθʼ ἡμῶν διαβολαί, ὥστε ψῦξαι τὴν ἀγάπην καὶ ἀπαλλοτριῶσαι ἡμᾶς ἀπʼ ἀλλήλων. ἔρρωσθε. Δημοσθένει, ὡς ἀπὸ τοῦ κοινοῦ. Πολλὴν χάριν ἔχομεν ἀεὶ τῷ Θεῷ, καὶ βασιλεῦσι τοῖς ἐπιμελομένοις ἡμῶν, ὅταν ποτὲ ἴδωμεν τῆς πατρίδος ἡμῶν τὴν ἀρχὴν ἀνδρὶ πιστευθεῖσαν πρῶτον μὲν Χριστιανῷ, ἔπειτα ὀρθῷ τὸν τρόπον, καὶ ἀκριβεῖ τῶν νόμων φύλακι, καθʼ οὓς πολιτευόμεθα τὰ ἀνθρώπινα. διαφερόντως δὲ ἐπὶ τῆς σῆς ἐπιδημίας ταύτην τὴν χάριν ὡμολογήσαμεν τῷ Θεῷ καὶ τῷ θεοφιλεῖ βασιλεῖ. αἰσθόμενοι δὲ ὅτι τινὲς τῶν ἐχθρῶν τῆς εἰρήνης ἔμελλον τὰ σεμνά σου δικαστήρια καθʼ ἡμῶν διοχλεῖν, ἐξεδεχόμεθα κληθήσεσθαι παρὰ τῆς μεγαλονοίας σου, ὥστε διδαχθῆναι παρʼ ἡμῶν τὴν ἀλήθειαν· εἴπερ ἄρα κατεδέχετό σου ἡ μεγάλη φρόνησις τῶν ἐκκλησιαστικῶν πραγμάτων οἰκειοῦσθαι τὰς ἐξετάσεις. ἐπειδὴ δὲ ἡμᾶς μὲν παρεῖδε τὸ δικαστήριον, τὸν δὲ ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν Γρηγόριον κινηθεῖσά σου ἡ ἐξουσία ἐπὶ ταῖς Φιλοχάρους λοιδορίαις ἀναρπαγῆναι προσέταξεν, ὁ δὲ ὑπήκουσε μὲν τῷ προστάγματι, (πῶς γὰρ οὐκ ἔμελλεν;) ὑπὸ δὲ πλευριτικοῦ πάθους κατασχεθείς, καὶ ἅμα ἐκ τῆς προσγενομένης αὐτῷ ψύξεως, τῆς τῶν νεφρῶν ἀρρωστίας συνήθως ἐπαναστάσης, ἠναγκάσθη, ἀπαραιτήτως ὑπὸ τῶν στρατιωτῶν κατεχόμενος, ἐπιμελείας ἕνεκεν τοῦ σώματος καὶ παραμυθίας τῶν ἀφορήτων ὀδυνῶν, πρός τι χωρίον ἡσυχίαν ἔχον μετατεθῆναι· τούτου χάριν πάντες ἤλθομεν ἐπὶ τὸ ἱκετεῦσαι τὸ μέγεθός σου, μηδὲν ἀγανακτῆσαι τῇ ἀναβολῇ τῆς ἀπαντήσεως, καὶ γὰρ οὔτε τι τῶν δημοσίων χεῖρον ἔσχεν ἐκ τῆς ἡμετέρας ὑπερθέσεως, οὔτε τι τῶν ἐκκλησιαστικῶν τούτου ἕνεκεν παρεβλάβη. Ἀλλʼ εἰ μὲν περὶ χρημάτων ἐστὶν ὁ λόγος, ὡς διαφορηθέντων, αὐτοῦ εἰσιν οἱ ταμίαι τῶν ἱερῶν χρημάτων ἕτοιμοι δοῦναι λόγον τῷ βουλομένῳ, καὶ δεῖξαι τὴν συκοφαντίαν τῶν κατατολμησάντων τῆς ἀκριβοῦς ἀκοῆς σου· ῥᾴδιον γὰρ αὐτοῖς ἀπʼ αὐτῶν τῶν γραμμάτων τοῦ μακαρίου ἐπισκόπου φανερὰν τὴν ἀλήθειαν τοῖς ἐπιζητοῦσι ποιῆσαι· εἰ δέ τι ἕτερόν ἐστι κανονικὸν ἐξετάσεως δεόμενον, καὶ τούτου καταδέχεται ὑποδέξασθαι τὴν ἀκρόασιν καὶ τὴν κρίσιν ἡ μεγαλόνοιά σου, πάντων ἡμῶν χρεία, ὅτι εἴπερ τι ἐλλέλειπται τῶν κανονικῶν, οἱ χειροτονήσαντες αἴτιοι, οὐχ ὁ κατὰ πᾶσαν ἀνάγκην ὑποδέξασθαι τὴν λειτουργίαν ἐκβιασθείς. Ὥστε ἱκετεύομέν σε φυλάξαι ἡμῖν τὴν ἀκρόασιν ἐπὶ τῆς πατρίδος, καὶ μὴ ἕλκειν εἰς τὴν ὑπερορίαν, μηδὲ εἰς ἀνάγκην ἄγειν συντυχίας ἐπισκόπων, πρὸς οὓς οὔπω τὰ περὶ τῶν ἐκκλησιαστικῶν ζητημάτων ἀπελυσάμεθα. ὁμοῦ δὲ καὶ φείσασθαι τοῦ γήρως ἡμῶν καὶ τῆς ἀσθενείας δεόμεθα. γνώσῃ γὰρ αὐτῇ τῇ πείρᾳ, τοῦ Θεοῦ βουλομένου, ὡς οὔτε μικρὸν οὔτε μεῖζον παρεῖταί τι τῶν κανονικῶν ἐν τῇ καταστάσει τοῦ ἐπισκόπου. εὐχόμεθα οὖν ἐπὶ τῆς σῆς ἀρχῆς καὶ τὴν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν ὁμόνοιαν καὶ εἰρήνην καταπραχθῆναι· ἧς μήπω γενομένης, βαρὺ ἡμῖν ἐστι καὶ τὸ τῆς συντυχίας, διὰ τὸ πολλοὺς τῶν ἁπλουστέρων βλάπτεσθαι ἐν τῇ διαστάσει ἡμῶν τῇ πρὸς ἀλλήλους.