<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="216"><head rend="align(center)">Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας.</head><p rend="align(indent)"> Πολλαὶ μὲν ἡμᾶς καὶ ἄλλαι ἀποδημίαι τῆς πατρίδος ἀπήγαγον. καὶ γὰρ μέχρι τῆς Πισιδίας διέβημεν, ὥστε μετὰ τῶν ἐκεῖ ἐπισκόπων τὰ κατὰ τοὺς ἐν τῇ Ἰσαυρίᾳ ἀδελφοὺς τυπῶσαι. κἀκεῖθεν ἡ ἐπὶ τὸν Πόντον ἡμᾶς διεδέξατο ἀποδημία, ἱκανῶς τὸν Δαζιμῶνα ταράξαντος τοῦ Εὐσταθίου, καὶ πολλοὺς ἀναπείσαντος τῶν ἐκεῖ ἀποσχισθῆναι τῆς ἐκκλησίας ἡμῶν. ἐγενόμεθα δὲ καὶ μέχρι τοῦ οἰκιδίου Πέτρου τοῦ ἀδελφοῦ ἡμῶν, ὃ διὰ τὸ προσεγγίζειν τοῖς κατὰ Νεοκαισάρειαν τόποις πολλῆς μὲν τοῖς ἐκεῖ ταραχῆς παρέσχεν αἰτίαν, πολλῆς δὲ ὕβρεως ἡμῖν ὑπόθεσιν προεξένησεν. οἱ μὲν γὰρ ἔφευγον, οὐδενὸς <pb n="v.3.p.240"/> διώκοντος, ἡμεῖς δὲ ἐνομιζόμεθα ἐπιθυμίᾳ τῶν παρʼ αὐτοῖς ἐπαίνων καὶ ἄκλητοι εἰσωθίζεσθαι. </p><p rend="align(indent)"> Ἐπεὶ δὲ ἐπανήλθομεν, ἐκ τῶν ὄμβρων καὶ τῶν ἀθυμιῶν πολλὴν ἀρρωστίαν συναγαγόντες, εὐθὺς ἡμᾶς ἐκ τῆς Ἀνατολῆς κατέλαβε γράμματα, σημαίνοντα τοῖς περὶ Παυλῖνον ἀπὸ τῆς Δύσεως ἐπιστολάς τινας, ὥσπερ τινὸς ἀρχῆς συνθήματα, κεκομίσθαι, καὶ μέγα φρονεῖν τοὺς στασιαστὰς τοῦ μέρους ἐκείνου, καὶ ἐπαγάλλεσθαι τοῖς γράμμασιν, εἶτα καὶ πίστιν προτείνεσθαι, καὶ ἐπὶ ταύτῃ ἑτοίμως ἔχειν συνάπτεσθαι τῇ καθʼ ἡμᾶς Ἐκκλησίᾳ. πρὸς δὲ τούτοις κἀκεῖνο ἡμῖν ἀπηγγέλθη, ὅτι ὑπηγάγοντο πρὸς τὴν ὑπὲρ αὐτῶν σπουδὴν τὸν πάντα ἄριστον ἄνδρα Τερέντιον, ᾧ ταχέως ἐπέστειλα, καθʼ ὅσον ἦν μοι δυνατόν, ἐπέχων αὐτὸν τῆς ὁρμῆς καὶ διδάσκων τὴν κατʼ αὐτοὺς ἀπάτην. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="217"><head rend="align(center)">ΚΑΝΟΝΙΚΗ <num>γ</num>· Ἀμφιλοχίῳ περὶ κανόνων.</head><p rend="align(indent)"> Απὸ ὁδοῦ μακρᾶς ἐπανελθὼν (ἐγενόμην γὰρ μέχρι τοῦ Πόντου ἐκκλησιαστικῶν ἕνεκεν χρειῶν καὶ κατʼ ἐπίσκεψιν τῶν ἐπιτηδείων), καὶ τὸ σῶμά μου συντετριμμένον ἐπαναγαγών, καὶ τὴν ψυχὴν μετρίως κεκακωμένος, ἐπειδὴ τὸ γράμμα τῆς εὐλαβείας σου ἐπὶ χεῖρας ἔλαβον, πάντων <pb n="v.3.p.242"/> ἀθρόως ἐπελαθόμην, καὶ τῆς φωνῆς τῆς πασῶν ἐμοὶ ἡδίστης καὶ χειρὸς τῆς φιλτάτης ὑποδεξάμενος σύμβολα. ὃς οὖν ἐκ τῶν γραμμάτων οὕτως ἐγενόμην ἡδίων, εἰκάζειν ὀφείλεις πόσου ἀξίαν ποιοῦμαι τὴν συντυχίαν σου, ἣν οἰκονομήσειεν ὁ ἅγιος γενέσθαι, ὅπου ἀνεπαχθὲς ᾖ καὶ αὐτὸς ἡμᾶς προσκαλέσῃ. καὶ γὰρ οὐ χαλεπόν μοι, εἰ καταλάβοις τὸν οἶκον τὸν ἐπὶ τῆς Εὐφημιάδος, γενέσθαι ὁμοῦ, τά τε ὧδε ὀχληρὰ διαφεύγοντι, καὶ πρὸς τὴν ἀνυπόκριτόν σου ἀγάπην ἐπειγομένῳ. τάχα δέ μοι καὶ ἄλλως ἀναγκαίαν ποιεῖ τὴν μέχρι Ναζιανζοῦ ὁδὸν ἡ ἀθρόα τοῦ θεοφιλεστάτου ἐπισκόπου Γρηγορίου ἀναχώρησις, μετὰ ποίας αἰτίας γενομένη ἀγνοουμένη μέχρι τοῦ νῦν. ὁ δὲ ἄνθρωπος, περὶ οὗ κἀγὼ ἤμην διαλεχθεὶς τῇ τελειότητί σου, καὶ αὐτὸς νῦν ἤλπισας ἕτοιμον εἶναι, γίνωσκε ὅτι μακρᾷ ἀρρωστίᾳ περιπεσών, καὶ κάμνων λοιπὸν περὶ αὐτὰς τὰς ὄψεις ἐκ τοῦ παλαιοῦ πάθους καὶ τῆς ἔναγχος αὐτῷ ἐπισυμβάσης νόσου, παντελῶς ἄχρηστος πρὸς τὰς τυχούσας ἐνεργείας ἀπέμεινεν. ἄλλος δὲ οὐκ ἔστι παρʼ ἡμῖν. ὥστε βέλτιον, εἰ καὶ ἡμῖν ἐπέτρεψαν τὸ πρᾶγμα, ἀλλʼ οὖν ἐξ αὐτῶν ἐκείνων τινὰ προβληθῆναι. καὶ γὰρ ἡγεῖσθαι χρὴ ταῦτα μὲν τῆς ἀνάγκης εἶναι τὰ ῥήματα, τὴν δὲ ψυχὴν αὐτῶν ἐκεῖνο βούλεσθαι, ὅπερ ἐξ ἀρχῆς ἐπεζήτησαν, οἰκεῖον εἶναι τὸν καθηγούμενον. εἰ δέ ἐστί τις τῶν νεοφωτίστων, κἂν δοκῇ τῷ Μακεδονίῳ, κἂν μή, ἐκεῖνος προβληθήτω. τυπώσεις δὲ αὐτὸν πρὸς τὸ δέον, <pb n="v.3.p.244"/> τοῦ ἐν πᾶσι συνεργοῦντός σοι Κυρίου καὶ τὴν εἰς τοῦτο χάριν παρεχομένου. </p><p rend="align(indent)"><milestone n="51" unit="section"/> Τὸ κατὰ τοὺς κληρικοὺς ἀδιορίστως οἱ κανόνες ἐξέθεντο, κελεύσαντες μίαν ἐπὶ τοῖς παραπεσοῦσιν ὁρίζεσθαι τιμωρίαν, τὴν ἔκπτωσιν τῆς ὑπηρεσίας, εἴτε ἐν βαθμῷ τυγχάνοιεν, εἴτε καὶ ἀχειροθέτῳ ὑπηρεσίᾳ προσκαρτεροῖεν. </p><p rend="align(indent)"><milestone n="52" unit="section"/> Ἡ τοῦ κυήματος κατὰ τὴν ὁδὸν ἀμελήσασα, εἰ μὲν οὖν δυναμένη περισώσασθαι κατεφρόνησεν, ἢ συγκαλύψειν τὴν ἁμαρτίαν ἐντεῦθεν νομίζουσα, ἢ ὅλως θηριώδει καὶ ἀπανθρώπῳ λογισμῷ χρησαμένη, ὡς ἐπὶ φόνῳ κρινέσθω. εἰ δὲ οὐκ ἠδυνήθη περιστεῖλαι, καὶ δι’ ἐρημίαν καὶ ἀπορίαν τῶν ἀναγκαίων διεφθάρη τὸ γεννηθέν, συγγνωστὴ ἡ μήτηρ. </p><p rend="align(indent)"><milestone n="53" unit="section"/> Ἡ χήρα δούλη τάχα οὐ μέγα ἔπταισεν, ἑλομένη δεύτερον γάμον ἐν σχήματι ἁρπαγῆς. <pb n="v.3.p.246"/> ὥστε οὐδὲν τούτου ἕνεκεν ἐγκαλεῖσθαι χρή. οὐ γὰρ τὰ σχήματα κρίνεται, ἀλλʼ ἡ προαίρεσις. δῆλον δὲ ὅτι τὸ τῆς διγαμίας μένει αὐτὴν ἐπιτίμιον. </p><p rend="align(indent)"><milestone n="54" unit="section"/> Τὰς τῶν ἀκουσίων φόνων διαφορὰς πρὸ χρόνου οἶδα ἐπιστείλας τῇ θεοσεβείᾳ σου κατὰ τὸ ἐμοὶ δυνατὸν καὶ πλέον ἐκείνων οὐδὲν εἰπεῖν δύναμαι· τῆς δὲ σῆς συνέσεώς ἐστὶ κατὰ τὸ ἰδίωμα τῆς περιστάσεως ἐπιτείνειν τὰ ἐπιτίμια, ἢ καὶ ὑφεῖναι. </p><p rend="align(indent)"><milestone n="55" unit="section"/> Οἱ τοῖς λῃσταῖς ἀντεπεξιόντες, ἔξω μὲν ὄντες τῆς κοινωνίας εἴργονται τοῦ ἀγαθοῦ· κληρικοὶ δὲ ὄντες τοῦ βαθμοῦ καθαιροῦνται. πᾶς γάρ, φησίν, ὁ λαβὼν μάχαιραν ἐν μαχαίρᾳ ἀποθανεῖται. </p><p rend="align(indent)"><milestone n="56" unit="section"/> Ὁ ἑκουσίως φονεύσας, μετὰ δὲ τοῦτο μεταμεληθείς, εἴκοσιν ἔτεσιν ἀκοινώνητος ἔσται τοῖς ἁγιάσμασι. τὰ δὲ εἴκοσιν ἔτη οὕτως οἰκονομηθήσεται ἐπʼ αὐτῷ. ἐν τέσσαρσιν ἔτεσι προσκλαίειν ὀφείλει, ἔξω τῆς θύρας ἑστὼς τοῦ εὐκτηρίου οἴκου, καὶ τῶν εἰσιόντων πιστῶν δεόμενος εὐχὴν ὑπὲρ αὐτοῦ ποιεῖσθαι, ἐξαγορεύων τὴν ἰδίαν παρανομίαν. μετὰ δὲ τὰ τέσσαρα ἔτη εἰς τοὺς <pb n="v.3.p.248"/> ἀκροωμένους δεχθήσεται· καὶ ἐν πέντε ἔτεσι μετʼ αὐτῶν ἐξελεύσεται. ἐν ἑπτὰ ἔτεσι μετὰ τῶν ἐν ὑποπτώσει προσευχόμενος ἐξελεύσεται· ἐν τέσσαρσι συστήσεται μόνον τοῖς πιστοῖς, προσφορᾶς δὲ οὐ μεταλήψεται. πληρωθέντων δὲ τούτων μεθέξει τῶν ἁγιασμάτων. </p><p rend="align(indent)"><milestone n="57" unit="section"/> Ὁ ἀκουσίως φονεύσας ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων. οἰκονομηθήσεται δὲ τὰ δέκα ἔτη ἐπʼ αὐτῷ οὕτω· δύο μὲν ἔτη προσκλαύσει, τρία δὲ ἔτη ἐν ἀκροωμένοις διατελέσει, τέσσαρσιν ὑποπίπτων, καὶ ἐνιαυτῷ συσταθήσεται μόνον· καὶ τῷ ἑξῆς εἰς τὰ ἅγια δεχθήσεται. </p><p rend="align(indent)"><milestone n="58" unit="section"/> Ὁ μοιχεύσας ἐν <num n="15">ι</num>ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων· ἐν τέσσαρσι μὲν προσκλαίων ἔτεσιν, ἐν πέντε δὲ ἀκροώμενος, ἐν τέσσαρσιν ὑποπίπτων, ἐν δυσὶ συνεστὼς ἄνευ κοινωνίας. </p><p rend="align(indent)"><milestone n="59" unit="section"/> Ὁ πόρνος ἐν ἑπτὰ ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων· δύο προσκλαίων, καὶ <pb n="v.3.p.250"/> δύο ἀκροώμενος, καὶ δύο ὑποπίπτων, καὶ ἑνὶ συνεστως μόνον· τῷ ὀγδόῳ δεχθήσεται εἰς τὴν κοινωνίαν. </p><p rend="align(indent)"><milestone n="60" unit="section"/> Ἡ παρθενίαν ὁμολογήσασα καὶ ἐκπεσοῦσα τῆς ἐπαγγελίας τὸν χρόνον τοῦ ἐπὶ τῆς μοιχείας ἁμαρτήματος ἐν τῇ οἰκονομίᾳ τῆς καθʼ ἑαυτὴν ζωῆς πληρώσει. τὸ αὐτὸ καὶ ἐπὶ τῶν βίον μοναζόντων ἐπαγγειλαμένων καὶ ἐκπιπτόντων. </p><p rend="align(indent)"><milestone n="61" unit="section"/> Ὁ κλέψας, εἰ μὲν ἀφʼ ἑαυτοῦ μεταμεληθεὶς κατηγορήσειεν ἑαυτοῦ, ἐνιαυτὸν κωλυθήσεται μόνον τῆς κοινωνίας τῶν ἁγιασμάτων· εἰ δὲ ἐλεγχθείη, ἐν δυσὶν ἔτεσι. μερισθήσεται δὲ αὐτῷ ὁ χρόνος εἰς ὑπόπτωσιν καὶ σύστασιν· καὶ τότε ἀξιούσθω τῆς κοινωνίας. </p><p rend="align(indent)"><milestone n="62" unit="section"/> Ὁ τὴν ἀσχημοσύνην ἐν τοῖς ἄρρεσιν ἐπιδεικνύμενος τὸν χρόνον τοῦ ἐν τῇ μοιχείᾳ παρανομοῦντος οἰκονομηθήσεται. </p><p rend="align(indent)"><milestone n="63" unit="section"/> Ὁ ἐν ἀλόγοις τὴν ἑαυτοῦ ἀσέβειαν ἐξαγορεύων τὸν αὐτὸν χρόνον ἐξομολογούμενος παραφυλάξεται.</p><pb n="v.3.p.252"/><p rend="align(indent)"><milestone n="64" unit="section"/> Ὁ ἐπίορκος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται· δυσὶν ἔτεσι προσκλαίων, τρισὶν ἀκροώμενος, τέσσαρσιν ὑποπίπτων, ἐνιαυτὸν συνεστὼς μόνον· καὶ τότε τῆς κοινωνίας ἀξιούμενος. </p><p rend="align(indent)"><milestone n="65" unit="section"/> Ὁ γοητείαν ἢ φαρμακείαν ἐξαγορεύων τὸν τοῦ φονέως χρόνον ἐξομολογήσεται, οὕτως οἰκονομούμενος, ὡς ἐν ἐκείνῳ τῷ ἁμαρτήματι ἑαυτὸν ἐλέγξας. </p><p rend="align(indent)"><milestone n="66" unit="section"/> Ὁ τυμβωρύχος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται· ἐν δυσὶ προσκλαίων, ἐν γ’ ἀκροώμενος, ἐν δʼ ὑποπίπτων, ἐνιαυτὸν συνεστώς· καὶ τότε δεχθησόμενος. </p><p rend="align(indent)"><milestone n="67" unit="section"/> Ἀδελφομιξία τὸν τοῦ φονέως χρόνον ἐξομολογηθήσεται. </p><p rend="align(indent)"><milestone n="68" unit="section"/> Ἡ τῆς ἀπειρημένης συγγενείας εἰς γάμον ἀνθρώπων σύστασις, εἰ φωραθείη ἐν ἁμαρτήμασι γεγενημένη, τὰ τῶν μοιχῶν ἐπιτίμια δέξεται.</p><pb n="v.3.p.254"/><p rend="align(indent)"><milestone n="69" unit="section"/> Ἀναγνώστης, εἰ τῇ ἑαυτοῦ μνηστῇ πρὸ τοῦ γάμου συναλλάξειεν, ἐνιαυτὸν ἀργήσας, εἰς τὸ ἀναγινώσκειν δεχθήσεται, μένων ἀκρόκοπος. κλεψιγαμήσας δὲ ἄνευ μνηστείας, παυθήσεται τῆς ὑπηρεσίας. τὸ αὐτὸ καὶ ὑπηρέτης. </p><p rend="align(indent)"><milestone n="70" unit="section"/> Διάκονος ἐν χείλεσι μιανθεὶς καὶ μέχρι τούτου ἡμαρτηκέναι ὁμολογήσας, τῆς λειτουργίας ἐπισχεθήσεται· τοῦ δὲ μετέχειν τῶν ἁγιασμάτων μετὰ τῶν διακόνων ἀξιωθήσεται. τὸ δὲ αὐτὸ καὶ πρεσβύτερος. εἰ δέ τι τούτου πλεῖον φωραθείη τις ἡμαρτηκώς, ἐν οἵῳ ἂν ᾖ βαθμῷ, καθαιρεθήσεται. </p><p rend="align(indent)"><milestone n="71" unit="section"/> Ὁ συνεγνωκὼς ἑκάστῳ τῶν προειρημένων ἁμαρτημάτων, καὶ μὴ ὁμολογήσας, ἀλλʼ ἐλεγχθείς, τοῦ τοσούτου χρόνου, εἰς ὃν ἐργάτης τῶν κακῶν ἐπιτετίμηται, καὶ αὐτὸς ἔσται ἐν ἐπιτιμίῳ.</p><pb n="v.3.p.256"/><p rend="align(indent)"><milestone n="72" unit="section"/> Ὁ μάντεσιν ἑαυτὸν ἐπιδούς, ἤ τισι τοιούτοις, τὸν χρόνον τοῦ φονέως καὶ αὐτὸς οἰκονομηθήσεται, </p><p rend="align(indent)"><milestone n="73" unit="section"/> Ὁ τὸν Χριστὸν ἀρνησάμενος καὶ παραβὰς τὸ τῆς σωτηρίας μυστήριον, ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς αὐτοῦ προσκλαίειν ὀφείλει καὶ ἐξομολογεῖσθαι χρεωστεῖ, ἐν τῷ καιρῷ ᾧ ἐκβαίνει τοῦ βίου τοῦ ἁγιάσματος ἀξιούμενος πίστει τῆς παρὰ Θεοῦ φιλανθρωπίας. </p><p rend="align(indent)"><milestone n="74" unit="section"/> Ἐὰν μέντοιγε ἕκαστος τῶν ἐν τοῖς προγεγραμμένοις ἁμαρτήμασι γενομένων σπουδαῖος γένηται ἐξομολογούμενος, ὁ πιστευθεὶς παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λύειν καὶ δεσμεῖν, εἰ φιλανθρωπότερος γένοιτο, τὸ ὑπερβάλλον τῆς ἐξομολογήσεως ὁρῶν τοῦ ἡμαρτηκότος, εἰς τὸ ἐλαττῶσαι τὸν χρόνον τῶν ἐπιτιμίων, οὐκ ἔσται καταγνώσεως ἄξιος· τῆς ἐν ταῖς Γραφαῖς ἱστορίας γνωριζούσης ἡμῖν τοὺς μετὰ μείζονος πόνου ἐξομολογουμένους ταχέως τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καταλαμβάνειν. </p><p rend="align(indent)"><milestone n="75" unit="section"/> Ὁ ἀδελφῇ ἰδίᾳ ἐκ πατρὸς ἢ ἐκ μητρὸς συμμιανθεὶς εἰς οἶκον προσευχῆς μὴ ἐπιτρεπέσθω παρεῖναι, ἕως ἂν ἀποστῇ τῆς παρανόμου καὶ ἀθεμίτου πράξεως. μετὰ δὲ τὸ ἐλθεῖν εἰς συναίσθησιν τῆς φοβερᾶς ἁμαρτίας ἐκείνης, τριετίαν προσκλαιέτω, τῇ θύρᾳ τῶν εὐκτηρίων οἴκων παρεστηκώς, καὶ δεόμενος τοῦ λαοῦ εἰσιόντος ἐπὶ τὴν προσευχήν, ὥστε ἕκαστον μετὰ συμπαθείας <pb n="v.3.p.258"/> ὑπὲρ αὐτοῦ ἐκτενεῖς ποιεῖσθαι πρὸς τὸν Κύριον τὰς δεήσεις. μετὰ δὲ τοῦτο ἄλλην τριετίαν εἰς ἀκρόασιν μόνην παραδεχθήτω, καὶ ἀκούων τῶν Γραφῶν καὶ τῆς διδασκαλίας ἐκβαλλέσθω, καὶ μὴ καταξιούσθω προσευχῆς. ἔπειτα, εἴπερ μετὰ δακρύων ἐξεζήτησεν αὐτὴν καὶ προσέπεσε τῷ Κυρίῳ μετὰ συντριμμοῦ καρδίας καὶ ταπεινώσεως ἰσχυρᾶς, διδόσθω αὐτῷ ἡ ὑπόπτωσις ἐν ἄλλοις τρισὶν ἔτεσι. καὶ οὕτως, ἐπειδὰν τοὺς καρποὺς τῆς μετανοίας ἀξίους ἐπιδείξηται, τῷ δεκάτῳ ἔτει εἰς τὴν τῶν πιστῶν εὐχὴν δεχθήτω χωρὶς προσφορᾶς· καὶ δύο ἔτη συστὰς εἰς τὴν εὐχὴν τοῖς πιστοῖς, οὕτω λοιπὸν καταξιούσθω τῆς τοῦ ἀγαθοῦ κοινωνίας. </p><p rend="align(indent)"><milestone n="76" unit="section"/> Ὁ αὐτὸς τύπος καὶ περὶ τῶν τὰς νύμφας ἑαυτῶν λαμβανόντων. </p><p rend="align(indent)"><milestone n="77" unit="section"/> Ὁ μέντοι καταλιμπάνων τὴν νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα καὶ ἑτέραν συναγόμενος, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν τῷ τῆς μοιχείας ὑπόκειται κρίματι. κεκανόνισται δὲ παρὰ τῶν πατέρων ἡμῶν τοὺς τοιούτους ἐνιαυτὸν προσκλαίειν, διετίαν ἐπακροᾶσθαι, τριετίαν ὑποπίπτειν, τῷ δὲ ἑβδόμῳ συνίστασθαι τοῖς πιστοῖς· καὶ οὕτω τῆς προσφορᾶς καταξιοῦσθαι, ἐὰν μετὰ δακρύων μετανοήσωσιν. </p><p rend="align(indent)"><milestone n="78" unit="section"/> Ὁ δὲ αὐτὸς τύπος κρατείτω καὶ ἐπὶ τῶν τὰς δύο ἀδελφὰς λαμβανόντων εἰς συνοικέσιον, εἰ καὶ κατὰ διαφόρους χρόνους. </p><p rend="align(indent)"><milestone n="79" unit="section"/> Οἱ δὲ ταῖς μητρυιαῖς ταῖς ἑαυτῶν <pb n="v.3.p.260"/> ἐπιμαινόμενοι τῷ αὐτῷ ὑπόκεινται κανόνι, ᾧκαὶ οἱ ταῖς ἑαυτῶν ἀδελφαῖς ἐπιμαινόμενοι. </p><p rend="align(indent)"><milestone n="80" unit="section"/> Τὴν δὲ πολυγαμίαν οἱ πατέρες ἀπεσιώπησαν, ὡς κτηνώδη καὶ παντελῶς ἀλλοτρίαν τοῦ γένους τῶν ἀνθρώπων. ἡμῖν δὲ παρίσταται πλέον τι πορνείας εἶναι τὸ ἁμάρτημα. διὸ εὔλογον τοὺς τοιούτους ὑποβάλλεσθαι τοῖς κανόσι· δηλονότι ἐνιαυτὸν προσκλαύσαντας, καὶ ἐν τρισὶν ὑποπεσόντας, οὕτω δεκτοὺς εἶναι. </p><p rend="align(indent)"><milestone n="81" unit="section"/> Ἐπειδὴ δὲ πολλοὶ ἐν τῇ τῶν βαρβάρων καταδρομῇ παρέβησαν τὴν εἰς Θεὸν πίστιν, ὅρκους ἐθνικοὺς ἐπιτελέσαντες, καὶ ἀθεμίτων τινῶν γευσάμενοι τῶν ἐν τοῖς εἰδώλοις τοῖς μαγικοῖς προσενεχθέντων αὐτοῖς, οὗτοι κατὰ τοὺς ἤδη παρὰ τῶν πατέρων ἡμῶν ἐξενεχθέντας κανόνας οἰκονομείσθωσαν. οἱ μὲν γὰρ ἀνάγκην χαλεπὴν ἐκ βασάνων ὑπομείναντες, καὶ μὴ φέροντες τοὺς πόνους, καὶ ἑλκυσθέντες πρὸς τὴν ἄρνησιν, ἐν τρισὶν ἔτεσιν ἀδέκτους εἶναι, καὶ ἐν δυσὶν ἀκροᾶσθαι· καὶ ἐν τρισὶν ὑποπεσόντας, οὕτω δεκτοὺς γενέσθαι εἰς τὴν κοινωνίαν· οἱ δὲ ἄνευ <pb n="v.3.p.262"/> ἀνάγκης μεγάλης προδόντες τὴν εἰς Θεὸν πίστιν, καὶ ἁψάμενοι τῆς τραπέζης τῶν δαιμονίων, καὶ ὀμόσαντες ὅρκους Ἑλληνικούς, ἐκβάλλεσθαι μὲν ἐν γʼ ἔτεσι, καὶ ἐν <num n="2"/>ἀκροᾶσθαι· ἐν ὑποπτώσει δὲ εὐξαμένους ἐν <num n="3"/>ἔτεσι, καὶ ἐν ἄλλοις γʼ συστάντας τοῖς πιστοῖς εἰς τὴν δέησιν, οὕτω δεκτοὺς εἶναι τῇ τοῦ ἀγαθοῦ κοινωνίᾳ. </p><p rend="align(indent)"><milestone n="82" unit="section"/> Καὶ περὶ τῶν ἐπιορκησάντων, εἰ μὲν ἐκ βίας καὶ ἀνάγκης παρέβησαν τοὺς ὅρκους, κουφοτέροις ὑπόκεινται ἐπιτιμίοις, ὥστε μετὰ <num n="6"/>ἔτη εἶναι αὐτοὺς δεκτούς· εἰ δὲ ἄνευ ἀνάγκης προδόντες τὴν ἑαυτῶν πίστιν, ἐν δυσὶν ἔτεσι προσκλαύσαντες, καὶ ἐν δυσὶν ἀκροασάμενοι, καὶ ἐν πέντε ἐν ὑποπτώσει εὐξάμενοι, καὶ ἐν δυσὶν ἄλλοις ἄνευ προσφορᾶς εἰς τὴν κοινωνίαν τῆς προσευχῆς παραδεχθέντες, οὕτω τελευταῖον ἀξιόλογον, δηλαδή, τὴν μετάνοιαν ἐπιδειξάμενοι, ἀποκαταστήσονται εἰς τὴν κοινωνίαν τοῦ σώματος τοῦ Χριστοῦ. </p><p rend="align(indent)"><milestone n="83" unit="section"/> Οἱ καταμαντευόμενοι καὶ ταῖς συνηθείαις τῶν ἐθνῶν ἀκολουθοῦντες, ἢ εἰσάγοντές τινας εἰς τοὺς ἑαυτῶν οἴκους ἐπὶ ἀνευρέσει φαρμακειῶν, καὶ καθάρσει, ὑπὸ τὸν κανόνα πιπτέτωσαν τῆς ἑξαετίας. ἐνιαυτὸν προσκλαύσαντες, καὶ ἐνιαυτὸν <pb n="v.3.p.264"/> ἀκροασάμενοι, καὶ ἐν <num n="3">γ</num> ἔτεσιν ὑποπίπτοντες, καὶ ἐνιαυτὸν συστάντες τοῖς πιστοῖς, οὕτω δεχθήτωσαν. </p><p rend="align(indent)"><milestone n="84" unit="section"/> Πάντα δὲ ταῦτα γράφομεν, ὥστε τοὺς καρποὺς δοκιμάζεσθαι τῆς μετανοίας. οὐ γὰρ πάντως τῷ χρόνῳ κρίνομεν τὰ τοιαῦτα, ἀλλὰ τῷ τρόπῳ τῆς μετανοίας προσέχομεν. ἐὰν δὲ δυσαποσπάστως ἔχωσι τῶν ἰδίων ἐθῶν, καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς μᾶλλον δουλεύειν θέλωσιν ἢ τῷ Κυρίῳ, καὶ τὴν κατὰ τὸ εὐαγγέλιον ζωὴν μὴ καταδέχωνται, οὐδεὶς ἡμῖν πρὸς αὐτοὺς κοινὸς λόγος. ἡμεῖς γὰρ ἐν λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι δεδιδάγμεθα ἀκούειν, ὅτι Σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν. μὴ τοίνυν καταδεξώμεθα συναπόλλυσθαι τοῖς τοιούτοις· ἀλλὰ φοβηθέντες τὸ βαρὺ κρίμα, καὶ τὴν φοβερὰν ἡμέραν τῆς ἀνταποδόσεως τοῦ Κυρίου πρὸ τῶν ὀφθαλμῶν λαβόντες, μὴ θελήσωμεν ἁμαρτίαις ἀλλοτρίαις συναπόλλυσθαι. εἰ γὰρ μὴ ἐπαίδευσεν ἡμᾶς τὰ φοβερὰ τοῦ Κυρίου, μηδὲ αἱ τηλικαῦται πληγαὶ εἰς αἴσθησιν ἡμᾶς ἤγαγον, ὅτι διὰ τὴν ἀνομίαν ἡμῶν ἐγκατέλιπεν ἡμᾶς ὁ Κύριος καὶ παρέδωκεν εἰς χεῖρας βαρβάρων, καὶ ἀπήχθη αἰχμάλωτος εἰς τοὺς πολεμίους ὁ λαὸς καὶ παρεδόθη τῇ διασπορᾷ, διότι ταῦτα ἐτόλμων οἱ τὸ ὄνομα τοῦ <pb n="v.3.p.266"/> Χριστοῦ περιφέροντες· εἰ μὴ ἔγνωσαν, μηδὲ συνῆκαν, ὅτι διὰ ταῦτα ἦλθεν ἐφʼ ἡμᾶς ἡ ὀργὴ τοῦ Θεοῦ, τίς ἡμῖν κοινὸς πρὸς τούτους λόγος; ἀλλὰ διαμαρτύρεσθαι αὐτοῖς καὶ νυκτὸς καὶ ἡμέρας καὶ δημοσίᾳ καὶ ἰδίᾳ ὀφείλομεν· συναπάγεσθαι δὲ αὐτῶν ταῖς πονηρίαις μὴ καταδεχώμεθα, προσευχόμενοι μάλιστα μὲν κερδῆσαι αὐτοὺς καὶ ἐξελέσθαι τῆς παγίδος τοῦ πονηροῦ· ἐὰν δὲ τοῦτο μὴ δυνηθῶμεν, σπουδάσωμεν τὰς γοῦν ἑαυτῶν ψυχὰς τῆς αἰωνίου κατακρίσεως περισώσασθαι. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="218"><head rend="align(center)">Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου.</head><p rend="align(indent)"> Τὴν μὲν χρεῖαν, ἧς ἕνεκεν παρεγένετο ὁ ἀδελφὸς Αἰλιανός, κατώρθωσεν ἐφʼ ἑαυτοῦ, οὐδεμιᾶς παρʼ ἡμῶν συνεργίας προσδεηθείς· ἡμῖν δὲ διπλῆν ἔδωκε χάριν, κομίσας τε γράμματα τῆς σῆς θεοσεβείας καὶ ἀφορμὴν τῶν πρὸς σὲ γραμμάτων ἡμῖν παρασχόμενος. καὶ προσαγορεύομεν οὖν δι’ αὐτοῦ τὴν ἀληθινήν σου καὶ ἀμίμητον ἀγάπην· καὶ παρακαλοῦμεν προσεύχεσθαι περὶ ἡμῶν, νῦν, εἴπερ ποτέ, τῆς ἐκ τῶν προσευχῶν σου βοηθείας προσδεομένων. τὸ γὰρ σῶμά μου, ἐκ τῆς ὁδοῦ τῆς ἐπὶ τὸν Πόντον συντριβέν, ὑπὸ ἀρρωστίας συνέχεται οὐκ ἀνεκτῶς. ἐκεῖνο δὲ καὶ πάλαι ἐβουλόμην γνώριμον ποιῆσαι τῇ σῇ συνέσει (οὐχ ὡς ὑπʼ ἄλλης προηγουμένης αἰτίας διακρουσθεὶς ἐξελαθόμην)· νῦν δὲ ὑπομιμνήσκω, ἵνα καταξιώσῃς <pb n="v.3.p.268"/> ἄνδρα σπουδαῖον πέμψαι εἰς τὴν Λυκίαν, κατασκέψασθαι, τίνες εἰσὶν οἱ τῆς ὀρθῆς πίστεως. δεῖ γὰρ τάχα μὴ παροφθῆναι αὐτούς, εἴπερ ἀληθῆ ἐστιν ἅ τις τῶν ἐκεῖθεν παραγενομένων πρὸς ἡμᾶς εὐλαβῶν διηγήσατο· ὅτι πάντη πρὸς τὸ Ἀσιανὸν φρόνημα ἀπηλλοτριωμένοι, ἡμᾶς καταδέχονται ἐπιγράφεσθαι κοινωνούς. εἰ δὲ μέλλει τις ἀπιέναι, ἐπιζητησάτω ἐν Κορυδάλοις Ἀλέξανδρον ἀπὸ μοναζόντων ἐπίσκοπον, καὶ ἐν Λιμύρᾳ Διάτιμον, καὶ ἐν Μύροις Τατιανὸν καὶ Πολέμωνα καὶ Μακάριον πρεσβυτέρους, ἐν Πατάροις ἐπίσκοπον Εὔδημον, ἐν Τελμεσῷ Ἱλάριον ἐπίσκοπον, ἐν Φέλῳ Λολλιανὸν ἐπίσκοπον. </p><p rend="align(indent)"> Τούτους καὶ ἔτι πλείους ἀνεγνώρισέ τις ἡμῖν, ὡς ὑγιαίνοντας περὶ τὴν πίστιν· καὶ πολλὴν ἔσχον χάριν τῷ Θεῷ, εἴ τινες ὅλως ἐν τῷ κλίματι τῷ Ἀσιανῷ ἔξω εἰσὶ τῆς βλάβης τῶν αἱρετικῶν. ἐὰν μὲν οὖν ᾖ δυνατόν, τέως ἄνευ γραμμάτων αὐτοὺς κατασκεψώμεθα· πεισθέντες δέ, λοιπὸν καὶ ἀποστέλλομεν ἐπιστολήν, καὶ σπουδάζομέν τινα ἐξ αὐτῶν προσκαλέσασθαι εἰς τὴν συντυχίαν ἡμῶν. γένοιτο δὲ πάντα ἐν καιρῷ περὶ τὴν <pb n="v.3.p.270"/> ποθεινοτάτην ὑμῖν ἐκκλησίαν τὴν Ἰκονίου. πάντα τὸν τίμιον κλῆρον καὶ τοὺς συνόντας τῇ θεοσεβείᾳ σου ἀσπαζόμεθα διὰ σοῦ. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="219"><head rend="align(center)">Τῷ Σαμοσατέων κλήρῳ.</head><p rend="align(indent)"> Ὁ πάντα μέτρῳ καὶ σταθμῷ ὁρίζων ἡμῖν Κύριος, καὶ τοὺς πειρασμοὺς ἐπάγων μὴ ὑπερβαίνοντας ἡμῶν τὴν δύναμιν, ἀλλὰ δοκιμάζων μὲν διὰ τῆς περιστάσεως τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας, οὐκ ἐῶν δὲ πειρασθῆναι ὑπὲρ ὃ δύνανται ὑπενεγκεῖν, καὶ ποτίζων δάκρυσιν ἐν μέτρῳ τοὺς ὀφείλοντας διδαχθῆναι, εἰ ἐν ταῖς θλίψεσι τὸ πρὸς τὸν Θεὸν εὐχάριστον διασώζουσι, μάλιστα ἐπὶ τῆς οἰκονομίας τῆς καθʼ ὑμᾶς τὸ ἑαυτοῦ φιλάνθρωπον ἐφανέρωσε, μὴ συγχωρήσας ὑμῖν τὸν παρὰ τῶν ἐχθρῶν διωγμὸν τοιοῦτον ἐπενεχθῆναι, οἷον δύνασθαι περιτρέψαι τινὰς ἢ διασαλεῦσαι ἀπὸ τῆς εἰς Χριστὸν πίστεως. κούφοις γὰρ καὶ εὐκαταγωνίστοις ἀντιπάλοις παραζεύξας ὑμᾶς, ἐν τῇ κατʼ αὐτῶν νίκῃ τὸ βραβεῖον ὑμῖν τῆς <pb n="v.3.p.272"/> ὑπομονῆς ηὐτρέπισεν. ἀλλʼ ὁ κοινὸς ἐχθρὸς τῆς ζωῆς ἡμῶν, ὁ ταῖς ἑαυτοῦ μεθοδείαις ἀντιμαχόμενος τοῦ Θεοῦ τῇ χρηστότητι, ἐπειδὴ εἶδεν ὑμᾶς ὡς τεῖχος κραταιὸν τῆς ἔξωθεν προσβολῆς καταφρονοῦντας, ἐν ὑμῖν αὐτοῖς, ὡς ἀκούω, ἐπενόησε γενέσθαι τινὰς λύπας πρὸς ἀλλήλους καὶ μικροψυχίας· αἳ παρὰ μὲν τὴν πρώτην μικραί εἰσι καὶ εὐθεράπευτοι, προϊόντος δὲ τοῦ χρόνου ὑπὸ φιλονεικίας αὐξανόμεναι, εἰς ἀνίατον παντελῶς ἐκπίπτειν πεφύκασι. διὸ ὥρμησα πρὸς τὴν διὰ τοῦ γράμματος τοῦδε παράκλησιν. εἰ μὲν ἦν δυνατόν, αὐτὸς ἂν παρεγενόμην, καὶ δι’ ἐμαυτοῦ ἱκέτευσα ὑμᾶς· ἐπειδὴ δὲ τοῦτο οἱ καιροὶ οὐκ ἐπιτρέπουσι, τὴν ἐπιστολὴν ταύτην ἀνθʼ ἱκετηρίας ὑμῖν προτείνομεν, ἵνα αἰδεσθέντες ἡμῶν τὰς παρακλήσεις καταλύσητε πᾶσαν τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ ταχέως μοι διαπέμψησθε τὴν ἀγαθὴν ἀγγελίαν, ὅτι ἀφήκατε ἀλλήλοις τὰς μέμψεις. </p><p rend="align(indent)"> Ἐκεῖνο γὰρ εἰδέναι βούλομαι τὴν σύνεσιν ὑμῶν, ὅτι ἐκεῖνος μέγας παρὰ Θεῷ, ὁ ταπεινοφρόνως ὑποκατακλιθεὶς τῷ πλησίον καὶ ἀνεπαισχύντως ἐφʼ ἑαυτὸν ἀναδεξάμενος τὰ ἐγκλήματα, κἂν μὴ ἀληθῆ ᾖ, ὑπὲρ τοῦ τὸ μέγα ὄφελος τὴν εἰρήνην χαρίσασθαι τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ. γενέσθω οὖν ἐν ὑμῖν ἅμιλλα ἀγαθή, τίς πρῶτος καταξιθωῇ υἱὸς Θεοῦ κληθῆναι, διὰ τῆς εἰρηνοποιίας ἑαυτῷ τὸ ἀξίωμα τοῦτο περιποιησάμενος. ἐπέστειλε δὲ καὶ ὁ θεοφιλέστατος ἐπίσκοπος ὑμῖν <pb n="v.3.p.274"/> τὰ πρέποντα, καὶ ἐπιστελεῖ πάλιν τὰ ἐπιβάλλοντα αὐτῷ. πλὴν ἀλλὰ καὶ ἡμεῖς. διὰ τὸ ἔτι συγκεχωρῆσθαι ἐγγύτεροι ὑμῶν εἶναι, ἀμελεῖν τῶν καθʼ ὑμᾶς οὐ δυνάμεθα. ὅθεν καὶ παραγενομένου τοῦ εὐλαβεστάτου ἀδελφοῦ Θεοδώρου τοῦ ὑποδιακόνου, καὶ εἰπόντος τὴν ἐκκλησίαν ἐν λύπῃ εἶναι καὶ ταραχῇ, σφοδρῶς συντριβέντες καὶ βαθείᾳ ὀδύνῃ τὴν καρδίαν πληγέντες, ἡσυχάσαι οὐκ ἠνειχόμεθα· ἀλλὰ παρεκαλέσαμεν ὑμᾶς, πᾶσαν δικαιολογίαν τὴν πρὸς ἀλλήλους ῥίψαντας, καταπράξασθαι τὴν εἰρήνην, ἵνα μήτε ἡδονὴν τοῖς ἐναντίοις παράσχησθε, μήτε τὸ καύχημα τῆς Ἐκκλησίας προδῶτε, ὃ νῦν εἰς πᾶσαν τὴν οἰκουμένην διαβεβόηται, ὅτι οἱ πάντες, ὡς ὑπὸ μιᾶς ψυχῆς καὶ καρδίας οἰκονομούμενοι, ἐν ἑνὶ σώματι οὕτω διάγετε. πάντα τὸν λαὸν τοῦ Θεοῦ, τούς τε ἐν ἀξιώμασι καὶ δυναστείαις πολιτικαῖς καὶ τοῦ παντὸς κλήρου τὸ πλήρωμα διὰ τῆς ὑμετέρας εὐλαβείας κατασπαζόμεθα, καὶ παρακαλοῦμεν ὁμοίους ἑαυτοῖς διαμεῖναι. οὐδεμίαν γὰρ προσθήκην ἐπιζητοῦμεν, διὰ τὸ πᾶσαν ὑπερβολὴν προλαβόντας αὐτοὺς διὰ τῆς τῶν ἀγαθῶν ἔργων ἐπιδείξεως ἀποκλεῖσαι. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="220"><head rend="align(center)">Πρὸς τοὺς ἐν Βεροίᾳ.</head><p rend="align(indent)"> Μεγάλην ὁ Κύριος ἔδωκε παραμυθίαν τοῖς ἀπολιμπανομένοις τῆς κατʼ ὀφθαλμοὺς συντυχίας, τὴν διὰ τοῦ γράμματος ὁμιλίαν, ἐξ ἧς ἔστι <pb n="v.3.p.276"/> μανθάνειν οὐ τὸν σωματικὸν χαρακτῆρα, ἀλλʼ αὐτῆς τῆς ψυχῆς τὴν διάθεσιν. ὅθεν καὶ νῦν δεξάμενοι τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν, ὁμοῦ τε ἐγνωρίσαμεν ὑμᾶς, καὶ τὴν περὶ ὑμᾶς ἀγάπην ταῖς καρδίαις ἡμῶν ἀνελάβομεν, οὐ δεηθέντες χρόνου μακροῦ συνήθειαν ἐμποιοῦντος ἡμῖν. ἐξ αὐτῆς γὰρ τῆς ἐναποκειμένης τοῖς γράμμασι διανοίας εἰς τὸ φίλτρον τοῦ κάλλους τῆς ψυχῆς ὑμῶν ἐξεκαύθημεν. καὶ γὰρ πρὸς τοῖς ἐπεσταλμένοις, τοιούτοις οὖσιν, ἔτι καὶ ἡ τῶν μεσιτευόντων ἀδελφῶν ἐπιτηδειότης ἐναργέστερον ἡμῖν ἐδείκνυ τὰ καθʼ ὑμᾶς. ὁ γὰρ ποθεινότατος καὶ εὐλαβέστατος συμπρεσβύτερος ἡμῶν Ἀκάκιος, πλείονα τῶν ἐπεσταλμένων διηγούμενος, καὶ ὑπʼ ὄψιν ἄγων τὴν καθημερινὴν ὑμῶν ἄθλησιν καὶ τὴν εὔτονον ὑπὲρ τῆς εὐσεβείας ἔνστασιν, τοσοῦτον ἡμῖν ἐνεποίησε τὸ θαῦμα, καὶ τοσοῦτον ἤγειρε τὸν πόθον τῆς ἀπολαύσεως τῶν ἐν ὑμῖν καλῶν, ὥστε προσεύχεσθαι ἡμᾶς τῷ Κυρίῳ γενέσθαι ποτὲ καιρὸν καὶ διὰ τῆς οἰκείας πείρας γνωρίσαι τὰ καθʼ ὑμᾶς. καὶ γὰρ ἀπήγγειλεν ἡμῖν οὐ μόνον ὑμῶν τῶν τὴν λειτουργίαν τοῦ θυσιαστηρίου πεπιστευμένων τὴν ἀκρίβειαν, ἀλλὰ καὶ τοῦ δήμου παντὸς τὴν συμφωνίαν, καὶ τῶν καθηγουμένων τῆς πόλεως καὶ προπολιτευομένων αὐτῆς τὸ μεγαλοφυὲς τῶν τρόπων, καὶ τὸ γνήσιον τῆς περὶ Θεὸν διαθέσεως, ὥστε μακαρίσαι ἡμᾶς τὴν ἐκ τῶν τοιούτων συμπληρουμένην ἐκκλησίαν, καὶ εὔχεσθαι νῦν πλέον δοθῆναι ὑμῖν <pb n="v.3.p.278"/> τὴν πνευματικὴν γαλήνην, ἵνα ἃ νῦν ἐν τῷ καιρῷ τῆς ἀθλήσεως ἐπεδείξασθε, τούτων ἐκ τῷ τῆς ἀνέσεως χρόνῳ κομίσησθε τὴν ἀπόλαυσιν. πέφυκε γάρ πως τὰ δυσχερῆ κατὰ τὴν πεῖραν ἡδονὴν φέρειν τοῖς ὑπομιμνησκομένοις. τὸ δὲ νῦν ἔχον παρακαλοῦμεν ὑμᾶς μὴ ἐκκακεῖν, μηδὲ ἀπαγορεύειν πρὸς τὴν συνέχειαν τῶν κακώσεων. ἐγγὺς γὰρ οἱ στέφανοι, καὶ ἐγγὺς ἡ ἀντίληψις τοῦ Κυρίου. μὴ ἐκχέητε τὰ προπεπονημένα ὑμῖν· μὴ ἀχρειώσητε τὸν κόπον τὸν διὰ πάσης τῆς οἰκουμένης βεβοημένον. ὀλιγοχρόνιοι τῶν ἀνθρωπίνων πραγμάτων αἱ καταστάσεις· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. </p><p rend="align(indent)"> Τῆς διαμενούσης ἐντολῆς ἀντεχόμενοι, τῆς παρερχομένης φαντασίας καταφρονήσωμεν. πολλὰς Ἐκκλησίας ἀνώρθωσε τὸ καθʼ ὑμᾶς ὑπόδειγμα. πολύν, κατὰ τὸ λανθάνον, ἑαυτοῖς συνηγάγετε τὸν μισθόν, δι’ ὧν τοὺς ἀπειροτέρους εἰς τὸν ὅμοιον ζῆλον προσεκαλέσασθε. πλούσιος ὁ μισθαποδότης, δυνάμενος ὑμῖν ἄξια χαρίσασθαι τῶν ἀγώνων τά ἔπαθλα. </p></div></div></body></text></TEI>