<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="211"><head rend="align(center)">Ὀλυμπίῳ.</head><p rend="align(indent)"> Καὶ τοῖς γράμμασιν ἐντυχὼν τῆς τιμιότητος σου, ἡδίων ἐμαυτοῦ καὶ εὐθυμότερος ἐγενόμην, καὶ τοῖς ποθεινοτάτοις υἱέσιν εἰς ὁμιλίαν ἐλθών, αὐτόν σε ἔδοξα καθορᾷν. οἳ πάνυ μου τὴν ψυχὴν κεκακωμένην παραλαβόντες, οὕτω διέθηκαν, ὥστε ἐπιλαθέσθαι με τοῦ παρʼ ὑμῖν κωνείου, ὃ οἱ ὀνειροπῶλαι καὶ ὀνειροκάπηλοι, εἰς τὴν τῶν ἐκμισθωσαμένων αὐτοὺς χάριν, καθʼ ἡμῶν περιφέρουσιν· ἐπιστολὰς δὲ τὰς μὲν ἔπεμψα, τὰς δὲ καὶ εἰς ὕστερον δώσομεν, ἐὰν ἐθέλῃς. μόνον εἴη τί ὄφελος παρʼ αὐτῶν τοῖς λαμβάνουσιν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="212"><head rend="align(center)">Ἱλαρίῳ.</head><p rend="align(indent)"> Ἐμὲ δὲ τί οἴει πεπονθέναι, ἢ τίαν γνώμην ἐσχηκέναι, ἐπειδὴ ἐπεδήμησα μὲν τῷ Δαζιμῶνι, ἔμαθον δὲ ὀλίγαις ὕστερον ἡμέραις τῆς παρουσίας ἡμῶν ἐξεληλυθέναι σου τὴν λογιότητα; οὐ γὰρ μόνον διὰ τὸ ἐκ παιδὸς θαῦμα ὃ ἔσχον περὶ σέ, εὐθὺς ἀπὸ διατριβῶν αὐτῶν ἀεὶ πολλοῦ ἀξίαν ἐθέμην τὴν ὁμιλίαν σου, ἀλλὰ καὶ διὰ τὸ μηδὲν οὕτω σπουδαῖον εἶναι νῦν, ὡς φιλαλήθη ψυχὴν <pb n="v.3.p.218"/> ὑγιὲς τῶν πραγμάτων τὸ κριτήριον κεκτημένην· ὅπερ ἡγούμεθα παρὰ σοὶ διασώζεσθαι. καὶ γὰρ τῶν λοιπῶν τοὺς πλείστους ὁρῶμεν, ὥσπερ ἐν ταῖς ἱπποδρομίαις, τοὺς μὲν ὡς τούτους, τοὺς δὲ ὡς ἐκείνους διῃρημένους, καὶ συνεκβοῶντας τοῖς στασιάζουσι. σὲ δὲ καὶ φόβου καὶ θεραπείας καὶ παντὸς ἀγεννοῦς πάθους ὑψηλότερον ὄντα, εἰκὸς ὀφθαλμῷ ὑγιαίνοντι καθορᾷν τὴν ἀλήθειαν. καὶ γὰρ αἰσθάνομαί σου μὴ παρέργως ἔχοντος πρὸς τὰ τῶν ἐκκλησιῶν, ὅπου γε καὶ πρὸς ἡμᾶς ἔπεμψάς τινα περὶ τούτων ἐπιστολήν, ὡς ἐν τοῖς ἔναγχος τούτοις ἐδήλους γράμμασιν, ἣν τίς ὁ παραλαβὼν ὥστε διακομίσαι, ἡδέως ἂν μάθοιμι, ὥστε εἰδέναι τὸν ἀδικήσαντα. οὐ γὰρ ἐνέτυχόν πω γράμμασι σοῖς πρὸς ἡμᾶς περὶ τούτων. </p><p rend="align(indent)"> Πόσου πότʼ ἂν οὖν οἴει πρίασθαί με τὴν ὁμιλίαν σου, ὑπὲρ τοῦ γνωρίσαι μέ σοι τὰ λυποῦντά με (φέρει γάρ, ὡς οἶσθα, καὶ τὸ ἐξειπεῖν ῥᾳστώνην τινὰ τοῖς ὀδυνωμένοις), ἀποκρίνασθαί τε περὶ τῶν ἐπιζητουμένων· οὐ γράμμασιν ἀψύχοις καταπιστεύσαντα, ἀλλʼ αὐτὸν δι’ ἐμαυτοῦ ἐναργῶς λέγοντα ἕκαστα, καὶ ἐπεξιόντα. οἱ γὰρ ἔμψυχοι λόγοι δραστικωτέραν ἔχουσι τὴν πειθώ· πρός τε τὸ εὐεπιχείρητον καὶ πρὸς συκοφαντίαν εὐάλωτον, οὐκέτι ὅμοιοι τοῖς γεγραμμένοις εἰσί. καὶ γὰρ οὐδὲν ἀτόλμητον λοιπὸν οὐδενί, ὅπου γε καὶ οἱ τὰ μέγιστα παρʼ ἡμῶν πιστευθέντες, οὓς ᾐσθανόμεθα μετὰ τῶν ἀνθρώπων ὁρῶντες, ὡς μεῖζόν τι ὄντας ἢ κατὰ ἄνθρωπον, οὖτοι κατεδέξαντο συγγράμματά τινος τὰ ὁποῖα δήποτε ὡς ἡμέτερα παραπέμπειν· καὶ ἐπʼ αὐτοῖς διαβάλλειν <pb n="v.3.p.220"/> ταῖς ἀδελφότησιν, ὡς μηδὲν λοιπὸν τοῦ ἡμετέρου ὀνόματος φευκτότερον εἶναι τοῖς εὐλαβέσι. τὸ γὰρ ἀγνοηθῆναι γενόμενος ἐξ ἀρχῆς ἐπιτηδεύσας, ὡς οὐκ οἶδα εἴ τις ἄλλος τῶν ἐπεσκεμμένων τὴν ἀνθρωπίνην ἀσθένειαν, νῦν καθάπερ τὸ ἐναντίον προελόμενος πᾶσιν ἀνθρώποις γνώριμον ἐμαυτὸν καταστῆσαι, οὕτω πανταχοῦ γῆς, προσθήσω δὲ ὅτι καὶ θαλάσσης, διατεθρύλλημαι. οἵ τε γὰρ τὸν ἔσχατον ὅρον τῆς ἀσεβείας ἐπιτηδεύοντες, καὶ τὸ ἄθεον τῆς ἀνομοιότητος δόγμα ταῖς ἐκκλησίαις ἐπάγοντες, πρὸς ἐμὲ τὸν πόλεμον ἔχουσιν· οἵ τε τὴν μέσην ἐλαύνοντες, ὡς οἴονται, καὶ ἀπὸ μὲν τῶν αὐτῶν ἐκείνων ἀρχῶν ὡρμημένοι, τῇ δὲ τῶν λογισμῶν ἀκολουθίᾳ μὴ ἐφιέντες διὰ τὸ ὑπεναντίον ταῖς ἀκοαῖς τῶν πολλῶν, ἡμᾶς δυσχεραίνουσι καὶ πλύνουσι μὲν ταῖς λοιδορίαις, ἐφʼ ὅσον δύνανται, οὐδεμιᾶς δὲ ἀπέχονται τῆς ἐπιβουλῆς, εἰ καὶ ὅτι ὁ Κύριος ἀπράκτους αὐτῶν τὰς ἐγχειρήσεις ἐποίησε. ταῦτα πῶς οὐ λυπηρά; πῶς οὐχὶ ὀδυνηράν μοι τὴν ζωὴν κατασκευάζοντα; ὅς γε μίαν τίθεμαι τῶν κακῶν παραμυθίαν τὴν ἀσθένειαν τῆς σαρκός, ὑφʼ ἧς πέπεισμαι μὴ πολὺν χρόνον παραμένειν τῇ δυστήνῳ ταύτῃ ζωῇ. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. </p><p rend="align(indent)"> Σὲ δὲ ἐπὶ τοῖς πάθεσι τοῦ σώματος παρακαλῶ <pb n="v.3.p.222"/> μεγαλοφυῶς καὶ ἀξίως τοῦ καλέσαντος ἡμᾶς Θεοῦ διακεῖσθαι· ὃς ἐὰν ἴδῃ ἡμᾶς μετʼ εὐχαριστίας δεξαμένους τὰ παρόντα, ἢ ἐπανήσει τὰ λυποῦντα, ὡς ἐπὶ τοῦ Ἰώβ, ἢ τοῖς μεγάλοις στεφάνοις τῆς ὑπομονῆς ἀμείψεται ἐν τῇ μετὰ ταύτην τὴν ζωὴν ἡμῶν καταστάσει. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="213"><head rend="align(center)">Ἀνεπίγραφος, ἐπὶ ἀνδρὶ εὐσεβεῖ.</head><p rend="align(indent)"> Κύριος ὁ παρασχόμενός μοι ταχεῖαν ἐπὶ ταῖς θλίψεσι τὴν ἀντίληψιν αὐτός σοι τῆς ἀναπαύσεως, ἣν ἀνέπαυσας ἡμᾶς ἐν τῇ παρούσῃ διὰ τοῦ γράμματος ἐπισκέψει, παράσχοιτο τὴν ἀντίληψιν, τῇ ἀληθινῇ καὶ μεγάλῃ εὐφροσύνῃ τοῦ πνεύματος τὸν ἐπὶ τῇ παρακλήσει μισθὸν τῆς ταπεινώσεως ἡμῶν ἀποπληρῶν. ἔτυχον γάρ πως τὴν ψυχὴν κεκακωμένος, ἐν πολυανθρώπῳ συλλήψει κτηνώδη τινὰ καὶ παντελῶς ἄλογον τοῦ λαοῦ καταμαθὼν ῥᾳθυμίαν, καὶ τῶν ἀγόντων αὐτοὺς παλαιὰν καὶ δυσδιόρθωτον συνήθειαν τοῦ κακοῦ. ἐπεὶ δὲ εἶδον τὰ γράμματα καὶ τὸν ἐν αὐτοῖς τῆς ἀγάπης θησαυρόν, ἐπέγνων ὅτι ἐπέλαμψεν ἡμῖν τοῖς ἐν πικρίᾳ ζῶσι γλυκεῖαν παραμυθίαν ὁ οἰκονομῶν τὰ ἡμέτερα. διὰ καὶ ἀντιφθέγγομαί σου τὴν ὁσιότητα, παρακαλῶν τὴν συνήθη παράκλησιν, μὴ διαλιπεῖν σε εὐχόμενον ὑπὲρ τῆς ἐλεεινῆς μου ζωῆς, μήποτε, τῇ φαντασίᾳ τοῦ βίου τούτου καταβαπτισθείς, ἐπιλάθωμαι <pb n="v.3.p.224"/> μὲν τοῦ Θεοῦ τοῦ ἐγείροντος ἀπὸ γῆς πτωχόν, ἔπαρσιν δέ τινα παθὼν εἰς κρῖμα ἐμπέσω τοῦ διαβόλου· ῥαθυμήσας δὲ τῆς οἰκόνομίας καθεύδων ὑπὸ τοῦ Δεσπότου καταληφθῶ, ἢ καὶ διὰ τῶν βλαβερῶν ἔργων προστιθείς, καὶ τύπτων τὴν συνείδησιν τῶν συνδούλων, ἢ καὶ μετὰ τῶν μεθυόντων γινόμενος, ἐν τῇ δικαιοκρισίᾳ τοῦ Θεοῦ πάθω τὰ τοῖς πονηροῖς τῶν οἰκονόμων ἠπειλημένα. παρακαλῶ οὖν σε ἐπὶ πάσῃ προσευχῇ δέεσθαι τοῦ Θεοῦ νήφειν ἡμᾶς ἐν πᾶσιν, ἵνα μὴ αἰσχύνη γινώμεθα καὶ ὄνειδος τῷ ὀνόματι τοῦ Χριστοῦ, ἐν τῇ ἀποκαλύψει τῶν κρυπτῶν τῆς καρδίας ἡμῶν κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. </p><p rend="align(indent)"> Γίνωσκε δέ με ἐν προσδοκίᾳ εἶναι τοῦ κατʼ ἐπήρειαν τῶν αἱρετικῶν ἀνακληθήσεσθαι εἰς τὸ στρατόπεδον, ἐπὶ προφάσει δὴ τῆς εἰρήνης· καὶ τοῦτο ἀκούσαντα καὶ τὸν ἐπίσκοπον τόνδε ἐπεσταλκέναι ἡμῖν σπουδάσαι περὶ τὴν Μεσοποταμίαν γενέσθαι, καὶ τὸν ἐκεῖ τοὺς ὁμοδόξους καὶ ἐπικρατύνοντας τὰ τῶν ἐκκλησιῶν συναγαγόντα, μετʼ αὐτῶν ὁρμῆσαι πρὸς τὸν βασιλέα. ἐμοὶ δὲ τάχα μὲν οὐδὲ τὸ σῶμα αὐτὸ πρὸς τὴν ἐν τῷ χειμῶνι ὁδοιπορίαν ἀρκέσει· τέως δὲ οὐδὲ ἀναγκαῖον τὸ πρᾶγμα ἐφάνη, πλὴν εἰ μὴ αὐτὸς <pb n="v.3.p.226"/> συμβουλεύσῃς. ἀναμενῶ γὰρ καὶ τὴν παρὰ τῆς θεοσεβείας σου συμβουλήν, ὥστε κρατυνθῆναι τὴν γνώμην. διὸ παρακαλῶ θᾶττον ἡμῖν διά τινος τῶν σπουδαίων ἀδελφῶν τὸ παραστὰν τῇ τελειότητί σου καὶ ἐνθέῳ συνέσει φανερωθῆναι. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="214"><head rend="align(center)">Τερεντίῳ κόμητι.</head><p rend="align(indent)"> Ὅτε ἠκούσαμεν τὴν σεμνότητά σου πάλιν ἐκβεβιάσθαι πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν, εὐθὺς μὲν διεταράχθημεν (εἰρήσεται γὰρ τἀληθές), λογιζόμενοι ὅπως σοι παρὰ γνώμην ἐστίν, ἅπαξ ἀφεθέντι τῶν δημοσίων φροντίδων, καὶ σχολάσαντι τῇ ἐπιμελείᾳ τῆς ἑαυτοῦ ψυχῆς, πάλιν ἀναγκάζεσθαι πρὸς τὰ αὐτὰ ὑποστρέφειν. ἔπειτα εἰς ἔννοιαν ἐλθόντες, ὡς ὅτι τάχα ὁ Κύριος, βουλόμενος τῶν μυρίων ὀδυνῶν, αἳ νῦν τὰς καθʼ ἡμᾶς Ἐκκλησίας συνέχουσι, μίαν ταύτην χαρίσασθαι παραμυθίαν, τὴν σὴν σεμνοπρέπειαν πάλιν ᾠκονόμησεν ἐπὶ τῶν πραγμάτων φανῆναι, καὶ δὴ καὶ εὐθυμότεροι ἦμεν, ὡς μέλλοντες ἔτι γοῦν ἅπαξ, πρὶν ἀπιέναι τῆς ζωῆς ταύτης, συντεύξεσθαι τῇ τιμιότητί σου. </p><p rend="align(indent)"> Ἀλλὰ πάλιν ἡμᾶς ἑτέρα φήμη κατέσχεν, ὡς ἐπὶ τῆς Ἀντιοχείας διάγοντος καὶ τὰ ἐν χερσὶ πράγματα ταῖς μεγάλαις ἀρχαῖς συνδιέποντος. πρὸς δὲ τῇ φήμῃ ταύτῃ κατέλαβεν ἡμᾶς ἀκοή, <pb n="v.3.p.228"/> ὅτι καὶ οἱ τῆς κατὰ Παυλῖνον συντάξεως ἀδελφοὶ διαλέγονταί τινα τῇ ὀρθότητί σου περὶ τῆς πρὸς ἡμᾶς ἑνώσεως· ἡμᾶς δὲ λέγω τοὺς τῆς μερίδος τοῦ ἀνθρώπου τοῦ Θεοῦ, Μελετίου, τοῦ ἐπισκόπου. οὓς καὶ γράμματα ἀκούω νῦν τῶν Δυτικῶν περιφέρειν, αὐτοῖς τὴν ἐπισκοπὴν τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ἐπιτρέποντα, παραλογιζόμενα δὲ τὸν θαυμασιώτατον ἐπίσκοπον τῆς ἀληθινῆς τοῦ Θεοῦ Ἐκκλησίας Μελέτιον. καὶ οὐ θαυμάζω τοῦτο. οἱ μὲν γὰρ ἀγνοοῦσι παντελῶς τὰ ἐνταῦθα· οἱ δέ, καὶ δοκοῦντες εἰδέναι, φιλονεικότερον μᾶλλον ἢ ἀληθέστερον αὐτοῖς ἐξηγοῦνται. πλὴν ἀλλʼ ἐκείνους μὲν οὐδὲν ἀπεικὸς ἢ ἀγνοεῖν τὴν ἀλήθειαν ἢ καὶ ἀποκρύπτεσθαι τὴν αἰτίαν, δι’ ἣν εἰς τὸ γράφειν Παυλίνῳ ἦλθεν ὁ μακαριώτατος ἐπίσκοπος Ἀθανάσιος. τὴν δὲ σὴν τελειότητα αὐτοῦ ἔχουσαν τοὺς δυναμένους τὰ μεταξὺ τῶν ἐπισκόπων γενόμενα ἐπὶ τῆς Ἰοβιανοῦ βασιλείας ἀκριβῶς διηγήσασθαι, παρακαλοῦμεν ὑπʼ αὐτῶν πληροφορηθῆναι. πλὴν ἀλλʼ ἐπειδὴ οὐδενὸς κατηγοροῦμεν, πρὸς πάντας δὲ ἔχειν εὐχόμεθα τὴν ἀγάπην, καὶ μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως, συγχαίρομεν τοῖς <pb n="v.3.p.230"/> κομισαμένοις τὰ ἀπὸ Ῥώμης γράμματα. κἄν τινα σεμνὴν καὶ μεγάλην ἔχῃ αὐτοῖς μαρτυρίαν, εὐχόμεθα ἀληθῆ εἶναι ταύτην καὶ δι’ αὐτῶν τῶν ἔργων βεβαιουμένην. οὐ μέντοι τούτου γε ἕνεκεν δυνάμεθά ποτε ἑαυτοὺς πεῖσαι ἢ Μελέτιον ἀγνοῆσαι, ἢ τῆς ὑπʼ αὐτὸν ἐκκλησίας ἐπιλαθέσθαι, ἢ τὰ ζητήματα, ὑπὲρ ὧν ἐξ ἀρχῆς ἡ διάστασις γέγονε, μικρὰ ἡγήσασθαι, καὶ ὀλίγην ἔχειν διαφορὰν νομίσαι πρὸς τὸν τῆς εὐσεβείας σκοπόν. ἐγὼ γάρ, οὐχ ὅπως εἰ ἐπιστολήν τις ἀνθρώπων δεξάμενος, ἐπʼ αὐτῇ μέγα φρονεῖ, τούτου ἕνεκεν ὑποσταλῆναί ποτε καταδέξομαι· ἀλλʼ οὐδʼ ἂν ἐξ αὐτῶν ἥκῃ τῶν οὐρανῶν, μὴ στοιχῇ δὲ τῷ ὑγιαίνοντι λόγῳ τῆς πίστεως, δύναμαι αὐτὸν κοινωνὸν ἡγήσασθαι τῶν ἁγίων. </p><p rend="align(indent)"> Ἐνθυμήθητι γάρ, ὦ θαυμάσιε, ὅτι οἱ παραχαράκται τῆς ἀληθείας, οἱ τὸ Ἀρειανὸν σχίσμα τῇ ὑγιεῖ τῶν πατέρων ἐπεισαγαγόντες πίστει, οὐδεμίαν ἄλλην αἰτίαν προβάλλονται τοῦ μὴ παραδέχεσθαι τὸ εὐσεβὲς τῶν πατέρων δόγμα, ἢ τὴν τοῦ ὁμουσίου διάνοιαν, ἣν αὐτοὶ πονηρῶς καὶ ἐπὶ διαβολῇ τῆς ὅλης πίστεως ἐξηγοῦνται, λέγοντες τὸν Υἱὸν κατὰ τὴν ὑπόστασιν ὁμοούσιον λέγεσθαι παρʼ ἡμῶν. οἷς ἐάν τινα δῶμεν ἀφορμήν, ἐκ τοῦ περιφέρεσθαι τοῖς δι’ ἁπλότητα μᾶλλον ἢ διὰ κακίαν ταῦτα ἢ τὰ τούτοις παραπλήσια λέγουσιν, οὐδὲν κωλύει καὶ ἡμᾶς ἀναντιρρήτους μὲν δοῦναι καθʼ ἑαυτῶν τὰς λαβάς, ἰσχυρὰν δὲ ἐκείνοις κατασκευάσαι τὴν αἵρεσιν, οἷς μία μελέτη ἐστίν, <pb n="v.3.p.232"/> ἐν τοῖς ἐπὶ τῆς ἐκκλησίας λόγοις οὐ τὰ ἑαυτῶν κατασκευάζειν, ἀλλὰ τὰ ἡμέτερα διαβάλλειν. </p><p rend="align(indent)"> Τίς δʼ ἂν γένοιτο τῆς διαβολῆς ταύτης χαλεπωτέρα, καὶ μᾶλλον δυναμένη τοὺς πολλοὺς διασαλεῦσαι, ἢ εἰ φανείησάν τινες ἐξ ἡμῶν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μίαν ὑπόστασιν λέγοντες, οἳ κἂν πάνυ τὸ τῶν προσώπων διάφορον ἐναργῶς δογματίζωσιν, ἀλλʼ οὖν τῷ παρὰ τοῦ Σαβελλίου προειλῆφθαι τὸ αὐτὸ τοῦτο λέγοντος· ἕνα μὲν εἶναι τῇ ὑποστάσει τὸν Θεόν, προσωποποιεῖσθαι δὲ ὑπὸ τῆς Γραφῆς διαφόρως κατὰ τὸ ἰδίωμα τῆς ὑποκειμένης ἑκάστοτε χρείας· καὶ νῦν μὲν τὰς πατρικὰς ἑαυτῷ περιτιθέναι φωνάς, ὅταν τούτου καιρὸς ᾖ τοῦ προσώπου, νῦν δὲ τὰς Υἱῷ πρεπούσας, ὅταν πρὸς τὴν ἡμετέραν ἐπιμέλειαν ἢ πρὸς ἄλλας τινὰς οἰκονομικὰς ἐνεργείας ὑποβαίνῃ, νῦν δὲ τὸ τοῦ Πνεύματος ὑποδύεσθαι προσωπεῖον, ὅταν ὁ καιρὸς τὰς ἀπὸ τοῦ τοιούτου προσώπου φωνὰς ἀπαιτῇ. ἐὰν οὖν καὶ παρʼ ἡμῖν φανῶσί τινες ἓν τῷ ὑποκειμένῳ Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα λέγοντες, τρία δὲ πρόσωπα τέλεια ὁμολογοῦντες, πῶς οὐχὶ σαφῆ καὶ ἀναντίρρητον δόξουσι παρέχεσθαι τὴν ἀπόδειξιν τοῦ ἀληθῆ εἶναι τὰ λεγόμενα περὶ ἡμῶν; </p><p rend="align(indent)"> Περὶ δὲ τοῦ ὅτι ὑπόστασις καὶ οὐσία οὐ ταὐτόν ἐστι, καὶ αὐτοί, ὡς νομίζω, ὑπεσημήναντο οἱ ἀπὸ τῆς δύσεως ἀδελφοί, ἐν οἷς τὸ στενὸν τῆς ἑαυτων γλώττης ὑφορώμενοι τὸ τῆς οὐσίας ὄνομα τῇ Ἑλλάδι φωνῇ παραδεδώκασιν, ἵνα, εἴ τις εἴη διαφορὰ τῆς ἐννοίας, σώζοιτο αὐτὴ ἐν τῇ <pb n="v.3.p.234"/> εὐκρινεῖ καὶ ἀσυγχύτῳ διαστάσει τῶν ὀνομάτων. εἰ δὲ δεῖ καὶ ἡμᾶς τὸ δοκοῦν ἡμῖν ἐν βραχεῖ εἰπεῖν, ἐκεῖνο ἐροῦμεν, ὅτι ὃν ἔχει λόγον τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ οὐσία πρὸς τὴν ὑπόστασιν. ἕκαστος γὰρ ἡμῶν καὶ τῷ κοινῷ τῆς οὐσίας λόγῳ τοῦ εἶναι μετέχει, καὶ τοῖς περὶ αὐτὸν ἰδιώμασιν ὁ δεῖνα ἔστι καὶ ὁ δεῖνα. οὕτω κἀκεῖ ὁ μὲν τῆς οὐσίας λόγος κοινός, οἷον ἡ ἀγαθότης, ἡ θεότης, ἢ εἴ τι ἄλλο νοοῖτο· ἡ δὲ ὑπόστασις ἐν τῷ ἰδιώματι τῆς πατρότητος, ἢ τῆς υἱότητος, ἢ τῆς ἁγιαστικῆς δυνάμεως θεωρεῖται. εἰ μὲν οὖν ἀνυπόστατα λέγουσι τὰ πρόσωπα, αὐτόθεν ἔχει ὁ λόγος τὴν ἀτοπίαν· εἰ δὲ ἐν ὑποστάσει εἶναι αὐτὰ ἀληθινῇ συγχωροῦσιν, ὃ ὁμολογοῦσι, καὶ ἀριθμείτωσαν, ἵνα καὶ ὁ τοῦ ὁμοουσίου λόγος διαφυλαχθῇ ἐν τῇ ἑνότητι τῆς θεότητος καὶ ἡ τῆς εὐσεβείας ἐπίγνωσις Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἐν τῇ ἀπηρτισμένῃ καὶ ὁλοτελεῖ ἑκάστου τῶν ὀνομαζομένων ὑποστάσει κηρύσσηται. ὅμως δὲ ἐκεῖνο βούλομαι πεπεῖσθαι τὴν σεμνότητά σου, ὅτι καὶ σὲ καὶ πάντα τὸν παραπλησίως σοι τῆς ἀληθείας φροντίζοντα, καὶ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζομένους μὴ ἀτιμάζοντα, ἀναμένειν δεῖ καθηγήσασθαι τῆς συναφείας ταύτης καὶ τῆς εἰρήνης τοὺς προστάτας τῶν ἐκκλησιῶν, οὓς ἐγὼ στύλους καὶ ἑδραίωμα τῆς ἀληθείας καὶ τῆς Ἐκκλησίας τίθεμαι· καὶ τοσούτῳ πλέον αὐτοὺς αἰδοῦμαι, ὅσῳ ἂν μακρότερον ἐξοικισθῶσιν, ἀντὶ τιμωρίας αὐτοῖς ἐπαγομένου τοῦ χωρισμοῦ. παρακαλῶ οὖν, φύλαξον ἡμῖν σεαυτὸν ἀπρόληπτον, <pb n="v.3.p.236"/> ἵνʼ ἔχωμέν σοι γοῦν ἐπαναπαύεσθαι, ὃν ἐν πᾶσι βακτηρίαν ἡμῖν καὶ ἔρεισμα ὁ Θεὸς ἐχαρίσατο. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="215"><head rend="align(center)">Δωροθέῳ πρεσβυτέρῳ.</head><p rend="align(indent)"> Εὐθὺς ἐπιτυχὼν ἀφορμῆς, ἐπέστειλα τῷ θαυμασιωτάτῳ ἀνδρὶ Τερεντίῳ τῷ κόμητι, λογισάμενος ἀνυποπτότερον εἶναι τὸ διὰ ξένων αὐτῷ γράφειν περὶ τῶν προκειμένων, καὶ ἅμα βουλόμενος μηδεμίαν ἐγγενέσθαι διατριβὴν τῷ πράγματι τὸν ποθεινότατον ἀδελφὸν Ἀκάκιον. τῷ διαψηφιστῇ τῆς τάξεως τῶν ἐπάρχων ἔδωκα οὖν τὴν ἐπιστολὴν δημοσίῳ δρόμῳ ὁδεύοντι, ᾧ καὶ ἐνετειλάμην πρώτοις ὑμῖν ἐμφανίσαι τὸ γράμμα. τὴν δὲ ἐπὶ Ῥώμην ὁδὸν οὐκ οἶδα ὅπως οὐδεὶς ἀνήγγειλε τῇ συνέσει ὑμῶν, ὅτι ἐν τῷ χειμῶνι παντελῶς ἐστιν ἄπορος, τῆς μεταξὺ χώρας ἀπὸ Κωνσταντινουπόλεως μέχρι τῶν καθʼ ἡμᾶς ὅρων πολεμίων πεπληρωμένης. εἰ δὲ δεῖ θαλάσσῃ χρήσασθαι, ἔσται καιρός, μόνον ἐὰν καταδέξηται καὶ τὸν πλοῦν καὶ τὴν ὑπὲρ τῶν τοιούτων πραγμάτων πρεσβείαν, ὁ θεοφιλέστατος ἐπίσκοπος Γρηγόριος ὁ ἀδελφός. ἐγὼ μὲν γὰρ οὔτε τοὺς συναπερχομένους αὐτῷ ὁρῶ, καὶ αὐτὸν γινώσκω παντελῶς ἄπειρον ὄντα τῶν κατὰ τὰς <pb n="v.3.p.238"/> ἐκκλησίας· καὶ εὐγνώμονι μὲν ἀνδρὶ αἰδέσιμον αὐτοῦ καὶ πολλοῦ ἀξίαν τὴν συντυχίαν, ὑψηλῷ δὲ καὶ μετεώρῳ, ἄνω που καθημένῳ, καὶ διὰ τοῦτο ἀκούειν τῶν χαμόθεν αὐτῷ τὴν ἀλήθειαν φθεγγομένων μὴ δυναμένῳ, τί ἂν γένοιτο ὄφελος τοῖς κοινοῖς παρὰ τῆς τοῦ τοιούτου ἀνδρὸς ὁμιλίας, ὃς ἀλλότριον ἔχει θωπείας ἀνελευθέρου τὸ ἦθος; </p></div></div></body></text></TEI>