Λεοντίῳ σοφιστῇ Ἔοικέ τι τῆς κοινῆς καταστάσεως καὶ εἰς τὰ ἑαυτοῦ πράγματα ὁ χρηστὸς Ἰουλιανὸς ἀπολαύειν. ἀπαιτεῖται γὰρ καὶ αὐτὸς καὶ ἐγκαλεῖται σφοδρῶς, ἐπειδὴ πάντα νῦν ἀπαιτουμένων καὶ ἐγκαλουμένων γέμει. πλὴν ὅσον οὐχὶ εἰσφορῶν ἐλλείμματα, ἀλλʼ ἐπιστολῶν. καίτοι καὶ τὸ E, F. πόθεν αὐτῷ ἐλλέλειπται ἀγνοῶ· ἔδωκε γὰρ ἀεὶ ἐπιστολήν, τὴν δὲ ἐκομίσατο. εἰ μή τί που καὶ παρὰ σοὶ σοῦ C, D. ἡ πολυθρύλλητος αὐτὴ τετραπλῆ προτετίμηται. οὐδὲ γὰρ οἱ Πυθαγόριοι τοσοῦτον προετίμησαν τὴν τετρακτύν, ὅσον οἱ νῦν ἐκλέγοντες τὰ δημόσια τὴν τετραπλῆν. καίτοιγε ἴσως τὸ ἐναντίον εἰκὸς ἦν, σοφιστὴν ὄντα καὶ εὐποροῦντα λόγων τοσούτων, αὐτὸν ἡμῖν εἰς τὴν τῶν τετραπλασίων ἔκτισιν ὑποκεῖσθαι. καὶ μὴ οἴου ταῦτα δυσχεραίνοντας ἡμᾶς γράφειν. χαίρω γάρ σου καὶ ταῖς μέμψεσιν, ἐπειδὴ τοῖς καλοῖς φασὶ πάντα μετὰ τῆς τοῦ καλοῦ προσθήκης γίνεσθαι· ὥστε καὶ λύπας αὐτοῖς καὶ ὀργὰς ἐπιπρέπειν. ἐπιτρέπειν C, D, F. ἥδιον γοῦν ἄν τις ἴδοι ὀργιζόμενον τὸν ἀγαπώμενον, ἢ θεραπεύοντα ἕτερον. μήποτε οὖν ἀνῇς ἐγκαλῶν τοιαῦτα. γράμματα γάρ που ἔσται αὐτὰ τὰ ἐγκλήματα, γάρ που...ἐγκλήματα om. A, B. ὧν ἐμοὶ οὐδὲν ἄκουσμα τιμιώτερον, οὐδὲ πλείονα φέρον τὴν ἡδονήν. Περὶ τελειότητος βίου μοναχῶν ἀνεπίγραφος, κανὼν ἀκριβὴς τῆς κατὰ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ ἀσκητικῆς πολιτείας C D. Πολλῶν ὄντων τῶν ὑπὸ τῆς θεοπνεύστου Γραφῆς δηλουμένων τῶν κατορθοῦσθαι ὀφειλόντων τοῖς ἐσπουδακόσιν εὐαρεστῆσαι τῷ Θεῷ, περὶ μόνων τέως τῶν ἐπὶ τοῦ παρόντος κινηθέντων παρʼ ὑμῖν, ὡς ἔμαθον ἐξ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς, ἐν συντόμῳ ὑπομνήσει εἰπεῖν εἰπεῖν om. C, D, E. ἀναγκαίως ἀναγκαίως om. C, D. προεθυμήθην, τὴν περὶ ἑκάστου μαρτυρίαν εὔληπτον οὖσαν καταλείψας ἐπιγινώσκειν τοῖς περὶ τὴν ἀνάγνωσιν ἀπασχολουμένοις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους ὑπομιμνήσκειν. ἅτινα ἐστὶ ταῦτα add. C. D. Ὅτι δεῖ τὸν Χριστιανὸν ἄξια τῆς ἐπουρανίου κλήσεως κληρονομίας C, D. φρονεῖν, καὶ ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθαι. ὅτι οὐ δεῖ τὸν Χριστιανὸν μετεωρίζεσθαι, οὐδὲ ἀφέλκεσθαι ὑπό τινος ἀπὸ τῆς μνήμης τοῦ Θεοῦ καὶ τῶν αὐτοῦ θελημάτων καὶ κριμάτων. ὅτι δεῖ τὸν Χριστιανόν, κρείττονα τῶν κατὰ τὸν νόμον δικαιωμάτων γενόμενον ἐν πᾶσι, μήτε ὀμνύειν μήτε ψεύδεσθαι. ὅτι οὐ δεῖ βλασφημεῖν· ὅτι οὐ δεῖ ὑβρίζειν. ὅτι οὐ δεῖ μάχεσθαι· ὅτι οὐ δεῖ ἑαυτὸν ἐκδικεῖν· ὅτι οὐ δεῖ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι· ὅτι οὐ δεῖ ὀργίζεσθαι. ὅτι δεῖ μακροθυμεῖν πᾶν πάντοτε C, D. ὁτιοῦν πάσχοντα, καὶ ἐλέγχειν εὐκαίρως τὸν ἀδικοῦντα, οὐ μὴν ἐν πάθει τῆς ἑαυτοῦ ἐκδικήσεως, ἀλλʼ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀδελφοῦ διορθώσεως, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου. ὅτι οὐ δεῖ κατὰ ἀπόντος ἀδελφοῦ λέγειν τι σκοπῷ τοῦ διαβάλλειν αὐτόν, ὅπερ ἐστὶ καταλαλία, κἂν ἀληθῆ ᾖ τὰ λεγόμενα. ὅτι δεῖ τὸν καταλαλοῦντα ἀδελφοῦ ἀποστρέφεσθαι. Ὅτι οὐ δεῖ εὐτράπελα φθέγγεσθαι. ὅτι οὐ δεῖ γελᾷν οὐδὲ γελοιαστῶν ἀνέχεσθαι. ὅτι οὐ δεῖ ἀργολογεῖν, λαλοῦντά τι ὃ μήτε πρὸς ὠφέλειαν τῶν ἀκουόντων ἐστὶ μήτε πρὸς τὴν ἀναγκαίαν καὶ συγκεχωρημένην ἡμῖν ὑπὸ ἡμῖν ὑπὸ om. E. τοῦ Θεοῦ χρείαν· ὥστε καὶ τοὺς ἐργαζομένους σπουδάζειν καθʼ ὅσον δυνατὸν μετὰ ἡσυχίας ἐργάζεσθαι, καὶ αὐτοὺς δὲ τοὺς ἀγαθοὺς λόγους πρὸς ἐκείνους κινεῖν, τοὺς πεπιστευμένους μετὰ δοκιμασίας οἰκονομεῖν τὸν λόγον πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα μὴ λυπῆται τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ. ὅτι οὐ δεῖ τῶν ἐπεισερχομένων τινὰ ἐπʼ ἐξουσίας ἔχειν add. C. D. ἐγγίζειν ἢ λαλεῖν τινὶ τῶν ἀδελφῶν, πρὶν ἂν οἱ ἐπιτεταγμένοι τὴν φροντίδα τῆς ἐν πᾶσιν εὐταξίας δοκιμάσωσι πῶς ἀρέσκει Θεῷ πρὸς τὸ κοινῇ συμφέρον. ὅτι οὐ δεῖ οἴνῳ δεδουλῶσθαι, οὔτε περὶ κρέα ἐμπαθῶς ἔχειν, καὶ καθόλου περὶ οὐδὲν βρῶμα ἢ πόμα φιλήδονον εἶναι· ὁ γὰρ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. ὅτι τῶν διδομένων ἑκάστῳ εἰς χρῆσιν οὐδὲν ὡς ἴδιον ἔχειν δεῖ ἢ ταμιεύεσθαι· ἐν μέντοι τῇ φροντίδι πᾶσιν ὡς δεσποτικοῖς προσέχοντα, μηδὲν τῶν παραῤῥιπτομένων ἢ ἀμελουμένων, ἂν οὕτω τύχῃ, παρορᾷν. ὅτι οὐ δεῖ οὔτε αὐτὸν ἑαυτοῦ κύριον εἶναί τινα, ἀλλʼ ὡς ὑπὸ Θεοῦ παραδεδομένον εἰς δουλείαν τοῖς ὁμοψύχοις ἀδελφοῖς, ἀδελφοῖς om. C, D. οὕτω καὶ φρονεῖν πάντα καὶ ποιεῖν, ἕκαστον δὲ ἐν τῷ ἰδίῳ τάγματι. Ὅτι οὐ δεῖ γογγύζειν, οὔτε ἐν τῇ στενοχωρίᾳ τῶν πρὸς τὴν χρείαν οὔτε ἐν τῷ καμάτῳ τῶν ἔργων, ἐχόντων τὸ κρίμα περὶ ἑκάστου τῶν ἐπιτεταγμένων τὴν τούτων ἐξουσίαν. ὅτι οὐ δεῖ κραυγὴν γίνεσθαι, οὔτε ἄλλο τι σχῆμα ἢ κίνημα ἐν ᾧ χαρακτηρίζεται θυμός, ἢ μετεωρισμὸς ἀπὸ τῆς πληροφορίας τοῦ παρεῖναι. τὸν Θεόν. ὅτι δεῖ τῇ χρείᾳ συμμετρεῖν τὴν φωνήν. ὅτι οὐ δεῖ θρασέως τραχέως C, D. ἢ καταφρονητικῶς τινὶ ἀποκρίνεσθαι ἢ ποιεῖν τι, ἀλλʼ ἐν πᾶσι τὸ ἐπιεικὲς καὶ τὸ τιμητικὸν πρὸς πάντας δεικνύειν. ὅτι οὐ δεῖ ἐννεύειν ὀφθαλμῷ μετὰ δόλου, ἢ ἄλλῳ τινὶ σχήματι ἢ κινήματι μέλους κεχρῆσθαι, ὃ λυπεῖ τὸν ἀδελφὸν ἢ καταφρόνησιν ἐμφαίνει. Ὅτι οὐ δεῖ καλλωπίζεσθαι ἐν ἱματίοις ἢ ὑποδήμασιν, ὅπερ ἐστὶ περπερεία. ὅτι δεῖ εὐτελέσι κεχρῆσθαι τοῖς πρὸς τὴν χρείαν τοῦ σώματος. ὅτι οὐ δεῖ ὑπὲρ τὴν χρείαν ὅτι... χρείαν om. C. καὶ μὴ add. C. πρὸς δαψίλειαν ἀναλίσκειν οὐδέν, οὐδέν om. C. ὅπερ ἐστὶ παράχρησις. ὅτι οὐ δεῖ τιμὴν ἐπιζητεῖν, ἢ πρωτείων ἀντιποιεῖσθαι. ὅτι δεῖ ἕκαστον προτιμᾷν προτιμᾶσθαι C. ἑαυτοῦ ὑπὲρ ἑαυτὸν C. πάντας. ὅτι οὐ δεῖ ἀνυπότακτον εἶναι. ὅτι οὐ δεῖ ἀργὸν ἐσθίειν τὸν ἐργάζεσθαι δυνάμενον, ἀλλὰ καὶ τὸν ἀσχολούμενον περί τι τῶν κατορθουμένων εἰς δόξαν Χριστοῦ θεοῦ C. ἐκβιάζεσθαι ἑαυτὸν εἰς τὴν σπουδὴν τοῦ κατὰ δύναμιν ἔργου. ὅτι δεῖ ἕκαστον δοκιμασίᾳ τῶν προεστώτων, μετὰ λόγου καὶ πληροφορίας, οὕτω ποιεῖν πάντα, ἄχρι καὶ αὐτοῦ τοῦ φαγεῖν καὶ πιεῖν, ὡς εἰς δόξαν Θεοῦ γινόμενα. γινόμενα om. C; γινομένου E. ὅτι οὐ δεῖ ἀφʼ ἑτέρου εἰς ἕτερον ἔργον μεταβαίνειν ἄνευ τῆς δοκιμασίας τῶν εἰς τὸ διατυποῦν τὰ τῶν εἰς τὸ διατυποῦν τὰ τῆς εἰς τὸν διατυποῦντα E. τοιαῦτα ἐπιτεταγμένων, ἐπιτεταγμένον E, τεταγμένων C. ἐκτὸς εἰ μή πού τινα ἀπαραίτητος ἀνάγκη εἰς βοήθειαν τοῦ ἀδυνατήσαντος καλοίη αἰφνίδιον. ὅτι δεῖ ἕκαστον μένειν ἐν ᾧ ἐτάχθη, καὶ μὴ ὑπερβαίνοντα τὸ ἴδιον μέτρον ἐπιβαίνειν τοῖς μὴ ἐπιτεταγμένοις, εἰ μή τι ἂν οἱ ταῦτα πεπιστευμένοι δοκιμάσωσί τινα χρῄζοντα βοηθείας. ὅτι οὐ δεῖ ἀφʼ ἑτέρου ἐργαστηρίου εἰς ἕτερον εὑρίσκεσθαί τινα. ὅτι οὐ δεῖ κατὰ φιλονεικίαν ἢ ἔριν τὴν πρός τινα ποιεῖν τι. Ὅτι οὐ δεῖ φθονεῖν τῇ ἑτέρου ἄλλων C. εὐδοκιμήσει, οὔτε ἢ C. ἐπιχαίρειν ἐλαττώμασί τινος. ὅτι δεῖ ἐν ἀγάπῃ Χριστοῦ λυπεῖσθαι μὲν καὶ συντρίβεσθαι ἐπὶ τοῖς τοῦ ἀδελφοῦ ἐλαττώμασιν, εὐφραίνεσθαι δὲ ἐπὶ τοῖς κατορθώμασιν. ὅτι οὐ δεῖ ἀδιαφορεῖν ἐπὶ τοῖς ἁμαρτάνουσιν ἢ ἐφησυχάζειν αὐτοῖς. ὅτι δεῖ τὸν ἐλέγχοντα μετὰ πάσης εὐσπλαγχνίας, φόβῳ Θεοῦ καὶ σκοπῷ τοῦ ἐπιστρέψαι τὸν ἁμαρτάνοντα, ἐλέγχειν. ὅτι δεῖ τὸν ἐλεγχόμενον ἢ ἐπιτιμώμενον καταδέχεσθαι προθύμως, γνωρίζοντα τὸ ἑαυτοῦ ὄφελος ἐν τῇ διορθώσει. ὅτι οὐ δεῖ, ἐγκαλουμένου τινὸς ἄλλον, ἐνώπιον ἐκείνου ἢ ἄλλων τινῶν ἀντιλέγειν τῷ ἐγκαλοῦντι. ἐὰν δὲ ἄρα ποτὲ ἄλογον φανῇ τὸ ἔγκλημά τινι, κατʼ ἰδίαν κινεῖν λόγον πρὸς τὸν ἐγκαλοῦντα, καὶ ἢ πληροφορεῖν ἢ πληροφορεῖσθαι. Ὅτι δεῖ ἕκαστον, ὅση δύναμις, ὅση δύναμις ἕκαστον C. θεραπεύειν τὸν ἔχοντά τι κατʼ αὐτοῦ. ὅτι οὐ δεῖ μνησικακεῖν τῷ ἁμαρτήσαντι καὶ μετανοοῦντι, ἀλλʼ ἐκ καρδίας ἀφεῖναι. ὅτι δεῖ τὸν λέγοντα μετανοεῖν ἐφʼ ἁμαρτήματι μὴ μόνον κατανυγῆναι ἐφʼ ᾧ ἥμαρτεν, ἀλλὰ καὶ καρποὺς ἀξίους ποιῆσαι τῆς μετανοίας. ὅτι ὁ ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι παιδευθεὶς καὶ τῆς ἀφέσεως ἀξιωθείς, ἐὰν πάλιν ἁμάρτῃ, χεῖρον τοῦ προτέρου κατασκευάζει ἑαυτῷ τὸ κρίμα τῆς ὀργῆς. ὅτι δεῖ τὸν μετὰ τὴν πρώτην καὶ δευτέραν νουθεσίαν ἐπιμένοντα τῷ ἐλαττώματι ἑαυτοῦ φανεροῦσθαι τῷ προεστῶτι, ἐὰν ἄρα ὑπὸ πλειόνων ἐπιτιμηθεὶς ἐντραπῇ. ἐὰν δὲ μηδὲ οὕτω διορθώσηται, ὡς σκάνδαλον ἐκκόπτεσθαι τοῦ λοιποῦ, καὶ ὡς ἐθνικὸν καὶ τελώνην ὁρᾶσθαι πρὸς τὴν ἀσφάλειαν τῶν τὴν σπουδὴν τῆς ὑπακοῆς ἐργαζομένων, κατὰ τὸ εἰρημένον, Ἀσεβῶν καταπιπτόντων, δίκαιοι ἔμφοβοι γίνονται. δεῖ δὲ καὶ πενθεῖν ἐπʼ αὐτῷ, ὡς μέλους ἐκκοπέντος ἐκ τοῦ σώματος. Ὅτι οὐ δεῖ ἐν ἐπὶ C. παροργισμῷ ἀδελφοῦ ἐπιδῦναι τὸν ἥλιον, μή ποτε ἡ νὺξ διαστῇ μεταξὺ ἀμφοτέρων διαστῇ μεταξὺ ἀμφοτέρων μεταστήσει ἀμφοτέρους C. καὶ καταλίπῃ ἐν ἡμέρᾳ κρίσεως ἀπαραίτητον ἔγκλημα. ὅτι οὐ δεῖ καιρὸν ἀναμένειν ἐπὶ τῇ ἑαυτοῦ διορθώσει, διὰ τὸ μὴ ἀσφαλὲς ἔχειν περὶ τῆς αὔριον, ὅτι πολλοὶ πολλὰ βουλευσάμενοι τὴν αὔριον οὐ κατέλαβον. ὅτι οὐ δεῖ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας, δι’ ἧς γίνονται φαντασίαι νυκτεριναί. ὅτι οὐ δεῖ περισπᾶσθαι εἰς ἄμετρον ἐργασίαν καὶ ὑπερβαίνειν τοὺς ὅρους τῆς αὐταρκείας, κατὰ τὸν ἀπόστολον εἰπόντα· Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· ὅτι ἡ περισσεία ἡ ὑπὲρ τὴν χρείαν εἰκόνα πλεονεξίας ἐμφαίνει, ἡ δὲ πλεονεξία ἀπόφασιν ἔχει εἰδωλολατρείας. ὅτι οὐ δεῖ φιλάργυρον εἶναι, οὐδὲ θησαυρίζειν εἰς ἀνωφελῆ ἃ μὴ δεῖ. ὅτι δεῖ τὸν προσερχόμενον Θεῷ ἀκτημοσύνην ἀσπάζεσθαι κατὰ πάντα, καὶ καὶ κατὰ πάντα C. καθηλωμένον εἶναι τῷ φόβῳ τοῦ Θεοῦ, κατὰ τὸν εἰπόντα· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. Δῴη δὲ ὁ Κύριος μετὰ πάσης πληροφορίας ὑμᾶς ἀναδεξαμένους τὰ εἰρημένα, εἰς δόξαν Θεοῦ καρποὺς ἀξίους τοῦ Πνεύματος ἐπιδείξασθαι, Θεοῦ εὐδοκίᾳ καὶ συνεργίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν. Παραθετικὴ πρὸς μονάζοντα παραθετικὴ ἀποταξαμένῳ τῷ βίῳ καὶ μονάσαντι F. Ὁ δεῖνα, ὡς λέγει, καταγνοὺς τῆς τοῦ βίου τούτου ματαιότητος καὶ καταμαθὼν ὅτι τῆς ζωῆς ταύτης τὰ τερπνὰ ἐνταῦθα τὴν καταστροφὴν ἔχει, ὕλας μόνον κατασκευάζοντα τῷ αἰωνίῳ πυρὶ ταχεῖαν δὲ ἔχοντα τὴν πάροδον, κατέλαβέ με, βουλόμενος ἀποστῆναι μὲν τῆς μοχθηρᾶς καὶ πολυστενάκτου ζωῆς, καταλιπεῖν δὲ τὰς τῆς σαρκὸς ἡδονάς, ἐπελθεῖν δὲ λοιπὸν τῇ ὁδῷ τῇ ἀγούσῃ ἐπὶ τὰς μονὰς τοῦ Κυρίου. ἐπειδὴ οὖν ἀναγκαῖόν ἐστιν, εἰ φύσει ἐν ἐπιθυμίᾳ καθέστηκε τῆς μακαρίας ὄντως διαγωγῆς, καὶ τὸν καλὸν καὶ ἐπαινούμενον ἔρωτα ἔσχεν ἐν τῇ ἑαυτοῦ ψυχῇ, ἀγαπήσας Κύριον τὸν Θεὸν ἡμῶν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ἰσχύος, καὶ ἐξ ὅλης διανοίας, καὶ... διανοίας om. E. ὑποδειχθῆναι αὐτῷ ὑπὸ τῆς ὑμετέρας θεοσεβείας τὰ δυσχερῆ καὶ δυσάντητα τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἐν ἐλπίδι δὲ αὐτὸν καταστῆσαι καταστῆναι A, B, D, F. τῶν νῦν τέως μὴ βλεπομένων, ἐν ἐπαγγελίαις δὲ ἀποκειμένων ὑποκειμένων B. ἀγαθῶν τοῖς ἀξίοις τοῦ Κυρίου. Διὸ διὸ om. E. γράφων παρακαλῶ τὴν ἀσύγκριτον ὑμῶν ἐν Χριστῷ ἐν Χριστῷ om. C, D. τελειότητα τυπῶσαι, εἰ οἷόν τε εἴη, καὶ δίχα μου ποιῆσαι τήν τε ἀποταγὴν αὐτοῦ αὐτῷ Ed. Ben.; αὐτοῦ MSS. κατὰ τὸ ἄρεσκον Θεῷ, καὶ στοιχειωθῆναι θεῷ add. C. D. αὐτὸν κατὰ τὰ δόξαντα τοῖς ἁγίοις πατράσι καὶ ἐγγράφως ὑπʼ αὐτῶν ὑπ’ αὐτῶν αὐτοῖς F. ἐκτεθέντα· ἤδη δὲ αὐτῷ προταθῆναι προτεθῆναι E. ἅπαντα ὅσα τῇ ἀκριβείᾳ δοκεῖ τῇ ἀσκητικῇ, καὶ οὕτως αὐτὸν προσαχθῆναι τῷ βίῳ, αὐθαιρέτως ἀναδεξάμενον τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, καὶ ὑπαγαγόντα ἑαυτὸν τῷ χρηστῷ τοῦ Κυρίου ζυγῷ, καὶ κατὰ μίμησιν τοῦ δι’ ἡμᾶς πτωχεύσαντος καὶ σάρκα φορέσαντος πολιτευσάμενον, καὶ κατὰ σκοπὸν δραμόντα πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, τυχεῖν τῆς παρὰ τοῦ Κυρίου ἀποδοχῆς. ἐγὼ γὰρ σπουδάζοντα αὐτὸν ἐνταῦθα δέξασθαι τὸν τῆς κατὰ Θεὸν ἀγάπης στέφανον ὑπερεθέμην, ὑπεθέμην C, D. βουλόμενος μετὰ τῆς ὑμετέρας θεοσεβείας ἀλεῖψαι αὐτὸν πρὸς τοὺς τοιούτους ἄθλους, καὶ ἕνα ὃν ἂν ὑμῶν αὐτὸς ἐπιζητήσῃ ἐπιστῆσαι αὐτῷ ἀλείπτην, καλῶς παιδοτριβοῦντα καὶ παλαιστὴν δόκιμον ἀπεργαζόμενον διὰ τῆς συντόνου καὶ μακαρίας ἐπιμελείας, τιτρώσκοντα καὶ καταβάλλοντα τὸν κοσμοκράτορα τοῦ σκότους τοῦ αἰῶνος τοῦ αἰῶνος om. A, B, C, D. τούτου καὶ τὰ πνευματικὰ δὲ τῆς πονηρίας, πρὸς ἃ ἡμῖν ἐστὶ κατὰ τὸν μακάριον ἀπόστολον ἡ πάλη. ὃ τοίνυν ἐγὼ μεθʼ ὑμῶν ἠβουλήθην ποιῆσαι, ἡ ἐν Χριστῷ ὑμῶν ἀγάπη καὶ δίχα μου ποιησάτω. Ἀθανασίῳ τῷ πατρὶ Ἀθανασίου τοῦ ἐπισκόπου Ἀγκύρας Ἀγκύρας om. A, B, E, F. Ἀθανασίῳ πατρὶ Ἀθανασίου τοῦ ἐπισκόπου ὅτι τὰ κατ’ αὐτοῦ λεχθέντα ἀνεξετάστως οὐ παραδέχεται καὶ ὅτι δεῖ τοῖς τέχνοις πρὸς τῇ φυσικῇ καὶ τὴν ἐκ προαιρέσεως ἐπιτείνειν ἀγάπην C. Ὅτι μὲν κρείττονα εἶναι διαβολῶν ἀνθρώπου βίον τῶν χαλεπωτάτων ἐστίν, ἵνα μὴ τῶν ἀδυνάτων εἴπω, αὐτός τε πέπεισμαι καὶ τὴν σὴν χρηστότητα νομίζω μὴ ἀμφιβάλλειν. τὸ μέντοι μηδεμίαν παρέχειν ἐξ ἑαυτῶν λαβὴν μήτε τοῖς ἀκριβῶς ἐπιτηροῦσι τὰ πράγματα μήτε τοῖς κατʼ ἐπήρειαν ἐφεδρεύουσιν ἡμῶν τοῖς ὀλισθήμασι, τοῦτο τοῦτο δὴ C, D, F. καὶ δυνατὸν καὶ ἴδιον τῶν συνετῶς καὶ κατὰ τὸν τῆς εὐσεβείας σκοπὸν τὸν ἑαυτῶν βίον διεξαγόντων. ἡμᾶς δὲ μὴ οὕτως εὐκόλους οἴου μηδὲ εὐπαραγώγους εἶναι, ὥστε ἀνεξετάστως τὰς παρὰ τῶν τυχόντων προσίεσθαι καταῤῥήσεις. μεμνήμεθα γὰρ τοῦ πνευματικοῦ παραγγέλματος μὴ χρῆναι προσδέχεσθαι ἀκοὴν ματαίαν παρεγγυῶντος. xΠλὴν ἀλλʼ ἐπειδὴ ὑμεῖς αὐτοί φατε, οἱ περὶ τοὺς λόγους ἐσπουδακότες, τὰ φαινόμενα τῶν ἀφανῶν εἶναι σημεῖα, τοῦτο ἀξιοῦμεν (καὶ μὴ βαρέως δέξῃ, εἴ τι ἐν διδασκαλίας εἴδει λεχθήσεται παρʼ ἡμῶν· τὰ γὰρ ἀσθενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ δι’ αὐτῶν πολλάκις οἰκονομεῖ τὴν σωτηρίαν τῶν σωζομένων)· ὅ γε μὴν λέγω καὶ παραγγέλλω ἐκεῖνό ἐστι· πάντα μὲν λόγον, πᾶσαν δὲ πρᾶξιν καθήκουσαν περιεσκεμμένως ἐπιτελεῖσθαι· καὶ κατὰ τὸ ἀποστολικὸν παράγγελμα, μηδεμίαν ἐν μηδενὶ διδόναι προσκοπήν. πρέπον γὰρ εἶναι τίθεμαι, ἀνδρὸς πολλὰ μὲν ἐπὶ μαθήσει μαθήμασι E. λόγων ἱδρώσαντος, ἐθνῶν δὲ καὶ πόλεων ἀρχὰς διευθύναντος, καὶ πρὸς μεγάλην προγόνων ἀρετὴν τὸν ζῆλον ἔχοντος, σχόντος E. τὸν βίον προκεῖσθαι εἰς ὑπόδειγμα ἀρετῆς. Τὴν μέντοι περὶ τὰ τέκνα διάθεσιν οὐχὶ λόγῳ νῦν ὀφείλεις δεικνύναι, ὅς γε ὅς γε ὥστε C, D. πάλαι ἔδειξας ἀφʼ οὗ πατὴρ ἐγένου, οὐ μόνον τῇ φυσικῇ στοργῇ κεχρημένος, ἣν καὶ τὰ ἄλογα παρέχεται τοῖς ἐκγόνοις, ὡς αὐτός τε εἶπας εἶπες E. καὶ ἡ πεῖρα δείκνυσιν· ἀλλὰ καὶ ἐπιτείνειν τὴν ἀγάπην, δηλονότι ἐκ προαιρέσεως, ὅσῳ ὁρᾷς τοιαῦτα ὄντα οἷα ἄξια εἶναι πατρικῶν προσευχῶν. ὥστε οὐχ ἡμᾶς δεῖ περὶ τούτων πείθεσθαι, ἀρκοῦσα γὰρ ἡ ἐξ αὐτῶν τῶν γινομένων ἐστὶ μαρτυρία. Ἐκεῖνό γε μὴν οὐκ ἄκαιρον προσθεῖναι τῆς ἀληθείας ἕνεκεν, ὅτι οὐχ ὁ ἀδελφὸς Τιμόθεός ἐστιν ὁ χωρεπίσκοπος ὁ ἀνενεγκὼν ἡμῖν τὰ θρυλγηθέντα. οὔτε γὰρ ἐν συντυχίᾳ οὔτε διὰ γράμματος φαίνεται μικρόν τι ἢ μεῖζον διαβολῆς ἐχόμενον περὶ σοῦ φθεγξάμενος. ὥστε ἀκηκοέναι μέν τι οὐκ ἀρνούμεθα, οὐ μὴν Τιμόθεον εἶναι τὸν τὰς διαβολάς σοι κατασκευάζοντα. ἀκούοντες δὲ πάντως, εἰ μή τι ἄλλο, τὸ γοῦν τοῦ Ἀλεξάνδρου ποιήσομεν, τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν ταμιευσόμεθα ταμιευόμεθα A, B, F. τῷ διαβαλλομένῳ. Ἀθανασίῳ ἐπισκόπῳ Ἀγκύρας Ἀθανασίῳ Ἀγκύρας ὥστε φανερῶσαι αὐτῷ πόθεν ἐκινήθη πρὸς τὴν κατ’ αὐτοῦ λύπην C. Ἀπήγγειλάν μοί τινες τῶν ἐκ τῆς Ἀγκύρας πρὸς ἡμᾶς ἀφικομένων, πολλοὶ δὲ οὗτοι καὶ οὕς add. A. B, C, D, F. οὐδὲ ἀριθμῆσαι ῥᾴδιον, σύμφωνα δὲ πάντες φθεγγόμενοι, σέ, τὴν φίλην κεφαλὴν (πῶς ἂν εὐφήμως εἴποιμι); οὐχ ὡς ἥδιστα μεμνῆσθαι ἡμῶν, οὐδὲ κατὰ κατὰ om. C, D, F. τὸν σεαυτοῦ τρόπον. ἐμὲ δὲ οὐδὲν ἐκπλήσσει τῶν ἀνθρωπίνων, εὖ ἴσθι, οὐδὲ ἀπροσδόκητός ἐστιν οὐδενὸς τῶν πάντων μεταβολή, πάλαι τὸ τῆς φύσεως ἀσθενὲς καὶ τὸ εὐπερίτρεπτον πρὸς τὰ ἐναντία καταμαθόντα. ὅθεν οὔτʼ εἴ τι τῶν ἡμετέρων μεταπέπτωκε, καὶ ἐκ τῆς πρότερον τιμῆς λοιδορίαι καὶ ὕβρεις περὶ ἡμᾶς νῦν γίνονται, ἐγγίνονται E. μέγα τοῦτο ποιοῦμαι. ἀλλʼ ἐκεῖνό μοι τὴν πρώτην add. C. D, F. παράδοξον ὡς ἀληθῶς καὶ ὑπερφυὲς ἐφάνη, τὸ σὲ εἶναι τὸν οὕτω πρὸς ἡμᾶς ἔχοντα, ὥστε ὀργίζεσθαι ἡμῖν καὶ χαλεπαίνειν, ἤδη δέ τι καὶ ἀπειλεῖν, ὡς ὁ τῶν ἀκουσάντων λόγος. Τῶν μὲν οὖν τῶν μὲν οὖν τὸ μὲν οὖν τῶν E. ἀπειλῶν καὶ πάνυ (εἰρήσεται γὰρ τἀληθές) κατεγέλασα. ἦ κομιδῇ γ’ ἂν παῖς εἴην, παισὶν ἦν E. τὰ τοιαῦτα μορμολύκεια δεδοικώς. δεδοικόσιν E. ἐκεῖνο δέ μοι καὶ φοβερὸν καὶ πολλῆς φροντίδος ἄξιον ἄξιον om. E. ἔδοξε, τὸ τὴν σὴν ἀκρίβειαν, ἣν ἐν ὀλίγοις ἔρεισμά τε ὀρθότητος, καὶ τῆς ἀρχαίας καὶ ἀληθινῆς ἀγάπης σπέρμα εἰς παραμυθίαν ταῖς ἐκκλησίαις σώζεσθαι πεπιστεύκαμεν, πεπιστεύκαιμεν F; πεπιστεύκειμεν C, D. ἐπὶ τοσοῦτον τοσούτῳ E. τῆς παρούσης καταστάσεως μετασχεῖν, ὥστε τὰς παρὰ τῶν τυχόντων βλασφημίας κυριωτέρας ποιήσασθαι τῆς μακρᾶς ἡμῶν πείρας, καὶ πρὸς τὴν τῶν ἀτόπων ὑπόνοιαν χωρὶς ἀποδείξεων ἀποδείξεως E. ὑπαχθῆναι. καίτοι καὶ E. τί λέγω ὑπόνοιαν; ὁ γὰρ ἀγανακτήσας καὶ διαπειληθείς, ὥς φασιν, οὐχ ὑπονοοῦντος, ἀλλὰ τοῦ ἤδη σαφῶς καὶ ἀναντιῤῥήτως πεισθέντος δοκεῖ πως ὀργὴν ἐνδεδεῖχθαι. Ἀλλʼ, ὅπερ ὥσπερ A, B. ἔφην, ἐπὶ τὸν καιρὸν τοῦτον τῶν καιρῶν τούτων A, B, E, F. ἀναφέρομεν τὴν αἰτίαν, ἐπεὶ πόσου πόνου ἦν, ὦ θαυμάσιε, ἐν ἐπιστολῇ βραχείᾳ περὶ ὧν ἐβούλου οἱονεὶ μόνον μόνῳ διαλεχθῆναι· ἤ, εἰ μὴ ἐπίστευες γραφῇ τὰ τοιαῦτα, πρὸς ἑαυτὸν σεαυτὸν A, B, C, D. μεταπέμψασθαι; εἰ δὲ πάντως ἐξειπεῖν ἔδει, καὶ ἀναβολῇ ἡ ἀναβολὴ A, B; ἀναβολῆς F. καιρὸν οὐκ ἐδίδου τὸ δυσκάθεκτον τῆς ὀργῆς, ἀλλʼ ἑνί γέ τινι τῶν ἐπιτηδείων καὶ στέγειν ἀπόῤῥητα πεφυκότων, ἐξῆν δή που τῶν πρὸς ἡμᾶς λόγων χρήσασθαι διακόνῳ. νυνὶ δὲ τίνος οὐχὶ περιτεθρύλληται τὰ ὦτα τῶν καθʼ ὁποιανδήποτε χρείαν ὑμῖν ἡμῖν F. ἐπιφοιτώντων, ὡς ἡμῶν ἄτας τινὰς γραφόντων καὶ ἢ A. συγγραφόντων; καὶ συγγραφόντων om. E. τούτῳ γάρ σε κεχρῆσθαί φασι τῷ ῥήματι, οἱ ἐπὶ λέξεως τὰ σὰ διηγούμενοι. ἐμὲ δὲ ἐπὶ πολλὰ τὴν διάνοιαν ἀγαγόντα ἀναγαγόντα C, D. τὴν ἐμαυτοῦ, οὐδέν τι μᾶλλον τῆς ἀμηχανίας ἀφίησιν. Ὥστε με καὶ τοιοῦτόν τι εἰσῆλθε· εἰσῆλθε om. E. μή τις τῶν αἱρετικῶν κακούργως τοῖς ἑαυτοῦ συγγράμμασι τὸ ἐμὸν ὄνομα παραγράψας, παρέγγραψας B, D. ἐλύπησέ σου τὴν ὀρθότητα καὶ ἐκείνην ἀφεῖναι τὴν φωνὴν προηγάγετο. οὐ γὰρ δὴ τοῖς γεγραμμένοις ὑφʼ ἡμῶν πρὸς τοὺς ἀνόμοιον κατʼ οὐσίαν τολμήσαντας εἰπεῖν τὸν Υἱὸν καὶ Θεὸν τῷ Θεῷ καὶ Πατρί, ἢ πρὸς τοὺς κτίσμα καὶ ποίημα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσαντας, ταύτην ἂν ἐπενεγκεῖν τὴν λοιδορίαν ἠνέσχου ὁ τοὺς μεγάλους ἄθλους ἐκείνους καὶ περιβοήτους ὑπὲρ τῆς ὀρθοδοξίας διενεγκών. λύσαις δʼ ἂν ἡμῖν τὴν ἀμηχανίαν αὐτός, εἰ ἐθελήσειας τὰ κινήσαντά σε πρὸς τὴν καθʼ ἡμῶν λύπην φανερῶς ἐξαγγεῖλαι.