<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="206"><head rend="align(center)">Ἐλπιδίῳ ἐπισκόπῳ παραμυθητική.</head><p rend="align(indent)"> Νῦν μάλιστα τῆς τοῦ σώματος ἀσθενείας αἰσθάνομαι, ὅτε ὁρῶ μοι τοσοῦτον ἐμποδίζουσαν τῇ τῆς ψυχῆς ὠφελείᾳ. εἰ γάρ μοι κατὰ νοῦν ἐχώρει τὰ πράγματα, οὐκ ἂν δι’ ἐπιστολῶν οὐδὲ διὰ μέσων ἀνθρώπων προσεφθεγγόμην ὑμᾶς, ἀλλʼ αὐτὸς ἂν δι’ ἐμαυτοῦ καὶ τὸ τῆς ἀγάπης ἀπεπλήρουν χρέος καὶ ἐγγύθεν ἀπέλαυον τοῦ πνευματικοῦ <pb n="v.3.p.178"/> κέρδους. νῦν δὲ οὕτω διάκειμαι, ὡς ἀγαπητῶς καὶ τὰς τῆς πατρίδος κινήσεις ὑφίστασθαι, ἃς ἀναγκαίως ποιούμεθα ἐπισκεπτόμενοι τὰς κατὰ τὴν χώραν ἡμῶν παροικίας. ἀλλὰ παράσχοι ὁ Κύριος καὶ ὑμῖν ἰσχὺν καὶ προθυμίαν, καὶ ἐμοὶ πρὸς τῇ σπουδῇ ἣν ἔχω νῦν, καὶ δύναμιν, ὥστε, καθὼς παρεκάλεσα ὑμᾶς, πραγματεύσασθαι ἡμῖν τὴν ἀπόλαυσιν, γενομένοις ἐπὶ τῆς Κομανικῆς ἐνορίας. </p><p rend="align(indent)"> Φοβοῦμαι δὲ περὶ τῆς σῆς κοσμιότητος, μήπου σοι ἐμπόδιον γένηται ἡ περὶ τῶν οἰκείων λύπη. καὶ γὰρ ἔμαθον ὅτι σε ἔθλιψε παιδίου τελευτή· οὗ τὴν στέρησιν, ὡς μὲν πάππῳ, λυπηρὰν εἰκὸς εἶναι, ὡς δὲ ἀνδρὶ πρὸς τοσοῦτον ἤδη διαβεβηκότι τῆς ἀρετῆς, καὶ ἐπισταμένῳ τῶν ἀνθρωπίνων τὴν φύσιν ἐκ τῆς κατὰ τὸν χρόνον ἐμπειρίας καὶ ἐκ τῆς πνευματικῆς διδασκαλίας, ἀκόλουθον μὴ πάντη δύσφορον εἶναι τῶν οἰκειοτάτων τὸν χωρισμόν. καὶ γὰρ οὐ τὰ αὐτὰ ἀπαιτεῖ ἡμᾶς τε καὶ τοὺς τυχόντας τῶν ἀνθρώπων ὁ Κύριος. οἱ μὲν γὰρ συνηθείᾳ ζῶσιν, ἡμεῖς δὲ κανόνι τῆς πολιτείας τῇ ἐντολῇ τοῦ Κυρίου κεχρήμεθα, καὶ τοῖς προλαβοῦσι τῶν μακαρίων ἀνδρῶν ὑποδείγμασιν, ὧν τὸ μεγαλοφυὲς τῆς διανοίας ἐπὶ τῶν περιστατικῶν καιρῶν μάλιστα διεδείκνυτο. ἵνα οὖν καὶ αὐτὸς ὑπόδειγμα ἀνδρείας καὶ τῆς ἐπὶ τοῖς ἐλπιζομένοις ἀληθινῆς διαθέσεως καταλίπῃς τῷ βίῳ, δεῖξον σαυτὸν μὴ καμπτόμενον τῷ πάθει, ἀλλʼ ὑψηλότερον ὄντα τῶν λυπηρῶν, τῇ μὲν <pb n="v.3.p.180"/> θλίψει ὑπομένων, τῇ δὲ ἐλπίδι χαίρων. μηδὲν οὖν τούτων γένηται κώλυμα πρὸς τὴν ἐλπιζομένην ἡμῖν συντυχίαν. τοῖς μὲν γὰρ νηπίοις αὐτάρκης ἡ ἡλικία πρὸς τὸ ἀνέγκλητον, ἡμεῖς δὲ ὑπεύθυνοί ἐσμεν τὰ διατεταγμένα ἡμῖν ὑπηρετεῖν τῷ Δεσπότῃ καὶ εἰς πάντα εὔθετοι εἶναι τῇ οἰκονομίᾳ τῶν ἐκκλησιῶν, ἧς μεγάλους τοὺς μισθοὺς τοῖς πιστοῖς καὶ φρονίμοις οἰκονόμοις ὁ Κύριος ἡμῶν ἐταμιεύσατο. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="207"><head rend="align(center)">Τοῖς κατὰ Νεοκαισάρειαν κληρικοῖς.</head><p rend="align(indent)"> Ἡ μὲν συμφωνία τοῦ καθʼ ἡμῶν μίσους, καὶ τὸ μέχρις ἑνὸς πάντας ἀκολουθῆσαι τῷ προεστῶτι τοῦ καθʼ ἡμῶν πολέμου, ἔπειθέ με ὁμοίως ἀποσιωπᾷν πρὸς ἅπαντας, καὶ μήτε γράμματος φιλικοῦ μήτε τινὸς ὁμιλίας κατάρχειν, ἀλλʼ ἐν ἡσυχίᾳ πέττειν τὴν ἐμαυτοῦ λύπην· ἐπειδὴ δὲ χρὴ πρὸς τὰς διαβολὰς μὴ ἀποσιωπᾷν, οὐχ ἵνα διὰ τῆς ἀντιλογίας ἡμᾶς αὐτοὺς ἐκδικῶμεν, ἀλλʼ ἵνα μὴ συγχωρήσωμεν εὐοδωθῆναι τῷ ψεύδει καὶ τοὺς ἠπατημένους μὴ ἐναφῶμεν τῇ βλάβῃ, ἀναγκαῖον ἐφάνη μοι καὶ τοῦτο προθεῖναι τοῖς πᾶσι, καὶ ἐπιστεῖλαι ὑμῶν τῇ συνέσει, εἰ καὶ ὅτι πρώην κοινῇ παντὶ τῷ πρεσβυτερίῳ γράψας, οὐδεμιᾶς παρʼ ὑμῶν ἀποκρίσεως ἠξιώθην. <pb n="v.3.p.182"/> μὴ κολακεύετε, ὦ ἀδελφοί, τοὺς τὰ πονηρὰ δόγματα ταῖς ψυχαῖς ὑμῶν ἐπάγοντας· μηδὲ καταδέξησθε περιορᾷν ἐν γνώσει ὑμετέρᾳ τὸν λαὸν τοῦ Θεοῦ διὰ τῶν ἀσεβῶν διδαγμάτων καταστρεφόμενον. Σαβέλλιος ὁ Λίβυς καὶ Μάρκελλος ὁ Γαλάτης μόνοι ἐκ πάντων ἐτόλμησαν καὶ διδάξαι ταῦτα καὶ γράψαι, ἅπερ νῦν παρʼ ὑμῖν ὡς ἴδια ἑαυτῶν εὑρήματα ἐπιχειροῦσι προφέρειν οἱ καθηγούμενοι τοῦ λαοῦ, βαμβαίνοντες τῇ γλώσσῃ, καὶ οὐδὲ εἰς πιθανὴν κατασκευὴν ἄγειν τὰ σοφίσματα ταῦτα καὶ τοὺς παραλογισμοὺς ἐξαρκοῦντες. οὗτοι ῥητὰ καὶ ἄρρητα καθʼ ἡμῶν δημηγοροῦσι, καὶ πάντα τρόπον τὰς συντυχίας ἡμῶν ἐκκλίνουσι. τίνος ἕνεκεν; οὐχὶ τὸν ἐπὶ τοῖς πονηροῖς δόγμασιν ἑαυτῶν ἔλεγχον ὑφορώμενοι; οἵ γε ἐπὶ τοσοῦτον ἡμῶν κατηναισχύντησαν, ὥστε καὶ ὀνείρους τινὰς ἐφʼ ἡμᾶς συμπλάσαι, διαβάλλοντες ἡμῶν τὰς διδασκαλίας ὡς βλαβεράς· οἳ κἂν πάντα τὰ τῶν φυλλοχόων μηνῶν φαντάσματα ταῖς ἑαυτῶν κεφαλαῖς ὑποδέξωνται, οὐδεμίαν ἡμῖν βλασφημίαν δυνήσονται προστρίψασθαι, πολλῶν ὄντων τῶν ἐφʼ ἑκάστης ἐκκλησίας μαρτυρούντων τῇ ἀληθείᾳ. </p><p rend="align(indent)"> Κἂν τὴν αἰτίαν ἐρωτηθῶσι τοῦ ἀκηρύκτου τούτου καὶ ἀσπόνδου πολέμου, ψαλμοὺς λέγουσι καὶ τρόπον μελῳδίας τῆς παρʼ ὑμῖν κεκρατηκυίας συνηθείας παρηλλαγμένον, καὶ τοιαῦτά <pb n="v.3.p.184"/> τινα, ἐφʼ οἷς ἐχρῆν αὐτοὺς ἐγκαλύπτεσθαι. ἐγκαλούμεθα δέ, ὅτι καὶ ἀνθρώπους ἔχομεν τῆς εὐσεβείας ἀσκητάς, ἀποταξαμένους τῷ κόσμῳ καὶ πάσαις ταῖς βιωτικαῖς μερίμναις, ἃς ἀκάνθαις παρεικάζει ὁ Κύριος, εἰς καρποφορίαν ἐλθεῖν τὸν λόγον μὴ συγχωρούσαις. οἱ τοιοῦτοι τὴν νεκρότητα τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρουσι· καὶ ἄραντες τὸν ἑαυτῶν σταυρὸν ἕπονται τῷ Θεῷ. ἐγὼ δὲ παντὸς ἂν τιμησαίμην τοῦ ἐμαυτοῦ βίου, ἐμὰ εἶναι τὰ ἀδικήματα ταῦτα, καὶ ἔχειν ἄνδρας παρʼ ἐμαυτῷ, ὑπʼ ἐμοὶ διδασκάλῳ, τὴν ἄσκησιν ταύτην προελομένους. νῦν δὲ ἐν Αἰγύπτῳ μὲν ἀκούω τοιαύτην εἶναι ἀνδρῶν ἀρετήν· καὶ τάχα τινὲς καὶ ἐπὶ τῆς Παλαιστίνης τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν κατορθοῦσιν. ἀκούω δέ τινας καὶ ἐπὶ τῆς Μέσης τῶν ποταμῶν τελείους καὶ μακαρίους ἄνδρας. ἡμεῖς δὲ παῖδές ἐσμεν πρός γε τὴν τῶν τελείων σύγκρισιν. εἰ δὲ καὶ γυναῖκες εὐαγγελικῶς ζῇν προελόμεναι, παρθενίαν μὲν γάμου προτιμῶσαι, δουλαγωγοῦσαι δὲ τὸ φρόνημα τῆς σαρκός, καὶ ἐν πένθει ζῶσαι τῷ μακαριζομένῳ, μακάριαι τῆς προαιρέσεως, ὅπου ἂν ὦσι τῆς γῆς. παρὰ δὲ ἡμῖν μικρὰ ταῦτα, στοιχουμένων ἔτι καὶ εἰσαγομένων πρὸς τὴν εὐσέβειαν. εἰ δέ τινα ἀκοσμίαν τῷ βίῳ τῶν γυναικῶν ἐπιφέρουσιν, ἀπολογεῖσθαι μὲν ὑπὲρ αὐτῶν οὐ καταδέχομαι· ἐκεῖνο δὲ ὑμῖν διαμαρτύρομαι, ὅτι ἃ μέχρι νῦν ὁ Σατανᾶς ὁ πατὴρ τοῦ ψεύδους εἰπεῖν οὐ κατεδέξατο, ταῦτα αἱ ἄφοβοι καρδίαι καὶ τὰ ἀχαλίνωτα στόματα ἀεὶ φθέγγεται ἀδεῶς. γινώσκειν δὲ ὑμᾶς βούλομαι, ὅτι <pb n="v.3.p.186"/> ἡμεῖς εὐχόμεθα καὶ ἀνδρῶν καὶ γυναικῶν συντάγματα ἔχειν, ὧν τὸ πολίτευμά ἐστιν ἐν οὐρανοῖς, τῶν τὴν σάρκα σταυρωσάντων σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, οἳ οὐ μεριμνῶσι περὶ βρωμάτων καὶ ἐνδυμάτων, ἀλλʼ ἀπερίσπαστοι ὄντες καὶ εὐπάρεδροι τῷ Κυρίῳ, νυκτὸς καὶ ἡμέρας προσμένουσι ταῖς δεήσεσιν. ὧν τὸ στόμα οὐ λαλεῖ τὰ ἔργα τῶν ἀνθρώπων, ἀλλὰ ψάλλουσιν ὕμνους τῷ Θεῷ ἡμῶν διηνεκῶς, ἐργαζόμενοι ταῖς ἑαυτῶν χερσίν, ἵνα ἔχωσι μεταδιδόναι τοῖς χρείαν ἔχουσι. </p><p rend="align(indent)"> Πρὸς δὲ τὸ ἐπὶ ταῖς ψαλμῳδίαις ἔγκλημα, ᾧ μάλιστα πρὸς ἁπλουστέρους φοβοῦσιν οἱ διαβάλλοντες ἡμᾶς, ἐκεῖνο εἰπεῖν ἔχω· ὅτι τὰ νῦν κεκρατηκότα ἔθη πάσαις ταῖς τοῦ Θεοῦ ἐκκλησίαις συνῳδά ἐστι καὶ σύμφωνα. ἐκ νυκτὸς γὰρ ὀρθρίζει παρʼ ἡμῖν ὁ λαὸς ἐπὶ τὸν οἶκον τῆς προσευχῆς, καὶ ἐν πόνῳ καὶ θλίψει καὶ συνοχῇ δακρύων ἐξομολογούμενοι τῷ Θεῷ, τελευταῖον ἐξαναστάντες τῶν προσευχῶν εἰς τὴν ψαλμῳδίαν καθίστανται. καὶ νῦν μὲν διχῆ διανεμηθέντες ἀντιψάλλουσιν ἀλλήλοις, ὁμοῦ μὲν τὴν μελέτην τῶν λογίων ἐντεῦθεν κρατύνοντες, ὁμοῦ δὲ καὶ τὴν προσοχὴν καὶ τὸ ἀμετεώριστον τῶν καρδιῶν ἑαυτοῖς διοικούμενοι· ἔπειτα πάλιν ἐπιτρέψαντες ἑνὶ κατάρχειν τοῦ μέλους, οἱ λοιποὶ ὑπηχοῦσι· καὶ οὕτως ἐν τῇ ποικιλίᾳ τῆς ψαλμῳδίας τὴν νύκτα διενεγκόντες, μεταξὺ προσευχόμενοι, ἡμέρας ἤδη ὑπολαμπούσης πάντες κοινῇ, ὡς ἑξ ἑνὸς στόματος καὶ μιᾶς καρδίας, τὸν τῆς ἑξομολογήσεως ψαλμὸν ἀναφέρουσι τῷ Κυρίῳ, ἴδια ἑαυτῶν ἕκαστος τὰ ῥήματα τῆς <pb n="v.3.p.188"/> μετανοίας ποιούμενοι. ἐπὶ τούτοις λοιπὸν εἰ ἡμᾶς ἀποφεύγετε, φεύξεσθε μὲν Αἰγυπτίους, φεύξεσθε δὲ καὶ Λίβυας ἀμφοτέρους, Θηβαίους, Παλαιστίνους, Ἄραβας, Φοίνικας, Σύρους, καὶ τοὺς πρὸς τῷ Εὐφράτῃ κατῳκισμένους, καὶ πάντας ἁπαξαπλῶς, παρʼ οἷς ἀγρυπνίαι καὶ προσευχαὶ καὶ αἱ κοιναὶ ψαλμῳδίαι τετίμηνται. </p><p rend="align(indent)"> Ἀλλʼ οὐκ ἦν, φησί, ταῦτα ἐπὶ τοῦ μεγάλου Γρηγορίου. ἀλλʼ οὐδὲ αἱ λιτανεῖαι ἃς ὑμεῖς νῦν ἐπιτηδεύετε. καὶ οὐ κατηγορῶν ὑμῶν λέγω· ηὐχόμην γὰρ πάντας ὑμᾶς ἐν δάκρυσι ζῇν καὶ μετανοίᾳ διηνεκεῖ. ἐπεὶ καὶ ἡμεῖς οὐδὲν ἕτερον ἢ λιτανεύομεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· πλὴν ὅσον οὐκ ἀνθρωπίνοις ῥήμασιν, ὥσπερ ὑμεῖς, ἀλλὰ τοῖς λογίοις τοῦ Πνεύματος τὸν Θεὸν ἡμῶν ἐξιλεούμεθα. ὅτι δὲ οὐκ ἦν ταῦτα ἐπὶ τοῦ θαυμαστοῦ Γρηγορίου, τίνας ἔχετε μάρτυρας, οἵ γε οὐδὲν τῶν ἐκείνου μέχρι νῦν διεσώσασθε; Γρηγόριος οὐ κατεκαλύπτετο ἐπὶ τῶν προσευχῶν. πῶς γάρ; ὅ γε τοῦ ἀποστόλου γνήσιος μαθητὴς τοῦ εἰπόντος· Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει <pb n="v.3.p.190"/> τὴν κεφαλὴν αὐτοῦ· καί, Ἀνὴρ μὲν οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν αὐτοῦ, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. ἔφευγε τοὺς ὅρκους ἡ καθαρὰ ἐκείνη ψυχή, καὶ ἀξία τῆς τοῦ ἁγίου Πνεύματος κοινωνίας, ἀρκουμένη τῷ ναὶ καὶ τῷ οὔ, διὰ τὸ πρόσταγμα τοῦ Κυρίου τοῦ εἰπόντος· Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως. οὐκ ἠνείχετο εἰπεῖν τὸν ἑαυτοῦ ἀδελφὸν μωρὸν ἐκεῖνος· ἐφοβεῖτο γὰρ τὴν ἀπειλὴν τοῦ Κυρίου. θυμὸς καὶ ὀργὴ καὶ πικρία ἐκ τοῦ στόματος ἐκείνου οὐκ ἐξεπορεύετο. λοιδορίαν ἐμίσει ὡς εἰς βασιλείαν οὐρανῶν οὐκ εἰσάγουσαν. φθόνος καὶ ὑπερηφάνεια τῆς ἀδόλου ψυχῆς ἐκείνης ἀπελήλατο. οὐκ ἂν παρέστη τῷ θυσιαστηρίῳ, πρὶν καταλλαγῆναι τῷ ἀδελφῷ. ψευδῆ λόγον καὶ τεχνικὸν ἐπὶ διαβολῇ τινων μεμηχανημένον οὕτως ἐβδελύττετο, ὡς εἰδὼς ὅτι τὸ ψεῦδος ἐκ τοῦ διαβόλου γεγένηται, καὶ ὅτι Κύριος ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. τούτων εἰ μηδέν ἐστιν ἐν ὑμῖν, ἀλλὰ καθαρεύετε πάντων, τῷ ὄντι ἐστὲ μαθηταὶ τοῦ μαθητοῦ τῶν ἐντολῶν τοῦ Κυρίου. εἰ δὲ μή, σκοπεῖτε μὴ τὸν κώνωπα διυλίζετε, περὶ μὲν ἤχου φωνῆς τοῦ κατὰ τὰς ψαλμῳδίας ἀκριβολογούμενοι, τὰς δὲ μεγίστας τῶν ἐντολῶν παραλύοντες. εἰς τούτους με τοὺς λόγους ἤγαγεν ἡ ἀνάγκη τῆς ἀπολογίας, ἵνα διδαχθῆτε ἐκβάλλειν τὴν δοκὸν τῶν ὀφθαλμῶν ὑμῶν, καὶ τότε ἐξαίρειν <pb n="v.3.p.192"/> τὰ ἀλλότρια κάρφη. πλὴν ἀλλὰ πάντα συγχωροῦμεν, εἰ καὶ ὅτι οὐδὲν ἀνεξέταστον παρὰ τῷ Θεῷ. μόνον ἐρρώσθω τὰ προηγούμενα, καὶ τὰς περὶ τὴν πίστιν καινοτομίας κατασιγάσατε. τὰς ὑποστάσεις μὴ ἀθετεῖτε. τὸ ὄνομα τοῦ Χριστοῦ μὴ ἀπαρνεῖσθε. τὰς τοῦ Γρηγορίου φωνὰς μὴ παρεξηγεῖσθε. εἰ δὲ μή, ἕως ἂν ἐμπνέωμεν καὶ δυνώμεθα φθέγγεσθαι, ἀμήχανον ἡμᾶς ἐπὶ τοσαύτῃ λύμῃ ψυχῶν σιωπᾷν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="208"><head rend="align(center)">Εὐλαγκίῳ.</head><p rend="align(indent)"> Μακρὸν ἀπεσιώπησας χρόνον, καὶ ταῦτα λαλίστατος ὤν, καὶ μελέτην τοῦτο καὶ τέχνην ποιησάμενος ἀεί τι λαλεῖν καὶ σεαυτὸν δεικνύναι διὰ τῶν λόγων. ἀλλʼ ἔοικεν ἡ Νεοκαισάρεια αἰτία εἶναί σοι τῆς πρὸς ἡμᾶς σιωπῆς. καὶ ἐοίκαμεν ἀντὶ χάριτος δέχεσθαι τὸ μὴ μνημονεύεσθαι παρὰ τοῖς αὐτοῦ· ἐπειδὴ ἡμῖν ἡ μνήμη οὐκ ἀγαθή ἐστιν, ὡς ὁ τῶν ἀκουόντων λόγος. ἀλλὰ σὺ πάλαι τῶν μισουμένων ἦσθα δι’ ἡμᾶς, οὐ τῶν δι’ ἑτέρους ἡμᾶς μισεῖν ἀνεχομένων. ὁ αὐτὸς τοίνυν ἔσο, καὶ ἐπιστέλλων οὗπερ ἂν ᾖς, καὶ μεμνημένος ἡμῶν τὰ εἰκότα, εἴ τί σοι μέλει τοῦ δικαίου. δίκαιον δήπου τῆς ἀγάπης τοῖς ἴσοις ἀμείβεσθαι τοὺς ὑπάρξαντας. </p></div><pb n="v.3.p.194"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="209"><head rend="align(center)">Ἀνεπίγραφος ἐπὶ ἀπολογίᾳ.</head><p rend="align(indent)"> Συνεκληρώθης ταῖς λύπαις καὶ τοῖς ὑπὲρ ἡμῶν ἀγῶσι. τοῦτο δὲ ἀπόδειξιν ἔχει νεανικῆς ψυχῆς. ὁ γὰρ τὰ ἡμέτερα οἰκονομῶν Θεὸς τοῖς τὰ μεγάλα διαφέρειν δυναμένοις ἀγωνίσματα μείζονας ὑποθέσεις εὐδοκιμήσεων προξενεῖ. καὶ σὺ τοίνυν βάσανον τῆς περὶ τοὺς φίλους ἀρετῆς, ὥσπερ τὴν κάμινον τῷ χρυσίῳ, τὸν σαυτοῦ βίον προέθηκας. εὐχόμεθα οὖν τῷ Θεῷ καὶ τοὺς λοιποὺς βελτίους γενέσθαι, καί σε ὅμοιον ἑαυτῷ διαμεῖναι, καὶ τὰ τοιαῦτα ἐγκαλοῦντα μὴ παύσασθαι, οἷα νῦν ἐνεκάλεσας, τὴν τῶν γραμμάτων ἔνδειαν ἀντὶ μεγίστης ἀδικίας ἡμῖν προφέρων. φίλου γὰρ τὸ ἔγκλημα, καὶ ἀνάμενε τῷ τὰ τοιαῦτα ἀπαιτεῖν ὀφλήματα. οὐ γὰρ οὕτω τις ἄτοπός εἰμι φιλίας χρήστης. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="210"><head rend="align(center)">Τοῖς κατὰ Νεοκαισάρειαν λογιωτάτοις.</head><p rend="align(indent)"> Ὅλως μὲν οὐδὲν ἐδεόμην τὴν ἐμαυτοῦ γνώμην δημοσιεύειν ὑμῖν, οὐδὲ τὰς αἰτίας λέγειν, δι’ ἃς νῦν ἐγὼ ἐπὶ τῶν τόπων εἰμὶ τούτων· καὶ γὰρ οὐδὲ ἄλλως τῶν φανητιώντων ἐγώ, οὐδὲ τὸ πρᾶγμα <pb n="v.3.p.196"/> τοσούτων μαρτύρων ἄξιον. ἀλλʼ, οἶμαι, οὐχ ἃ βουλόμεθα ποιοῦμεν, ἀλλʼ ἐφʼ ἃ προκαλοῦνται ἡμᾶς οἱ καθηγούμενοι. ἐπεὶ· ἔμοιγε τὸ παντελῶς ἀγνοεῖσθαι πλέον ἐσπούδασται ἢ τοῖς φιλοδόξοις τὸ διαφαίνεσθαι. ἐπεὶ δὲ πάντων, ὡς ἀκούω, τῶν κατὰ τὴν ὑμετέραν πόλιν τὰ ὦτα διατεθρύλληται, καὶ εἰσί τινες λογοποιοί, δημιουργοὶ τοῦ ψεύδους, πρὸς αὐτὸ τοῦτο μεμισθωμένοι, οἳ τὰ ἐμὰ ὑμῖν ἐξηγοῦνται, οὐκ ᾠήθην δεῖν περιιδεῖν ὑμᾶς γνώμῃ πονηρᾷ καὶ φωνῇ ῥυπώσῃ δίδασκομένους, ἀλλʼ αὐτὸς εἰπεῖν τὰ ἐμαυτοῦ ὅπως ἔχει. ἐγὼ καὶ διὰ τὴν ἐκ παιδός μοι πρὸς τὸ χωρίον τοῦτο συνήθειαν (ἐνταῦθα γὰρ ἐτράφην παρὰ τῇ ἐμαυτοῦ τίτθῃ), καὶ διὰ τὴν μετὰ ταῦτα ἐπὶ πλεῖστον διατριβήν, ὅτε φεύγων τοὺς πολιτικοὺς θορύβους, ἐπιτήδειον ἐμφιλοσοφῆσαι διὰ τὴν ἐκ τῆς ἐρημίας ἡσυχίαν τὸ χωρίον τοῦτο καταμαθών, πολλῶν ἐτῶν ἐφεξῆς ἐνδιέτριψα χρόνον, καὶ διὰ τὴν νῦν τῶν ἀδελφῶν ἐνοίκησιν, βραχείας ἀναπνοῆς ἐκ τῶν κατεχουσῶν ἡμᾶς ἀσχολιῶν ἐπιτυχών, ἄσμενος ἦλθον ἐπὶ τὴν ἐσχατιὰν ταύτην, οὐχ ὡς ἑτέροις ἐντεῦθεν πράγματα παρέξων, ἀλλʼ ὡς αὐτὸς τὴν ἐμαυτοῦ θεραπεύσων ἐπιθυμίαν. </p><p rend="align(indent)"> Τί οὖν χρὴ πρὸς ὀνείρους καταφεύγειν, καὶ ὀνειροσκόπους μισθοῦσθαι, καὶ ἐν ταῖς πανδήμοις ἑστιάσεσιν ἡμᾶς ποιεῖσθαι παροίνιον διήγημα; ἐγὼ γάρ, εἰ καὶ παρʼ ἄλλοις τισὶν ἦσαν αἱ διαβολαί, ὑμᾶς ἂν τῆς ἐμαυτοῦ γνώμης μάρτυρας <pb n="v.3.p.198"/> παρεστησάμην. καὶ νῦν ἀξιῶ αὐτῶν ἕκαστον τῶν παλαιῶν ἐκείνων ἀναμνησθῆναι, ὅτε ἐκάλει μὲν ἡμᾶς ἡ πόλις ἐπὶ τὴν τῶν νέων ἐπιμέλειαν, πρεσβεία δὲ παρῆν τῶν παρʼ ὑμῖν ἀνδρῶν οἱ ἐν τέλει· μετὰ δὲ ταῦτα, ὅπως πανδημεὶ πάντες περιχυθέντες ἡμᾶς, τί μὲν οὐχὶ διδόντες; τί δὲ οὐχ ὑπισχνούμενοι; ὅμως κατασχεῖν ἡμᾶς οὐκ ἠδυνήθησαν. πῶς οὖν ὁ τότε καλούμενος οὐχ ὑπακούων, νῦν ἐπεχείρουν ἂν ἄκλητος εἰσωθίζεσθαι; πῶς δὲ ὁ τοὺς ἐπαινοῦντάς με καὶ θαυμάζοντας ἀποφεύγων, ἔμελλον ἂν νῦν διώκειν τοὺς διαβάλλοντας; μὴ οἰηθῆτε, ὦ ἄριστοι· οὐχ οὕτως εὔωνα τὰ ἡμέτερα. οὔτε γὰρ ἄν τις ἀκυβερνήτου πλοίου σωφρονῶν ἐπιβαίη, οὔτε ἐκκλησίᾳ παραβάλοι, ᾗ τὸν κλύδωνα καὶ τὴν ζάλην αὐτοὶ οἱ ἐπὶ τῶν οἰακῶν καθεζόμενοι ἐμποιοῦσι. πόθεν γὰρ γέγονε θορύβου πλήρης ἡ πόλις, ὅτε οἱ μὲν ἔφευγον, οὐδενὸς διώκοντος, οἱ δὲ ὑπεξῄεσαν, οὐδενὸς ἐπιόντος· χρησμολόγοι δὲ καὶ ὀνειροσκόποι πάντες ἐμορμολύττοντο; πόθεν ἄλλοθεν ταῦτα; ἢ οὐχὶ καὶ παιδὶ γνώριμον, ὅτι ἐκ τῶν ἡγουμένων τοῦ πλήθους; ὧν τὰς αἰτίας τῆς ἔχθρας ἐμοὶ μὲν οὐκ εὐπρεπὲς λέγειν, ὑμῖν δὲ συνορᾷν καὶ πάνυ ῥᾴδιον. ὅταν γὰρ ἡ μὲν πικρία καὶ ἡ διάστασις μηδεμίαν ἔχοι ὑπερβολὴν εἰς χαλεπότητα, ἡ δὲ τῆς αἰτίας ἐξήγησις ἀνυπόστατος παντελῶς καὶ καταγέλαστος ᾖ, δῆλόν ἐστι τῆς ψυχῆς τὸ ἀρρώστημα, ἀλλοτρίοις μὲν ἀγαθοῖς ἐπισυμβαῖνον, <pb n="v.3.p.200"/> οἰκεῖον δὲ καὶ πρῶτον κακὸν ὑπάρχον τῷ κεκτημένῳ. οἷς καὶ ἄλλο δή τι χάριεν πρόσεστιν. ἀμυσσόμενοι γὰρ ἐν τῷ βάθει καὶ ὀδυνώμενοι, ἐκλαλῆσαι τὴν συμφορὰν ὑπὸ τῆς αἰσχύνης οὐκ ἐπιτρέπονται. τοῦτο μὲν οὖν οὐκ ἐκ τῶν πρὸς ἡμᾶς μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ λοιποῦ βίου γνώριμόν ἐστι τῆς ψυχῆς αὐτῶν τὸ πάθημα· εἰ δὲ καὶ ἀγνοοῖτο, οὐ μεγάλη ζημία τοῖς πράγμασι. τὴν δὲ ἀληθεστάτην αἰτίαν δι’ ἣν φευκτὴν ἡμῶν τὴν συντυχίαν τίθενται, λανθάνουσαν ἴσως τοὺς πολλοὺς ὑμῶν, ἐγὼ διδάξω. ἀλλʼ ἀκούσατε. </p><p rend="align(indent)"> Πίστεως διαστροφὴ παρʼ ὑμῖν μελετᾶται, ἐχθρὰ μὲν τοῖς ἀποστολικοῖς καὶ εὐαγγελικοῖς δόγμασιν, ἐχθρὰ δὲ τῇ παραδόσει τοῦ μεγάλου ὡς ἀληθῶς· Γρηγορίου καὶ τῶν ἐφεξῆς ἀπʼ ἐκείνου μέχρι τοῦ μακαρίου Μουσωνίου· οὗ τὰ διδάγματα ἔναυλα ὑμῖν ἐστιν ἔτι καὶ νῦν δηλονότι. τὸ γὰρ τοῦ Σαβελλίου κακόν, πάλαι μὲν κινηθέν, καταβεσθὲν δὲ τῇ παραδόσει τοῦ μεγάλου, ἐπιχειροῦσι νῦν ἀνανεοῦσθαι οὗτοι, οἱ φόβῳ τῶν ἐλέγχων τοὺς καθʼ ἡμῶν ὀνείρους πλάττοντες. ἀλλʼ ὑμεῖς τὰς οἰνοβαρεῖς κεφαλάς, ἃς ὁ ἐκ τῆς κραιπάλης ἀναφερόμενος ἀτμός, εἶτα ἐγκυμαίνων, καταφαντάζει, χαίρειν ἀφέντες, παρὰ τῶν ἐγρηγορότων ἡμῶν, καὶ διὰ τὸν τοῦ Θεοῦ φόβον μὴ δυναμένων ἡσυχάζειν, τὴν βλάβην ὑμῶν ἀκούσατε. Ἰουδαισμός ἐστιν ὁ Σαβελλισμός, ἐν προσχήματι <pb n="v.3.p.202"/> Χριστιανισμοῦ τῷ εὐαγγελικῷ κηρύγματι ἐπεισαγόμενος. ὁ γὰρ ἓν πρᾶγμα πολυπρόσωπον λέγων Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ μίαν τῶν τριῶν τὴν ὑπόστασιν ἐκτιθέμενος, τί ἄλλο ποιεῖ, ἢ οὐχὶ ἀρνεῖται μὲν τὴν προαιώνιον τοῦ Μονογενοῦς ὕπαρξιν; ἀρνεῖται δὲ καὶ τὴν οἰκονομικὴν αὐτοῦ πρὸς ἀνθρώπους ἐπιδημίαν, τὴν εἰς ᾄδου κάθοδον, τὴν ἀνάστασιν, τὴν κρίσιν· ἀρνεῖται δὲ καὶ τὰς ἰδιαζούσας τοῦ Πνεύματος ἐνεργείας. παρὰ δὲ ὑμῖν νῦν καὶ νεανικώτερα ἀκούω τολμᾶσθαι τοῦ ματαιόφρονος Σαβελλίου. λέγουσι γάρ, ὡς οἱ ἀκηκοότες φασί, διατείνεσθαι τοὺς παρʼ ὑμῖν σοφοὺς καὶ λέγειν, ὅτι ὄνομα τοῦ Μονογενοῦς οὐ παραδέδοται, ὄνομα δὲ τοῦ ἀντικειμένου ἐστί· καὶ ἐπὶ τούτῳ γάννυσθαι μέν, καὶ μέγα φρονεῖν, ὡς ἐπὶ οἰκείῳ εὑρήματι. εἴρηται γάρ, φησίν· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐλάβετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ἰδίῳ ὀνόματι, ἐκεῖνον λήψεσθε. καὶ διὰ τὸ εἰρῆσθαι, Μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, δῆλόν ἐστι, φασίν, ὅτι ἕν ἐστιν ὄνομα. οὐ γὰρ εἴρηται εἰς τὰ ὀνόματα ἀλλʼ εἰς τὸ ὄνομα. </p><p rend="align(indent)"> Ταῦτα ἐρυθριῶν ἔγραφον ὑμῖν, ὅτι ἀφʼ αἵματος ἡμετέρου εἰσὶν οἱ τούτοις ἔνοχοι, καὶ καταστενάζω τῆς ἐμαυτοῦ ψυχῆς, ὅτι ἀναγκάζομαι, <pb n="v.3.p.204"/> ὥσπερ οἱ πρὸς δύο πυκτεύοντες, τὰς ἐφʼ ἑκάτερα τοῦ λόγου παρατροπὰς κρούων τοῖς ἐλέγχοις καὶ καταβάλλων, τὴν προσήκουσαν ἰσχὺν ἀποδιδόναι τῇ ἀληθείᾳ. ἐντεῦθεν γὰρ ὁ Ἀνόμοιος ἡμᾶς σπαράσσει, ἑτέρωθεν δέ, ὡς ἔοικεν, ὁ Σαβέλλιος. ἀλλʼ ὑμᾶς παρακαλῶ, τοῖς βδελυροῖς τούτοις καὶ μηδένα παρατρέψαι δυναμένοις σοφίσμασι μὴ προσέχειν τὸν νοῦν, εἰδέναι δέ, ὅτι ἐστὶ τὸ ὄνομα τοῦ Χριστοῦ, τὸ ὑπὲρ πᾶν ὄνομα, αὐτὸ τὸ καλεῖσθαι αὐτὸν Υἱὸν τοῦ Θεοῦ, καὶ κατὰ τὸν Πέτρου λόγον· Οὐδέ ἐστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανόν, τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. πρὸς δὲ τό, ὅτι Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ἐκεῖνο εἰδέναι χρή, ὅτι ἀρχὴν ἑαυτοῦ καὶ αἰτίαν ἐπιγραφόμενος τὸν Πατέρα, ταῦτα λέγει. εἰ δὲ εἴρηται, Πορευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, οὐ παρὰ τοῦτο χρὴ νομίζειν ἓν ἡμῖν ὄνομα παραδεδόσθαι. ὡς γὰρ ὁ εἰπὼν Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τρία μὲν εἶπεν ὀνόματα, συνέδησε δὲ αὐτὰ ἀλλήλοις διὰ τῆς καὶ συλλαβῆς· οὕτως ὁ εἰπὼν ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, τρία εἰπών, συνέπλεξεν αὐτὰ τῷ συνδέσμῳ, ἑκάστῳ ὀνόματι ἴδιον ὑποβεβλῆσθαι τὸ σημαινόμενον ἐκδιδάσκων, διότι πραγμάτων ἐστὶ σημαντικὰ τὰ ὀνόματα. τὰ δὲ πράγματα ἰδιάζουσαν καὶ αὐτοτελῆ τὴν ὕπαρξιν ἔχειν οὐδεὶς τῶν καὶ μικρὸν μετεχόντων τοῦ φρονεῖν ἀμφιβάλλει. πατρὸς γὰρ καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος φύσις <pb n="v.3.p.206"/> μὲν ἡ αὐτή, καὶ θεότης μία· ὀνόματα δὲ διάφορα, περιωρισμένας καὶ ἀπηρτισμένας τὰς ἐννοίας ἡμῖν παριστῶντα. ἀμήχανον γάρ, μὴ ἐν τοῖς ἑκάστου ἰδιώμασι τὴν διάνοιαν γενομένην ἀσύγχυτον, δυνηθῆναι Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι τὴν δοξολογίαν ἀποπληρῶσαι. ἐὰν μὲν οὖν ἀρνῶνται μὴ λέγειν ταῦτα, μηδὲ διδάσκειν οὕτω, κατώρθωται ἡμῖν τὰ σπουδαζόμενα. καίτοι χαλεπὴν αὐτοῖς οὖσαν ὁρῶ τὴν ἄρνησιν, διὰ τὸ πολλοὺς ἔχειν τῶν λόγων τούτων τοὺς μάρτυρας. πλὴν ἀλλʼ οὐ σκοποῦμεν τὰ παρελθόντα, τὰ παρόντα μόνον ὑγιαινέτωσαν. ἐὰν δὲ τοῖς αὐτοῖς ἐπιμένωσιν, ἀνάγκη καὶ πρὸς ἄλλας ἐκκλησίας ἐκβοῆσαι ἡμᾶς τὴν καθʼ ὑμᾶς συμφοράν, καὶ ποιῆσαι παρὰ πλειόνων ἐπισκόπων γράμματα ὑμῖν ἀφικέσθαι, τὸ μέγεθος τοῦτο τῆς ὑποκατασκευαζομένης ἀσεβείας καταρρηγνύντα. ἢ γὰρ προὔργου τι ἔσται εἰς τὴν σπουδὴν ἢ πάντως ἡ παροῦσα διαμαρτυρία ἀφήσει ἡμᾶς τῆς αἰτίας ἐπὶ τοῦ κριτηρίου. </p><p rend="align(indent)"> Ἤδη δὲ καὶ ἐν συντάγμασιν οἰκείοις κατεβάλοντο τοὺς λόγους τούτους, οὕσπερ καὶ ἀπέστειλαν πρῶτον τῷ ἀνθρώπῳ τοῦ Θεοῦ Μελετίῳ τῷ ἐπισκόπῳ, καὶ λαβόντες παρʼ αὐτοῦ τὰς προσηκούσας ἀποκρίσεις, ὡς αἱ τῶν τεράτων μητέρες ἐπαισχυνόμεναι τοῖς πηρώμασι τῆς φύσεως, οὕτω καὶ αὐτοὶ τὰς αἰσχρὰς ἑαυτῶν ὠδῖνας τῷ προσήκοντι σκότῳ κατακρύψαντες τιθηνοῦνται. καθῆκαν δέ τινα πεῖραν δι’ ἐπιστολῆς καὶ πρὸς τὸν ὁμόψυχον ἡμῶν Ἄνθιμον τὸν <pb n="v.3.p.208"/> Τυάνων ἐπίσκοπον, ὡς ἄρα Γρηγορίου εἰπόντος ἐν ἐκθέσει Πίστεως, Πατέρα καὶ Υἱὸν ἐπινοίᾳ μὲν εἶναι δύο, ὑποστάσει δὲ ἕν. τοῦτο δὲ ὅτι οὐ δογματικῶς εἴρηται, ἀλλʼ ἀγωνιστικῶς ἐν τῇ πρὸς Αἰλιανὸν διαλέξει, οὐκ ἠδυνήθησαν συνιδεῖν οἱ ἐπὶ λεπτότητι τῶν φρενῶν ἑαυτοὺς μακαρίζοντες. ἐν ᾗ πολλὰ τῶν ἀπογραψαμένων ἐστὶ σφάλματα, ὡς ἐπʼ αὐτῶν τῶν λέξεων δείξομεν ἡμεῖς, ἐὰν ὁ Θεὸς θέλῃ. ἔπειτα μέντοι τὸν Ἕλληνα πείθων, οὐχ ἡγεῖτο χρῆναι ἀκριβολογεῖσθαι περὶ τὰ ῥήματα· ἀλλʼ ἔστιν ὅπη καὶ συνδιδόντα τῷ ἔθει τοῦ ἐναγομένου, ὡς ἂν μὴ ἀντιτείνοι πρὸς τὰ καίρια. διὸ δὴ καὶ πολλὰς ἂν εὕροις ἐκεῖ φωνάς, τὰς νῦν τοῖς αἱρετικοῖς μεγίστην ἰσχὺν παρεχομένας· ὡς τὸ κτίσμα, καὶ τὸ ποίημα, καὶ εἴ τι τοιοῦτον. πολλὰ δὲ καὶ περὶ τῆς πρὸς τὸν ἄνθρωπον συναφείας εἰρημένα, εἰς τὸν περὶ τῆς θεότητος ἀναφέρουσι λόγον οἱ ἀπαιδεύτως τῶν γεγραμμένων ἀκούοντες· ὁποῖόν ἐστι καὶ τοῦτο, τὸ <pb n="v.3.p.210"/> παρὰ τούτων περιφερόμενον. εὖ γὰρ εἰδέναι χρή, ὅτι ὥσπερ ὁ τὸ κοινὸν τῆς οὐσίας μὴ ὁμολογῶν εἰς πολυθεΐαν ἐκπίπτει, οὕτως ὁ τὸ ἰδιάζον τῶν ὑποστάσεων μὴ διδοὺς εἰς τὸν Ἰουδαϊσμὸν ὑποφέρεται. δεῖ γὰρ τὴν διάνοιαν ἡμῶν οἱονεὶ ἐπερεισθεῖσαν ὑποκειμένῳ τινὶ καὶ ἐναργεῖς αὐτοῦ ἐντυπωσαμένην τοὺς χαρακτῆρας, οὕτως ἐν περινοίᾳ γενέσθαι τοῦ ποθουμένου. μὴ γὰρ νοήσαντες τὴν πατρότητα, μηδὲ περὶ ὃν ἀφώρισται τὸ ἰδίωμα τοῦτο ἐνθυμηθέντες, πῶς δυνατὸν Θεοῦ Πατρὸς ἔννοιαν παραδέξασθαι; οὐ γὰρ ἐξαρκεῖ διαφορὰς προσώπων ἀπαριθμήσασθαι, ἀλλὰ χρὴ ἕκαστον πρόσωπον ἐν ὑποστάσει ἀληθινῇ ὑπάρχον ὁμολογεῖν. ἐπεὶ τόν γε ἀνυπόστατον τῶν προσώπων ἀναπλασμὸν οὐδὲ ὁ Σαβέλλιος παρῃτήσατο, εἰπὼν τὸν αὐτὸν Θεόν, ἕνα τῷ ὑποκειμένῳ ὄντα, πρὸς τὰς ἑκάστοτε παραπιπτούσας χρείας μεταμορφούμενον, νῦν μὲν ὡς Πατέρα, νῦν δὲ ὡς Υἱόν, νῦν δὲ ὡς Πνεῦμα Ἅγιον διαλέγεσθαι. ταύτην πάλαι κατασβεσθεῖσαν τὴν πλάνην ἀνανεοῦνται νῦν οἱ τῆς ἀνωνύμου ταύτης αἱρέσεως ἐφευρεταί, οἱ τὰς ὑποστάσεις ἀθετοῦντες, καὶ τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀπαρνούμενοι. οὓς ἐὰν μὴ παύσωνται λαλοῦντες κατὰ τοῦ Θεοῦ ἀδικίαν, ὀδύρεσθαι χρὴ μετὰ τῶν ἀρνησιχρίστων. </p><p rend="align(indent)"> Ταῦτα ἀναγκαίως ὑμῖν διεστειλάμεθα, ἵνα τὰς ἀπὸ τῶν πονηρῶν διδαγμάτων βλάβας φυλάξησθε. <pb n="v.3.p.212"/> τῷ ὄντι γάρ, εἰ χρὴ τὰς πονηρὰς διδασκαλίας τοῖς ὀλεθρίοις φαρμάκοις ἐξομοιοῦν, ὡς οἱ παρʼ ὑμῖν ὀνειροσκόποι φασί, ταῦτα ἐστι καὶ κώνειον, καὶ ἀκόνιτον, καὶ εἴ τι ἕτερον φάρμακον ἀνδροφόνον. ταῦτα ψυχῶν δηλητήρια, οὐχ οἱ ἡμέτεροι λόγοι, ἅπερ αἱ οἰνόπληκτοι μήνιγγες ἐκβοῶσι, πολυφάνταστοι οὖσαι διὰ τὸ πάθος· οὕς εἴπερ ἐσωφρόνουν, ἐχρῆν εἰδέναι, ὅτι ταῖς ἀχράντοις καὶ πάσης κηλῖδος κεκαθαρμέναις ψυχαῖς τὸ προφητικὸν ἐναυγάζει χάρισμα. οὔτε γὰρ κατόπτρῳ ῥυπῶντι δυνατὸν τῶν εἰκόνων δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχὴν ταῖς βιωτικαῖς προειλημμένην μερίμναις καὶ τοῖς ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐπισκοτουμένην πάθεσι δυνατὸν ὑποδέξασθαι τοῦ Ἁγίου Πνεύματος τὰς ἐλλάμψεις. οὐ γὰρ πᾶν ἐνύπνιον εὐθὺς προφητεία, ὥς φησι Ζαχαρίας· κύριος ἐποίησε φαντασίαν, καὶ ὑετὸν χειμερινόν, διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν. οὗτοι δὲ κἀκεῖνο ἀγνοοῦσιν, οἱ κατὰ τὸν Ἠσαΐαν ἐνυπνιαζόμενοι καὶ κοίτην φιλοῦντες νυστάξαι, ὅτι πολλάκις ἐνέργεια πλάνης ἀποστέλλεται ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. καὶ ἔστι πνεῦμα ψευδές, ὃ ἐν τοῖς ψευδοπροφήταις <pb n="v.3.p.214"/> γενόμενον τὸν Ἀχαὰβ ἐξηπάτησε. ταῦτα εἰδότες, ἔδει μὴ τοσοῦτον ὑπεραρθῆναι, ὥστε ἑαυτοῖς προφητείαν προσμαρτυρεῖν, οἵ γε δείκνυνται καὶ τοῦ οἰωνοσκόπου Βαλαὰμ τῆς ἀκριβείας ἀπολειπόμενοι. ὃς ὑπὸ τοῦ βασιλέως τῶν Μωαβιτῶν ἐπὶ μεγίσταις δωρεαῖς μετακληθείς, οὐκ ἠνέσχετο ἀφεῖναι φωνὴν παρὰ τὸ βούλημα τοῦ Θεοῦ, οὐδὲ ἀράσασθαι τὸν Ἰσραήλ, ὃν οὐκ ἀρᾷται Κύριος. εἰ μὲν οὖν ταῖς ἐντολαῖς τοῦ Κυρίου αἱ κατὰ τὸν ὕπνον αὐτῶν φαντασίαι συντρέχουσιν, ἀρκείσθωσαν τοῖς Εὐαγγελίοις, οὐδεμιᾶς βοηθείας ἐκ τῶν ὀνείρων εἰς τὴν ἀξιοπιστίαν προσδεομένοις· εἰ δὲ ὁ μὲν Κύριος τὴν ἑαυτοῦ εἰρήνην ἀφῆκεν ἡμῖν, καὶ ἐντολὴν καινὴν ἔδωκεν ἡμῖν, ἵνα ἀγαπῶμεν ἀλλήλους, τὰ δὲ ὀνείρατα μάχην καὶ διάστασιν καὶ ἀγάπης ἀφανισμὸν ὑφηγεῖται, μὴ διδότωσαν καιρὸν τῷ διαβόλῳ διὰ τοῦ ὕπνου ταῖς ψυχαῖς αὐτῶν ἐπιβαίνειν, μηδὲ κυριώτερα ποιείτωσαν τὰ παρʼ ἑαυτῶν φαντάσματα τῶν σωτηρίων διδαγμάτων. </p></div></div></body></text></TEI>