<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="196"><head rend="align(center)">Ἀβουργίῳ.</head><p rend="align(indent)"> Διάττειν σε ὡς τοὺς ἀστέρας, ἄλλοτε κατʼ ἄλλο μέρος τῆς βαρβαρικῆς ἀνίσχοντα, νῦν μὲν σιτηρέσια στρατιωτικὰ παρέχοντα, νῦν δὲ βασιλεῖ φαινόμενον μετὰ λαμπροῦ τοῦ σχήματος, ἡ τῶν ἀγαθῶν ἄγγελος φήμη ἀγγέλλουσα ἡμῖν οὐ διαλείπει. εὐχόμεθα δὲ τῷ Θεῷ, κατὰ λόγον <pb n="v.3.p.90"/> σοι προϊοῦσαν τὴν ἐπιχείρησιν, ἐπὶ μέγα σε προσελθεῖν, καὶ φανῆναί ποτε τῇ πατρίδι. ἕως ἐσμὲν ὑπὲρ γῆς καὶ τὸν ἀέρα τοῦτον ἀνέλκομεν. τοσοῦτον γὰρ μέτεστιν ἡμῖν τοῦ βίου, ὅσον ἀναπνεῖν μόνον. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="197"><head rend="align(center)">Ἀμβροσίῳ, ἐπισκόπῳ Μεδιολάνων.</head><p rend="align(indent)"> Μεγάλαι ἀεὶ καὶ πολλαὶ τοῦ Δεσπότου ἡμῶν αἱ δωρεαί, καὶ οὔτε τὸ μέγεθος αὐτῶν μετρητόν, οὔτε τὸ πλῆθος ἀριθμητόν. μία δὲ τῶν μεγίστων δωρεῶν ἐστι τοῖς εὐαισθήτως δεχομένοις τὰς χάριτας καὶ ἡ παροῦσα αὕτη, ὅτι πλεῖστον ἡμᾶς τῇ θέσει τοῦ τόπου διῃρημένους ἔδωκεν ἀλλήλοις συνάπτεσθαι διὰ τῆς ἐν τοῖς γράμμασι προσφωνήσεως. καὶ γνώσεως τρόπον διττὸν ἡμῖν ἐχαρίσατο· ἕνα μὲν διὰ τῆς συντυχίας, ἕτερον δὲ τὸν διὰ τὴς τοῦ γράμματος ὁμιλίας. ἐπεὶ οὖν ἐγνωρίσαμέν σε δι’ ὧν ἐφθέγξω, καὶ ἐγνωρίσαμεν, οὐ τὸν σωματικὸν χαρακτῆρα ταῖς μνήμαις ἡμῶν ἐντυπωσάμενοι, ἀλλὰ τοῦ ἔσω ἀνθρώπου τὸ κάλλος τῇ ποικιλίᾳ τῶν λόγων καταμαθόντες, ὅτι ἕκαστος ἡμῶν ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ, ἐδοξάσαμεν τὸν Θεὸν ἡμῶν, τὸν καθʼ ἑκάστην γενεὰν ἐκλεγόμενον τοὺς αὐτῷ εὐαρεστοῦντας· ὃς πρότερον μὲν ἐκ τῶν ποιμνίων τῶν προβάτων ἤγειρεν ἄρχοντα <pb n="v.3.p.92"/> τῷ λαῷ αὐτοῦ· καὶ τὸν Ἀμῶς ἐκ τοῦ αἰπολίου ἐνδυναμώσας διὰ τοῦ Πνεύματος ὕψωσεν εἰς προφήτην· νῦν δὲ ἄνδρα ἐκ τῆς βασιλευούσης πόλεως, ἀρχὴν ὅλου ἔθνους πεπιστευμένον, ὑψηλὸν τῷ φρονήματι, γένους λαμπρότητι, περιφανείᾳ βίου, λόγων δυνάμει, πᾶσι τοῖς κατὰ τὸν βίον περίβλεπτον, εἵλκυσεν εἰς τὴν τῶν ποιμνίων τοῦ Χριστοῦ ἐπιμέλειαν· ὃς πάντα ῥίψας τὰ τοῦ βίου πλεονεκτήματα καὶ ἡγησάμενος αὐτὰ ζημίαν ἵνα Χριστὸν κερδήσῃ, τοὺς οἴακας δέξασθαι ἐπετράπη τῆς μεγάλης καὶ περιβοήτου νηὸς ἐπὶ τῇ εἰς Θεὸν πίστει, τοῦ Χριστοῦ Ἐκκλησίας. ἄγε τοίνυν, ὦ Θεοῦ ἄνθρωπε, ἐπειδὴ οὐ παρʼ ἀνθρώπων παρέλαβες ἢ ἐδιδάχθης τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ἀλλʼ αὐτός σε ὁ Κύριος ἀπὸ τῶν κριτῶν τῆς γῆς ἐπὶ τὴν καθέδραν τῶν ἀποστόλων μετέθηκεν, ἀγωνίζου τὸν καλὸν ἀγῶνα, διόρθωσαι τὰ ἀρρωστήματα τοῦ λαοῦ, εἴ τινος ἄρα τὸ πάθος τῆς Ἀρειανῆς μανίας ἥψατο· ἀνανέωσαι τὰ ἀρχαῖα τῶν πατέρων ἴχνη, καὶ τῆς πρὸς ἡμᾶς ἀγάπης ὃν κατεβάλου θεμέλιον ἐποικοδομεῖν σπούδαζε τῇ συνεχείᾳ τῶν προσρήσεων. οὕτω γὰρ δυνησόμεθα ἐγγὺς ἀλλήλων εἶναι τῷ πνεύματι, εἰ καὶ τῇ οἰκήσει τῇ ἐπὶ τῆς γῆς παμπληθὲς ἀπῳκίσμεθα.</p><pb n="v.3.p.94"/><p rend="align(indent)"> Ἡ δὲ περὶ τὸν μακαριώτατον Διονύσιον τὸν ἐπίσκοπον φιλοτιμία σου καὶ σπουδὴ πᾶσάν σοι μαρτυρεῖ ἀγάπην πρὸς τὸν Κύριον, τιμὴν εἰς τοὺς προλαβόντας, σπουδὴν περὶ τὴν πίστιν. ἡ γὰρ πρὸς τοὺς εὔνους τῶν ὁμοδούλων διάθεσις τὴν ἀναφορὰν ἐπὶ τὸν Δεσπότην ἔχει, ᾧ δεδουλεύκασι· καὶ ὁ τοὺς διὰ πίστιν ἠθληκότας τιμῶν δῆλός ἐστι τὸν ἴσον ζῆλον ἔχων τῆς πίστεως, ὥστε μία αὕτη πρᾶξις πολλῆς ἀρετῆς ἔχει τὴν μαρτυρίαν. γνωρίζομεν δέ σου τῇ ἐν Χριστῷ ἀγάπῃ, ὅτι οἱ σπουδαιότατοι ἀδελφοί, οἱ παρὰ τῆς εὐλαβείας σου εἰς τὴν τοῦ ἀγαθοῦ ἔργου διακονίαν προτιμηθέντες, πρῶτον μὲν παντὶ τῷ κλήρῳ ἔπαινον ἤνεγκαν διὰ τῆς ἐμμελείας τῶν τρόπων· ἐν γὰρ τῇ καθʼ ἑαυτοὺς εὐσχημοσύνῃ τὸ κοινὸν πάντων εὐσταθὲς κατεμήνυον· ἔπειτα πάσῃ σπουδῇ καὶ ἐμμελείᾳ χρησάμενοι, κατετόλμησαν μὲν χειμῶνος ἀβάτου, ἔπεισαν δὲ μετὰ πάσης εὐτονίας τοὺς πιστοὺς φύλακας τοῦ μακαρίου σώματος τὰ φυλακτήρια τῆς ἑαυτῶν ζωῆς παραχωρῆσαι τούτοις. καὶ γίνωσκε ὅτι οὔτε ἀρχαὶ οὔτε δυναστεῖαι ἀνθρώπων ἐξίσχυσαν ἄν ποτε βιάσασθαι τοὺς ἀνθρώπους ἐκείνους, εἰ μὴ τὸ εὔτονον τῆς προαιρέσεως τῶν ἀδελφῶν τούτων ἐξεδυσώπησεν αὐτοὺς πρὸς τὴν συγχώρησιν. συνήργησε δὲ μάλιστα πρὸς τὸ καταπραχθῆναι τὰ σπουδαζόμενα καὶ ἡ παρουσία τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου υἱοῦ ἡμῶν Θηρασίου <pb n="v.3.p.96"/> τοῦ συμπρεσβυτέρου, ὃς αὐθαιρέτως τὸν κόπον τῆς ὁδοιπορίας ὑποδεξάμενος, ἔπαυσε μὲν τὸ σφοδρὸν τῆς ὁρμῆς τῶν ἐκεῖ πιστῶν, λόγῳ δὲ συμπείσας τοὺς ἀντεχομένους, ἐπὶ πρεσβυτέρων καὶ διακόνων καὶ ἄλλων πολλῶν τῶν φοβουμένων τὸν Κύριον μετὰ τῆς πρεπούσης εὐλαβείας ἀνελόμενος τὰ λείψανα, συνδιέσωσε τοῖς ἀδελφοῖς· ἃ μετὰ τοσαύτης χαρᾶς ὑποδέξασθε, μεθʼ ὅσης λύπης προέπεμψαν οἱ φυλάσσοντες. μηδεὶς διακρινέσθω· μηδεὶς ἀμφιβαλλέτω· οὗτός ἐστιν ἐκεῖνος ὁ ἀήττητος ἀθλητής. ταῦτα γνωρίζει τὰ ὀστᾶ ὁ Κύριος, τὰ συνδιαθλήσαντα τῇ μακαρίᾳ ψυχῇ. ταῦτα μετʼ αὐτῆς στεφανώσει ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως αὐτοῦ τῇ δικαίᾳ κατὰ τὸ γεγραμμένον· ὅτι δεῖ ἡμᾶς παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος πρὸς ἃ ἔπραξε διὰ τοῦ σώματος. μία λάρναξ ἦν ἡ ὑποδεξαμένη τὸ τίμιον ἐκεῖνο σῶμα· οὐδεὶς ὁ πλησίον αὐτοῦ κατακείμενος· ἐπίσημος ἡ ταφή· μάρτυρος ἡ τιμή. Χριστιανοὶ οἱ ξενίσαντες καὶ ταῖς ἰδίαις χερσὶ κατέθεντο τότε, καὶ ἀνείλοντο νῦν. οὗτοι ἔκλαυσαν μὲν ὡς πατέρος καὶ προστάτου στερούμενοι· προέπεμψαν δέ, τὴν ὑμετέραν <pb n="v.3.p.98"/> χαρὰν τῆς ἰδίας παρακλήσεως προτιμοτέραν θέμενοι. οἱ παραδόντες τοίνυν εὐλαβεῖς· οἱ ὑποδεξάμενοι ἀκριβεῖς. οὐδαμοῦ ψεῦδος, οὐδαμοῦ δόλος· μαρτυροῦμεν ἡμεῖς· ἀσυκοφάντητος ἔστω παρʼ ὑμῶν ἡ ἀλήθεια. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="198"><head rend="align(center)">Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων.</head><p rend="align(indent)"> Μετὰ τὴν ἐπιστολήν, τὴν διὰ τῶν ὀφφικιαλίων κομισθεῖσαν ἡμῖν, μίαν ἄλλην ἐδεξάμην μετὰ ταῦτα πρὸς ἡμᾶς ἀποσταλεῖσαν. αὐτοὶ δὲ ἐπεστείλαμεν, οὐ πολλὰς μέν, διὰ τὸ μηδὲ ἐπιτυχεῖν τῶν πρὸς ὑμᾶς ἀφικνουμένων, πλὴν πλείους τῶν τεσσάρων, ἐν αἷς καὶ τὰς ἀπὸ Σαμοσάτων κομισθείσας ἡμῖν ἐπὶ τοῖς πρώτοις γράμμασι τῆς σῆς θεοσεβείας ἐσφραγισμένας διεπεμψάμεθα τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Λεοντίῳ τῷ ἐξισωτῇ τῆς Νικαίας, παρακαλέσαντες δι’ ἐκείνου τῷ φροντίζοντι τῆς οἰκίας τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ <pb n="v.3.p.100"/> Σωφρονίου ἀποκομισθῆναι, ὥστε ἐκεῖνον ἐπιμεληθῆναι τῆς πρὸς ὑμᾶς διακομιδῆς. ἐπεὶ οὖν πολλὰς διαβαίνουσι χεῖρας αἱ ἐπιστολαί, εἰκὸς τὴν παρὰ ἕνα ἀσχολίαν ἢ ῥᾳθυμίαν αἰτίαν γενέσθαι τοῦ μὴ ὑποδέχεσθαι τὴν σὴν εὐλάβειαν. ὥστε συγγνώμην ἔχε, παρακαλοῦμεν, τῇ σπάνει τῶν γραμμάτων. </p><p rend="align(indent)"> Τὸ δέ, ὅτι ἀποστεῖλαί τινα δέον ἐξ ἡμῶν αὐτῶν, οὐκ ἐποιήσαμεν τοῦτο, αὐτὸς μὲν τῇ σεαυτοῦ συνέσει ὀρθῶς ἐπεζήτησας καὶ καθήψω ἡμῶν· γίνωσκε δὲ τὸν παρʼ ἡμῖν χειμῶνα τοσοῦτον γεγενῆσθαι, ὥστε πάσας μὲν ὁδοὺς ἐγκλεισθῆναι μέχρι τῶν ἡμερῶν τοῦ Πάσχα, μηδένα δὲ ἡμᾶς ἔχειν τὸν εὐθαρσῶς πρὸς τὰ τῆς ὁδοῦ δυσχερῆ διακείμενον. καὶ γάρ, εἰ καὶ πολυάνθρωπόν πως εἶναι δοκεῖ τὸ ἱερατεῖον ἡμῶν, ἀλλὰ ἀνθρώπων ἀμελετήτως ἐχόντων πρὸς τὰς ὁδοιπορίας, διὰ τὸ μήτε ἐμπορεύεσθαι μήτε τὴν ἔξω διατριβὴν αἱρεῖσθαι, τὰς δὲ ἑδραίας τῶν τεχνῶν μεταχειρίζεσθαι τοὺς πολλούς, ἐκεῖθεν ἔχοντας τὴν ἀφορμὴν τοῦ ἐφημέρου βίου. αὐτίκα καὶ τὸν ἀδελφὸν τοῦτον, ὃν νῦν ἀπεστείλαμεν πρὸς τὴν εὐλάβειάν σου· ἐκ τῆς χώρας μεταστειλάμενοι, ἐχρησάμεθα αὐτῷ διακόνῳ τῶν πρὸς τὴν σὴν ὁσιότητα γραμμάτων, ἵνα καὶ τὰ ἡμέτερα σαφῶς διαγγείλῃ, καὶ τὰ αὐτόθεν ἡμῖν ἐναργῶς καὶ ταχέως τῇ τοῦ Θεοῦ χάριτι διακομίσῃ. καὶ τὸν ποθεινότατον ἀδελφὸν Εὐσέβιον τὸν ἀναγνώστην πάλαι ἐπειγόμενον πρὸς τὴν σὴν θεοσέβειαν ἐπέσχομεν, τὸ τῶν ἀέρων εὐκραὲς ἀναμένοντες. καὶ νῦν μέντοι ἐν φροντίδι οὐ τῇ τυχούσῃ εἰμί, μήποτε αὐτῷ τὸ περὶ τὰς ὁδοιπορίας ἄηθες <pb n="v.3.p.102"/> ξενισμὸν ἐμποιήσῃ, καὶ ἀρρωστίας αἰτίαν παράσχῃ τῷ σώματι εὐαφόρμως ἔχοντι πρὸς τὴν ἀσθένειαν. </p><p rend="align(indent)"> Τὰ μέντοι καινοτομηθέντα περὶ τὴν ἀνατολὴν περιττὸν ἡμᾶς ἐστι διὰ γραμμάτων σημαίνειν. αὐτῶν τῶν ἀδελφῶν ἀκριβῶς δυναμένων ἀφʼ ἑαυτῶν διαγγεῖλαι. γίνωσκε δέ, τιμιωτάτη μοι κεφαλή, ὅτι ἡνίκα ταῦτα ἐπέστελλον, οὕτω διεκείμην φαύλως, ὥστε πάσας με λοιπὸν τοῦ ζῇν τὰς ἐλπίδας ἐπιλελοιπέναι. καὶ γὰρ οὐδὲ ἐξαριθμήσασθαι δυνατὸν τῶν ἐπιγινομένων μοι συμπτωμάτων τὸ πλῆθος, καὶ τὴν ἀσθένειαν, καὶ τὸ μέγεθος τῶν πυρετῶν, καὶ τὴν κακοήθειαν ὁποῖα· πλὴν ὅτι ἐκ πάντων ἓν τὸ συναγόμενον, πληρῶσαι ἡμᾶς λοιπὸν τὸν χρόνον τῆς παροικίας τοῦ δυστήνου τούτου καὶ ὀδυνηροῦ βίου. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="199"><head rend="align(center)">ΚΑΝΟΝΙΚΗ <num>β</num>· Ἀμφιλοχίῳ περὶ κανόνων.</head><p rend="align(indent)"> Πάλαι πρὸς τὰς παρὰ τῆς εὐλαβείας σου προταθείσας ἡμῖν ἐρωτήσεις ἀποκρινάμενος, οὐκ ἀπέστειλα τὸ γράμμα, τοῦτο μὲν ὑπὸ τῆς ἀρρωστίας τῆς μακρᾶς καὶ ἐπικινδύνου ἀσχοληθείς, τοῦτο δὲ ὑπὸ τῆς ἀπορίας τῶν διακονουμένων. ὀλίγοι γὰρ παρʼ ἡμῖν καὶ ὁδοῦ ἔμπειροι καὶ παρεσκευασμένοι πρὸς τὰς τοιαύτας ὑπηρεσίας. <pb n="v.3.p.104"/> ὥστε μαθὼν τὰς αἰτίας τῆς βραδυτῆτος, δὸς ἡμῖν τὴν συγγνώμην. </p><p rend="align(indent)"> Ἐθαυμάσαμεν δέ σου τὴν φιλομάθειαν ὁμοῦ καὶ τὴν ταπεινοφροσύνην, ὅτι καὶ μαθεῖν καταδέχῃ, τὴν τοῦ διδάσκειν τάξιν πεπιστευμένος, καὶ μανθάνειν παρʼ ἡμῶν, οἷς οὐδὲν μέγα πρόσεστι πρὸς γνῶσιν. ἀλλʼ ὅμως, ἐπειδὴ καταδέχῃ διὰ τὸν φόβον τοῦ Θεοῦ ποιεῖν πρᾶγμα οὐ ῥᾳδίως παρʼ ἑτέρου γινόμενον, χρὴ καὶ ἡμᾶς τῇ προθυμίᾳ σου καὶ τῇ ἀγαθῇ σπουδῇ συναίρεσθαι καὶ ὑπὲρ δύναμιν. </p><p rend="align(indent)"><milestone n="17" unit="section"/> Ἠρώτησας ἡμᾶς περὶ Βιάνορος τοῦ πρεσβυτέρου, εἰ δεκτός ἐστιν εἰς τὸν κλῆρον, διὰ τὸν ὅρκον. ἐγὼ δὲ ἤδη τινὰ κοινὸν ὅρον περὶ πάντων ὁμοῦ τῶν μετʼ αὐτοῦ ὀμωμοκότων τοῖς κατʼ Ἀντιόχειαν κληρικοῖς οἶδα ἐκτεθεικώς· ὥστε τῶν μὲν δημοσίων αὐτοὺς ἀπέχεσθαι συλλόγων, ἰδίᾳ δὲ ἐνεργεῖν τὰ τῶν πρεσβυτέρων. τὸ αὐτὸ δὲ τοῦτο καὶ πρὸς τὴν ἑαυτοῦ ὑπηρεσίαν ἄδειαν αὐτῷ παρέχει, διότι οὐκ ἐν Ἀντιοχείᾳ ἐστὶν ἡ ἱερωσύνη, ἀλλʼ ἐν Ἰκονίῳ· ἥν, ὡς αὐτὸς ἐπέστειλας ἡμῖν, τῆς Ἀντιοχείας εἰς οἴκησιν ἀντηλλάξατο. ἔστιν οὖν δεκτὸς ἐκεῖνος ὁ ἀνήρ, ἀπαιτούμενος παρὰ τῆς εὐλαβείας σου μεταμέλεσθαι ἐπὶ τῇ εὐκολίᾳ τοῦ ὅρκου, ὃν ἐπὶ τοῦ ἀπίστου ἀνδρὸς ἐξωμόσατο, βαστάσαι τὴν ἐνόχλησιν τοῦ μικροῦ ἐκείνου κινδύνου μὴ δυνηθείς. </p><p rend="align(indent)"><milestone n="18" unit="section"/> Περὶ τῶν ἐκπεσουσῶν παρθένων τῶν <pb n="v.3.p.106"/> καθομολογησαμένων τὸν ἐν σεμνότητι βίον τῷ Κυρίῳ, εἶτα διὰ τὸ ὑποπεσεῖν τοῖς πάθεσι τῆς σαρκὸς ἀθετουσῶν τὰς ἑαυτῶν συνθήκας, οἱ μὲν πατέρες ἡμῶν ἁπλῶς καὶ πράως συμπεριφερόμενοι ταῖς ἀσθενείαις τῶν κατολισθαινόντων, ἐνομοθέτησαν δεκτὰς εἶναι μετὰ τὸν ἐνιαυτόν, καθʼ ὁμοιότητα τῶν διγάμων διαταξάμενοι. ἐμοὶ δὲ δοκεῖ, ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι προϊοῦσα ἡ Ἐκκλησία, κραταιοτέρα γίνεται, καὶ πληθύνεται νῦν τὸ τάγμα τῶν παρθένων, προσέχειν ἀκριβῶς τῷ τε κατʼ ἔννοιαν φαινομένῳ πράγματι, καὶ τῇ τῆς Γραφῆς διανοίᾳ, ἣν δυνατὸν ἐξευρεῖν ἀπὸ τοῦ ἀκολούθου. χηρεία γὰρ παρθενίας ἐλάττων· οὐκοῦν καὶ τὸ τῶν χηρῶν ἁμάρτημα πολλῷ δεύτερόν ἐστι τοῦ τῶν παρθένων. ἴδωμεν τοίνυν τί γέγραπται Τιμοθέῳ παρὰ τοῦ Παύλου. Νεωτέρας δὲ χήρας παραιτοῦ. ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χρίστου, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. εἰ τοίνυν χήρα κρίματι ὑπόκειται βαρυτάτῳ, ὡς τὴν εἰς Χριστὸν ἀθετήσασα πίστιν, τί χρὴ λογίζεσθαι ἡμᾶς περὶ τῆς παρθένου, ἥτις νύμφη ἐστὶ τοῦ Χριστοῦ καὶ σκεῦος ἱερὸν ἀνατεθὲν τῷ Δεσπότῃ; μέγα μὲν ἁμάρτημα καὶ δούλην λαθραίοις γάμοις ἑαυτὴν ἐπιδιδοῦσαν φθορᾶς ἀναπλῆσαι τὸν οἶκον, καὶ καθυβρίζειν διὰ τοῦ πονηροῦ βίου τὸν κεκτημένον· πολλῷ δὲ δήπου χαλεπώτερον τὴν νύμφην μοιχαλίδα γενέσθαι καί, τὴν πρὸς τὸν νυμφίον ἕνωσιν ἀτιμάσασαν, ἡδοναῖς ἀκολάστοις ἑαυτὴν ἐπιδοῦναι. <pb n="v.3.p.108"/> οὐκοῦν ἡ μὲν χήρα, ὡς δούλη διεφθαρμένη, καταδικάζεται, ἡ δὲ παρθένος τῷ κρίματι τῆς μοιχαλίδος ὑπόκειται. ὥσπερ οὖν τὸν ἀλλοτρίᾳ γυναικὶ συνιόντα μοιχὸν ὀνομάζομεν, οὐ πρότερον παραδεξάμενοι εἰς κοινωνίαν, πρὶν ἢ παύσασθαι τῆς ἁμαρτίας, οὕτω δῆλον ὅτι καὶ ἐπὶ τοῦ τὴν παρθένον ἔχοντος διατεθησόμεθα. ἐκεῖνο δὲ νῦν προδιομολογεῖσθαι ἡμῖν ἀναγκαῖον, ὅτι παρθένος ὀνομάζεται ἡ ἑκουσίως ἑαυτὴν προσαγαγοῦσα τῷ Κυρίῳ, καὶ ἀποταξαμένη τῷ γάμῳ, καὶ τὸν ἐν ἁγιασμῷ βίον προτιμήσασα. τὰς δὲ ὁμολογίας τότε ἐγκρίνομεν, ἀφʼ οὗπερ ἂν ἡ ἡλικία τὴν τοῦ λόγου συμπλήρωσιν ἔχῃ. οὐδὲ γὰρ τὰς παιδικὰς φωνὰς πάντως κυρίας ἐπὶ τῶν τοιούτων ἡγεῖσθαι προσῆκεν, ἀλλὰ τὴν ὑπὲρ τὰ δέκα ἓξ ἢ δέκα καὶ ἑπτὰ γενομένην ἔτη, κυρίαν οὖσαν τῶν λογισμῶν, ἀνακριθεῖσαν ἐπὶ πλεῖον εἶτα παραμείνασαν, καὶ λιπαροῦσαν διὰ ἱκεσιῶν πρὸς τὸ παραδεχθῆναι, τότε ἐγκαταλέγεσθαι χρὴ ταῖς παρθένοις, καὶ τὴν ὁμολογίαν τῆς τοιαύτης κυροῦν, καὶ τὴν ἀθέτησιν αὐτῆς ἀπαραιτήτως κολάζειν. πολλὰς γὰρ γονεῖς προσάγουσι καὶ ἀδελφοὶ καὶ τῶν προσηκόντων τινὲς πρὸ τῆς ἡλικίας, οὐκ οἴκοθεν ὁρμηθείσας πρὸς ἀγαμίαν, ἀλλά τι βιωτικὸν ἑαυτοῖς διοικούμενοι. ἃς οὐ ῥᾳδίως προσδέχεσθαι δεῖ, ἕως ἂν φανερῶς τὴν ἰδίαν αὐτῶν ἐρευνήσωμεν γνώμην. <pb n="v.3.p.110"/> </p><p rend="align(indent)"><milestone n="19" unit="section"/> Ἀνδρῶν δὲ ὁμολογίας οὐκ ἔγνωμεν, πλὴν εἰ μή τινες ἑαυτοὺς τῷ τάγματι τῶν μοναζόντων ἐγκατηρίθμησαν· οἳ κατὰ τὸ σιωπώμενον δοκοῦσι παραδεδέχθαι τῆν ἀγαμίαν. πλὴν καὶ ἐπʼ ἐκείνων ἐκεῖνο ἡγοῦμαι προηγεῖσθαι προσήκειν· ἐρωτᾶσθαι αὐτούς, καὶ λαμβάνεσθαι τὴν παρʼ αὐτῶν ὁμολογίαν ἐναργῆ, ὥστε, ἐπειδὰν μετατίθενται πρὸς τὸν φιλόσαρκον καὶ ἡδονικὸν βίον, ὑπάγειν αὐτοὺς τῷ τῶν πορνευόντων ἐπιτιμίῳ. </p><p rend="align(indent)"><milestone n="20" unit="section"/> Ὅσαι γυναῖκες, ἐν αἱρέσει οὖσαι, παρθενίαν ὡμολόγησαν, εἶτα μετὰ ταῦτα γάμον ἀνθείλοντο, οὐχ ἡγοῦμαι χρῆναι καταδικάζεσθαι ταύτας. ὅσα γὰρ ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. αἱ δὲ μήπω ὑπελθοῦσαι τὸν ζυγὸν τοῦ Χριστοῦ οὐδὲ τὴν νομοθεσίαν ἐπιγινώσκουσι τοῦ Δεσπότου. ὥστε δεκταί εἰσι τῇ Ἐκκλησίᾳ μετὰ πάντων καὶ τὴν ἐπὶ τούτοις ἄφεσιν ἔχουσαι ἐκ τῆς πίστεως τῆς εἰς Χριστόν. καὶ καθόλου τὰ ἐν τῷ κατηχουμένῳ βίῳ γενόμενα εἰς εὐθύνας οὐκ ἄγεται. τούτους δὲ δηλονότι ἄνευ βαπτίσματος ἡ Ἐκκλησία οὐ παραδέχεται. ὥστε ἀναγκαιότατον ἐπὶ τούτοις τὰ πρεσβεῖα τῆς γενέσεως. <pb n="v.3.p.112"/> </p><p rend="align(indent)"><milestone n="21" unit="section"/> Εἰ ἀνὴρ γυναικὶ συνοικῶν, ἐπειδὰν μὴ ἀρκεσθεὶς τῷ γάμῳ εἰς πορνείαν ἐκπέσῃ, πόρνον κρίνομεν τὸν τοιοῦτον, καὶ πλεῖον αὐτὸν παρατείνομεν ἐν τοῖς ἐπιτιμίοις· οὐ μέντοι ἔχομεν κανόνα, τῷ τῆς μοιχείας αὐτὸν ὑπαγαγεῖν ἐγκλήματι, ἐὰν εἰς ἐλευθέραν γάμου ἡ ἁμαρτία γένηται· διότι ἡ μοιχαλὶς μέν, Μιαινομένη, φησί, μιανθήσεται, καὶ οὐκ ἀναστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς· καὶ Ὁ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής. ὁ μέντοι πορνεύσας οὐκ ἀποκλεισθήσεται τῆς πρὸς γυναῖκα ἑαυτοῦ συνοικήσεως. ὥστε ἡ μὲν γυνὴ ἀπὸ πορνείας ἐπανιόντα τὸν ἄνδρα αὐτῆς παραδέξεται, ὁ δὲ ἀνὴρ τὴν μιανθεῖσαν τῶν οἴκων ἑαυτοῦ ἀποπέμψει. καὶ τούτων δὲ ὁ λόγος οὐ ῥᾴδιος· ἡ δὲ συνήθεια οὕτω κεκράτηκε. </p><p rend="align(indent)"><milestone n="22" unit="section"/> Τοὺς ἐξ ἁρπαγῆς ἔχοντας γυναῖκας, εἰ μὲν ἄλλοις προμεμνηστευμένας εἶεν ἀφῃρημένοι, οὐ πρότερον χρὴ παραδέχεσθαι, πρὶν ἢ ἀφελέσθαι αὐτῶν, καὶ ἐπʼ ἐξουσίᾳ τῶν ἐξ ἀρχῆς μνηστευσαμένων ποιῆσαι, εἴτε βούλοιντο λαβεῖν αὐτάς, εἴτε ἀποστῆναι· εἰ δὲ σχολάζουσάν τις λάβοι, <pb n="v.3.p.114"/> ἀφαιρεῖσθαι μὲν δεῖ, καὶ τοῖς οἰκείοις ἀποκαθιστᾷν, ἐπιτρέπειν δὲ τῇ γνώμῃ τῶν οἰκείων, εἴτε γονεῖς εἶεν, εἴτε ἀδελφοί, εἴτε οἱτινεσοῦν προεστῶτες τῆς κόρης· κἂν μὲν ἕλωνται αὐτῷ παραδοῦναι, ἵστασθαι τὸ συνοικέσιον· ἐὰν δὲ ἀνανεύσωσι, μὴ βιάζεσθαι. τὸν μέντοι ἐκ διαφθορᾶς εἴτε λαθραίας εἴτε βιαιοτέρας γυναῖκα ἔχοντα ἀνάγκη τὸ τῆς πορνείας ἐπιγνῶναι ἐπιτίμιον. ἔστι δὲ ἐν τέσσαρσιν ἔτεσιν ὡρισμένη τοῖς πορνεύουσιν ἡ ἐπιτίμησις. χρὴ τῷ πρώτῳ ἐκβάλλεσθαι τῶν προσευχῶν, καὶ προσκλαίειν αὐτοὺς τῇ θύρᾳ τῆς ἐκκλησίας· τῷ δευτέρῳ δεχθῆναι εἰς ἀκρόασιν· τῷ τρίτῳ εἰς μετάνοιαν· τῷ τετάρτῳ εἰς σύστασιν μετὰ τοῦ λαοῦ, ἀπεχομένους τῆς προσφορᾶς· εἶτα αὐτοὺς ἐπιτρέπεσθαι τὴν κοινωνίαν τοῦ ἀγαθοῦ. </p><p rend="align(indent)"><milestone n="23" unit="section"/> Περὶ δὲ τῶν δύο ἀδελφὰς γαμούντων, ἢ ἀδελφοῖς δυσὶ γαμουμένων, ἐπιστολίδιον ἡμῖν ἐκπεφώνηται, οὗ τὸ ἀντίγραφον ἀπεστείλαμέν σου τῇ εὐλαβείᾳ. ὁ δὲ ἀδελφοῦ ἰδίου γυναῖκα λαβὼν οὐ πρότερον δεχθήσεται πρὶν ἀποστῆναι αὐτῆς. <pb n="v.3.p.116"/> </p><p rend="align(indent)"><milestone n="24" unit="section"/> Χήραν, τὴν καταλεγεῖσαν εἰς τὸν ἀριθμὸν τῶν χηρῶν, τουτέστι, τὴν διακονουμένην ὑπὸ τῆς Ἐκκλησίας, ἔκρινεν ὁ ἀπόστολος γαμούμένην παρορᾶσθαι. ἀνδρὶ δὲ χηρεύσαντι οὐδεὶς ἐπίκειται νόμος, ἀλλʼ ἱκανὸν τῷ τοιούτῳ τὸ τῶν διγάμων ἐπιτίμιον. ἡ μέντοι χήρα ἑξηκονταετὴς γεγονυῖα, ἐὰν ἕληται πάλιν ἀνδρὶ συνοικεῖν, οὐ καταξιωθήσεται τῆς τοῦ ἀγαθοῦ κοινωνίας, ἕως ἂν τοῦ πάθους τῆς ἀκαθαρσίας παύσηται. ἐὰν μέντοι πρὸ ἑξήκοντα ἐτῶν ἀριθμήσωμεν αὐτήν, ἡμέτερον τὸ ἔγκλημα, οὐ τοῦ γυναίου. </p><p rend="align(indent)"><milestone n="25" unit="section"/> Ὁ τὴν διεφθαρμένην ὑφʼ ἑαυτοῦ εἰς γυναῖκα κατέχων τὸ μὲν ἐπὶ τῇ φθορᾷ ἐπιτίμιον ὑποστήσεται, τὴν δὲ γυναῖκα ἔχειν συγχωρηθήσεται. </p><p rend="align(indent)"><milestone n="26" unit="section"/> Ἡ πορνεία γάμος οὐκ ἔστιν· ἀλλʼ οὐδὲ γάμου ἀρχή. ὥστε, ἐὰν ᾖ δυνατὸν τοὺς κατὰ πορνείαν συναπτομένους χωρίζεσθαι, τοῦτο κράτιστον. ἐὰν δὲ στέργωσιν ἐκ παντὸς τρόπου τὸ συνοικέσιον, τὸ μὲν τῆς πορνείας ἐπιτίμιον γνωριζέτωσαν· ἀφιέσθωσαν δέ, ἵνα μὴ χεῖρόν τι γένηται. </p><p rend="align(indent)"><milestone n="27" unit="section"/> Περὶ τοῦ πρεσβυτέρου, τοῦ κατʼ ἄγνοιαν <pb n="v.3.p.118"/> ἀθέσμῳ γάμῳ περιπαρέντος, ὥρισα ἃ ἐχρῆν· καθέδρας μὲν μετέχειν, τῶν δὲ λοιπῶν ἐνεργειῶν ἀπέχεσθαι. ἀρκετὸν γὰρ τῷ τοιούτῳ ἡ συγγνώμη. εὐλογεῖν δὲ ἕτερον, τὸν τὰ οἰκεῖα τημελεῖν ὀφείλοντα τραύματα, ἀνακόλουθον. εὐλογία γὰρ ἁγιασμοῦ μετάδοσίς ἐστιν. ὁ δὲ τοῦτο μὴ ἔχων, διὰ τὸ ἐκ τῆς ἀγνοίας παράπτωμα πῶς ἑτέρῳ μεταδώσει; μήτε τοίνυν δημοσίᾳ μήτε ἰδίᾳ εὐλογείτω, μήτε τὸ σῶμα τοῦ Χριστοῦ κατανεμέτω ἑτέροις, μήτε τι ἄλλο λειτουργείτω, ἀλλὰ ἀρκούμενος τῇ προεδρίᾳ προσκλαιέτω τῷ Κυρίῳ, συγχωρηθῆναι αὐτῷ τὸ ἐκ τῆς ἀγνοίας ἀνόμημα. </p><p rend="align(indent)"><milestone n="28" unit="section"/> Ἐκεῖνό γε μὴν γελοῖόν μοι κατεφάνη, τὸ εὔξασθαί τινα ὑείων ἀπέχεσθαι κρεῶν. ὥστε καταξίωσον διδάσκειν αὐτοὺς τῶν ἀπαιδεύτων προσευχῶν καὶ ἐπαγγελιῶν ἀπέχεσθαι· τὴν μέντοι χρῆσιν ἀδιάφορον εἶναι συγχώρησον. οὐδὲν γὰρ κτίσμα Θεοῦ ἀπόβλητον μετʼ εὐχαριστίας λαμβανόμενον. ὥστε ἡ εὐχὴ καταγέλαστος, οὐχ ἡ ἀποχὴ ἀναγκαία. </p><p rend="align(indent)"><milestone n="29" unit="section"/> Ἄρχοντας μέντοι ὀμνύειν, ἐπὶ τὸ κακοποιεῖν τοὺς ἀρχομένους, καὶ πάνυ θεραπεύεσθαι <pb n="v.3.p.120"/> προσῆκε. θεραπεία δὲ τούτων διττή· μία μέν, μὴ ὀμνύειν αὐτοὺς διδάσκεσθαι προχείρως· ἑτέρα δέ, μὴ ἐπιμένειν ἐν ταῖς πονηραῖς κρίσεσιν. ὥστε ὅρκῳ προληφθείς τις εἰς κακοποιίαν ἑτέρου, τὴν μὲν ἐπὶ τῇ προπετείᾳ τοῦ ὅρκου μετάνοιαν ἐπιδεικνύσθω, μὴ μέντοι προσχήματι εὐλαβείας τὴν πονηρίαν ἑαυτοῦ βεβαιούτω. οὐδὲ γὰρ Ἡρώδῃ συνήνεγκεν εὐορκήσαντι, ὃς ἵνα μὴ ἐπιορκήσῃ δῆθεν, φονεὺς ἐγένετο τοῦ προφήτου. ἅπαξ δὲ ὁ ὅρκος ἀπηγόρευται· πολλῷ δὲ δήπου εἰκὸς τὸν ἐπὶ κακῷ γινόμενον κατακεκρίσθαι. ὥστε μεταφρονεῖν τὸν ὀμνύοντα χρή, οὐχὶ σπουδάζειν βεβαιοῦν ἑαυτοῦ τὸ ἀνόσιον. ἐξέτασον γὰρ πλατύτερον τὴν ἀτοπίαν. εἴ τις ὀμόσειεν ἐνεξορύξειν τοὺς ὀφθαλμοὺς τοῦ ἀδελφοῦ, εἰ καλὸν τὸ τοιοῦτον εἰς ἔργον ἀγαγεῖν αὐτῷ; εἴ τις φονεύσειν; εἴ τις ὅλως δι’ ὅρκου ἔντολήν τινα παραβήσεσθαι; ὤμοσα γὰρ καὶ ἔστησα, οὐχὶ τὴν ἁμαρτίαν, ἀλλὰ τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. ὥσπερ δὲ τὴν ἐντολὴν ἀμεταθέτοις κρίμασι προσῆκε βεβαιοῦσθαι, οὕτω <pb n="v.3.p.122"/> τὴν ἁμαρτίαν παντοίως καθήκει ἀκυροῦσθαι καὶ ἀφανίζεσθαι. </p><p rend="align(indent)"><milestone n="30" unit="section"/> Περὶ τῶν ἁρπαζόντων κανόνα μὲν παλαιὸν οὐκ ἔχομεν, ἰδίαν δὲ γνώμην ἐποιησάμεθα· τρία ἔτη καὶ αὐτοὺς καὶ τοὺς συναρπάζοντας αὐτοῖς ἔξω τῶν εὐχῶν γίνεσθαι. τὸ δὲ μὴ βιαίως γινόμενον ἀνεύθυνόν ἐστιν, ὅταν μὴ φθορὰ ᾖ μηδὲ κλοπὴ ἡγουμένη τοῦ πράγματος. αὐτεξουσία δὲ ἡ χήρα, καὶ ἐπʼ αὐτῇ τὸ ἀκολουθῆσαι. ὥστε τῶν σχημάτων ἡμῖν οὐ φροντιστέον. </p><p rend="align(indent)"><milestone n="31" unit="section"/> Ἡ ἀναχωρήσαντος τοῦ ἀνδρὸς καὶ ἀφανοῦς ὄντος, πρὸ τοῦ πεισθῆναι περὶ τοῦ θανάτου αὐτοῦ ἑτέρῳ συνοικήσασα, μοιχᾶται. </p><p rend="align(indent)"><milestone n="32" unit="section"/> Οἱ τὴν πρὸς θάνατον ἁμαρτίαν ἁμαρτάνοντες <pb n="v.3.p.124"/> κληρικοὶ τοῦ βαθμοῦ κατάγονται, τῆς κοινωνίας δὲ τῶν λαϊκῶν οὐκ ἐξείργονται· οὐ γὰρ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό. </p><p rend="align(indent)"><milestone n="33" unit="section"/> Ἡ γυνὴ ἡ διὰ τῆς ὁδοῦ κυήσασα καὶ ἀμελήσασα τοῦ κυήματος τῷ τοῦ φόνου ἐγκλήματι ὑποκείσθω. </p><p rend="align(indent)"><milestone n="34" unit="section"/> Τὰς μοιχευθείσας γυναῖκας καὶ ἐξαγορευούσας δι’ εὐλάβειαν, ἢ ὁπωσοῦν ἐλεγχομένας, δημοσιεύειν οὐκ ἐκέλευσαν οἱ πατέρες ἡμῶν, ἵνα μὴ θανάτου αἰτίαν παράσχωμεν ἐλεγχθείσαις· ἵστασθαι δὲ αὐτὰς ἄνευ κοινωνίας προσέταξαν μέχρι τοῦ συμπληροῦσθαι τὸν χρόνον τῆς μετανοίας. </p><p rend="align(indent)"><milestone n="35" unit="section"/> Ἐπὶ δὲ τοῦ καταλειφθέντος ἀνδρὸς ὑπὸ <pb n="v.3.p.126"/> τῆς γυναικὸς χρὴ σκοπεῖν τὴν αἰτίαν τῆς ἐγκαταλείψεως· κἂν φανῇ ἀλόγως ἀναχωρήσασα, ὁ μὲν συγγνώμης ἐστὶν ἄξιος, ἡ δὲ ἐπιτιμίου. ἡ δὲ συγγνώμη τούτῳ πρὸς τὸ κοινωνεῖν τῇ Ἐκκλησίᾳ δοθήσεται. </p><p rend="align(indent)"><milestone n="36" unit="section"/> Στρατιώτιδες, αἱ τῶν ἀνδρῶν ἀφανῶν ὄντων γαμηθεῖσαι, τῷ αὐτῷ ὑπόκεινται λόγῳ, ᾧπερ ἂν καὶ αἱ διὰ τὴν ἀποδημίαν τῶν ἀνδρῶν μὴ ἀναμείνασαι τὴν ἐπάνοδον· πλὴν ἔχει τινὰ συγγνώμην τὸ πρᾶγμα ἐνταῦθα διὰ τὸ μᾶλλον πρὸς θάνατον εἶναι τὴν ὑπόνοιαν. </p><p rend="align(indent)"><milestone n="37" unit="section"/> Μετὰ τὸ ἀφαιρεθῆναι τὴν ἀλλοτρίαν ὁ γαμήσας ἐπὶ μὲν τῇ πρώτῃ μοιχείαν ἐγκληθήσεται, ἐπὶ δὲ τῇ δευτέρᾳ ἀνεύθυνος ἔσται. </p><p rend="align(indent)"><milestone n="38" unit="section"/> Αἱ κόραι αἱ παρὰ γνώμην πατρὸς ἀκολουθήσασαι πορνεύουσι· διαλλαγέντων δὲ τῶν γονέων, δοκεῖ θεραπείαν λαμβάνειν τὸ γεγονός· οὐκ εὐθὺς δὲ εἰς τὴν κοινωνίαν ἀποκαθίστανται, ἀλλʼ ἐπιτιμηθήσονται τρία ἔτη. <pb n="v.3.p.128"/> </p><p rend="align(indent)"><milestone n="39" unit="section"/> Ἡ τῷ μοιχῷ συζῶσα μοιχαλίς ἐστι πάντα τὸν χρόνον. </p><p rend="align(indent)"><milestone n="40" unit="section"/> Ἡ παρὰ γνώμην τοῦ δεσπότου ἀνδρὶ ἑαυτὴν ἐκδιδοῦσα ἐπόρνευσεν· ἡ δὲ μετὰ ταῦτα πεπαρρησιασμένῳ γάμῳ χρησαμένη ἐγήματο. ὥστε ἐκεῖνο μὲν πορνεία, τοῦτο δὲ γάμος. αἱ γὰρ συνθῆκαι τῶν ὑπεξουσίων οὐδὲν ἔχουσι βέβαιον. </p><p rend="align(indent)"><milestone n="41" unit="section"/> Ἡ ἐν τῇ χηρείᾳ ἑαυτῆς ἐξουσίαν ἔχουσα ἀνδρὶ συνοικεῖν ἀνέγκλητος, εἰ μηδείς ἐστιν ὁ διασπῶν τὸ συνοικέσιον· τοῦ ἀποστόλου εἰπόντος· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστίν ᾧ θέλει γαμηθῆναι· μόνον ἐν Κυρίῳ. </p><p rend="align(indent)"><milestone n="42" unit="section"/> Οἱ ἄνευ τῶν κρατούντων γάμοι πορνεῖαί εἰσιν. οὔτε οὖν πατρὸς ζῶντος, οὔτε δεσπότου, οἱ συνιόντες ἀνεύθυνοί εἰσιν. ὡς ἐὰν ἐπινεύσωσιν οἱ κύριοι τὴν συνοίκησιν, τότε λαμβάνει τὸ τοῦ γάμου βέβαιον. </p><p rend="align(indent)"><milestone n="43" unit="section"/> Ὃς θανάτου πληγὴν τῷ πλησίον ἔδωκε φονεύς ἐστιν, εἴτε ἦρξε τῆς πληγῆς εἴτε ἠμύνατο. </p><pb n="v.3.p.130"/><p rend="align(indent)"><milestone n="44" unit="section"/> Ἡ διάκονος ἡ τῷ Ἕλληνι συμπορνεύσασα δεκτή ἐστιν εἰς μετάνοιαν, εἰς δὲ τὴν προσφορὰν δεχθήσεται τῷ ἑβδόμῳ ἔτει, δηλονότι, ἐν ἁγνείᾳ ζῶσα. ὁ δὲ μετὰ τὴν πίστιν Ἕλλην πάλιν τῇ ἱεροσυλίᾳ προσιών, ἐπὶ τὸν ἔμετον ὑποστρέφει. ἡμεῖς δὲ τῆς διακόνου τὸ σῶμα, ὡς καθιερωμένον, οὐκέτι ἐπιτρέπομεν ἐν χρήσει εἶναι σαρκικῇ. </p><p rend="align(indent)"><milestone n="45" unit="section"/> Ἐάν τις τὸ ὄνομα λαβὼν τοῦ Χριστιανισμοῦ, ἐνυβρίζῃ τὸν Χριστόν, οὐδὲν ὄφελος αὐτῷ ἀπὸ τῆς προσηγορίας. </p><p rend="align(indent)"><milestone n="46" unit="section"/> Ἡ δὲ τῷ καταλειφθέντι πρὸς καιρὸν παρὰ τῆς γυναικὸς κατὰ ἄγνοιαν γημαμένη, εἶτα ἀφεθεῖσα διὰ τὸ ἐπανελθεῖν πρὸς αὐτὸν τὴν προτέραν, ἐπόρνευσε μέν, ἐν ἀγνοίᾳ δέ. γάμου οὖν οὐκ εἰρχθήσεται. κάλλιον δέ, ἐὰν μείνῃ οὕτως. </p><p rend="align(indent)"><milestone n="47" unit="section"/> Ἐγκρατῖται καὶ Σακκοφόροι καὶ Ἀποτακτῖται <pb n="v.3.p.132"/> τῷ αὐτῷ οὐχ ὑπόκεινται λόγῳ, ᾧ καὶ Ναυατιανοί, ὅτι περὶ μὲν ἐκείνων κανὼν ἐξεφωνήθη, εἰ καὶ διάφορος· τὰ δὲ κατὰ τούτους ἀποσεσιώπηται. ἡμεῖς μέντοι ἑνὶ λόγῳ ἀναβαπτίζομεν τοὺς τοιούτους. εἰ δὲ παρʼ ὑμῖν ἀπηγόρευται τὸ τοῦ ἀναβαπτισμοῦ, ὥσπερ οὖν καὶ παρὰ Ῥωμαίοις, οἰκονομίας τινὸς ἕνεκα, ἀλλʼ ὁ ἡμέτερος λόγος ἰσχὺν ἐχέτω. ὅτι ἐπειδὴ ὥσπερ Μαρκιωνιστῶν ἐστιν ἀποβλάστημα ἡ κατʼ αὐτοὺς αἵρεσις, βδελυσσομένων τὸν γάμον, καὶ ἀποστρεφομένων τὸν οἶνον, καὶ τὴν κτίσιν τοῦ Θεοῦ μεμιασμένην εἶναι λεγόντων, οὐ δεχόμεθα αὐτοὺς εἰς τὴν Ἐκκλησίαν, ἐὰν μὴ βαπτισθῶσιν εἰς τὸ ἡμέτερον βάπτισμα. μὴ γὰρ λεγέτωσαν ὅτι Εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ἐβαπτίσθημεν, οἵ γε κακῶν ποιητὴν ὑποτιθέμενοι τὸν Θεόν, ἐφαμίλλως τῷ Μαρκίωνι καὶ ταῖς λοιπαῖς αἱρέσεσιν. ὥστε, ἐὰν ἀρέσῃ τοῦτο, δεῖ πλείονας ἐπισκόπους ἐν ταὐτῷ γενέσθαι καὶ οὕτως ἐκθέσθαι τὸν κανόνα, ἵνα καὶ τῷ ποιήσαντι τὸ ἀκίνδυνον ᾖ καὶ ὁ ἀποκρινόμενος τὸ ἀξιόπιστον ἔχῃ ἐν τῇ περὶ τῶν τοιούτων ἀποκρίσει. </p><p rend="align(indent)"><milestone n="48" unit="section"/> Ἡ δὲ ἐγκαταλειφθεῖσα παρὰ τοῦ ἀνδρός, κατὰ τὴν ἐμὴν γνώμην, μένειν ὀφείλει. εἰ γὰρ <pb n="v.3.p.134"/> ὁ Κύριος εἶπεν, ὅτι Ἐάν τις καταλίπῃ γυναῖκα ἐκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, ἐκ τοῦ μοιχαλίδα αὐτὴν ὀνομάσαι ἀπέκλεισεν αὐτὴν τῆς πρὸς ἕτερον κοινωνίας. πῶς γὰρ δύναται ὁ μὲν ἀνὴρ ὑπεύθυνος εἶναι, ὡς μοιχείας αἴτιος, ἡ δὲ γυνὴ ἀνέγκλητος εἶναι, ἡ μοιχαλὶς παρὰ τοῦ Κυρίου διὰ τὴν πρὸς ἕτερον ἄνδρα κοινωνίαν προσαγορευθεῖσα; </p><p rend="align(indent)"><milestone n="49" unit="section"/> Αἱ πρὸς ἀνάγκην γενόμεναι φθοραὶ ἀνεύθυνοι ἔστωσαν. ὥστε καὶ ἡ δούλη, εἰ ἐβιάσθη παρὰ τοῦ οἰκείου δεσπότου, ἀνεύθυνός ἐστιν. </p><p rend="align(indent)"><milestone n="50" unit="section"/> Τριγαμίας νόμος οὐκ ἔστιν. ὥστε νόμῳ γάμος τρίτος οὐκ ἄγεται. τὰ μέντοι τοιαῦτα ὡς ῥυπάσματα τῆς Ἐκκλησίας ὁρῶμεν· δημοσίαις δὲ καταδίκαις οὐχ ὑποβάλλομεν, ὡς τῆς ἀνειμένης πορνείας αἱρετώτερα. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="200"><head rend="align(center)">Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου.</head><p rend="align(indent)"> Ἡμᾶς ἀρρωστίαι ἐξ ἀρρωστιῶν τε διαδέχονται, καὶ ἀσχολίαι ἐκκλησιαστικῶν τε ὁμοῦ πραγμάτων καὶ τῶν ταῖς ἐκκλησίαις ἐπηρεαζόντων συνέσχον παρὰ πάντα τὸν χειμῶνα, καὶ τὸν μέχρι ταύτης τῆς ἐπιστολῆς χρόνον. διὸ οὔτε <pb n="v.3.p.136"/> ἀποστεῖλαί τινα οὔτε ἐπισκέψασθαι τὴν εὐλάβειάν σου δυνατὸν ἡμῖν ἐγένετο. εἰκάζομεν δὲ καὶ τὰ σὰ τοιαῦτα ἕτερα εἶναι· οὐ κατὰ τὴν ἀρρωστίαν λέγω, μὴ γένοιτο· παράσχοι γὰρ ὁ Κύριος ὑγείαν τῷ σώματι σου διαρκῆ πρὸς ὑπηρεσίαν τῶν ἐντολῶν αὐτοῦ· ἀλλʼ ὅτι ἡ μέριμνα τῶν ἐκκλησιῶν καὶ σοὶ τὸν αὐτὸν ἐμβάλλει περισπασμόν. καὶ νῦν ἔμελλόν τινα ἀποστέλλειν αὐτοῦ τούτου ἕνεκεν, ὥστε γνωρίσαι ἡμῖν τὰ περὶ τῆς διαθέσεώς σου. ἐπεὶ δὲ ὁ ποθεινότατος υἱὸς Μελέτιος, παραπέμπων τοὺς νεολέκτους, ὑπέμνησεν ἡμᾶς, ὅτι εἴη σε δι’ αὐτοῦ προσειπεῖν, ἐδεξάμεθα τὴν ὑπόθεσιν τῶν γραμμάτων ἄσμενοι, καὶ τῷ διακόνῳ τῶν ἐπιστολῶν ἐπεδράμομεν, ἀνδρὶ ἐξαρκοῦντι καὶ ἀντʼ ἐπιστολῆς εἶναι, διά τε τὸ τοῦ τρόπου φιλάληθες, καὶ διὰ τὸ μηδὲν ἀγνοεῖν τῶν καθʼ ἡμᾶς. δι’ οὗ παρακαλοῦμεν τὴν εὐλάβειάν σου προηγουμένως εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα δῷ Κύριος ἐμοὶ μὲν ἀπαλλαγὴν τοῦ φορτικοῦ τούτου σώματος, ταῖς δὲ ἐκκλησίαις αὐτοῦ τὴν εἰρήνην, σοὶ δὲ ἡσυχιάν καὶ ἄδειαν τοῦ, ἐπειδὰν διαθῇ τὰ κατὰ τὴν Λυκαονίαν ἀποστολικῶς, ὡς ἐνήρξω, ἐπισκέπτεσθαι καὶ τὰ ὧδε, κἄν τε ἐνδημῶμεν τῇ σαρκί, κἂν ἀποδημῆσαι ἤδη πρὸς τὸν Κύριον ἐπιταχθῶμεν, ἵνα αὐτός, ὡς ἰδίων, ὅπερ οὖν καὶ ἔστιν, ἀντέχῃ τῶν καθʼ ἡμᾶς τόπων καὶ στηρίζῃς μὲν τὰ σαθρά, ἐπεγείρῃς δὲ τὰ νωθρά, πάντα δὲ τῇ χάριτι τοῦ Πνεύματος, τοῦ ὄντος ἐν σοί, μετακοσμήσῃς πρὸς τὸ εὐάρεστον τῷ Κυρίῳ.</p><pb n="v.3.p.138"/><p rend="align(indent)"> Τοὺς δὲ τιμιωτάτους υἱοὺς ἡμῶν Μενέτιον καὶ Μελίτιον, οὓς πόρρωθεν οἶδας καὶ ἑαυτοῦ κρίνεις, ἔχε ἐν παρακαταθήκῃ, εὐχόμενος ὑπὲρ αὐτῶν. αὔταρκες γὰρ αὐτοῖς τοῦτο πρὸς πᾶσαν ἀσφάλειαν. ὥστε καὶ τοὺς συνόντας τῇ ὁσιότητί σου, καὶ πάντα τὸν κλῆρον καὶ τὸν λαὸν τὸν ὑπὸ σοῦ ποιμαινόμενον, καὶ τοὺς θεοφιλεστάτους ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργοὺς προσειπεῖν παρʼ ἡμῶν καταξίωσον. τῆς μνήμης τοῦ μακαριωτάτου μάρτυρος Εὐψυχίου μέμνησο, καὶ μὴ ἀναμείνῃς δευτέραν ὑπόμνησιν, μηδὲ ἐμπρόθες μον σπουδάσῃς ποιήσασθαι τὴν ἀπάντησιν, ἀλλὰ προλαβεῖν καὶ εὐφρᾶναι ἡμᾶς, ἐὰν ἄρα ἔτι ὦμεν ἐπὶ τῆς γῆς. ἕως τότε ἐρρωμένος ἐν Κυρίῳ, ὑπερευχόμενος ἡμῶν, διαφυλαχθείης ἡμῖν καὶ ταῖς τοῦ Θεοῦ ἐκκλησίαις χάριτι τοῦ ἁγίου. </p></div></div></body></text></TEI>