<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="191"><head rend="align(center)">Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου.</head><p rend="align(indent)"> Ἐντυχόντες τοῖς γράμμασι τῆς εὐλαβείας σου, πολλὴν τῷ Θεῷ τὴν χάριν ἔσχομεν, ὅτι ἀρχαίας ἀγάπης ἴχνη εὕρομεν ἐν τοῖς ῥήμασι τῆς ἐπιστολῆς· ὅς γε οὐκ ἔπαθες τὸ τῶν πολλῶν, οὐδὲ φιλονείκως ἔσχες πρὸς τὸ μὴ καὶ αὐτὸς κατάρξαι τῆς ἀγαπητικῆς ὁμιλίας· ἀλλʼ ὡς πεπαιδευμένος τὸ ἐκ ταπεινοφροσύνης μεγαλεῖον περιγινόμενον τοῖς ἁγίοις, οὕτως εἵλου διὰ τῶν δευτερείων ἔμπροσθεν ἡμῶν ἀποφανθῆναι. καὶ γὰρ οὗτος νόμος τῆς ἐν Χριστιανοῖς νίκης, καὶ ὁ ἔλαττον ἔχειν καταδεξάμενος στεφανοῦται. ἵνα οὖν μὴ ἀπολειφθῶμεν τοῦ ἀγαθοῦ ζήλου, ἰδοὺ καὶ αὐτοὶ ἀντιφθεγγόμεθά σου τὴν σεμνότητα, καὶ δείκυμεν τὴν προαίρεσιν ἡμῶν, ὅτι Θεοῦ χάριτι τῆς κατὰ τὴν πίστιν συμφωνίας ἐρρωμένης ἡμῖν, οὐδὲν ἕτερόν ἐστι τὸ ἐμποδίζον πρὸς τὸ εἶναι ἡμᾶς ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι διὰ τῆς κλήσεως. τῆς οὖν σῆς ἐστιν ἀγάπης τῇ ἀγαθῇ ἀρχῇ καὶ τὰ ἐφεξῆς ἀποδοῦναι, <pb n="v.3.p.80"/> συστατεῖν μὲν περὶ σεαυτὸν τοὺς ὁμοψύχους, δηλῶσαι δὲ καὶ χρόνον καὶ τόπον τῆς συντυχίας, ἵνα οὕτω τῇ τοῦ Θεοῦ χάριτι ἀπολαβόντες ἀλλήλους, τῷ ἀρχαίῳ εἴδει τῆς ἀγάπης τὰς ἐκκλησίας οἰκονομήσωμεν, τοὺς παρʼ ἑκατέρου μέρους βαδίζοντας τῶν ἀδελφῶν ὡς ἴδια μέλη προσιέμενοι, προπέμποντες ὡς ἐπὶ οἰκείους, καὶ ὑποδεχόμενοι πάλιν ὡς παρʼ οἰκείων. τοῦτο γὰρ ἦν ποτε τῆς Ἐκκλησίας τὸ καύχημα, ὅτι ἀπὸ τῶν περάτων τῆς οἰκουμένης ἐπὶ τὰ πέρατα μικροῖς συμβόλοις ἐφοδιαζόμενοι οἱ ἐξ ἑκάστης ἐκκλησίας ἀδελφοὶ πάντας πατέρας καὶ ἀδελφοὺς εὕρισκον· ὃ νῦν μετὰ τῶν ἄλλων ἀφῄρηται ἡμῶν ὁ ἐχθρὸς τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ, καὶ κατὰ πόλεις περιγεγράμμεθα, καὶ ἕκαστος δι’ ὑποψίας ἔχομεν τὸν πλησίον. καὶ τί γὰρ ἄλλο, ἢ ἐψύξαμεν τὴν ἀγάπην, ἀφʼ ἧς μόνης τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος ἡμῶν εἶπε χαρακτηρίζεσθαι; καὶ εἰ δοκεῖ, πρότερον αὐτοὶ μετʼ ἀλλήλων γνωρίσατε ἑαυτούς, ἵνα γνῶμεν πρὸς τίνας ἡμῖν ἔσται ἡ συμφωνία. καὶ οὕτως ἐκ κοινῆς συγκαταθέσεως τόπον τινὰ τοῖς ἀμφοτέροις ἀνεπαχθῆ, καὶ χρόνον ταῖς ὁδοιπορίαις πρέποντα ἐκλεξάμενοι, δραμούμεθα παρʼ ἀλλήλοις, καὶ ὁ Κύριος ἡμᾶς κατευοδώσει. <pb n="v.3.p.82"/> ἐρρωμένος καὶ εὔθυμος εἴης, ὑπερευχόμενός μου, καὶ χαρισθείης μοι τῇ τοῦ ἁγίου φιλανθρωπίᾳ. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="192"><head rend="align(center)">Σωφρονίῳ μαγίστρῳ.</head><p rend="align(indent)"> Εἰ αὐτὸς διπλῆν ἔλαβες χάριν, ὡς αὐτὸς τῇ ἀνυπερβλήτῳ προθυμίᾳ περὶ τὰ ἀγαθὰ ἔργα ἐπέστειλας ἡμῖν, μίαν μὲν τῷ δέξασθαι γράμματα, δευτέραν δὲ τῷ ὑπουργῆσαι τῇ χρείᾳ ἡμῶν· πόσην τινὰ χρὴ νομίζειν ἡμᾶς ἔχειν τὴν χάριν, γράμμασί τε τῆς ἡδίστης φωνῆς ἐντυχόντας, καὶ τὴν ἐπιζητηθεῖσαν χρείαν τοσούτῳ τάχει πληρωθεῖσαν ὁρῶντας. ὥστε ἡδέως δεξάμενοι τὸ ἀποσταλὲν διὰ τὴν οἰκείαν αὐτοῦ φύσιν, πολλῷ ἥδιον αὐτὸ προσηκάμεθα τῷ σὲ εἶναι τὸν τῆς κατασκευῆς αὐτοῦ προεστῶτα. παράσχοι δὲ ἡμῖν ὁ Κύριος ἰδεῖν σε ἐν τάχει, ὥστε ἀπὸ γλώττης ὁμολογῆσαι τὴν χάριν, καὶ πάντων ὁμοῦ τῶν ἐν σοὶ καλῶν ἀπολαῦσαι. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="193"><head rend="align(center)">Μελετίῳ ἀρχιάτρῳ.</head><p rend="align(indent)"> Ἡμῖν οὐδʼ ὅσον ταῖς γεράνοις ὑπάρχει τὰ δυσχερῆ τοῦ χειμῶνος διαφυγεῖν, ἀλλʼ ἕνεκα μὲν τοῦ προϊδέσθαι τὸ μέλλον οὐδὲν ἴσως τῶν <pb n="v.3.p.84"/> γεράνων χείρους ἐσμέν· τῷ δὲ κατὰ τὸν βίον αὐτεξουσίῳ τοσούτον τῶν ὀρνίθων ἀπολιμπανόμεθα, ὅσον καὶ τοῦ πέτεσθαι δύνασθαι, μικροῦ δεῖν. πρῶτον μὲν γάρ με ἀσχολίαι τινὲς τῶν κατὰ τὸν βίον πραγμάτων ἐπέσχον· ἔπειτα δὲ πυρετοὶ συνεχεῖς καὶ λάβροι οὕτω μου τὸ σῶμα κατεδαπάνησαν, ὥστε ἐφάνη τι καὶ ἐμοῦ λεπτότερον, αὐτὸς ἐγὼ ἐμαυτοῦ· εἶτα τεταρταίων προσβολαὶ πρὸς πλεῖον ἢ εἴκοσι διαρκέσασαι κύκλους. νυνὶ δὲ ὅτε δοκῶ τῶν πυρετῶν ἀπηλλάχθαι, οὕτως ὑπὸ τῆς ἀδυναμίας διάκειμαι, ὥστε μηδὲν ἐν τούτῳ ἀποδεῖν ἀραχνίου. ὅθεν μοι πᾶσα μὲν ὁδὸς ἄβατος, πᾶσα δὲ πνεύματος προσβολὴ πλείονα φέρει τὸν κίνδυνον ἢ αἱ τρικυμίαι τοῖς πλέουσιν. ἀνάγκη τοίνυν ὑπὸ δωματίῳ κεκρύφθαι, καὶ ἀναμένειν τὸ ἔαρ, ἐάνπερ διαρκέσαι πρὸς αὐτὸ δυνηθῶμεν, ἀλλὰ μὴ προδιαμάρτοιμεν ὑπὸ τοῦ κακοῦ τοῦ τοῖς σπλάγχνοις ἐνιδρυμένου. ἐὰν δὲ διασώσῃ ἡμᾶς ὁ Κύριος τῇ μεγάλῃ αὐτοῦ χειρί, ἀσμενέστατα μὲν τὴν ἐσχατιὰν ὑμῶν καταληψόμεθα, ἀσμενέστατα δὲ σὲ τὴν φίλην ἡμῖν κεφαλὴν περιπτυξόμεθα. μόνου εὔχου πρὸς τὸ συμφέρον τῇ ψυχῇ τὴν ζωὴν ἡμῶν οἰκονομεῖσθαι. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="194"><head rend="align(center)">Ζωΐλῳ.</head><p rend="align(indent)"> Οἷα ποιεῖς, ὦ θαυμάσιε, προλαμβάνων ἡμᾶς εἰς τὸ τῆς ταπεινώσεως μέτρον; ὅς γε τοιοῦτος <pb n="v.3.p.86"/> ὢν τὴν παίδευσιν, καὶ οὕτως εἰδὼς ἐπιστέλλειν, ὡς δηλοῖ τὰ γράμματα, ὅμως ἀξιοῖς ὡς ἐπὶ τολμηροτέρᾳ τινὶ ἐγχειρήσει καὶ ὑπερβαινούσῃ σου τὴν ἀξίαν, συγγνώμης παρʼ ἡμῶν τυγχάνειν. ἀλλὰ τῆς εἰρωνείας ταύτης ἀφέμενος, ἐπίστελλε ὑμῖν διὰ πάσης προφάσεως. εἴτε γὰρ ἡμῖν λόγων μέτεστιν, ἥδιστα λογίου ἀνδρὸς γράμμασιν ἐντευξόμεθα· εἴτε καὶ τὸ τῆς ἀγάπης καλὸν ὅσον ἐστὶ παρὰ τῆς Γραφῆς πεπαιδεύμεθα, τοῦ παντὸς ἀξίαν τιθέμεθα ἀνδρὸς ἀγαπῶντος ἡμᾶς ὁμιλίαν. εἴη δέ σε γράφειν ἃ εὐχόμεθά σοι ἀγαθά, ὑγείαν σώματος καὶ εὐθηνίαν οἴκου παντός. </p><p rend="align(indent)"> Τὰ δὲ ἡμέτερα μηδὲν ἀνεκτότερα γίνωσκε τῆς συνηθείας εἶναι. ἀρκεῖ δὲ τοσοῦτον εἰπεῖν, καὶ ἐνδείξασθαί σοι τοῦ σώματος ἡμῶν τὴν ἀσθένειαν. τὴν γὰρ νῦν κατέχουσαν ἡμᾶς εἰς τὸ ἀρρωστεῖν ὑπερβολήν, οὔτε λόγῳ ἐνδείξασθαι ῥᾷδιον, οὔτε ἔργῳ πεισθῆναι, εἴπερ ἐκείνων, ὧν αὐτὸς ᾔδεις, εὑρέθη τι πλεῖον παρʼ ἡμῖν εἰς ἀρρωστίαν. Θεοῦ δὲ τοῦ ἀγαθοῦ ἔργον δοῦναι ἡμῖν δύναμιν, πρὸς τὸ ἐν ὑπομονῇ φέρειν τὰς ἐπὶ συμφέροντι ἡμῖν ἐπαγομένας εἰς τὸ σῶμα πληγὰς παρὰ τοῦ εὐεργετοῦντος ἡμᾶς Κυρίου. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="195"><head rend="align(center)">Εὐφρονίῳ, ἐπισκόπῳ Κολωνείας Ἀρμενίας.</head><p rend="align(indent)"> Διὰ τὸ μακρὰν ἀπῳκίσθαι τῶν ὁδευομένων τοπων τὴν Κολώνειαν, ἣν ὁ Κύριος ἔδωκεν ὑπὸ <pb n="v.3.p.88"/> σοὶ διιθύνεσθαι, πολλάκις κἂν τοῖς ἄλλοις ἀδελφοῖς ἐπιστέλλωμεν τοῖς κατὰ τὴν μικρὰν Ἀρμενίαν, ὀκνηρῶς πέμπομεν γράμματα πρὸς τὴν εὐλάβειάν σου, μηδένα ἐλπίζοντες εἶναι τὸν μέχρις ἐκείνων διακομίζοντα. ἀλλὰ νῦν ἢ αὐτόν σε παρέσεσθαι προσδοκῶντες, ἢ διαπεμφθήσεσθαι τὴν ἐπιστολὴν παρὰ τῶν ἐπισκόπων οἷς ἐπεστείλαμεν, καὶ γράφομεν τῇ εὐλαβείᾳ σου, καὶ προσαγορεύομέν σε διὰ τοῦ γράμματος, ὁμοῦ μὲν σημαίνοντες ὅτι δοκοῦμεν ἔτι εἶναι ὑπὲρ τῆς γῆς, ὁμοῦ δὲ παρακαλοῦντες προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα ὁ Κύριος ἐλαττώσῃ τὰς θλίψεις, καὶ τὸ πολὺ τοῦτο βάρος τῆς ὀδύνης τῆς νῦν ἐπικειμένης ταῖς καρδίαις ἡμῶν, οἷόν τι νέφος, ἀφʼ ἡμῶν ἀπαγάγῃ. ἔσται δὲ τοῦτο ἐὰν ταχεῖαν δῷ τὴν ἐπάνοδον τοῖς θεοφιλεστάτοις ἐπισκόποις, οἳ νῦν εἰσιν ἐν τῇ διασπορᾷ, δίκας διδόντες ὑπὲρ τῆς εὐσεβείας. </p></div></div></body></text></TEI>