<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="186"><head rend="align(center)">Ἀντιπάτρῳ ἡγεμόνι</head><p rend="align(indent)">  Ὡς καλὴ ἡ φιλοσοφία, τά τε ἄλλα, καὶ ὅτι οὐδὲ ἰατρεύεσθαι πολυτελῶς τοῖς τροφίμοις αὐτῆς ἐπιτρέπει· ἀλλὰ τὸ αὐτὸ καὶ ὄψον ἐστὶ παρʼ αὐτῇ καὶ πρὸς ὑγίειαν ἀρκεῖ. τὰς γάρ τοι ὀρέξεις ἀποκαμούσας, ὡς ἐπυθόμην, κράμβαις ἐν ὄξει ταριχευθείσαις ἀνεκαλέσω· ἃς ἐγὼ πρότερον μὲν ἐδυσχέραινον καὶ διὰ τὴν παροιμίαν, καὶ ὅτι ὑπόμνημα ἦσαν τῆς συντρόφου πενίας.</p><p rend="align(indent)"> Νῦν δέ μοι δοκῶ καὶ ἐμαυτὸν μεταπείσειν, καὶ τῆς παροιμίας καταγελάσεσθαι, ὁρῶν αὐτὴν οὕτως ἀγαθὴν κουροτρόφον, ἣ τὸν ἄρχοντα ἡμῶν εἰς ἀκμὴν ἐπανήγαγε. καὶ οὐδὲν εἶναι τοῦ λοιποῦ κατʼ αὐτὴν ἡγήσομαι, οὐχ ὅπως τὸν Ὁμηρικὸν <pb n="v.3.p.4"/> λωτόν, ἀλλʼ οὐδὲ τὴν ἀμβροσίαν ἐκείνην, ἥτις ποτʼ ἄρα ἦν, ἡ τοὺς Ὀλυμπίους χορτάζουσα. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="187"><head rend="align(center)">Ἀντίπατρος Βασιλείῳ</head><p rend="align(indent)"> Δὶς κράμβη θάνατος, ἡ βάσκανός φησι παροιμία. ἐγὼ δὲ πολλάκις αἰτήσας ἅπαξ ἀποθανοῦμαι· πάντως δὲ καὶ μὴ αἰτήσας. εἰ δὲ πάντως, μὴ κατόκνει ἐσθίειν ὄψον ἡδύ, μάτην ὑπὸ τῆς παροιμίας λοιδορηθέν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="188"><head rend="align(center)">ΚΑΝΟΝΙΚΗ <num>α</num>· Ἀμφιλοχίῳ περὶ κανόνων</head><p rend="align(indent)"> Ἀνοήτῳ, φησίν, ἐπερωτήσαντι σοφία λογισθήσεται. σοφοῦ δέ, ὡς ἔοικεν, ἐπερώτημα καὶ τὸν ἀνόητον σοφίζει· ὅπερ τῇ τοῦ Θεοῦ χάριτι <pb n="v.3.p.6"/> συμβαίνει ἡμῖν, ὁσάκις ἂν δεξώμεθά σου τῆς φιλοπόνου ψυχῆς τὰ γράμματα. ἐπιστατικώτεροι γὰρ ἑαυτῶν καὶ ἐμφρονέστεροι γινόμεθα ἀπʼ αὐτῆς τῆς ἐρωτήσεως, πολλὰ ὧν οὐκ ἐπιστάμεθα διδασκόμενοι· καὶ γίνεται ἡμῶν διδάσκαλος ἡ περὶ τὸ ἀποκρίνεσθαι μέριμνα. ἀμέλει καὶ νῦν, οὐδέποτε λαβόντες ἐν φροντίδι τὰ ἐπερωτήματά σου, ἠναγκάσθημεν ἐπισκέψασθαι ἀκριβῶς, καὶ εἴ τέ τι ἠκούσαμεν παρὰ τῶν πρεσβυτέρων, ἀναμνησθῆναι, καὶ τὰ συγγενῆ ὧν ἐδιδάχθημεν παρʼ ἑαυτῶν ἐπιλογίσασθαι.</p><p rend="align(indent)"><milestone n="1" unit="section"/>Τὸ μὲν οὖν περὶ τοὺς Καθαροὺς ζήτημα καὶ εἴρηται πρότερον, καὶ καλῶς ἀπεμνημόνευσας, ὅτι <pb n="v.3.p.8"/> δεῖ τῷ ἔθει τῶν καθʼ ἑκάστην χώραν ἕπεσθαι, διὰ τὸ διαφόρως ἐνεχθῆναι περὶ τοῦ βαπτίσματος αὐτῶν τοὺς τότε περὶ τούτων διαλαβόντας· τὸ δὲ τῶν Πεπουζηνῶν οὐδένα μοι λόγον ἔχειν δοκεῖ· καὶ ἐθαύμασα πῶς κανονικὸν ὄντα τὸν Διονύσιον παρῆλθεν. ἐκεῖνο γὰρ ἔκρινον οἱ παλαιοὶ δέχεσθαι βάπτισμα, τὸ μηδὲν τῆς πίστεως παρεκβαῖνον· ὅθεν τὰς μὲν αἱρέσεις ὠνόμασαν, τὰ δὲ σχίσματα, τὰς δὲ παρασυναγωγάς· <pb n="v.3.p.10"/> αἱρέσεις μὲν τοὺς παντελῶς ἀπερρηγμένους, καὶ κατʼ αὐτὴν τὴν πίστιν ἀπηλλοτριωμένους· σχίσματα δὲ τοὺς δι’ αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας· παρασυναγωγὰς δὲ τὰς συνάξεις τὰς παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέρων ἢ ἐπισκόπων καὶ παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας. οἷον εἴ τις ἐν πταίσματι ἐξετασθεὶς ἐπεσχέθη τῆς λειτουργίας, καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν, ἀλλʼ ἑαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν, καὶ συναπῆλθον τούτῳ τινὲς καταλιπόντες τὴν καθολικὴν Ἐκκλησίαν, παρασυναγωγὴ τὸ τοιοῦτο. σχίσμα δὲ τὸ περὶ τῆς μετανοίας διαφόρως ἔχειν πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας. αἱρέσεις δέ, οἷον ἡ τῶν Μανιχαίων, καὶ Οὐαλεντίνων, καὶ Μαρκιονιστῶν, καὶ αὐτῶν <pb n="v.3.p.12"/> τούτων τῶν Πεπουζηνῶν· εὐθὺς γὰρ περὶ αὐτῆς τῆς εἰς Θεὸν πίστεώς ἐστιν ἡ διαφορά. ἔδοξε τοίνυν τοῖς ἐξ ἀρχῆς, τὸ μὲν τῶν αἱρετικῶν παντελῶς ἀθετῆσαι, τὸ δὲ τῶν ἀποσχισάντων, ὡς ἔτι ἐκ τῆς Ἐκκλησίας ὄντων, παραδέξασθαι· τοὺς δὲ ἐν ταῖς παρασυναγωγαῖς, μετανοίᾳ ἀξιολόγῳ καὶ ἐπιστροφῇ βελτιωθέντας, συνάπτεσθαι πάλιν τῇ Ἐκκλησίᾳ, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ, συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπειδὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν. οἱ τοίνυν Πεπουζηνοὶ προδήλως εἰσὶν αἱρέτικοι· εἰς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐβλασφήμησαν, Μοντανῷ καὶ Πρισκίλλῃ τὴν τοῦ Παρακλήτου προσηγορίαν ἀθεμίτως καὶ ἀναισχύντως ἐπιφημίσαντες. εἴτε οὖν ὡς ἀνθρώπους θεοποιοῦντες, κατάκριτοι· εἴτε ὡς τὸ Πνεῦμα τὸ ἅγιον τῇ πρὸς ἀνθρώπους συγκρίσει καθυβρίζοντες, <pb n="v.3.p.14"/> καὶ οὕτω τῇ αἰωνίῳ καταδίκῃ ὑπεύθυνοι, διὰ τὸ ἀσυγχώρητον εἶναι τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν. τίνα οὖν λόγον ἔχει τὸ τούτων βάπτισμα ἐγκριθῆναι τῶν βαπτιζόντων εἰς Πατέρα καὶ Υἱὸν καὶ Μοντανὸν ἢ Πρίσκιλλαν; οὐ γὰρ ἐβαπτίσθησαν οἱ εἰς τὰ μὴ παραδεδομένα ἡμῖν βαπτισθέντες. ὥστε, εἰ καὶ τὸν μέγαν Διονύσιον τοῦτο παρέλαθεν, ἀλλʼ ἡμῖν οὐ φυλακτέον τὴν μίμησιν τοῦ σφάλματος. τὸ γὰρ ἄτοπον αὐτόθεν πρόδηλον, καὶ πᾶσιν ἐναργές, οἷς τι καὶ μικρὸν τοῦ λογίζεσθαι μέτεστιν. </p><p rend="align(indent)"> Οἱ Καθαροὶ καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσί. πλὴν ἀλλʼ ἔδοξε τοῖς ἀρχαίοις, τοῖς περὶ Κυπριανὸν λέγω καὶ Φιρμιλιανὸν τὸν ἡμέτερον, τούτους πάντας μιᾷ ψήφῳ ὑποβαλεῖν, Καθαρούς, καὶ <pb n="v.3.p.16"/> Ἐγκρατίτας, καὶ Ὑδροπαραστάτας· διότι ἡ μὲν ἀρχὴ τοῦ χωρισμοῦ διὰ σχίσματος γέγονεν· οἱ δὲ τῆς Ἐκκλησίας ἀποστάντες οὐκέτι ἔσχον τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐφʼ ἑαυτοῖς· ἐπέλιπε γὰρ ἡ μετάδοσις τῷ διακοπῆναι τὴν ἀκολουθίαν. οἱ μὲν γὰρ πρῶτοι ἀναχωρήσαντες παρὰ τῶν πατέρων ἔσχον τὰς χειροτονίας καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν εἶχον τὸ χάρισμα τὸ πνευματικόν· οἱ δὲ ἀπορραγέντες, λαϊκοὶ γενόμενοι, οὔτε τοῦ βαπτίζειν, οὔτε τοῦ χειροτονεῖν εἶχον τὴν ἐξουσίαν, οὐκέτι δυνάμενοι χάριν Πνεύματος ἁγίου ἑτέροις παρέχειν, ἧς αὐτοὶ ἐκπεπτώκασι. διὸ ὡς παρὰ λἁ̣̣̓κῶν βαπτιζομένους τοὺς παρʼ αὐτῶν, ἐκέλευσαν ἐρχομένους ἐπὶ τὴν Ἐκκλησίαν τῷ ἀληθινῷ βαπτίσματι τῷ τῆς Ἐκκλησίας ἀνακαθαίρεσθαι. ἐπειδὴ δὲ ὅλως ἔδοξέ τισι τῶν κατὰ τὴν Ἀσίαν οἰκονομίας ἕνεκα τῶν πολλῶν δεχθῆναι αὐτῶν τὸ βάπτισμα, ἔστω δεκτόν. </p><p rend="align(indent)"> Τὸ δὲ τῶν Ἐγκρανιτῶν κακούργημα νοῆσαι ἡμᾶς δεῖ, ὅτι ἵνʼ αὐτοὺς ἀπροσδέκτους ποιήσωσι <pb n="v.3.p.18"/> τῇ Ἐκκλησίᾳ ἐπεχείρησαν λοιπὸν ἰδίῳ προκαταλαμβάνειν βαπτίσματι· ὅθεν καὶ τὴν συνήθειαν τὴν ἑαυτῶν παρεχάραξαν. νομίζω τοίνυν, ὅτι ἐπειδὴ οὐδέν ἐστι περὶ αὐτῶν φανερῶς διηγορευμένον, ἡμᾶς προσῆκεν ἀθετεῖν αὐτῶν τὸ βάπτισμα· κἄν τις ᾖ παρʼ αὐτῶν εἰληφώς, προσιόντα τῇ Ἐκκλησίᾳ βαπτίζειν. ἐὰν μέντοι μέλλοι τῇ καθόλου οἰκονομίᾳ ἐμπόδιον ἔσεσθαι τοῦτο, πάλιν τῷ ἔθει χρηστέον, καὶ τοῖς οἰκονομήσασι τὰ καθʼ ἡμᾶς πατράσιν ἀκολουθητέον. ὑφορῶμαι γὰρ μήποτε, ὡς βουλόμεθα ὀκνηροὺς αὐτοὺς περὶ τὸ βαπτίζειν ποιῆσαι, ἐμποδίσωμεν τοῖς σωζομένοις διὰ τὸ τῆς προτάσεως αὐστηρόν. εἰ δὲ ἐκεῖνοι φυλάσσουσι τὸ ἡμέτερον βάπτισμα, τοῦτο ἡμᾶς μὴ δυσωπείτω. οὐ γὰρ ἀντιδιδόναι αὐτοῖς ὑπεύθυνοι χάριν ἐσμέν, ἀλλὰ δουλεύειν ἀκριβείᾳ κανόνων. παντὶ δὲ λόγῳ τυπωθήτω, τοὺς ἀπὸ τοῦ βαπτισμοῦ ἐκείνων προσερχομένους χρίεσθαι <pb n="v.3.p.20"/> ἐπὶ τῶν πιστῶν δηλονότι, καὶ οὕτω προσιέναι τοῖς μυστηρίοις. οἶδα δὲ ὅτι τοὺς ἀδελφοὺς τοὺς περὶ Ἰζοΐν, καὶ Σατρυνῖνον, ἀπʼ ἐκείνης ὄντας τῆς τάξεως, προσεδεξάμεθα εἰς τὴν καθέδραν τῶν ἐπισκόπων. ὥστε τοὺς τῷ τάγματι ἐκείνων συνημμένους οὐκέτι δυνάμεθα διακρίνειν ἀπὸ τῆς Ἐκκλησιάς, οἷον κανόνα τινὰ τῆς πρὸς αὐτοὺς κοινωνίας ἐκθέμενοι διὰ τῆς τῶν ἐπισκόπων παραδοχῆς. </p><p rend="align(indent)"><milestone n="2" unit="section"/> Φθείρασα κατʼ ἐπιτήδευσιν, φόνου δίκην ὑπέχει. ἀκριβολογία δὲ ἐκμεμορφωμένου καὶ ἀνεξεικονίστου παρʼ ἡμῖν οὐκ ἔστιν. ἐνταῦθα γὰρ ἐκδικεῖται οὐ μόνον τὸ γεννηθησόμενον, ἀλλὰ καὶ αὐτὴ ἡ ἑαυτῇ ἐπιβουλεύσασα· διότι ὡς ἐπὶ τὸ πολὺ ἐναποθνήσκουσι ταῖς τοιαύταις ἐπιχειρήσεσιν αἱ γυναῖκες. πρόσεστι δὲ τούτῳ καὶ ἡ φθορὰ τοῦ ἐμβρύου, ἕτερος φόνος, κατά γε τὴν <pb n="v.3.p.22"/> ἐπίνοιαν τῶν ταῦτα τολμῶντων. δεῖ μέντοι μὴ μέχρι τῆς ἐξόδου παρατείνειν αὐτῶν τὴν ἐξομολόγησιν, ἀλλὰ δέχεσθαι μὲν τὸ μέτρον τῶν δέκα ἐτῶν· ὁρίζειν δὲ μὴ χρόνῳ, ἀλλὰ τρόπῳ τῆς μετανοίας τὴν θεραπείαν. </p><p rend="align(indent)"><milestone n="3" unit="section"/> Διάκονος, μετὰ τὴν διακονίαν πορνεύσας, ἀπόβλητος μὲν τῆς διακονίας ἔσται· εἰς δὲ τὸν τῶν λαϊκῶν ἀπωσθεὶς τόπον, τῆς κοινωνίας οὐκ εἰρχθήσεται. διότι ἀρχαῖός ἐστι κανὼν τοὺς ἀπὸ βαθμοῦ πεπτωκότας τούτῳ μόνῳ τῷ τρόπῳ τῆς κολάσεως ὑποβάλλεσθαι· ἀκολουθησάντων, ὡς οἶμαι, τῶν ἐξ ἀρχῆς τῷ νόμῳ ἐκείνῳ τῷ, Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό· καὶ δι’ ἑτέραν δὲ αἰτίαν· ὅτι οἱ μὲν ἐν τῷ λαϊκῷ ὄντες τάγματι, ἐκβεβλημένοι τοῦ τόπου τῶν πιστῶν, πάλιν εἰς τὸν ἀφʼ οὗ ἐξέπεσον τόπον ἀναλαμβάνονται· ὁ δὲ διάκονος ἅπαξ ἔχει διαρκῆ τὴν δίκην τῆς καθαιρέσεως. ὡς οὖν οὐκ ἀποδιδομένης αὐτῷ <pb n="v.3.p.24"/> τῆς διακονίας, ἐπὶ ταύτης ἔστησαν μόνης τῆς ἐκδικήσεως. ταῦτα μὲν οὖν τὰ ἐκ τῶν τύπων. καθόλου δὲ ἀληθέστερόν ἐστιν ἴαμα ἡ τῆς ἁμαρτίας ἀναχώρησις. ὥστε ὁ διὰ σαρκὸς ἡδονὴν ἀθετήσας τὴν χάριν, διὰ τοῦ συντριμμοῦ τῆς σαρκὸς καὶ πάσης δουλαγωγίας τῆς κατʼ ἐγκράτειαν ἀποστὰς τῶν ἡδονῶν, ὑφʼ ὧν κατεστράφη, τελείαν ἡμῖν παρέξει τῆς ἰατρεύσεως αὐτοῦ τὴν ἀπόδειξιν. ἀμφότερα τοίνυν εἰδέναι ἡμᾶς δεῖ, καὶ τὰ τῆς ἀκριβείας καὶ τὰ τῆς συνηθείας· ἕπεσθαι δὲ ἐπὶ τῶν μὴ καταδεξαμένων τὴν ἀκρότητα τῷ παραδοθέντι τύπῳ. </p><p rend="align(indent)"><milestone n="4" unit="section"/> Περὶ τριγάμων καὶ πολυγάμων τὸν αὐτὸν ὥρισαν κανόνα, ὃν καὶ ἐπὶ τῶν διγάμων, ἀναλόγως· ἐνιαυτὸν μὲν γὰρ ἐπὶ τῶν διγάμων, ἄλλοι δὲ δύο ἔτη· τοὺς δὲ τριγάμους ἐν τρισὶ καὶ τέταρσι πολλάκις ἔτεσιν ἀφορίζουσιν. ὀνομάζουσι δὲ τὸ τοιοῦτον οὐκ ἔτι γάμον, ἀλλὰ πολυγαμίαν, μᾶλλον δὲ πορνείαν κεκολασμένην. διὸ καὶ ὁ Κύριος τῇ Σαμαρείτιδι πέντε ἄνδρας διαμειψάσῃ, Ὃν νῦν, φησίν, ἔχεις, οὐκ ἔστι σου ἀνήρ· <pb n="v.3.p.26"/> ὡς οὐκέτι ἀξίων ὄντων τῶν ὑπερεκπεσόντων τοῦ μέτρου τῆς διγαμίας τῷ τοῦ ἀνδρὸς ἢ τῆς γυναικὸς καλεῖσθαι προσρήματι. συνηθειαν δὲ κατελάβομεν ἐπὶ τῶν τριγάμων πενταετίας ἀφορισμόν· οὐκ ἀπὸ κανόνων, ἀλλʼ ἀπὸ τῆς τῶν προειληφότων ἀκολουθίας. δεῖ δὲ μὴ πάντη αὐτοὺς ἀπείργειν τῆς Ἐκκλησίας, ἀλλʼ ἀκροάσεως αὐτοὺς ἀξιοῦν ἐν δύο που ἔτεσιν ἢ τρισί· καὶ μετὰ ταῦτα ἐπιτρέπειν συστήκειν μέν, τῆς δὲ κοινωνίας τοῦ ἀγαθοῦ ἀπέχεσθαι, καὶ οὕτως ἐπιδειξαμένους καρπόν τινα μετανοίας ἀποκαθιστᾷν τῷ τόπῳ τῆς κοινωνίας. </p><p rend="align(indent)"><milestone n="5" unit="section"/> Τοὺς δὲ ἐπὶ ἐξόδῳ μετανοοῦντας τῶν αἱρετικῶν δέχεσθαι χρή· δέχεσθαι δὲ δηλονότι οὐκ ἀκρίτως, ἀλλὰ δοκιμάζοντας εἰ ἀληθινὴν ἐπιδείκνυνται μετάνοιαν, καὶ εἰ τοὺς καρποὺς ἔχουσι μαρτυροῦντας τῇ πρὸς τὸ σωθῆναι σπουδῇ. </p><p rend="align(indent)"><milestone n="6" unit="section"/> Τῶν κανονικῶν τὰς πορνείας εἰς γάμον μὴ καταλογίζεσθαι, ἀλλὰ παντὶ τρόπῳ διασπᾷν αὐτῶν τὴν συνάφειαν. τοῦτο γὰρ καὶ τῇ Ἐκκλησίᾳ πρὸς ἀσφάλειαν λυσιτελές, καὶ τοῖς αἱρετικοῖς οὐ δώσει καθʼ ἡμῶν λαβήν, ὡς διὰ <pb n="v.3.p.28"/> τὴν τοῦ ἁμαρτάνειν ἄδειαν ἐπισπωμένων πρὸς ἑαυτούς. </p><p rend="align(indent)"><milestone n="7" unit="section"/> Ἀρρενοφθόροι καὶ ζωοφθόροι, καὶ φονεῖς, καὶ φαρμακοί, καὶ μοιχοί, καὶ εἰδωλολάτραι τῆς αὐτῆς καταδίκης εἰσὶν ἠξιωμένοι. ὥστε ὃν ἔχεις ἐπὶ τῶν ἄλλων τύπον, καὶ ἐπὶ τούτων φύλαξον. τοὺς δὲ ἐν τριάκοντα ἔτεσι μετανοήσαντας ἐπὶ τῇ ἀκαθαραίᾳ, ἣν ἐν ἀγνοίᾳ ἔπραξαν, οὐδʼ ἀμφιβάλλειν ἡμᾶς προσῆκεν εἰς τὸ παραδέξασθαι. ἥ τε γὰρ ἄγνοια συγγνώμης ἀξίους αὐτοὺς ποιεῖ, καὶ τὸ ἑκούσιον τῆς ἐξαγορεύσεως, καὶ ἡ παράτασις ἐν τοσούτῳ χρόνῳ γενομένη. σχεδὸν γὰρ ὅλην γενεὰν ἀνθρώπου παρεδόθησαν τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ ἀσχημονεῖν. ὥστε κέλευσον αὐτοὺς ἤδη ἀνυπερθέτως δεχθῆναι, μάλιστα εἰ καὶ δάκρυα ἔχουσι δυσωποῦντά σου τὴν εὐσπλαγχνίαν, καὶ βίον ἐπιδείκνυνται ἄξιον συμπαθείας. </p><p rend="align(indent)"><milestone n="8" unit="section"/> Ὁ ἀξίνῃ παρὰ τὸν θυμὸν κατὰ τῆς ἑαυτοῦ <pb n="v.3.p.30"/> γαμετῆς χρησάμενος φονεύς ἐστι. καλῶς δέ με ὑπέμνησας καὶ ἀξίως τῆς σεαυτοῦ συνέσεως εἰπεῖν περὶ τούτων πλατύτερον· διότι πολλαὶ ἐν τοῖς ἑκουσίοις καὶ ἀκουσίοις διαφοραί. ἀκούσιον μὲν γάρ ἐστι παντελῶς καὶ πόρρω τοῦ κατάρξαντος τὸ ἀκοντίσαντα λίθον ἐπὶ κύνα ἢ δένδρον ἀνθρώπου τυχεῖν. ἡ μὲν γὰρ ὁρμὴ ἦν τὸ θηρίον ἀμύνασθαι, ἢ τὸν καρπὸν κατασεῖσαι· ὑπέβη δὲ αὐτομάτως τῇ πληγῇ κατὰ πάροδον ὁ παραπεσών· ὥστε τὸ τοιοῦτον ἀκούσιον. ἀκούσιον μέντοι καὶ εἴ τις βουλόμενος ἐπιστρέψαι τινά, ἱμάντι ἢ ῥάβδῳ μὴ σκληρᾷ τύπτοι, ἀποθάνῃ δὲ ὁ τυπτόμενος. ἡ γὰρ πρόθεσις ἐνταῦθα σκοπεῖται, ὅτι βελτιῶσαι ἠβούλετο τὸν ἁμαρτάνοντα, οὐκ ἀνελεῖν. ἐν τοῖς ἀκουσίοις ἐστὶ κἀκεῖνο, τὸ ἀμυνόμενόν τινα ἐν <pb n="v.3.p.32"/> μάχῃ ξύλῳ ἢ χειρί, ἀφειδῶς ἐπὶ τὰ καίρια τὴν πληγὴν ἐνεγκεῖν, ὥστε κακῶσαι αὐτόν, οὐχ ὥστε παντελῶς ἀνελεῖν. ἀλλὰ τοῦτο ἤδη προσεγγίζει τῷ ἑκουσίῳ. ὁ γὰρ τοσούτῳ χρησάμενος ὀργάνῳ πρὸς ἄμυναν, ἢ ὁ μὴ πεφεισμένως τὴν πληγὴν ἐπαγαγών, δῆλός ἐστι, διὰ τὸ κεκρατῆσθαι ὑπὸ τοῦ πάθους, ἀφειδῶν τοῦ ἀνθρώπου. ὁμοίως καὶ ὁ ξύλῳ βαρεῖ, καὶ ὁ λίθῳ μείζονι τῆς δυνάμεως τῆς ἀνθρωπίνης χρησάμενος, τοῖς ἀκουσίοις ἐναριθμεῖται, ἄλλο μέν τι προελόμενος, ἄλλο δέ τι ποιήσας. ὑπὸ γὰρ τοῦ θυμοῦ τοιαύτην ἤνεγκε τὴν πληγήν, ὥστε ἀνελεῖν τὸν πληγέντα· καίτοι ἡ σπουδὴ ἦν αὐτῷ συντρίψαι τυχόν, οὐχὶ δὲ καὶ παντελῶν θανατῶσαι. ὁ μέντοι ξίφει χρησάμενος, ἢ ᾡτινιοῦν τοιούτῳ, οὐδεμίαν ἔχει παραίτησιν· καί μάλιστα ὁ τὴν ἀξίνην ἀκοντίσας. καὶ γὰρ οὐδὲ ἀπὸ χειρὸς φαίνεται πλήξας, ὥστε τὸ μέτρον τῆς πληγῆς ἐπʼ αὐτῷ εἶναι, ἀλλʼ ἠκόντισεν, ὥστε καὶ τῷ βάρει τοῦ σιδήρου, καὶ τῇ ἀκμῇ, καὶ τῇ διὰ πλείστου φορᾷ, ὀλεθρίαν ἀναγκαίως τὴν πληγὴν γενέσθαι.</p><p rend="align(indent)"> Ἑκούσιον δὲ πάλιν παντελῶς, καὶ οὐδεμίαν ἀμφιβολίαν ἔχον, οἷόν ἐστι τὸ τῶν λῃστῶν καὶ τὸ τῶν πολεμικῶν ἐφόδων. οὗτοι μὲν γὰρ διὰ χρήματα ἀναιροῦσι, τὸν ἔλεγχον ἀποφεύγοντες· οἵ τε ἐν τοῖς πολέμοις ἐπὶ φόνους ἔρχονται, οὔτε φοβῆσαι, οὔτε σωφρονίσαι, ἀλλʼ ἀνελεῖν τοὺς ἐναντιουμένους ἐκ τοῦ φανεροῦ προαιρούμενοι. καὶ μέντοι, κἄν δι’ ἄλλην τινὰ αἰτίαν περίεργον φάρμακόν τις ἐγκεράσῃ, ἀνέλῃ δέ, ἑκούσιον τιθέμεθα <pb n="v.3.p.34"/> τὸ τοιοῦτον· οἷον ποιοῦσιν αἱ γυναῖκες πολλάκις, ἐπαοιδαῖς τισι καὶ καταδέσμοις πρὸς τὸ ἑαυτῶν φίλτρον ἐπάγεσθαί τινας πειρώμεναι, καὶ προσδιδοῦσαι αὐτοῖς φάρμακα, σκότωσιν ἐμποιοῦντα ταῖς διανοίαις. αἱ τοιαῦται τοίνυν ἀνελοῦσαι, εἰ καὶ ἄλλο προελόμεναι ἄλλο ἐποίησαν, ὅμως διὰ τὸ περίεργον καὶ ἀπηγορευμένον τῆς ἐπιτηδεύσεως ἐν τοῖς ἑκουσίως φονεύουσι καταλογίζονται. καὶ αἱ τοίνυν τὰ ἀμβλωθρίδια διδοῦσαι φάρμακα φονεύτριαί εἰσι καὶ αὐταί, καὶ αἱ δεχόμεναι τὰ ἐμβρυοκτόνα δηλητήρια. ταῦτα μὲν εἰς τοσοῦτον. </p><p rend="align(indent)"><milestone n="9" unit="section"/> Ἡ δὲ τοῦ Κυρίου ἀπόφασις, κατὰ μὲν τὴν τῆς ἐννοίας ἀκολουθίαν ἐξ ἴσου καὶ ἀνδράσι καὶ γυναιξὶν ἁρμόζει, περὶ τοῦ μὴ ἐξεῖναι γάμου ἐξίστασθαι, παρεκτὸς λόγου πορνείας. ἡ δὲ συνήθεια οὐχ οὕτως ἔχει, ἀλλʼ ἐπὶ μὲν τῶν γυναικῶν πολλὴν εὑρίσκομεν ἀκριβολογίαν, τοῦ μὲν ἀποστόλου λέγοντος· Ὅτι ὁ κολλώμενος τῇ πόρνῃ <pb n="v.3.p.36"/> ἓν σῶμά ἐστι· τοῦ δὲ Ἱερεμίου· Ὅτι, ἐὰν γένηται γυνὴ ἀνδρὶ ἑτέρῳ, οὐκ ἐπιστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς, ἀλλὰ μιαινομένη μιανθήσεται· καὶ πάλιν· Ὁ ἔχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής. ἡ δὲ συνήθεια καὶ μοιχεύοντας ἄνδρας καὶ ἐν πορνείαις ὄντας κατέχεσθαι ὑπὸ γυναικῶν προστάσσει. ὥστε ἡ τῷ ἀφειμένῳ ἀνδρὶ συνοικοῦσα οὐκ οἶδα εἰ δύναται μοιχαλις χρηματίζειν· τὸ γὰρ ἔγκλημα ἐνταῦθα τῆς ἀπολυσάσης τὸν ἄνδρα ἅπτεται, κατὰ ποίαν αἰτίαν ἀπέστη τοῦ γάμου. εἶτε καὶ τυπτομένη, μὴ φέρουσα τὰς πληγάς, ὑπομένειν ἐχρῆν μᾶλλον ἢ διαζευχθῆναι τοῦ συνοικοῦντος· εἴτε τὴν εἰς τὰ χρήματα ζημίαν μὴ φέρουσα, οὐδὲ αὕτη ἡ πρόφασις ἀξιόλογος. εἰ δὲ διὰ τὸ ἐν πορνείᾳ αὐτὸν ζῇν, οὐκ ἔχομεν τοῦτο ἐν τῇ συνηθείᾳ τῇ ἐκκλησιαστικῇ τὸ παρατήρημα· ἀλλὰ καὶ ἀπίστου ἀνδρὸς χωρίζεσθαι οὐ προσετάχθη <pb n="v.3.p.38"/> γυνή, ἀλλὰ παραμένειν, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως. τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ὥστε ἡ καταλιποῦσα, μοιχαλίς, εἰ ἐπʼ ἄλλον ἦλθεν ἄνδρα. ὁ δὲ καταλειφθεὶς συγγνωστός ἐστι, καὶ ἡ συνοικοῦσα τῷ τοιούτῳ οὐ κατακρίνεται. εἰ μέντοι ὁ ἀνὴρ ἀποστὰς τῆς γυναικός, ἐπʼ ἄλλην ἦλθε, καὶ αὐτὸς μοιχός, διότι ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ἡ συνοικοῦσα αὐτῷ μοιχαλίς, διότι ἀλλότριον ἄνδρα πρὸς ἑαυτὴν μετέστησεν. </p><p rend="align(indent)"><milestone n="10" unit="section"/> οἱ ὀμνύοντες μὴ καταδέχεσθαι τὴν λειροτονίαν, ἐξομνύμενοι, μὴ ἀναγκαζέσθωσαν ἐπιορκεῖν. εἰ γὰρ καὶ δοκεῖ τις εἶναι κανὼν ὁ συγχωρῶν τοῖς τοιούτοις, ἀλλὰ πείρᾳ ἐγνώκαμεν, ὅτι οὐκ εὐοδοῦνται οἱ παρορκήσαντες. σκοπεῖν δὲ δεῖ καὶ τὸ εἶδος τοῦ ὅρκου, καὶ τὰ ῥήματα, καὶ τὴν διάθεσιν ἀφʼ ἧς ὀμωμόκασι, καὶ τὰς κατὰ λεπτὸν ἐν τοῖς ῥήμασι προσθήκας· ὡς ἐὰν μηδεμία ᾖ μηδαμόθεν παραμυθία, χρὴ παντελῶς ἐᾷν τοὺς τοιούτους. τὸ μέντοι κατὰ Σευῆρον πρᾶγμα, ἤτοι <pb n="v.3.p.40"/> τὸν ὑπὸ τούτου χειροτονηθέντα πρεσβύτερον, τοιαύτην τινά μοι δοκεῖ παραμυθίαν ἔχειν, εἰ καὶ σοι συνδοκεῖ. τὸν ἀγρὸν ἐκεῖνον τὸν ὑποκείμενον τῇ Μηστείᾳ, ᾧ ἐπεκηρύχθη ὁ ἄνθρωπος, κέλευσον Οὐασόδοις ὑποτελεῖν· οὕτω γὰρ κἀκεῖνος οὐ παρορκήσει μὴ ἀναχωρῶν τοῦ τόπου· καὶ ὁ Λογγῖνος, ἔχων τὸν Κυριακὸν μεθʼ ἑαυτοῦ, οὐκ ἐρημώσει τὴν ἐκκλησίαν, οὐδὲ τὴν ἑαυτοῦ ψυχὴν διὰ τὴς ἀργίας καταδικάσει. καὶ ἡμεῖς δόξομεν μὴ παρὰ κανόνας ποιεῖν τι, συμπεριφερόμενοι τῷ Κυριακῷ, ὀμόσαντι μὲν συμπαραμένειν Μινδανοῖς, καταδεξαμένῳ δὲ τὴν μετάθεσιν. ἡ γάρ ἐπάνοδος φυλακὴ ἔσται τοῦ ὅρκου. τὸ δὲ εἶξαι αὐτὸν τῇ οἰκονομίᾳ εἰς ἐπιορκίαν αὐτῷ οὐ λογισθήσεται, διὰ τὸ μὴ προσκεῖσθαι τῷ ὅρκῳ, μηδὲ πρὸς βραχὺ ἀναχωρήσειν Μινδάνων, ἀλλὰ παραμενεῖν εἰς τὸ ἐφεξῆς. Σευήρῳ δὲ προφασιζομένῳ τὴν λήθην ἡμεῖς συγχωρήσομεν, εἰπόντες, ὅτι τῶν κρυπτῶν γνώστης οὐ περιόψεται τὴν ἑαυτοῦ Ἐκκλησίαν ὑπὸ τοιούτου λυμαινομένην, ποιοῦντος μὲν ἀκανονίστως τὸ ἐξ ἀρχῆς, ὅρκῳ δὲ καταδεσμοῦντος <pb n="v.3.p.42"/> παρὰ τὰ εὐαγγέλια, παρορκεῖν δὲ διδάσκοντος δι’ ὧν μετετέθη, ψευδομένου δὲ νῦν δι’ ὧν τὴν λήθην σχηματίζεται. ἐπειδὴ δὲ οὐκ ἐσμὲν καρδιῶν κριταί, ἀλλʼ ἐξ ὧν ἀκούομεν κρίνομεν, δῶμεν τῷ Κυρίῳ τὴν ἐκδίκησιν, αὐτοὶ δὲ ἀδιακρίτως αὐτὸν δεξώμεθα, συγγνώμην δόντες ἀνθρωπίνῳ πάθει τῇ λήθῃ. </p><p rend="align(indent)"><milestone n="11" unit="section"/> Ὁ δὲ τὸν ἀκούσιον ποιήσας φόνον ἀρκούντως ἐξεπλήρωσε τὴν δίκην ἐν τοῖς ἕνδεκα ἔτεσι. δῆλον γὰρ ὅτι ἐπὶ τῶν πληγέντων τὰ Μωυσέως παρατηρήσομεν· καὶ τὸν κατακλιθέντα μὲν ἐπὶ τῶν πληγῶν ἃς ἔλαβε, βαδίσαντα δὲ πάλιν ἐπὶ τῇ ῥάβδῳ αὐτοῦ, οὐ λογισόμεθα πεφονεῦσθαι. εἰ δὲ καὶ οὐκ ἐξανέστη μετὰ τὰς πληγάσ—ἀλλʼ οὖν τῷ μὴ προελέσθαι αὐτὸν ἀνελεῖν ὁ τυπτήσας φονευτὴς μέν, ἀλλʼ ἀκούσιος διὰ τὴν πρόθεσιν. </p><p rend="align(indent)"><milestone n="12" unit="section"/> Τοὺς διγάμους παντελῶς ὁ κανὼν τῆς ὑπηρεσίας ἀπέκλεισε. </p><p rend="align(indent)"><milestone n="13" unit="section"/> Τοὺς ἐν πολέμοις φόνους οἱ πατέρες ἡμῶν ἐν τοῖς φόνοις οὐκ ἐλογίσαντο· ἐμοὶ δοκεῖν, συγγνώμην δόντες τοῖς ὑπὲρ σωφροσύνης καὶ εὐσεβείας ἀμυνομένοις. τάχα δὲ καλῶς ἔχει συμβουλεύειν, <pb n="v.3.p.44"/> ὡς τὰς χεῖρας μὴ καθαροὺς τριῶν ἐτῶν τῆς κοινωνίας μόνης ἀπέχεσθαι. </p><p rend="align(indent)"><milestone n="14" unit="section"/> Ὁ τόκους λαμβάνων, ἐὰν καταδέξηται τὸ ἄδικον κέρδος εἰς πτωχοὺς ἀναλῶσαι, καὶ τοῦ λοιποῦ τοῦ νοσήματος τῆς φιλοχρηματίας ἀπαλλαγῆναι, δεκτός ἐστιν εἰς ἱερωσύνην. </p><p rend="align(indent)"><milestone n="15" unit="section"/> Θαυμάζω δέ σου, τὴν γραμματικὴν ἀκρίβειαν ἐπὶ τῆς Γραφῆς ἀπαιτοῦντος, καὶ λογιζομένου ὅτι ἠναγκασμένη ἐστὶν ἡ λέξις τῆς ἑρμηνείας τὸ αὑτῆς εὔσημον ἐκδιδούσης, οὐ τὸ κυρίως ὑπὸ τῆς Ἑβραϊκῆς φωνῆς σημαινόμενον μετατιθείσης. ἐπεὶ δὲ δεῖ μὴ ἀργῶς παρελθεῖν τὸ ὑπʼ ἀνδρὸς ζητητικοῦ κινηθὲν πρόβλημα, τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης καὶ ἐν τῇ κοσμοποιίᾳ τὴν αὐτὴν ἔλαχον γένεσιν. ἐκ τῶν ὑδάτων γὰρ ἐξήχθη ἀμφότερα τὰ γένη. τὸ δὲ αἴτιον, ὅτι ταὐτόν ἐστιν ἑκατέροις ἰδίωμα. τὰ μὲν γὰρ διανήχεται τὸ ὕδωρ τὰ δὲ ἐπινήχεται τῷ ἀέρι. διὰ τοῦτο μὲν οὖν κοινῇ αὐτῶν ἐπεμνήσθη. <pb n="v.3.p.46"/> τὸ δὲ σχῆμα τοῦ λόγου ὡς μὲν πρὸς τοὺς ἰχθύας ἀκαταλλήλως ἀποδοθέν, ὡς δὲ πρὸς πάντα τὰ ἐν ὕδασι διαιτώμενα καὶ πάνυ οἰκείως. τὰ γὰρ πετεινὰ τοῦ οὐρανοῦ ὑποτέτακται τῷ ἀνθρώπῳ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης· καὶ οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ πάντα τὰ διαπορευόμενα τρίβους θαλασσῶν. οὐ γὰρ εἴ τι ἔνυδρον, καὶ ἰχθύς ἐστιν, ὡς τὰ κητώδη, φάλαιναι, καὶ ζύγαιναι, καὶ δελφῖνες, καὶ φῶκαι, καὶ προσέτι ἵπποι, καὶ κύνες, καὶ πρίονες, καὶ ξιφίαι, καὶ οἱ θαλάσσιοι βοῦς, εἰ δὲ βούλει, καὶ ἀκάληφαι, καὶ κτένες, καὶ τὰ ὀστρακόρινα πάντα, ὧν οὐδέν ἐστιν ἰχθύς, καὶ πάντα ἃ διαπορεύεται τρίβους θαλασσῶν· ὡς εἶναι τρία τὰ γένη, πετεινὰ οὐρανοῦ, ἰχθύας θαλάσσης, καὶ ὅσα τῶν ἐνύδρων τοῖς ἰχθύσιν ἀντιστελλόμενα διαπορεύονται καὶ αὐτὰ τὰς τρίβους θαλασσῶν. </p><p rend="align(indent)"><milestone n="16" unit="section"/> Ὁ δὲ Νεεμᾶν οὐχὶ μέγας παρὰ Κυρίῳ, ἀλλὰ παρʼ αὐτῷ τῷ κυρίῳ αὐτοῦ· τουτέστι, τῶν παραδυναστευόντων ἦν τῷ βασιλεῖ τῶν Σύρων. πρόσεχε οὖν ἀκριβῶς τῇ Γραφῇ καὶ αὐτόθεν εὑρήσεις τὴν λύσιν τοῦ ζητήματος. </p></div><pb n="v.3.p.48"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="189"><head rend="align(center)">Εὐσταθίῳ ἀρχιάτρῳ.</head><p rend="align(indent)"> Ἕστι μὲν καὶ πᾶσιν ὑμῖν τοῖς τὴν ἰατρικὴν μετιοῦσι φιλανθρωπία τὸ ἐπιτήδευμα. καί μοι δοκεῖ τῶν κατὰ τὸν βίον σπουδαζομένων ἁπάντων ὁ τὴν ὑμετέραν προτιθεὶς ἐπιστήμην ἐπιτυχεῖν ἂν τῆς πρεπούσης κρίσεως, καὶ μὴ διαμαρτεῖν τοῦ προσήκοντος· εἴπερ τὸ πάντων προτιμότατον, ἡ ζωή, φευκτόν ἐστι καὶ ἐπώδυνον, ἐὰν μὴ μεθʼ ὑγείας ἐξῇ ταύτην ἔχειν· ὑγείας δὲ χορηγὸς ἡ ὑμετέρα τέχνη. ἀλλά σοι διαφερόντως περιδέξιός ἐστιν ἡ ἐπιστήμη, καὶ μείζονας ποιεῖς σεαυτῷ τῆς φιλανθρωπίας τοὺς ὅρους, οὐ μέχρι τῶν σωμάτων περιορίζων τὴν ἐκ τῆς τέχνης χάριν, ἀλλὰ καὶ τῶν ψυχικῶν ἀρρωστημάτων ἐπινοῶν τὴν διόρθωσιν. ταῦτα δὲ λέγω, οὐ μόνον ταῖς τῶν πολλῶν φήμαις ἑπόμενος, ἀλλὰ καὶ τῇ κατʼ ἐμαυτὸν διδαχθεὶς πείρᾳ, ἐν πολλοῖς τε ἄλλοις, καὶ διαφερόντως νῦν ἐν τῇ τῶν ἐχθρῶν ἡμῶν ἀνεκδιηγήτῳ κακίᾳ· ἣν ῥεύματος πονηροῦ δίκην κατὰ τῆς ζωῆς ἡμῶν ἐπιρρυεῖσαν εὐμηχάνως διέχεας, τὴν βαρεῖαν ταύτην φλεγμονὴν τῆς καρδίας ἡμῶν τῇ ἐπαντλήσει τῶν παρηγορικῶν λόγων διαφορήσας. ἐγὼ γάρ, πρὸς τὴν ἐπάλληλον τῶν <pb n="v.3.p.50"/> ἐχθρῶν ἡμῶν καὶ ποικίλην καθʼ ἡμῶν ἐπιχείρησιν ἀποβλέπων, σιωπᾷν ᾤμην δεῖν καὶ δέχεσθαι καθʼ ἡσυχίαν τὰ ἐπαγόμενα, μηδὲ ἀντερεῖν τοῖς καθωπλισμένοις τῷ ψεύδει, τῷ πονηρῷ τούτῳ ὅπλῳ, τῷ καὶ διὰ τῆς ἀληθείας πολλάκις τὴν ἀκμὴν εἰσωθοῦντι. σὺ δέ, καλῶς ποιῶν, μὴ καταπροδιδόναι τὴν ἀλήθειαν ἐνεκελεύου, ἀλλὰ διελέγχειν τοὺς συκοφάντας, ὡς ἂν μὴ πολλοὶ παραβλαβεῖεν, κατευημεροῦντος τῆς ἀληθείας τοῦ ψεύδους. </p><p rend="align(indent)"> Ἔδοξαν οὖν μοι παραπλήσιόν τι ποιεῖν τῷ Αἰσωπείῳ μύθῳ οἱ τὸ ἀπροφάσιστον καθʼ ἡμῶν ἀναλαβόντες μῖσος. ὡς γὰρ ἐκεῖνος ἐγκλήματά τινα τῷ ἀρνίῳ τὸν λύκον προφέρειν ἐποίησεν, αἰσχυνόμενον δῆθεν τὸ δοκεῖν ἄνευ δικαίας προφάσεως ἀναιρεῖν τὸν μηδὲν προλυπήσαντα· τοῦ δὲ ἀρνὸς πᾶσαν τὴν ἐκ συκοφαντίας ἐπαγομένην αἰτίαν εὐχερῶς διαλύοντος, μηδὲν μᾶλλον ὑφίεσθαι τῆς ὁρμῆς τὸν λύκον, ἀλλὰ τοῖς μὲν δικαίοις ἡττᾶσθαι, τοῖς δὲ ὀδοῦσι νικᾷν· οὕτως οἷς τὸ καθʼ ἡμῶν μῖσος ὥς τι τῶν ἀγαθῶν ἐσπουδάσθη, ἐρυθριῶντες τάχα τὸ δοκεῖν ἄνευ αἰτίας μισεῖν, αἰτίας πλάττουσι καθʼ ἡμῶν καὶ ἐγκλήματα· καὶ οὐδενὶ τῶν λεγομένων μέχρι παντὸς ἐπιμένουσιν, ἀλλὰ νῦν μὲν τοῦτο, μετʼ ὀλίγον δὲ ἄλλο, καὶ αὖθις ἕτερον τῆς καθʼ ἡμῶν δυσμενείας τὸ αἴτιον λέγουσι. βέβηκε δὲ αὐτοῖς ἐπʼ οὐδενὸς ἡ κακία· ἀλλʼ ὅταν τούτου τοῦ ἐγκλήματος ἀποσεισθῶσιν, ἑτέρῳ προσφύονται, καὶ ἀπʼ ἐκείνου πάλιν καταλαμβάνουσιν ἕτερον· κἂν πάντα διαλυθῇ τὰ ἐγκλήματα, τοῦ μισεῖν οὐκ ἀφίστανται. τρεῖς θεοὺς πρεσβεύεσθαι παρʼ ἡμῶν αἰτιῶνται, καὶ <pb n="v.3.p.52"/> περιηχοῦσι τὰς ἀκοὰς τῶν πολλῶν, καὶ πιθανῶς κατασκευάζοντες τὴν διαβολὴν ταύτην οὐ παύονται. ἀλλʼ ὑπερμάχεται ἡμῶν ἡ ἀλήθεια, καὶ ἐν κοινῷ πρὸς πάντας καὶ ἰδίᾳ πρὸς τοὺς ἐντυγχάνοντας δεικνύντων ἡμῶν, ὅτι ἀνατεθεμάτισται παρʼ ἡμῶν πᾶς ὁ τρεῖς λέγων θεούς, καὶ οὐδὲ Χριστιανὸς εἶναι κρίνεται. ἀλλʼ ὅταν τοῦτο ἀκούσωσι, πρόχειρος αὐτοῖς καθʼ ἡμῶν ὁ Σαβέλλιος, καὶ ἡ ἐξ ἐκείνου νόσος ἐπιθρυλλεῖται τῷ ἡμετέρῳ λόγῳ. πάλιν καὶ πρὸς τοῦτο ἡμεῖς τὸ σύνηθες ὅπλον τὴν ἀλήθειαν προβαλλόμεθα, δεικνύντες ὅτι ἐπίσης τῷ Ἰουδαϊσμῷ καὶ τὴν τοιαύτην αἵρεσιν φρίττομεν. </p><p rend="align(indent)"> Τί οὖν; ἆρα μετὰ τοσαύτας ἐγχειρήσεις ἀποκαμόντες ἡσύχασαν; οὐκ ἔστι ταῦτα. ἀλλὰ καινοτομίαν ἡμῖν προφέρουσιν, οὑτωσὶ τὸ ἔγκλημα καθʼ ἡμῶν συντιθέντες τρεῖς ὑποστάσεις ὁμολογούντων· μίαν ἀγαθότητα, καὶ μίαν δύναμιν, καὶ μίαν θεότητα λέγειν ἡμᾶς αἰτιῶνται. καὶ οὐκ ἔξω τοῦτό φασι τῆς ἀληθείας· λέγομεν γάρ. ἀλλʼ ἐγκαλοῦντες τοῦτο προφέρουσιν, ὅτι ἡ συνήθεια αὐτῶν τοῦτο οὐκ ἔχει, καὶ ἡ Γραφὴ οὐ συντίθεται. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; οὐ νομίζομεν δίκαιον εἶναι τὴν παρʼ αὐτοῖς ἐπικρατοῦσαν συνήθειαν νόμον καὶ κανόνα τοῦ ὀρθοῦ ποιεῖσθαι λόγου. εἰ γὰρ ἰσχυρόν ἐστιν εἰς ἀπόδειξιν ὀρθότητος ἡ συνήθεια, ἔξεστι καὶ ἡμῖν πάντως ἀντιπροβάλλεσθαι τὴν παρʼ ἡμῖν ἐπικρατοῦσαν συνήθειαν. εἰ δὲ παραγράφονται ταύτην ἐκεῖνοι, οὐδὲ ἡμῖν πάντως ἀκολουθητέον ἐκείνοις. οὐκοῦν ἡ θεόπνευστος ἡμῖν διαιτησάτω Γραφή, καὶ παρʼ οἷς ἂν εὑρεθῇ τὰ <pb n="v.3.p.54"/> δόγματα συνῳδὰ τοῖς θείοις λόγοις, ἐπὶ τούτους ἥξει πάντως τῆς ἀληθείας ἡ ψῆφος. τί οὖν ἐστι τὸ ἔγκλημα; δύο γὰρ κατὰ ταὐτὸν ἐν τῇ κατηγορίᾳ τῇ καθʼ ἡμῶν προενήνεκται· ἓν μὲν τὸ διαιρεῖν τὰς ὑποστάσεις· ἕτερον δὲ τὸ μηκέτι μηδὲν τῶν θεαπρεπῶν ὀνομάτων πληθυντικῶς ἀριθμεῖν, ἀλλὰ μίαν, καθὼς προείρηται, τὴν ἀγαθότητα καὶ τὴν δύναμιν καὶ τὴν θεότητα, καὶ πάντα τὰ τοιαῦτα μοναδικῶς ἐξαγγέλλειν. πρὸς μὲν οὖν τὴν διαίρεσιν τῶν ὑποστάσεων οὐκ ἂν ἔχοιεν ἀλλοτρίως οἱ τὴν ἑτερότητα τῶν οὐσιῶν ἐπὶ τῆς θείας δογματίζοντες φύσεως. οὐ γὰρ εἰκός ἐστι τοὺς τρεῖς λέγοντας οὐσίας μὴ καὶ τρεῖς ὑποστάσεις λέγειν. οὐκοῦν τοῦτο μόνον ἐστὶν ἐν ἐγκλήματι, τὸ τὰ ἐπιλεγόμενα τῇ θείᾳ φύσει ὀνόματα μοναδικῶς καταγγέλλειν. </p><p rend="align(indent)"> Ἀλλʼ ἕτοιμος ἡμῖν πρὸς τοῦτο καὶ σαφὴς ὁ λόγος. ὁ γὰρ καταγινώσκων τῶν μίαν λεγόντων θεότητα ἐξ ἀνάγκης τῷ πολλὰς λέγοντι, ἢ τῷ μηδεμίαν, συνθήσεται. οὐ γάρ ἐστι δυνατὸν ἕτερόν τι παρὰ τὸ εἰρημένον ἐπινοῆσαι. ἀλλʼ οὔτε πολλὰς λέγειν ἡ θεόπνευστος συγχωρεῖ διδασκαλία, εἴπου καὶ μέμνηται, μοναχῶς τῆς θεότητος μνημονεύουσα, ὅτι Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος· καὶ ἑτέρωθι· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. εἰ οὖν εἰς πλῆθος ἐκτείνειν τὸν ἀριθμὸν τῶν θεοτήτων μόνον τῶν τὴν πολύθεον <pb n="v.3.p.56"/> πλάνην νενοσηκότων ἐστί, τὸ δὲ καθόλου ἀρνεῖσθαι τὴν θεότητα τῶν ἀθέων ἂν εἴη, τίς λόγος ἐστὶν ὁ διαβάλλων ἡμᾶς ἐπὶ τῷ μίαν ὁμολογεῖν τὴν θεότητα; ἀλλʼ ἐκκαλύπτουσι φανερώτερον τὸν τοῦ λόγου σκοπόν· ἐπὶ μὲν τοῦ Πατρὸς καταδέχεσθαι τὸν Θεὸν εἶναι, καὶ τὸν Υἱὸν ὡσαύτως τιμᾶσθαι τῷ τῆς θεότητος ὀνόματι συντιθέμενοι, τὸ δὲ Πνεῦμα Πατρὶ καὶ Υἱῷ συναριθμούμενον, μηκέτι καὶ τῇ τῆς θεότητος ἐννοίᾳ συμπαραλαμβάνεσθαι, ἀλλʼ ἐκ Πατρὸς μέχρι τοῦ Υἱοῦ ἱσταμένην τὴν τῆς θεότητος δύναμιν, ἀποκρίνειν τῆς θεϊκῆς δόξης τὴν φύσιν τοῦ Πνεύματος. οὐκοῦν ἀπολογητέον καὶ ἡμῖν, ὡς ἂν οἷοί τε ὦμεν, διὰ βραχέων καὶ πρὸς ταύτην τὴν ἔννοιαν. </p><p rend="align(indent)"> Τίς οὖν ὁ ἡμέτερος λόγος; παραδιδοὺς ὁ Κύριος τὴν σωτήριον πίστιν τοῖς μαθητευομένοις τῷ λόγῳ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ συνάπτει καὶ τὸ Πνεῦμα τὸ ἅγιον. τὸ δὲ συνημμένον ἅπαξ διὰ πάντων φαμὲν τὴν συνάφειαν ἔχειν. οὐ γὰρ ἐν τινὶ συντεταγμένον, ἐν ἑτέροις ἀποσχοινίζεται. ἀλλʼ ἐν τῇ ζωοποιῷ δυνάμει, καθʼ ἣν ἐκ τοῦ φθαρτοῦ βίου εἰς ἀθανασίαν ἡ φύσις ἡμῶν μετασκευάζεται, συμπαραληφθεῖσα ἡ τοῦ Πνεύματος δύναμις Πατρὶ καὶ Υἱῷ καὶ ἐν πολλοῖς ἑτέροις, οἷον ἐν τῇ κατὰ τὸ ἀγαθὸν ἐννοίᾳ, καὶ τὸ ἅγιόν τε καὶ ἀΐδιον, σοφόν, εὐθές, ἡγεμονικόν, δυνατόν, καὶ πανταχοῦ δηλονότι, τὸ ἀχώριστον ἔχει ἐν πᾶσι τοῖς πρὸς τὸ κρεῖττον ὑπειλημμένοις ὀνόμασιν. οὐκοῦν ἡγούμεθα καλῶς ἔχειν τὸ ἐν τοσαύταις ἐννοίαις ὑψηλαῖς τε καὶ θεοπρεπέσι συναπτόμενον Πατρὶ καὶ Υἱῷ ἐν οὐδενὶ <pb n="v.3.p.58"/> διακεκρίσθαι νομίζειν. οὐδὲ γὰρ οἴδαμέν τινα τῶν περὶ τὴν θείαν φύσιν ἐπινοουμένων ὀνομάτων τὴν κατὰ τὸ κρεῖττον καὶ τὸ χεῖρον διαφοράν, ὡς εὐαγὲς εἶναι οἴεσθαι τὴν ἐν τοῖς καταδεεστέροις τῶν ὀνομάτων κοινωνίαν συγχωροῦντας τῷ Πνεύματι, τῶν ὑπεραιρόντων κρίνειν ἀνάξιον. πάντα γὰρ τὰ θεοπρεπῆ νοήματά τε καὶ ὀνόματα ὁμοτίμως ἔχει πρὸς ἄλληλα, τῷ μηδὲν περὶ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν. οὐ γὰρ ἐπʼ ἄλλο τι ὑποκείμενον χειραγωγεῖ τὴν διάνοιαν τοῦ ἀγαθοῦ ἡ προσηγορία, ἐφʼ ἕτερον δὲ ἡ τοῦ σοφοῦ καὶ τοῦ δυνατοῦ καὶ τοῦ δικαίου, ἀλλʼ ὅσαπερ ἂν εἴπῃς ὀνόματα, ἓν διὰ πάντων ἐστὶ τὸ σημαινόμενον. κἂν Θεὸν εἴπῃς, τὸν αὐτὸν ἐνεδείξω ὃν διὰ τῶν λοιπῶν ὀνομάτων ἐνόησας. εἰ δὲ πάντα τὰ ὀνόματα τῇ θείᾳ φύσει ἐπιλεγόμενα ἰσοδυναμεῖ ἀλλήλοις κατὰ τὴν τοῦ ὑποκειμένου ἔνδειξιν, ἄλλα κατὰ ἄλλην ἔμφασιν ἐπὶ τὸ αὐτὸ τὴν διάνοιαν ἡμῶν ὁδηγοῦντα, τίς ὁ λόγος τὴν ἐν τοῖς ἄλλοις ὀνόμασι κοινωνίαν, πρὸς Πατέρα τε καὶ Υἱὸν συγχωροῦντα τῷ Πνεύματι, μόνης ἀποσχοινίζειν αὐτὸ τῆς θεότητος; ἀνάγκη γὰρ πᾶσα ἢ καὶ ἐν τούτῳ διδόναι τὴν κοινωνίαν, ἢ μηδὲ τὴν ἐν τοῖς λοιποῖς συγχωρεῖν. εἰ γὰρ ἐν ἐκείνοις ἄξιον, οὐδὲ ἐν τούτῳ πάντως ἀνάξιον. εἰ δὲ μικρότερον, κατὰ τὸν ἐκείνων λόγον, ἐστὶν ἢ ὥστε τοῦ τῆς θεότητος ὀνόματος πρὸς Πατέρα τε καὶ Υἱὸν τὴν κοινωνίαν χωρῆσαι, οὐδὲ ἄλλου τινὸς τῶν θεοπρεπῶν ὀνομάτων μετέχειν ἄξιον. καταμανθανόμενα γὰρ καὶ συγκρινόμενα πρὸς ἄλληλα <pb n="v.3.p.60"/> τὰ ὀνόματα διὰ τῆς ἑκάστοις ἐνθεωρουμένης ἐμφάσεως, εὑρεθησεται μηδὲν τῆς τοῦ Θεοῦ προσηγορίας ἔλαττον ἔχοντα. τεκμήριον δὲ ὅτι τούτῳ μὲν τῷ ὀνόματι πολλὰ καὶ τῶν καταδεεστέρων ἐπονομάζεται· μᾶλλον δὲ οὐ φείδεται ἡ θεία Γραφὴ τῆς ὁμωνυμίας ταύτης, οὐδὲ ἐπὶ τῶν ἀπεμφαινόντων πραγμάτων, ὡς ὅταν τὰ εἴδωλα τῇ τοῦ Θεοῦ προσηγορίᾳ κατονομάζῃ. θεοὶ γάρ, φησίν, οἳ οὐκ ἐποίησαν τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀρθήτωσαν, καὶ ὑποκάτω τῆς γῆς βληθήτωσαν· καί, Πάντες, φησίν, οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. καὶ ἡ ἐγγαστρίμυθος ἐν ταῖς μαγγανείαις αὐτῆς ψυχαγωγοῦσα τῷ Σαοὺλ τὰς ἐπιζητουμένας ψυχάς, θεοὺς ἑωρακέναι φησίν. ἀλλὰ καὶ ὁ Βαλαὰμ οἰωνιστής τις ὢν καὶ μάντις, καὶ διὰ χειρὸς τὰ μαντεῖα φέρων, καθώς φησιν ἡ Γραφή, καὶ τὴν ἐκ δαιμόνων διδασκαλίαν διὰ τῆς οἰωνιστικῆς περιεργίας ἑαυτῷ κατορθώσας, παρὰ Θεοῦ συμβουλεύεσθαι ὑπὸ τῆς Γραφῆς ἱστορεῖται. καὶ πολλὰ τοιαῦτά ἐστι συλλεξάμενον ἐκ τῶν θείων παραθέσθαι Γραφῶν, ὅτι τὸ ὄνομα τοῦτο οὐδὲν ὑπὲρ τὰς λοιπὰς τὰς θεοπρεπεῖς προσηγορίας πρωτεύει, ὅτε, καθὼς εἴρηται, καὶ ἐπὶ τῶν ἀπεμφαινόντων ὁμωνύμως λεγόμενον εὑρίσκομεν. <pb n="v.3.p.62"/> τὸ δὲ τοῦ ἁγίου ὄνομα, καὶ τοῦ ἀφθάρτου, καὶ τοῦ εὐθέος, καὶ τοῦ ἀγαθοῦ, οὐδαμοῦ κοινοποιούμενον πρὸς τὰ μὴ δέοντα παρὰ τῆς Γραφῆς ἐδιδάχθημεν. οὐκοῦν εἰ ἐν τοῖς ἐξαιρέτως ἐπὶ μόνης τῆς θείας φύσεως εὐσεβῶς λεγομένοις ὀνόμασι κοινωνεῖν τὸ ἅγιον Πνεῦμα πρὸς τὸν Υἱὸν καὶ τὸν Πατέρα οὐκ ἀντιλέγουσι, τίς ὁ λόγος, τούτῳ μόνῳ κατασκευάζειν ἀκοινώνητον εἶναι, οὗ μετέχειν ἐδείχθη, κατά τινα ὁμώνυμον χρῆσιν καὶ τὰ δαιμόνια καὶ τὰ εἴδωλα; </p><p rend="align(indent)"> Ἀλλὰ λέγουσι φύσεως ἐνδεικτικὴν εἶναι τὴν προσηγορίαν ταύτην, ἀκοινώνητον δὲ εἶναι πρὸς Πατέρα καὶ Υἱὸν τὴν τοῦ Πνεύματος φύσιν, καὶ διὰ τοῦτο μηδὲ τῆς κατὰ τὸ ὄνομα τοῦτο κοινωνίας μετέχειν. οὐκοῦν δειξάτωσαν, διὰ τίνων τὸ τῆς φύσεως παρηλλαγμένον ἐπέγνωσαν. εἰ μὲν γὰρ ἦν δυνατὸν αὐτὴν ἐφʼ ἑαυτῆς τὴν θείαν φύσιν θεωρηθῆναι, καὶ τό τε οἰκείως ἔχον καὶ τὸ ἀλλοτρίως διὰ τῶν φαινομένων εὑρεῖν, οὐκ ἂν πάντως ἐδεήθημεν λόγων ἢ τεκμηρίων ἑτέρων πρὸς τὴν τοῦ ζητουμένου κατάληψιν· ἐπειδὴ δὲ ἡ μὲν ὑψηλοτέρα τῆς τῶν ζητουμένων ἐστὶ κατανοήσεως, ἐκ δὲ τεκμηρίων τινῶν περὶ τῶν διαφευγόντων τὴν γνῶσιν ἡμῶν λογιζόμεθα, ἀνάγκη πᾶσα διὰ τῶν ἐνεργειῶν ἡμᾶς χειραγωγεῖσθαι πρὸς τὴν τῆς θείας φύσεως ἔρευναν. οὐκοῦν ἐὰν ἴδωμεν διαφερούσας ἀλλήλων τὰς ἐνεργείας τὰς παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐνεργουμένας διαφόρους εἶναι, καὶ τὰς ἐνεργούσας φύσεις ἐκ τῆς ἑτερότητος τῶν ἐνεργειῶν στοχασόμεθα. οὐδὲ γὰρ ἐνδέχεται τὰ <pb n="v.3.p.64"/> διεστῶτα κατὰ τὸν τῆς φύσεως λόγον πρὸς τὸ τῶν ἐνεργειῶν εἶδος ἀλλήλοις συνενεχθῆναι· (οὔτε ψύχει τὸ πῦρ, οὔτε θερμαίνει ὁ κρύσταλλος), ἀλλὰ τῇ τῶν φύσεων διαφορᾷ συνδιαχωρίζονται ἀπʼ ἀλλήλων καὶ αἱ παρὰ τούτων ἐνέργειαι. ἐὰν δὲ μίαν νοήσωμεν τὴν ἐνέργειαν Πατρός τε καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου, ἐν μηδενὶ διαφέρουσάν τι ἢ παραλλάσσουσαν, ἀνάγκη τῇ ταυτότητι τῆς ἐνεργείας τὸ ἡνωμένον τῆς φύσεως συλλογίζεσθαι. </p><p rend="align(indent)"> Ἁγιάζει, καὶ ζωοποιεῖ, καὶ φωτίζει, καὶ παρακαλεῖ, καὶ πάντα τὰ τοιαῦτα, ὁμοίως ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. καὶ μηδεὶς κατʼ ἐξαίρετον ἀπονεμέτω τῇ ἐνεργείᾳ τοῦ Πνεύματος τὴν ἁγιαστικὴν ἐξουσίαν, ἀκούσας τοῦ Σωτῆρος ἐν τῷ Εὐαγγελίῳ περὶ τῶν μαθητῶν πρὸς τὸν Πατέρα λέγοντος· Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῷ ὀνοματί σου. ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα κατὰ τὸ ἴσον ἐνεργεῖται τοῖς ἀξίοις παρὰ τοῦ Πατρός τε καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· πᾶσα χάρις καὶ δύναμις, ἡ ὁδηγία, ἡ ζωή, ἡ παράκλησις, ἡ πρὸς τὸ ἀθάνατον μεταβολή, ἡ εἰς ἐλευθερίαν μετάστασις, καὶ εἴ τι ἄλλο ἐστὶν ἀγαθόν, ὃ μέχρις ἡμῶν καταβαίνει. ἡ δὲ ὑπὲρ ἡμᾶς οἰκονομία, ἔν τε τῇ νοητῇ κτίσει καὶ τῇ αἰσθητῇ, εἴ τι χρὴ διὰ τῶν γινωσκομένων ἡμῖν καὶ περὶ τῶν ὑπερκειμένων στοχάζεσθαι, οὐδὲ αὐτὴ τῆς τοῦ ἀγίου Πνεύματος ἐνεργείας καὶ δυνάμεως ἔξω καθέστηκεν, ἑκάστου κατὰ τὴν ἰδίαν ἀξίαν <pb n="v.3.p.66"/> τε καὶ χρείαν τῆς ὠφελείας μεταλαμβάνοντας. εἰ γὰρ καὶ ἄδηλος τῇ αἰσθήσει τῇ ἡμετέρᾳ ἡ περὶ τῶν ἄνω τῆς ἡμετέρας φύσεως διάταξίς τε καὶ διοίκησις, ὅμως ἐκ τῆς ἀκολουθίας εὐλογώτερον ἄν τις σύνθοιτο διὰ τῶν ἡμῖν γνωρίμων ἐνεργὸν εἶναι καὶ ἐπʼ ἐκείνων τὴν τοῦ Πνεύματος δύναμιν, ἢ ἀπεξενῶσθαι τῆς ἐν τοῖς ὑπερκειμένοις οἰκονομίας. ὁ μὲν γὰρ ἐκεῖνο λέγων ψιλὴν καὶ ἀκατάσκευον τὴν βλασφημίαν προβάλλεται, οὐδενὶ λογισμῷ κατασκευάζων τὴν ἀτοπίαν. ὁ δὲ συντιθέμενος καὶ τὰ ὑπὲρ ἡμᾶς μετὰ Πατρὸς καὶ Υἱοῦ τῇ δυνάμει τοῦ Πνεύματος οἰκονομεῖσθαι, ἐναργεῖ τεκμηρίῳ τῷ κατὰ τὴν ἰδίαν ζωὴν ἐπερειδόμενος περὶ τούτων διισχυρίζεται. οὐκοῦν ἡ τῆς ἐνεργείας ταυτότης ἐπὶ Πατρός τε καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου δείκνυσι σαφῶς τὸ τῆς φύσεως ἀπαράλλακτον. ὥστε κἂν φύσιν σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ Πνεύματι τὴν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην ἡ τῆς οὐσίας κοινότης συντίθεται. </p><p rend="align(indent)"> Ἀλλʼ οὐκ οἶδα ὅπως ἐπὶ τὴν τῆς φύσεως ἔνδειξιν τὴν προσηγορίαν τῆς θεότητος φέρουσιν οἱ πάντα κατασκευάζοντες, ὥσπερ οὐκ ἀκηκοότες παρὰ τῆς Γραφῆς, ὅτι χειροτονητὴ φύσις οὐ γίνεται. Μωϋσῆς δὲ τῶν Αἰγυπτίων ἐχειροτονήθη θεός, οὕτω πρὸς αὐτὸν εἰπόντος τοῦ χρηματίζοντος, ὅτι Θεόν σε δέδωκα τῷ Φαραώ. οὐκοῦν ἐξουσίας τινός, εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς, ἔνδειξιν ἡ προσηγορία φέρει. ἡ δὲ θεία φύσις ἐν <pb n="v.3.p.68"/> πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι, καθό ἐστι, μένει ἀσήμαντος, ὡς ὁ ἡμέτερος λόγος. εὐεργέτην γάρ, καὶ κριτήν, ἀγαθόν τε καὶ δίκαιον, καὶ ὅσα ἄλλα τοιαῦτα μαθόντες, ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν· τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα. ὅταν γὰρ ἀποδιδῷ τις λόγον ἑκάστου τε τούτων τῶν ὀνομάτων καὶ αὐτῆς τῆς φύσεως περὶ ἣν τὰ ὀνόματα, οὐ τὸν αὐτὸν ἀμφοτέρων ἀποδώσει λόγον. ὧν δὲ ὁ λόγος ἕτερος, τούτων καὶ ἡ φύσις διάφορος. οὐκοῦν ἄλλο μέν τί ἐστιν ἡ οὐσία, ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη· ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία, ἐξ ἐνεργείας τινὸς ἢ ἀξίας ὀνομαζομένων. </p><p rend="align(indent)"> Τὸ μὲν οὖν ἐν ταῖς ἐνεργείαις μηδεμίαν εἶναι διαφορὰν ἐκ τῆς τῶν ὀνομάτων κοινωνίας εὑρίσκομεν· τῆς δὲ κατὰ τὴν φύσιν παραλλαγῆς οὐδεμίαν καταλαμβάνομεν ἐναργῆ τὴν ἀπόδειξιν· καθὼς εἴρηται, τῆς τῶν ἐνεργειῶν ταὐτότητος τὸ κοινὸν τῆς φύσεως ὑποσημαινούσης. εἴτε οὖν ἐνεργείας ὄνομα ἡ θεότης, ὡς μίαν ἐνέργειαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὕτω μίαν φαμὲν εἶναι τὴν θεότητα· εἴτε κατὰ τὰς τῶν πολλῶν δόξας, φύσεως ἐνδεικτικόν ἐστι τὸ τῆς θεότητος ὄνομα, διὰ τὸ μηδεμίαν εὑρίσκειν ἐν τῇ φύσει παραλλαγήν, οὐκ ἀπεικότως μιᾶς θεότητος τὴν ἁγίαν Τριάδα διοριζόμεθα. </p></div><pb n="v.3.p.70"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="190"><head rend="align(center)">Ἀμφιλοχίῳ ἐπισκόπῳ Ἰκονίου.</head><p rend="align(indent)"> Ἀξίως τῆς σεαυτοῦ ἐμμελείας καὶ σπουδῆς, ἧς ἀεὶ ἐπαινέτης εἰμὶ ἐγώ, ἐμερίμνησας τὰ περὶ τῆς ἐκκλησίας Ἰσαύρων. ὅτι μὲν οὖν τῷ παντὶ λυσιτελέστερον ἦν εἰς πλείονας ἐπισκόπους καταδιαιρεθῆναι τὴν μέριμναν, αὐτόθεν εἶναι δῆλον καὶ τῷ τυχόντι νομίζω· οὐδὲ γὰρ τὴν σὴν σύνεσιν τοῦτο ἔλαθεν, ἀλλʼ ὡς ἔχει καὶ ἐπεσημήνω καλῶς καὶ ἐγνώρισας ἡμῖν. ἐπεὶ δὲ οὐκ εὔκολον εὑρεῖν ἄνδρας ἀξίους, μήπου ἕως βουλόμεθα τὸ ἐκ τοῦ πλήθους ἀξιόπιστον ἔχειν, καὶ ὑπὸ πλειόνων ἀκριβέστερον ποιεῖν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ οἰκονομεῖσθαι, λάθωμεν διὰ τὸ τῶν καλουμένων ἀδόκιμον εἰς εὐτέλειαν τὸν λόγον καταβαλόντες, ἀδιαφορίας μελέτην τοῖς λαοῖς ἐμποιεῖν; οἶδας γὰρ καὶ αὐτός, ὅτι ὁποῖοι δʼ ἄν ὦσιν οἰ προεστῶτες, τοιαῦτα ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ ἤθη τῶν ἀρχομένων γίνεσθαι εἴωθεν. ὥστε τάχα βέλτιον ἕνα τινὰ δόκιμον, εἴπερ καὶ τοῦτο ῥᾴδιον, προβαλέσθαι τῆς πόλεως προστάτην, καὶ ἐπιτρέψαι τῷ ἐκείνου κινδύνῳ οἰκονομεῖσθαι τὰ καθʼ ἕκαστον· μόνον ἐὰν ᾖ τις δοῦλος Θεοῦ, ἐργάτης <pb n="v.3.p.72"/> ἀνεπαίσχυντος, μὴ σκοπῶν τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν· ὃς ἐὰν εἰδῇ ἑαυτὸν μικρότερον πρὸς τὴν φροντίδα, προσλήψεται ἐργάτας εἰς τὸν θερισμόν. ἐὰν οὖν εὕρωμεν τοιοῦτον, ὁμολογῶ πολλῶν ἀντάξιον εἶναι τὸν ἕνα, καὶ ταῖς ἐκκλησίαις λυσιτελέστερον, καὶ ἡμῖν δὲ ἀκινδυνότερον, οὕτως οἰκονομῆσαι τῶν ψυχῶν τὴν ἐπιμέλειαν. ἐὰν δὲ τοῦτο μὴ ῥᾴδιον ᾖ, σπουδὴ γενέσθω ἡμῖν πρότερον ταῖς μικροπολιτείαις ἤτοι μικροκωμίαις ταῖς ἐκ παλαιοῦ ἐπισκόπων θρόνον ἐχούσαις δοῦναι τοὺς προϊσταμένους· καὶ τότε τὸν τῆς πόλεως ἀναστήσομεν, μήποτε ἐμπόδιον ἡμῖν πρὸς τὴν μετὰ ταῦτα οἰκονομίαν γένηται ὁ προβαλλόμενος, καὶ εὐθὺς ἀρξώμεθα ἡμεῖς τοῖς οἴκοι πολεμεῖν, διὰ τὸ πλειόνων βούλεσθαι ἄρχειν, καὶ μὴ καταδέχεσθαι τὰς χειροτονίας τῶν ἐπισκόπων. ἐὰν δὲ τοῦτο βαρὺ ᾖ, καὶ ὁ χρόνος μὴ ἐπιτρέπῃ, ἐκεῖνο σπουδασάτω ἡ σὴ σύνεσις, τοῦ ποιῆσαι περιγράψαι τῷ Ἰσαύρων τὸν ἴδιον κύκλον, διὰ τὸ χειροτονῆσαι αὐτὸν προσοίκους τινάς. τὸ δὲ ἐφεξῆς ἡμῖν ὑπάρξει τεταμιευμένον, εἰς τὸ κατὰ τὸν προσήκοντα καιρὸν δοῦναι πᾶσι τοῖς λοιποῖς ἐπισκόπους, οὓς ἂν κυριωτέρους εἶναι κρίνωμεν αὐτοί, διὰ πολλῆς ἐξετάσεως δοκιμάσαντες.</p><pb n="v.3.p.74"/><p rend="align(indent)"> Ἠρωτήσαμεν Γεώργιον, ὡς ἐκέλευσεν ἡ θεοσέβειά σου, καὶ εἶπεν ἃ καὶ ἡ σὴ εὐλάβεια ἀνήνεγκεν, ἐφʼ οἷς ἀνάγκη ἡμᾶς τὴν ἡσυχίαν ἄγειν, ἐπιρρίψαντας ἐπὶ Κύριον τὴν μέριμναν τοῦ οἴκου. πιστεύω γὰρ τῷ ἁγίῳ Θεῷ, ὅτι δώσει σύνεσιν, πρὸς τὸ ἑτέρῳ τρόπῳ ἐξελέσθαι τῶν ἀναγκῶν, καὶ ἡμῖν ἄλυπον τὴν ζωὴν προξενῆσαι. ἐὰν οὖν οὐ δοκῇ τοῦτο, αὐτὸς καταξίωσον ὑπομνηστικόν μοι ἀποστεῖλαι, περὶ τίνος χρὴ ἀξιώματος σπουδὴν εἰσενέγκασθαι, ἵνα ἀρξώμεθα αἰτεῖν ἕκαστον τῶν ἐν δυνάμει φίλων τὴν χάριν ταύτην, εἴτε προῖκα, εἴτε καὶ μετρίου τιμήματος, ὡς ἂν ἡμᾶς Κύριος εὐοδώσῃ. </p><p rend="align(indent)"> Ἐπέστειλα τῷ ἀδελφῷ Οὐαλερίῳ, ὡς προσέταξας. τὰ Νύσσης πράγματα ὅμοιά ἐστι τοῖς παρὰ τῆς σῆς θεοσεβείας καταλειφθεῖσι, καὶ προκόπτει ἐπὶ τὸ βέλτιον τῇ συνεργίᾳ τῶν σῶν προσευχῶν. οἱ μέντοι τότε ἀπορραγέντες ἡμῶν, οἱ μὲν ἀπῆλθον ἐπὶ τὸ στρατόπεδον, οἱ δὲ μένουσι τὴν ἐκεῖθεν ἀναμένοντες φήμην. δυνατὸς δὲ ὁ Κύριος καὶ τούτων ματαιῶσαι τὰς ἐλπίδας, κἀκείνοις ἄπρακτον τὴν ἐπάνοδον ποιῆσαι. </p><p rend="align(indent)"> Τὸ μάννα ὁ Φίλων ἑρμηνεύων ἔφη, ὥσπερ ἐκ παραδόσεώς τινος Ἰουδαϊκῆς δεδιδαγμένος, τοιαύτην αὐτοῦ εἶναι τὴν ποιότητα, ὥστε κατὰ τὴν <pb n="v.3.p.76"/> φαντασίαν τοῦ ἐσθίοντος μετακιρνᾶσθαι· καὶ εἶναι μὲν καθʼ ἑαυτὸ οἱονεὶ κέγχρον ἑψημένον ἐν μέλιτι, παρέχειν δὲ νῦν μὲν ἄρτου, νῦν δὲ κρέως· καὶ κρέως τοιοῦδε, ἢ πετεινοῦ ἢ χερσαίου· νῦν δὲ λαχάνου, καὶ λαχάνου τοῦ κατὰ τὴν ἐπιθυμίαν ἑκάστου· καὶ ἰχθύος, ὡς τὸ ἰδίωμα τῆς καθʼ ἕκαστον γένος ποιότητος ἀκριβῶς ἐν τῇ γεύσει τοῦ ἐσθίοντος διασώζεσθαι. </p><p rend="align(indent)"> Ἅρματα ἀναβάτας τριστάτας ἔχοντα οἶδεν ἡ Γραφή, διὰ τὸ τῶν λοιπῶν ἁρμάτων δύο εἶναι τοὺς ἐπιβάτας, τόν τε ἡνίοχον καὶ τὸν ὁπλίτην· τὰ δὲ τοῦ Φαραῶ δύο μὲν εἶχε τοῦς πολεμοῦντας, ἕνα δὲ τὸν τὰς ἡνίας τῶν ἵππων ἔχοντα. </p><p rend="align(indent)"> Σύμπιος ἡμῖν ἐπέστειλε θεραπευτικὴν ἐπιστολὴν καὶ κοινωνικήν, ᾧ ἡμεῖς ἀντιγράψαντες ἐπέμψαμεν τῇ εὐλαβείᾳ σου τὰ γράμματα, ἵνα ἄγαν ἐγκρίνας κελεύσῃς αὐτῷ ἀποσταλῆναι, δηλονότι μετὰ προσθήκης καὶ σῶν γραμμάτων. </p><p rend="align(indent)"> Ἐρρωμένος, εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ τοῦ ἁγίου φιλανθρωπίᾳ. </p></div></div></body></text></TEI>