Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου Παράσχοι ὁ ἅγιος Θεὸς ἐρρωμένῳ σοι τὸ σῶμα, καὶ ἀπὸ πάσης ἀσχολίας ἀνειμένῳ, καὶ πάντα πράττοντι κατὰ νοῦν, τὴν ἐπιστολὴν ἡμῶν ταύτην εἰς χεῖρας ἐλθεῖν, ἵνα μὴ ἄπρακτος ἡμῶν ἡ παράκλησις παράκλητιν E. γένηται, ἣν παρακαλοῦμεν νῦν ἐπιφανῆναί σε ἡμῶν τῇ πόλει, ἐπὶ τῷ σεμνοτέραν γενέσθαι τὴν πανήγυριν, ἣν δι’ ἔτους ἄγειν ἐπὶ τοῖς μάρτυσιν ἔθος ἐστὶν ἡμῶν τῇ ἐκκλησίᾳ. πέπεισο γάρ, τιμιώτατέ μοι καὶ ποθεινότατε ὡς ἀληθῶς, ὅτι πολλῶν εἰς πεῖραν ἐλθὼν ὁ παρʼ ἡμῖν ἡμὼν editi antiqi. λαὸς τῆς οὐδενὸς οὕτως ἀντέχεται ἐπιτυχίας, ὡς τῆς σῆς παρουσίας· τοιοῦτον κέντρον ἀγάπης ἐκ τῆς μικρᾶς ἐκείνης συντυχίας ἐναφῆκας. ἵνα οὖν καὶ ὁ Κύριος δοξασθῇ, καὶ λαοὶ εὐφρανθῶαι, καὶ τιμηθῶσι μάρτυρες, καὶ ἡμεῖς οἱ γέροντες τῆς ὀφειλομένης ἡμῖν παρὰ τέκνου γνησίου τύχωμεν θεραπείας, καταξίωσον ἀόκνως μέχρις ἡμῶν διαβῆναι, καὶ προλαβεῖν τὰς ἡμέρας τῆς συνόδου, ὥστε ἐπὶ σχολῆς ἡμᾶς ἀλλήλοις συγγενέσθαι καὶ καί om. E συμπαρακληθῆναι διὰ τῆς κοινωνίας τῶν πνευματικῶν χαρισμάτων. ἔστι δὲ ἡ ἡμέρα τῇ πέμπτῃ τοῦ Σεπτεμβρίου. διὸ παρακαλοῦμεν πρὸ τριῶν ἡμερῶν ἐπιστῆναι, ἵνα καὶ τοῦ πτωχοτροφείου τὴν μνήμην μεγάλην ποιήσῃς τῇ παρουσίᾳ. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ ὑπερευχόμενός μου διαφυλαχθείης μοι καὶ τῇ τοῦ Θεοῦ Χριστοῦ E. ἐκκλησίᾳ χάριτι τοῦ Κυρίου. Σωφρονίῳ μαγίστρῳ Καταλέγειν μὲν πάντας τοὺς δι’ ἡμᾶς εὐεργετηθέντας παρὰ τῆς σῆς μεγαλονοίας οὐ ῥᾴδιον· οὕτω πολλοὺς μὲν μέν om. E σύνισμεν ἑαυτοῖς εὐπεποιηκόσι διὰ τῆς μεγάλης σου χειρός, ἣν ὁ Κύριος ἡμῖν σύμμαχον ἐπὶ τῶν μεγίστων καιρῶν ἐχαρίσατο. δικαιότατος δὲ πάντων καὶ ὁ νῦν προσαγόμενος διὰ τοῦ γράμματος ἡμῶν τυγχάνει, τυγχάνειν editi antiqi. ὁ αἰδεσιμώτατος ἡμῶν add. editi antiqi. ἀδελφὸς Εὐσέβιος, παραλόγῳ συκοφαντίᾳ περιπεσών, ἣν ἀποσκεδάσαι μόνης ἐστὶ τῆς σῆς ὀρθότητος. διὸ παρακαλοῦμεν, καὶ τῷ δικαίῳ χαριζόμενον, καὶ πρὸς τὸ ἀνθρώπινον ἀφορῶντα, καὶ ἡμῖν τὰς συνήθεις παρεχόμενον χάριτας, ἀντὶ πάντων γενέσθαι τῷ ἀνδρί, καὶ προστῆναι αὐτοῦ μετὰ τῆς τῆς om. E ἀληθείας. ἔχει γὰρ οὐ μικρὰν συμμαχίαν τὴν ἀπὸ τοῦ δικαίου· ἣν εἰ μὴ ὀ παρὼν καιρὸς καταβλάψειε, πάνυ ῥᾴδιον σαφῶς καὶ ἀναντιρρήτως ἐπιδειχθήσεσθαι. ἐπιδειχθῆναι editi antiqi. Ἀβουργίῳ Πολλοὺς οἶδα πολλάκις συστήσας τῇ τιμιότητί σου καὶ γενόμενος ἐπὶ μεγίστων καιρῶν χρήσιμος ἱκανῶς τοῖς καταπονουμένοις. οὐ μὴν τιμιώτερόν γε ἐμοὶ οὐδʼ ὑπὲρ μειζόνων ἀγωνιζόμενον οἶδα πρότερον παραπέμψας τῇ κοσμιότητί σου τοῦ ποθεινοτάτου υἱοῦ Εὐσεβίου, τοῦ νῦν τὴν ἐπιστολὴν ταύτην ἐγχειρίζοντός σοι παρʼ ἡμῶν. ὃς ποταπῷ μὲν συμπέπλεκται πράγματι αὐτός, ἂν τύχοι τινὸς καιροῦ, διηγήσεταί σου τῇ σεμνότητι. ἃ δὲ παρʼ ἡμῶν λεχθῆναι προσῆκε ταῦτά ἐστι· μὴ παρασυρῆναι τὸν ἄνδρα, μηδὲ τῷ πολλοὺς πεφηνέναι τοὺς ἐπὶ ταῖς χαλεπωτάταις πράξεσιν ἑαλωκότας καὶ αὐτόν τι τῆς τῶν πολλῶν ὑπονοίας παραπολαῦσαι· ἀλλὰ τυχεῖν δικαστηρίου, καὶ εἰς ἐξέτασιν αὐτοῦ τὸν βίον ἀχθῆναι. ῥᾷστα γὰρ οὕτω καὶ ἡ συκοφαντία φανερὰ γενήσεται, καὶ ὁ ἀνὴρ τυχὼν τῆς δικαιοτάτης προστασίας κῆρυξ ἔσται διηνεκὴς τῶν ὑπηργμένων αὐτῷ παρὰ τῆς σῆς ἡμερότητος. Ἀρινθαίῳ Καὶ φιλελεύθερόν σε εἶναι καὶ φιλάνθρωπον τό τε τῆς φύσεως εὐγενὲς καὶ τὸ πρὸς πάντας κοινωνικὸν ἱκανῶς ἡμᾶς ἐκδιδάσκει. διὸ θαρρούντως θαρροῦντες tres recent. MSS. πρεσβεύομεν ὑπὲρ ἀνδρὸς λαμπροῦ μὲν ἄνωθεν καὶ ἐκ προγόνων, πλείονος δὲ δι’ ἑαυτὸν τιμῆς καὶ αἰδοῦς ἀξίου διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ τῶν τρόπων ἡμερότητα· ὥστε σε παρακληθέντα ὑφʼ ἡμῶν παραστῆναι αὐτῷ ἀγωνιζομένῳ δίκην, τῆς μὲν ἀληθείας ἕνεκεν ἕνεκα editi antiqi. εὐκαταφρόνητον, ἐναγώνιον δὲ ἄλλως διὰ τὸ τῆς συκοφαντίας βαρύ. μεγάλη γὰρ ἂν γένοιτο αὐτῷ ῥοπὴ πρὸς σωτηρίαν, εἰ καταξιώσειάς τι ῥῆμα φιλάνθρωπον ὑπὲρ αὐτοῦ προέσθαι, προΐεσθαι editi antiqi. προηγουμένως μὲν τῷ δικαίῳ χαριζόμενος, ἔπειτα καὶ ἡμῖν τοῖς ἐξαιρέτοις σου τὴν συνήθη τιμὴν καὶ χάριν καὶ ἐν τούτῳ χαριζόμενος. Σωφρονίῳ μαγίστρῳ, Εὐμαθίου ἕνεκεν Ἀνδρὶ ἀξιολόγῳ περιτυχὼν περιστάσει οὐκ ἀνεκτῇ κεχρημένῳ ἔπαθον τὴν ψυχήν. τί γὰρ οὐκ ἔμελλον, ἄνθρωπος ὤν, ἀνθρώπῳ ἐλευθέρῳ παρʼ ἀξίαν ἐμπεπλεγμένῳ πράγμασι συναλγεῖν; καὶ βουλευσάμενος οὖν add. editi antiqi. πῶς ἂν γενοίμην αὐτῷ χρήσιμος, μίαν εὗρον λύσιν τῆς κατεχούσης αὐτὸν δυσχερείας, εἰ τῇ σῇ κοσμιότητι ποιήσαιμι γνώριμον. σὸν οὖν τὸ ἐφεξῆς, τὴν σαυτοῦ σπουδήν, ἣν εἰς πολλοὺς ἐφʼ ὑφʼ editi antiqi. ἡμῖν μάρτυσιν μάρτυρας E. ἐπιδέδειξαι, καὶ αὐτῷ παρασχέσθαι. Τὸ δὲ πρᾶγμα γνωρίσει ἡ ἐπιδοθεῖσα παρʼ αὐτοῦ δέησις τοῖς βασιλεῦσιν, ἣν καὶ λαβεῖν εἰς χεῖρας καὶ συμπρᾶξαι τῷ ἀνδρὶ τὰ δυνατὰ παρακλήθητι. καὶ γὰρ Χριστιανῷ χαρίζῃ, χαρίζει editi antiqi. καὶ εὐγενεῖ, καὶ ἀπὸ λόγου πολλοῦ τὸ αἰδέσιμον ἐπαγομένῳ. ἐὰν δὲ προσθῶμεν, ὅτι καὶ ἡμεῖς μεγάλην διὰ τῆς εἰς αὐτὸν εὐποιίας ὑποδεχόμεθα ἀποδεχόμεθα E. ἀποδεξόμεθα editi antiqi. χάριν, πάντως, κἂν μικρὸν ᾖ ἄλλως τὸ ἡμέτερον, ἀλλὰ τῆς σῆς σεμνότητος ἀεὶ ἐν λόγῳ ποιεῖσθαι τὰ καθʼ ἡμᾶς ἀνεχομένης, οὐ μικρὸν φανεῖται τὸ χαρισθὲν ἡμῖν.