Γρηγορίῳ ἑταίρῳ add. E. Ἐπέσταλκά σοι καὶ πρώην περὶ Γλυκερίου καὶ τῶν παρθένων. οἱ δὲ οὐδέπω καὶ τήμερον ἐπανήκασιν, ἀλλʼ ἔτι μέλλουσιν, οὐκ οἶδα ὅθεν καὶ ὅπως. οὐ γὰρ ἂν ἐκεῖνό σου καταγνοίην, ὡς ἐφʼ ἡμετέρᾳ διαβολῇ τοῦτο ποιεῖς, ἢ αὐτὸς πάσχων τι πρὸς ἡμᾶς, ἢ ἄλλοις χαριζόμενος. ἡκέτωσαν οὖν μηδὲν δεδοικότες· σὺ γενοῦ τούτου σὺ γενοῦ τούτου συγγένου τούτων editi antiqi. τούτων apud Gregorium. ἐγγυητής. καὶ γὰρ ἀλγοῦμεν τεμνομένων τεμνομένων τεμνόμενοι τῶν μελῶν apud Gregorium. τῶν μελῶν, εἰ καὶ καλῶς κακῶς E, editi antiqi. ἐτμήθησαν. εἰ δὲ ἀντιτείνοιεν, ἐπʼ ἄλλους τὸ βάρος, ἡμεῖς δὲ ἀποπλυνόμεθα. Σωφρονίῳ ἐπισκόπῳ Ὅπως ηὔφρανας ἡμᾶς τοῖς τοῖς om. E γράμμασιν οὐδὲν δεόμεθα γράφειν. εἰκάζεις γὰρ πάντως αὐτοῖς οἷς ἐπέστειλας τοιούτοις οὖσι. τοιούτοις οὖσι om. E τὸν γὰρ πρῶτον καρπὸν τοῦ Πνεύματος, τὴν ἀγάπην, ἔδειξας ἡμῖν διὰ τοῦ γράμματος. τούτου δὲ τί ἂν γένοιτο τιμιώτερον ἡμῖν ἐν τῇ παρούσῃ τῶν καιρῶν καταστάσει, ἡνίκα διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ἐψύγη τῶν πολλῶν ἡ ἀγάπη; οὐδὲν γὰρ οὕτω σπάνιον νῦν ὡς ἀδελφοῦ συντυχία πνευματικοῦ, καὶ ῥῆμα εἰρηνικόν, καὶ πνευματικὴ κοινωνία, ἣν εὑρόντες ἐν τῇ σῇ τελειότητι ὑπερευχαριστήσαμεν τῷ Κυρίῳ, δεόμενοι καὶ τῆς τελείας ἐπὶ σοὶ μετασχεῖν εὐφροσύνης. εἰ γὰρ ἐπιστολαὶ τοιαῦται, ὁποία ἡ συντυχία; καὶ εἰ πόρρωθεν οὕτως αἱρεῖς, πόσου ἄξιος ἔσῃ ἐγγύθεν ἡμῖν ἐπιφανείς; εὖ δὲ ἴσθι, εὖ δὲ ἴσθι ὥστε με E; ὥστε μοι Med. εἰ μὴ μυρίων ἀσχολιῶν περιεῖχε πλῆθος ἡμᾶς add. editi antiqi. καὶ αἱ ἀπαραίτητοι αὗται ἀνάγκαι αἷς ἐνδεδέμεθα, αὐτόν με ἐπειχθῆναι πρὸς τὴν σὴν τελειότητα. καίτοιγε καίτοι E. μέγα μοι ἐμπόδιόν ἐστι πρὸς τὰς κινήσεις ἡ παλαιὰ αὕτη τοῦ σώματος ἀρρωστία, ἀλλʼ ὅμως οὐκ ἂν ὑπελογισάμην τοῦτο ἐμπόδιον τῆς προσδοκωμένης ἕνεκεν ὠφελείας. τὸ γὰρ ἀνδρὶ τὰ αὐτὰ φρονοῦντι καὶ τὴν τῶν πατέρων πρεσβεύοντι πίστιν, ὡς ὁ τῶν τιμίων ἀδελφῶν καὶ συμπρεσβυτέρων λόγος, περὶ σοῦ add. editi antiqi. καταξιωθῆναι περιτυχεῖν, ὄντως ἐστὶν εἰς τὴν ἀρχαίαν μακαριότητα τῶν ἐκκλησιῶν ἐπανελθεῖν, ὅτε ὀλίγοι μὲν ἦσαν οἱ νοσοῦντες περὶ ζητήσεις, ἐν ἡσυχίᾳ δὲ ἦσαν πάντες, ἐργάται ὄντες τῶν ἐντολῶν τοῦ Θεοῦ add. editi antiqi. ἀνεπαίσχυντοι, διὰ τῆς ἁπλῆς καὶ ἀπεριέργου ὁμολογίας λατρεύοντες τῷ Κυρίῳ, καὶ λατρεύοντες τῷ Κυρίῳ, καί om. E Med. ἄσυλον τὴν πίστιν καὶ ἀπερίεργον τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα διαφυλάσσοντες. Πρὸς Θεοδώραν κανονικήν Θεοδώρᾳ κανονικῇ editi antiqi.; περὶ βίου κανονικοῦ add. Harl. Ὀκνηροὺς ἡμᾶς ποιεῖ πρὸς τὸ γράφειν τὸ μὴ πεπεῖσθαι τὰς ἐπιστολὰς ἡμῶν πάντως πάντας editi antiqi. ἐγχειρίζεσθαι τῇ σῇ ἀγάπῃ ἀλλὰ κακίᾳ τῶν διακονούντων μυρίους προεντυγχάνειν ἑτέρους· καὶ μάλιστα νῦν οὕτω τεταραγμένων τεταγμένων editi antiqi. τῶν κατὰ τὴν οἰκουμένην πραγμάτων. διόπερ ἀναμένω ἀναμένομεν editi antiqi. τρόπον τινὰ μεμφθῆναι πεμφθῆναι E. καὶ καί om. E ἀπαιτηθῆναι βιαίως τὰς ἐπιστολάς, ὥστε αὐτῷ τούτῳ τεκμηρίῳ χρήσασθαι τῆς ἀποδόσεως. καὶ γράφοντες μὲν οὖν καὶ σιωπῶντες ἓν ἔργον ἔχομεν ἐν ταῖς καρδίαις ἡμῶν, φυλάσσειν τὴν μνήμην τῆς κοσμιότητός σου, καὶ προσεύχεσθαι τῷ Κυρίῳ δοῦναί σοι τελέσαι τὸν δρόμον τῆς ἀγαθῆς πολιτείας καθὰ προείλου. τῷ ὄντι γὰρ οὐ μικρὸς ἀγὼν ὁμολογοῦντι ὁμολογοῦντά τι editi antiqi. τῆς ἐπαγγελίας τὰ ἐφεξῆς ἐπάγειν. τὸ μὲν γὰρ προελέσθαι τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν παντός, τὸ δὲ καὶ μέχρι τῶν μικροτάτων ἄγειν τὴν παρατήρησιν, καὶ μηδὲν τῶν ἐκεῖ γεγραμμένων παρορᾷν, τοῦτο πάνυ ὀλίγοις τῶν εἰς ἡμετέραν γνῶσιν ἡκόντων κατώρθωται· ὥστε καὶ γλώσσῃ πεπεδημένῃ κεχρῆσθαι χρῆσθαι editi antiqi. καὶ ὀφθαλμῷ πεπαιδαγωγημένῳ κατὰ τὸ βούλημα τοῦ εὐαγγελίου, καὶ χερσὶν ἐνεργεῖν κατὰ τὸν σκοπὸν τῆς εὐαρεστήσεως τοῦ Θεοῦ, καὶ πόδας κινεῖν καὶ ἑκάστῳ τῶν μελῶν οὕτω κεχρῆσθαι ὡς ἐξ ἀρχῆς ὁ Δημιουργὸς ἡμῶν ᾠκονόμησε· τὸ ἐν τῇ καταστολῇ κόσμιον, τὸ ἐν ταῖς συντυχίαις τῶν ἀνδρῶν πεφυλαγμένον, τὸ ἐν βρώμασιν αὔταρκες, τὸ ἐν τῇ κτήσει κτήσει E. κυήσει editi. τῶν ἀναγκαίων ἀπέριττον. ταῦτα πάντα μικρὰ μὲν ἁπλῶς οὕτω λεγόμενα, μεγάλου δὲ ἀγῶνος εἰς τὸ κατορθωθῆναι χρῄζοντα, ὡς ἐπʼ αὐτῆς ὡς ἐπ’ αὐτῆς εὑρήκαμεν editi antiqi. τῆς ἀληθείας εὕρομεν. καὶ μὲν καὶ τὸ ἐν τῇ ταπεινοφροσύνῃ τέλειον, ὡς μήτε προγόνων περιφανείας μεμνῆσθαι, μήτε, εἴ τι ὑπάρχει ἐνυπάρχει editi antiqi. ἡμῖν ἐκ ἐκ om. E φύσεως πλεονέκτημα ἢ κατὰ σῶμα ἢ κατὰ ψυχήν, τούτῳ ἐπαίρεσθαι, μήτε τὰς ἔξωθεν περὶ ἡμῶν ὑπολήψεις ἀφορμὴν ἐπάρσεώς τε καὶ φυσιώσεως ποιεῖσθαι, ταῦτα τοῦ εὐαγγελικοῦ ἔχεται βίου. τὸ ἐν ἐγκρατείᾳ εὔτονον, τὸ ἐν προσευχαῖς φιλόπονον, τὸ ἐν φιλαδελφίᾳ συμπαθές, τὸ πρὸς τοὺς δεομένους κοινωνικόν, τὸ πρὸς τοὺς δεομένους κοινωνικόν om. E τὸ τοῦ φρονήματος καταβεβλημένον, ὁ συντριμμὸς τῆς καρδίας, τὸ πρὸς τοὺς δεομένους κοινωνικόν add. E. τὸ τῆς πίστεως ὑγιές, τὸ ἐν σκυθρωπότητι ὁμαλόν, μηδέποτε τῆς ἐννοίας ἡμῶν λειπούσης τοῦ φοβεροῦ καὶ ἀπαραιτήτου δικαστηρίου τὴν μνήμην πρὸς ὃ ἐπειγόμεθα μὲν ἅπαντες, μέμνηνται δὲ αὐτοῦ καὶ τὴν ἀπʼ αὐτοῦ ἔκβασιν ἀγωνιῶσιν ἐλάχιστοι. Πρὸς ἐλευθέραν Ἐγώ, καὶ πάνυ βουλόμενος συνεχῶς ἐπιστέλλειν τῇ εὐγενείᾳ ὑμῶν, ἐπέσχον ἀπέσχον editi antiqi. ἐμαυτὸν ἀεί, μήπως δόξω τινὰς ὑμῖν πειρασμοὺς ἐπεγείρειν διὰ τοὺς φιλέχθρως φιλεχθῶς editi antiqi. πρὸς ἡμᾶς διακειμένους καί, ὡς ἀκούω, μέχρι καὶ τούτων τὴν ἔχθραν ἐλαύνοντας, ὥστε πολυπραγμονεῖν φιλοπραγμονεῖν E, Harl. εἴ πού τις καὶ γράμμα ἡμέτερον δέχοιτο. ἐπειδὴ δὲ αὐτή, καλῶς ποιοῦσα, κατῆρξας τοῦ γράμματος καὶ ἐπέστειλας ἡμῖν ἃ ὡς E. ἐχρῆν περὶ τῶν κατὰ τὴν τήν om. E ψυχήν σου πραγμάτων ἀνακοινουμένη, προετράπην εἰς τὸ ἀντεπιστεῖλαι, ὁμοῦ μὲν τὰ ἐν τῷ παρελθόντι παρόντι E. χρόνῳ ἐλλειφθέντα ἐπανορθούμενος, ὁμοῦ δὲ καὶ πρὸς τὰ ἐπεσταλμένα παρὰ τῆς σῆς εὐγενείας ἀποκρινόμενος. Ὅτι μακαρία ἐστὶ ἡ add. E. ψυχὴ ἡ νυκτὸς καὶ ἡμέρας μηδεμίαν ἄλλην μέριμναν στρέφουσα ἢ πῶς ἐπὶ τῆς μεγάλης ἡμέρας, καθʼ ἣν πᾶσα ἡ κτίσις περιστήσεται τὸν κριτὴν τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα, καὶ αὐτὴ δυνηθῇ κούφως ἀποθέσθαι τὸν λόγον τῶν βεβιωμένων. ὁ γὰρ ἐκείνην τὴν ἡμέραν καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέμενος, καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου ἀπαραλογήτου editi antiqi. κριτηρίου ἀπολογίαν, ὁ τοιοῦτος ἢ οὐδὲν παντελῶς ἢ ἐλάχιστα ἁμαρτήσεται, διότι διόπερ E. τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ φόβου τοῦ Θεοῦ Κυρίου editi antiqi. γίνεται. οἷς δʼ ἂν ἐναργὴς παρῇ τῶν ἀπειλουμένων ἡ προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοικος φόβος εἰς ἀβουλήτους πράξεις ἢ ἐνθυμήσεις ἐκπεσεῖν. Καὶ μέμνησο τοίνυν τοῦ Θεοῦ, καὶ ἔχε τὸν αὐτοῦ φόβον ἐν τῇ καρδίᾳ, καὶ πάντας εἰς τὴν κοινωνίαν τῶν εὐχῶν παραλάμβανε. μεγάλη γὰρ καὶ ἡ τῶν δυναμένων δυσωπεῖν τὸν Θεὸν βοήθεια. καὶ μὴ διαλίπῃς ταῦτα ποιοῦσα. καὶ γὰρ καὶ ζῶσιν ἡμῖν τὴν ἐν σαρκὶ ταύτῃ ταύτην E. ζωὴν ἀγαθὴ ἔσται βοηθὸς ἡ προσευχή, καὶ ἀπερχομένοις ἐντεῦθεν ἐφόδιον διαρκὲς πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. ὥσπερ δὲ ἡ φροντὶς πρᾶγμά ἐστιν ἀγαθόν, οὕτω πάλιν ἡ ἀθυμία καὶ ἡ ἀπόγνωσις καὶ τὸ δυσελπίστως ἔχειν πρὸς σωτηρίαν τῶν βλαπτόντων ἐστὶ τὴν ψυχήν. ἐπέλπιζε τοίνυν τῇ ἀγαθότητι τοῦ Θεοῦ, καὶ ἐκδέχου αὐτοῦ τὴν ἀντίληψιν, γινώσκουσα ὅτι, ἐὰν καλῶς καὶ γνησίως πρὸς αὐτὸν ἐπιστραφῶμεν, οὐ μόνον οὐκ ἀπορρίψει ἡμᾶς εἰς τὸ παντελές, ἀλλʼ ἔτι λαλούντων ἡμῶν τὰ ῥήματα τῆς προσευχῆς ἐρεῖ· Ἰδοὺ πάρειμι. Μαγνηνιανῷ Μαγνινιανῷ Med. κόμητι Πρώην ἐπέστελλέ μοι ἡ σεμνότης σου ἄλλα τινὰ καὶ περὶ πίστεως γράψαι ἡμᾶς ἐναργῶς προστάσσουσα. ἀλλʼ ἐγὼ τὴν μὲν σὴν περὶ τὸ πρᾶγμα ἄγαμαι σπουδήν, σπουδήν om. E καὶ εὔχομαι τῷ Θεῷ ἀνενδότως σοι τῶν ἀγαθῶν τὴν αἵρεσιν ἐνυπάρχειν καὶ ἀεί σε προκόπτοντα καὶ γνώσει καὶ ἔργοις ἀγαθοῖς τελειοῦσθαι· διὰ δὲ τὸ μὴ βούλεσθαι περὶ πίστεως σύνταγμα καταλιμπάνειν μηδὲ γράφειν διαφόρους πίστεις, παρετηρησάμην μὴ μή add. Capps. ἀποστεῖλαι ἃ ἐπεζητήσατε. Πλὴν δοκεῖτέ μοι περιηχεῖσθαι παρὰ τῶν αὐτόθι, τῶν μηδὲν ἐργαζομένων, οἳ ὁ editi antiqi. ἐπὶ διαβολῇ ἡμετέρᾳ λέγουσί τινα, ὡς ἐκ τούτου ἑαυτοὺς συστήσοντες, συστήσαντες editi antiqi. ἐὰν ἡμῶν τὰ αἴσχιστα καταψεύσωνται. ἐκείνους μὲν γὰρ φανεροῖ ὁ παρελθὼν χρόνος, καὶ προϊοῦσα ἡ πεῖρα φανερωτέρους ποιήσει. ἡμεῖς δὲ παρακαλοῦμεν τοὺς ἠλπικότας εἰς Χριστὸν μηδὲν παρὰ τὴν ἀρχαίαν περιεργάζεσθαι πίστιν, ἀλλʼ ὡς πιστεύομεν, οὕτω καὶ βαπτίζεσθαι, ὡς δὲ βαπτιζόμεθα, οὕτω καὶ δοξολογεῖν. ὀνόματα δὲ ἡμῖν ἀρκεῖ ἀρκεῖν Med. ἐκεῖνα ὁμολογεῖν, ἃ παρελάβομεν παρὰ τῆς ἁγιας Γραφῆς καὶ τὴν ἐπὶ τούτοις καινοτομίαν διαφεύγειν. οὐ γὰρ ἐν τῇ ἐφευρέσει τῶν προσηγοριῶν ἡ σωτηρία ἡμῶν, ἀλλʼ ἐν τῇ ὑγιεῖ περὶ τῆς θεότητος εἰς ἣν πεπιστεύκαμεν ὁμολογίᾳ.