<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="166"><head rend="align(center)">Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων<note xml:lang="eng"><foreign xml:lang="grc">πρεσβύτερος ὤν</foreign> add. E, editi antiqi.</note></head><p rend="align(indent)"> Τὰ πάντα τίμιος ὢν ἡμῖν καὶ τῶν φίλων ἐν τοῖς γνησίοις ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν <pb n="v.2.p.432"/> Εὐπράξιος τιμιώτερος ὤφθη καὶ γνησιώτερος ἐκ τῆς περὶ σὲ διαθέσεως· ὅς γε καὶ νῦν οὕτως ὥρμησε πρὸς τὴν σὴν θεοσέβειαν (ἵνʼ εἴπω τὸ τοῦ Δαβίδ), ὡς ἔλαφος πολὺ δίψος καὶ οὐ φορητὸν ποτίμῳ καὶ καθαρᾷ πηγῇ καταψύχουσα. καὶ μακάριος ὅ σοι πλησιάζειν ἠξιωμένος.<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">καὶ μακάριος ... ἠξιωμένος</foreign>om. E.</note> καὶ μακαριώτερος δὲ ὁ ὑπὲρ Χριστοῦ παθήμασι καὶ τοῖς ὑπὲρ ἀληθείας ἱδρῶσι τοιαύτην ἐπιθεὶς κορωνίδα, ἧς ὀλίγοι τῶν φοβουμένων τὸν Θεὸν τετυχήκασιν. οὐ γὰρ ἀβασάνιστον ἐπεδείξω τὴν ἀρετήν, οὐδὲ ἐν εὐδίας καιρῷ μόνον ὀρθῶς ἔπλευσας καὶ τὰς τῶν ἄλλων ψυχὰς ἐκυβέρνησας, ἀλλʼ ἐν ταῖς δυσχερείαις τῶν πειρασμῶν διεφάνης,<note xml:lang="eng"><foreign xml:lang="grc">ἀνεφάνης</foreign> E.</note> καὶ τῶν διωκόντων γέγονας ὑψηλότερος τῷ γενναίως μεταστῆναι τῆς ἐνεγκούσης. </p><p rend="align(indent)"> Καὶ ἄλλοι μὲν τὸ πατρῷον ἔδαφος ἔχουσιν, ἡμεῖς δὲ τὴν ἄνω πόλιν·<note xml:lang="eng"><foreign xml:lang="grc">καί</foreign> add. E.</note> ἄλλοι τὸν ἡμέτερον ἴσως θρόνον, ἡμεῖς δὲ Χριστόν. ὢ τῆς πραγματείας οἵων ὑπεριδόντες, οἷα κεκομίσμεθα· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος· πιστεύω δὲ ὅτι καὶ ἐξελευσόμεθα εἰς ἀναψυχήν. οὐ γὰρ<note xml:lang="eng"><foreign xml:lang="grc">εἰς τέλος</foreign> add. E.</note> ἐγκαταλείψει ἡμᾶς ὁ Θεὸς εἰς τέλος, οὐδὲ περιόψεται τὸν ὀρθὸν λόγον δεδιωγμένον· ἀλλὰ κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν ἡμῶν αἱ παρακλήσεις αὐτοῦ εὐφρανοῦσιν ἡμᾶς. τοῦτο μὲν οὖν καὶ πιστεύομεν καὶ εὐχόμεθα. σὺ δέ, παρακαλῶ, ὑπερεύχου τῆς ταπεινώσεως <pb n="v.2.p.434"/> ἡμῶν, καὶ ὁσάκις ἂν ἐμπίπτῃ καιρός, εὐλογεῖν ἡμᾶς διὰ γραμμάτων μὴ κατόκνει, καὶ εὐθυμοτέρους ποιεῖν τὰ κατὰ σεαυτὸν δηλῶν, ὃ ποιῆσαι νῦν κατηξίωσας. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="167"><head rend="align(center)">Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων</head><p rend="align(indent)"> Καὶ γράφων καὶ μεμνημένος εὐφραίνεις ἡμᾶς, καὶ τὸ τούτου μεῖζον, εὐλογῶν ἡμᾶς ἐν τοῖς γράμμασιν. ἡμεῖς δέ, εἰ μὲν<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">εἰ μὲν</foreign><foreign xml:lang="grc">ἐσμέν</foreign> editi antiqi.</note> ἄξιοι τῶν σῶν παθημάτων καὶ τῆς ὑπὲρ Χριστοῦ ἀθλήσεως, κατηξιώθημεν ἂν καὶ μέχρι σου<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">κατηξιώθημεν... σου</foreign><foreign xml:lang="grc">εὐχόμεθα ἰδεῖν</foreign> E.</note> γενόμενοι περιπτύξασθαί σου τὴν<note xml:lang="eng"><foreign xml:lang="grc">σήν</foreign> E.</note> θεοσέβειαν καὶ τύπον λαβεῖν τῆς ἐν τοῖς παθήμασι καρτερίας. ἐπειδὴ δὲ ἀνάξιοι τούτου τυγχάνομεν, πολλαῖς θλίψεσι καὶ ἀσχολίαις ἐνεχόμενοι, ὃ δεύτερόν ἐστι ποιοῦμεν· προσαγορεύομεν τὴν σὴν τελειότητα, καὶ ἀξιοῦμεν μὴ κάμνειν σε μεμνημένον ἡμῶν. οὐ γὰρ ὠφέλεια μόνον ἡμῖν τῶν σῶν καταξιοῦσθαι γραμμάτων, ἀλλὰ καὶ καύχημα πρὸς τοὺς πολλοὺς καὶ καλλώπισμα, ὅτι λόγος ἡμῶν ἐστὶ παρὰ ἀνδρὶ τοσούτῳ τὴν ἀρετὴν καὶ τοσαύτην ἔχοντι πρὸς Θεὸν οἰκειότητα, ὥστε καὶ ἄλλους οἰκειοῦν δύνασθαι καὶ λόγῳ καὶ ὑποδείγματι. </p></div><pb n="v.2.p.436"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="168"><head rend="align(center)">Ἀντιόχῳ πρεσβυτέρῳ, ἀδελφιδῷ συνόντι ἐν τῇ ἐξορίᾳ</head><p rend="align(indent)"> Ὅσον ὀδύρομαι τὴν ἐκκλησίαν τὴν στερηθεῖσαν τῆς τοῦ τοιούτου ποιμένος ἐπιστασίας, τοσοῦτον μακαρίζω ὑμᾶς καταξιωθέντας ἐν τοιούτῳ καιρῷ συνεῖναι ἀνδρὶ τὸν μέγαν ὑπὲρ τῆς εὐσεβείας<note xml:lang="eng"><foreign xml:lang="grc">ἐκκλησίας</foreign> tres MSS. recentiores.</note> διαθλοῦντι ἀγῶνα. πέπεισμαι γὰρ ὅτι ὁ Κύριος καὶ ὑμᾶς τῆς αὐτῆς μερίδος καταξιώσει τοὺς καλῶς ἀλείφοντας καὶ ἐπεγείροντας αὐτοῦ τὴν προθυμίαν. ἡλίκον δὲ κέρδος ἐν ἡσυχίᾳ βαθείᾳ ἀπολαύειν ἀνδρὸς τοσαῦτα μὲν ἐκ τῆς μαθήσεως τοσαῦτα δὲ ἐκ τῆς πείρας τῶν πραγμάτων συνειληχότοσϲ ὥστε πέπεισμαι ὑμᾶς νῦν ἐγνωκέναι τὸν ἄνδρα, ἡλίκος ἐστὶ τὴν σύνεσιν· διότι ἐν τῷ παρελθόντι χρόνῳ καὶ αὐτὸς τὴν διάνοιαν εἶχεν εἰς πολλὰ σχιζομένην καὶ ὑμεῖς οὐκ ἤγετε σχολὴν ἀπὸ τῶν τοῦ βίου πραγμάτων, ὥστε ὅλοι προσκεῖσθαι τῷ πνευματικῷ νάματι τῷ ἀπὸ καθαρᾶς καρδίας τοῦ ἀνδρὸς προχεομένῳ. ἀλλὰ παράσχοι ὁ Κύριος ὑμᾶς καὶ αὐτῷ παράκλησιν εἶναι καὶ αὐτοὺς μὴ δεῖσθαι τῆς ἑτέρων παρηγορίας· ὅπερ οὖν καὶ πέπεισμαι περὶ τῶν καρδιῶν ὑμῶν, τεκμαιρόμενος τῇ τε ἐμαυτοῦ πείρᾳ, ἣν πρὸς ὀλίγον ὑμῶν ἐπειράθην, καὶ τῇ μεγάλῃ διδασκαλίᾳ τοῦ καλοῦ καθηγητοῦ, οὗ μιᾶς ἡμέρας συνουσία αὐταρκές ἐστιν ἐφόδιον πρὸς σωτηρίαν. </p></div><pb n="v.2.p.438"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="169"><head rend="align(center)">Γρηγορίῳ Βασίλειος</head><p rend="align(indent)"> Πρᾶγμα μὲν ὑπέστης ἐπιεικὲς καὶ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἐπιεικὲς καὶ</foreign><foreign xml:lang="grc">ἐπιεικῶς</foreign> Harl.</note> ἥμερον καὶ φιλάνθρωπον τὴν τοῦ καταφρονητοῦ Γλυκερίου (τέως γὰρ οὕτω γράφομεν) αἰχμαλωσίαν συναγαγών, καὶ τὴν κοινὴν ἀσχημοσύνην ἡμῶν, ὡς οἷόν τε ἦν, συγκαλύψας. δεῖ δὲ<note xml:lang="eng"><foreign xml:lang="grc">συγκαλύψας. δεῖ δέ</foreign> om. E</note> ὅμως τὴν σὴν εὐλάβειαν μαθοῦσαν τὰ κατʼ αὐτὸν οὕτω λῦσαι τὴν ἀτιμίαν. </p><p rend="align(indent)"> Οὗτος ὁ νῦν σοβαρὸς καὶ σεμνὸς ὑμῖν Γλυκέριος ἐχειροτονήθη μὲν παρʼ ἡμῶν τῆς κατὰ Οὐήνεσαν<note xml:lang="eng"><foreign xml:lang="grc">Σύννασαν</foreign> Harl.</note> ἐκκλησίας διάκονος, ὡς καὶ τῷ πρεσβυτέρῳ διακονήσων καὶ τοῦ ἔργου τῆς ἐκκλησίας ἐπιμελησόμενος. καὶ γάρ ἐστιν, εἰ καὶ τὰ ἄλλα δύστροπος ὁ ἀνήρ, ἀλλὰ τὰ ἐπίχειρα οὐκ ἀφυής. ἐπεὶ δὲ κατέστη, τοῦ μὲν ἔργου ἠμέλησε τοσοῦτον ὅσον οὐδὲ τὴν ἀρχὴν γεγονότος· παρθένους δὲ ἀθλίας συναγαγὼν κατʼ ἰδίαν ἐξουσίαν καὶ αὐθεντίαν, τὰς μὲν ἑκούσας προσδραμούσας αὐτῷ (οἶσθα δὲ τὸ τῶν νέων περὶ τὰ τοιαῦτα πρόχειρον), τὰς δὲ ἀκούσας ἀγελαρχεῖν ἐπεχείρησε, καὶ πατριαρχίας ὄνομα ἑαυτῷ καὶ σχῆμα περιθείς, ἐξαίφνης ἐσοβαρεύσατο, οὐκ ἔκ τινος ἀκολουθίας<note xml:lang="eng"><foreign xml:lang="grc">δικαίας</foreign> add. editi antiqi.</note> καὶ εὐσεβείας ἐπὶ τοῦτο ἐλθών, ἀλλʼ ἀφορμὴν βίου <pb n="v.2.p.440"/> ταύτην ὥσπερ ἄλλος τινὰ προστησάμενος· καὶ μικροῦ τὴν ἐκκλησίαν πᾶσαν ἀνάστατον πεποίηκε, περιφρονῶν μὲν τὸν ἑαυτοῦ πρεσβύτερον, ἄνδρα καὶ πολιτείᾳ καὶ ἡλικίᾳ αἰδέσιμον, περιφρονῶν δὲ τὸν χωρεπίσκοπον<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπίσκοπον</foreign> E. Med.</note> καὶ ἡμᾶς ὡς οὐδενὸς ἀξίους, θορύβων δὲ ἀεὶ καὶ ταραχῶν πληρῶν τὴν πόλιν καὶ σύμπαν τὸ ἱερατεῖον. </p><p rend="align(indent)"> Καὶ τέλος, ἵνα τι μὴ<note xml:lang="eng"><foreign xml:lang="grc">μή</foreign> Combefisius, who would thus replace <foreign xml:lang="grc">τι</foreign>.</note> λόγῳ ἐπιτιμηθῇ μικρὸν παρʼ ἡμῶν καὶ τοῦ χωρεπισκόπου πρὸς τὸ μὴ καταφρονεῖν αὐτὸν (καὶ γὰρ καὶ τοὺς νέους ἐγύμναζεν εἰς τὴν αὐτὴν ἀπόνοιαν), πρᾶγμα διανοεῖται λίαν τολμηρὸν καὶ ἀπάνθρωπον. συλήσας νῶν παρθένων ὅσας ἠδύνατο, καὶ νύκτα τηρήσας, δραπέτης γίνεται. πάνυ σοι δεινὰ ταῦτα φανεῖται.<note xml:lang="eng"><foreign xml:lang="grc">φαίνεται</foreign> Harl.</note> σκόπει καὶ τὸν καιρόν. ἤγετο μὲν ἡ ἐκεῖσε σύνοδος καὶ πολὺ πανταχόθεν, ὡς εἰκός, ἐπέρρει τὸ πλῆθος. ὁ δὲ ἀντεξῆγε τὸν ἑαυτοῦ χορὸν νέοις ἑπόμενον καὶ περιχορεύοντα, καὶ πολλὴν μὲν κατήφειαν κινοῦντα τοῖς εὐλαβέσι, πολὺν δὲ γέλωτα τοῖς ἀκρατέσι καὶ τὴν γλῶσσαν ἑτοιμοτέροις. καὶ οὐκ ἀρκεῖ ταῦτα, καίπερ τηλικαῦτα ὄντα τὸ μέγεθος· ἀλλʼ ἔτι καὶ τοὺς γονεῖς, ὡς πυνθάνομαι, τῶν παρθένων τὴν ἀτεκνίαν οὐ φέροντας, καὶ τὴν διασπορὰν ἐπαναγαγεῖν βουλομένους, καὶ μετʼ ὀδυρμῶν προσπίπτοντας, ὡς εἰκός, ταῖς ἑαυτῶν θυγατράσι, περιυβρίζει καὶ ἀτιμοῖ<note xml:lang="eng"><foreign xml:lang="grc">ἀτιμάζει</foreign> Harl.</note> ὁ θαυμαστὸς νεανίσκος μετὰ τοῦ λῃστρικοῦ συντάγματος. </p><p rend="align(indent)"> Ταῦτα μὴ ἀνεκτὰ φανήτω τῇ σῇ εὐλαβείᾳ· καὶ <pb n="v.2.p.442"/> γὰρ κοινὸς<note xml:lang="eng"><foreign xml:lang="grc">κοινόν</foreign> editi antiqi.</note> πάντων ἡμῶν ὁ γέλως· ἀλλὰ μάλιστα μὲν αὐτὸν κέλευσον μετὰ τῶν παρθένων ἐπανελθεῖν· τύχοι γὰρ ἄν τινος φιλανθρωπίας εἰ μετὰ σῶν ἐπανήκοι γραμμάτων· εἰ δὲ μή, τάς γε παρθένους ἀπόπεμψον τῇ μητρὶ αὐτῶν τῇ ἐκκλησίᾳ. εἰ δὲ μή,<note xml:lang="eng"><foreign xml:lang="grc">τοῦτο</foreign>  add. editi antiqi.</note> τάς γε βουλομένας τυραννεῖσθαι μῂ συγχωρήσῃς, ἀλλʼ ἐπανελθεῖν τύπωσον πρὸς ἡμᾶς. ἢ μαρτυρόμεθά σοι<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">σοι</foreign><foreign xml:lang="grc">Θεὸν καὶ ἀνθρώπους</foreign> Harl.; <foreign xml:lang="grc">σε</foreign> E.</note> ὡς καὶ Θεῷ καὶ ἀνθρώποις, ὅτι μὴ καλῶς ταῦτα γίνεται μηδὲ θεσμοῖς ἐκκλησίας. Γλυκέριος δὲ εἰ μὲν ἐπανέλθοι μετʼ ἐπιστήμης καὶ τῆς πρεπούσης<note xml:lang="eng"><foreign xml:lang="grc">παρούσης</foreign> E. editi antiqi.</note> εὐσταθείας, τοῦτο ἄριστον, εἰ δὲ μή, ἔστω πεπαυμένος τῆς ὑπηρεσίας. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="170"><head rend="align(center)">Γλυκερίῳ</head><p rend="align(indent)"> Μέχρι τίνος ἀπονοῇ, καὶ κακῶς μὲν<note xml:lang="eng"><foreign xml:lang="grc">μέν</foreign> om. E</note> βουλεύῃ περὶ σεαυτοῦ, κινεῖς δὲ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">δὲ</foreign><foreign xml:lang="grc">μέν</foreign> E, editi antiqi.</note> ἡμᾶς, αἰσχύνεις δὲ τὸ κοινὸν τάγμα τῶν μοναστῶν; ἐπάνελθε οὖν τῷ Θεῷ θαρρῶν καὶ ἡμῖν, οὗ τὴν φιλανθρωπίαν μιμούμεθα. εἰ γὰρ καὶ πατρικῶς ἐπετιμήσαμεν, ἀλλὰ καὶ συγγνωσόμεθα πατρικῶς.<note xml:lang="eng"><foreign xml:lang="grc">πνευματικῶς</foreign> apud Gregorium.</note> ταῦτά σοι παρʼ ἡμῶν, ἐπειδὴ πολλοί τε ἱκετεύουσιν ἄλλοι, καὶ πρὸ τῶν ἄλλων ὁ σὸς πρεσβύτερος, οὗ τὴν πολιὰν αἰδούμεθα καὶ τὴν εὐσπλαγχνίαν. εἰ δὲ μακρύνεις<note xml:lang="eng"><foreign xml:lang="grc">μακρύνοις</foreign> Harl.</note> ἀφʼ ἡμῶν, τοῦ βαθμοῦ μὲν πάντως<note xml:lang="eng"><foreign xml:lang="grc">παντός</foreign> Reg. secundus.</note> <pb n="v.2.p.444"/> ἐκπέπτωκας, ἐκπεσῇ δὲ καὶ τοῦ Θεοῦ μετὰ τῶν μελῶν σου καὶ τῆς στολῆς, οἷς ἄγεις τὰς νέας, οὐ πρὸς Θεόν, ἀλλʼ εἰς βάραθρον. </p></div></div></body></text></TEI>