Ἀμφιλοχίῳ, χειροτονηθέντι ἐπισκόπῳ Εὐλογητὸς ὁ Θεός, ὁ τοὺς καθʼ ἑκάστην γενεὰν εὐαρεστοῦντας αὐτῷ ἐκλεγόμενος, καὶ γνωρίζων τὰ σκεύη τῆς ἐκλογῆς, καὶ κεχρημένος αὐτοῖς πρὸς τὴν λειτουργίαν τῶν ἁγίων· ὁ καὶ νῦν σε φεύγοντα, ὡς αὐτὸς φῄς, οὐχ ἡμᾶς, ἀλλὰ τὴν δι’ ἡμῶν προσδοκωμένην κλῆσιν, τοῖς ἀφύκτοις δικτύοις τῆς χάριτος σαγηνεύσας, καὶ ἀγαγὼν εἰς τὰ μέσα τῆς Πισιδίας, ὥστε ἀνθρώπους ζωγρεῖν τῷ Κυρίῳ καὶ ἕλκειν ἀπὸ τοῦ βυθοῦ εἰς τὸ φῶς τοὺς ἐζωγρημένους ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα. λέγε οὖν καὶ σὺ τὰ τοῦ τοῦ om. E μακαρίου Δαβίδ· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου, ποῦ φύγω; τοιαῦτα γὰρ θαυματουργεῖ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης. ὄνοι ἐχθροί editi antiqi. ἀπόλλυνται, ἵνα βασιλεὺς Ἰσραὴλ γένηται. ἀλλʼ ἐκεῖνος μὲν Ἰσραηλίτης ὢν τῷ Ἰσραὴλ ἐδόθη· σὲ δὲ ἡ θρεψαμένη καὶ πρὸς τοσοῦτον ἀναβιβάσασα τῆς ἀρετῆς ὕψος οὐκ ἔχει, ἀλλὰ τὴν γείτονα ὁρᾷ τῷ ἰδίῳ κόσμῳ σεμνυνομένην. ἐπειδὴ δὲ εἷς λαὸς πάντες οἱ εἰς Χριστὸν ἠλπικότες καὶ μία Ἐκκλησία νῦν οἱ Χριστοῦ, κἂν ἐκ διαφόρων τόπων προσαγορεύηται, χαίρει καὶ ἡ πατρὶς καὶ εὐφραίνεται ταῖς τοῦ Κυρίου οἰκονομίαις, καὶ οὐχ ἡγεῖται ἕνα ἄνδρα ἐζημιῶσθαι, ἀλλὰ δι’ ἑνὸς ἐκκλησίας ὅλας προσειληφέναι. μόνον παράσχοι ὁ Κύριος καὶ παρόντας ὁρᾷν ἡμᾶς ὑμᾶς editi antiqi. καὶ ἀπόντας ἀκούειν τὴν προκοπήν σου τὴν ἐν τῷ εὐαγγελίῳ καὶ τὴν εὐταξίαν τῶν ἐκκλησιῶν. Ἀνδρίζου τοίνυν καὶ ἴσχυε, καὶ προπορεύου τοῦ λαοῦ, ὃν ἐπίστευσε τῇ δεξιᾷ σου ὁ Ὕψιστος. καὶ ὡς νοήμων κυβέρνησιν ποιησάμενος, πάσης ζάλης ἀπὸ τῶν αἱρετικῶν πνευμάτων ἐγειρομένης ὑψηλότερος γενόμενος τῇ γνώμῃ, ἀβάπτιστον τοῖς ἁλμυροῖς καὶ πικροῖς τῆς κακοδοξίας κύμασι διαφύλασσε διαφύλαξαι editi antiqi. τὴν ὁλκάδα, ἀναμένων τὴν γαλήνην, ἣν ποιήσει ὁ Κύριος, ἐπειδὰν εὑρεθῇ φωνὴ ἀξία τοῦ διαναστῆσαι αὐτὸν πρὸς τὴν ἐπιτίμησιν τῶν πνευμάτων καὶ τῆς θαλάσσης. εἰ δὲ βούλει ἡμᾶς λοιπὸν ὑπὸ τῆς μακρᾶς ἀρρωστίας ἐπειγομένους ἀπαγομένους E. πρὸς τὴν ἀναγκαίαν ἔξοδον ἐπισκέψασθαι, μήτε καιρὸν ἀναμείνῃς, μήτε τὸ παρʼ ἡμῶν σύνθημα, εἰδὼς ὅτι πατρικοῖς σπλάγχνοις πᾶσα εὐκαιρία ἐστὶ περιπτύσσεσθαι τέκνον ἀγαπητὸν καὶ λόγου παντὸς κρείττων ἡ κατὰ ψυχὴν διάθεσις. Βάρος δὲ ὑπερβαῖνον τὴν δύναμιν μὴ ὀδύρου. εἰ μὲν γὰρ αὐτὸς ἦς ὁ μέλλων φέρειν τὸ βάσταγμα τοῦτο, οὐδὲ οὕτως ἂν ἦν βαρύ, ἀλλʼ ἀφορητὸν παντελῶς. εἰ δὲ Κύριος ὁ συνδιαφέρων, Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτὸς ποιήσει. μόνον ἐκεῖνο παραφυλάσσειν ἐν πᾶσι παρακλήθητι, μὴ αὐτὸς τοῖς μοχθηροῖς ἔθεσι συμπεριφέρεσθαι, ἀλλὰ τὰ κακῶς προειλημμένα διὰ τῆς δεδομένης σοι παρὰ Θεοῦ σοφίας μετατιθέναι πρὸς τὸ χρήσιμον. καὶ γὰρ ἀπέστειλέ σε Χριστὸς οὐχ ἑτέροις κατακολουθεῖν, ἀλλʼ αὐτὸν αὐτῶν E. καθηγεῖσθαι τῶν σωζομένων. καὶ παρακαλοῦμεν προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα, ἐὰν μὲν ἔτι ὦμεν ἐπὶ τῆς ζωῆς ταύτης, ἰδεῖν σε μετὰ τῆς ἐκκλησίας καταξιωθῶμεν· ἐὰν δὲ ἀπελθεῖν λοιπὸν προσταχθῶμεν, ἐκεῖ ὑμᾶς ἴδωμεν παρὰ τῷ Κυρίῳ, τὴν μὲν ὡς ἄμπελον εὐθηνοῦσαν ἐπʼ ἀγαθοῖς ἔργοις, σὲ δέ, ὡς σοφὸν γεωργὸν καὶ ἀγαθὸν δοῦλον ἐν καιρῷ διδόντα τοῖς ὁμοδούλοις τὸ σιτομέτριον, πιστοῦ καὶ φρονίμου οἰκονόμου τὸν μισθὸν κομιζόμενον. Οἱ σὺν ἡμῖν πάντες ἀσπάζονταί σου τὴν εὐλάβειαν. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ εἴης· εὐδοκιμῶν ἐπὶ χαρίσμασι Πνεύματος καὶ σοφίας φυλαχθείης. Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Ἔοικέ μοι τοῦτο καὶ ὄκνον ἐμποιεῖν πρὸς τὸ γράφειν καὶ ἀναγκαῖον αὐτὸ πάλιν ὑποδεικνύναι. ὅταν μὲν γὰρ πρὸς τὸ τῆς ἐπιδημίας τῆς ἐμαυτοῦ ἀπίδω ἐπίδω editi antiqi. χρέος καὶ τὸ τῆς συντυχίας ὑπολογίσωμαι ὄφελος, πάνυ μοι με editi antiqi. τῶν ἐπιστολῶν ὑπερορᾷν ἔπεισιν ὡς οὐδὲ σκιᾶς λόγον ἐκπληροῦν δυναμένων πρὸς τὴν ἀλήθειαν· ὅταν δὲ πάλιν λογίσωμαι, ὅτι μόνη παραμυθία ἐστὶ τῶν μεγίστων καὶ πρώτων διαμαρτόντα προσειπεῖν ἄνδρα τοσοῦτον, καὶ ἱκετεῦσαι συνήθως τὰ συνήθη editi antiqi. ὥστε μὴ ἐπιλανθάνεσθαι ἡμῶν ἐπὶ τῶν προσευχῶν, οὐ μικρόν τί μοι κρίνειν τὸ τῶν ἐπιστολῶν ἔπεισι. τὴν μὲν οὖν ἐλπίδα τῆς παρουσίας οὔτε αὐτὸς ῥίψαι τῆς ψυχῆς βούλομαι, οὔτε τὴν σὴν θεοσέβειαν ἀπογνῶναι. αἰσχύνομαι γὰρ εἰ μὴ ταῖς σαῖς εὐχαῖς τοσοῦτον φανείην θαρσῶν, ὡς καὶ νέος ἐκ γέροντος ἔσεσθαι, εἰ τούτου γένοιτο χρεία, τούτου γένοιτο χρεία καὶ τοῦτο γένοιτο χρεῖος editi antiqi. οὐχ ὅπως ἐρρωμενέστερος μικρὸν ἐξ ἀσθενοῦς καὶ ἐξιτήλου παντάπασιν, ὁποῖος δὴ νῦν εἰμί. Τοῦ δὲ μὴ ἤδη παρεῖναι τὰ αἴτια λόγῳ μὲν εἰπεῖν οὐ ῥᾴδιον, οὐ μόνον ὑπὸ τῆς παρούσης ἀσθενείας ἐξειργομένῳ, ἀλλʼ οὐδὲ σχόντι οὐδὲ σχόντι οὐδ’ ἔχοντι E. ποτὲ τοσαύτην τοῦ λόγου δύναμιν, ὥστε παντοδαπὴν καὶ ποικίλην νόσον ἐναργῶς ἐξαγγεῖλαι. πλὴν ὅτι ἀπὸ τῆς ἡμέρας τοῦ Πάσχα μέχρι τοῦ add. E. νῦν πυρετοὶ καὶ διάρροιαι, καὶ σπλάγχνων ἐπαναστάσεις, ὥσπερ κύματά με τε E. ἐπιβαπτίζοντα ὑπερσχεῖν οὐκ ἐᾷ. τὰ δὲ παρόντα οἷα καὶ τίνα ἦν, εἴποι ἂν καὶ ὁ ἀδελφὸς Βάραχος, Βάρουχος editi antiqi. εἰ καὶ μὴ τῆς ἀληθείας ἀξίως, ἀλλʼ ὅσον μαρτυρῆσαι τῇ αἰτίᾳ τῆς ὑπερθέσεως. πάνυ δὲ πέπεισμαι, εἰ γνησίως ἡμῖν συνεύξαιο, πάνθʼ ἡμῖν λυθήσεσθαι λυθίήσεται editi antiqi. ῥᾳδίως τὰ δυσχερῆ. Ἰοβίνῳ κόμητι Εἶδόν σου τὴν ψυχὴν ἐν τοῖς γράμμασι. καὶ γὰρ τῷ ὄντι οὐδεὶς γραφεὺς χαρακτῆρα σώματος οὕτως ἀκριβῶς ἐκλαβεῖν δύναται ὡς λόγος ἐξεικονίσαι τῆς ψυχῆς τὰ ἀπόρρητα. τότε γὰρ τὸ τό om. E τοῦ ἤθους εὐσταθές, καὶ τὸ τῆς τιμῆς ἀληθινόν, ἀληθές editi antiqi. καὶ τὸ τῆς γνώμης ἐν πᾶσιν ἀκέραιον καίριον E. editi antiqi. ἱκανῶς ἡμῖν ὁ ἐν τοῖς γράμμασι λόγος ἐχαρακτήρισεν· ὅθεν καὶ μεγάλην ἡμῖν παραμυθίαν τῆς ἀπολείψεώς σου παρέσχετο. μὴ τοίνυν διαλίπῃς τῇ ἀεὶ παραπιπτούσῃ προφάσει χρώμενος πρὸς τὸ ἐπιστέλλειν καὶ τὴν διὰ μακροῦ ταύτην ὁμιλίαν χαρίζεσθαι· ἐπειδὴ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας ὁμιλίας editi antiqi. ἀπόγνωσιν ἡμῖν λοιπὸν ἡ ἀσθένεια τοῦ σώματος ἐμποιεῖ. ἣν ὁπόση ἐστὶν ἐρεῖ σοι ὁ θεοφιλέστατος ἐπίσκοπος Ἀμφιλόχιος, ὁ καὶ γνωρίσας τῷ ἐπὶ πλεῖον συγγεγενῆσθαι ἡμῖν καὶ δυνατὸς ὢν λόγῳ παραστῆσαι τὰ θεαθέντα. γνωρίζεσθαι δὲ βούλομαι τὰ ἐμαυτοῦ δυσχερῆ οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τῆς πρὸς τὸ ἐφεξῆς συγγνώμης, ὡς μὴ ῥᾳθυμίας ἔχειν κατάγνωσιν ἐὰν ἄρα ἐλλίπωμεν ἐλλείπωμεν E. τὴν ἐπίσκεψιν ὑμῶν. καίτοιγε οὐκ ἀπολογίας μᾶλλον ἢ παραμυθίας δεῖ πρὸς τὴν ζημίαν ταύτην. εἰ γὰρ ἦν μοι δυνατὸν συνεῖναί σου τῇ σεμνότητι, πολλῷ ἂν ἐγὼ τῶν παρʼ ἄλλοις σπουδαζομένων ταύτην ἐμαυτῷ προτιμοτέραν ἐθέμην. Ἀσχολίῳ, ἐπισκόπῳ Θεσσαλονίκης Ὅσης ἡμᾶς εὐφροσύνης ἐνέπλησε τὰ γράμματα τῆς ὁσιότητός σου ἡμεῖς μὲν οὐκ ἂν ῥᾳδίως ἐνδείξασθαι δυνηθείημεν, ἀσθενοῦντος τοῦ λόγου πρὸς τὴν ἐνάργειαν· ἐνέργειαν E. αὐτὸς δὲ καὶ παρὰ σεαυτῷ σεαυτοῦ Harl. εἰκάζειν ὀφείλεις, τεκμαιρόμενος τῷ κάλλει τῶν ἐπεσταλμένων. τί γὰρ οὐκ εἶχε τὰ γράμματα; οὐ τὴν πρὸς Κύριον ἀγάπην; οὐ τὸ περὶ τοὺς μάρτυρας θαῦμα, οὕτως ἐναργῶς τὸν τρόπον τῆς ἀθλήσεως ὑπογράφοντα, ὥστε ὑπʼ ὄψιν ἡμῖν ἡμῶν editi antiqi. ἀγαγεῖν τὰ πράγματα; οὐ τὴν περὶ ἡμᾶς αὐτοὺς τιμήν τε καὶ διάθεσιν; οὐχ ὅ τι ἂν εἴποι τις τῶν καλλίστων; ὥστε, ὅτε εἰς χεῖρας τὴν ἐπιστολὴν ἐδεξάμεθα, καὶ ἀνέγνωμεν αὐτὴν πολλάκις, καὶ τὴν βρύουσαν ἐν αὐτῇ χάριν τοῦ Πνεύματος κατεμάθομεν, νομίσαι ἡμᾶς ἐπὶ τῶν ἀρχαίων καιρῶν γεγενῆσθαι, ἡνίκα ἤνθουν αἱ ἐκκλησίαι τοῦ Θεοῦ, ἐρριζωμέναι τῇ πίστει, ἡνωμέναι τῇ ἀγάπῃ, ὥσπερ ἐν ἑνὶ σώματι μιᾶς συμπνοίας διαφόρων μελῶν ὑπαρχούσης· ὅτε φανεροὶ μὲν οἱ διώκοντες, φανεροὶ δὲ οἱ διωκόμενοι· πολεμούμενοι δὲ οἱ λαοὶ πλείους ἐγίνοντο, καὶ τὸ αἷμα τῶν μαρτύρων ἄρδον τὰς ἐκκλησίας πολυπλασίονας τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας ἐξέτρεφε, τῷ ζήλῳ τῶν προλαβόντων ἐπαποδυομένων τῶν ἐφεξῆς. τότε Χριστιανοὶ μὲν πρὸς ἀλλήλους εἰρήνην ἤγομεν, εἴχομεν editi antiqi. εἰρήνην ἐκείνην, ἣν ὁ Κύριος ἡμῖν κατέλιπεν, ἧς νῦν οὐδʼ ἴχνος ἡμῖν λοιπὸν ὑπολέλειπται, οὕτως αὐτὴν ἀπηνῶς ἀπʼ ἀλλήλων ἀπεδιώξαμεν. πλὴν ἀλλʼ ὅτι αἱ ψυχαὶ ἡμῶν πρὸς τὴν παλαιὰν ἐκείνην μακαριότητα ἐπανῆλθον, ἐπειδὴ γράμματα μὲν ἦλθεν ἐκ τῆς γῆς E, Harl., Med., Reg. primus, Vat., Bigot. alter. μακρόθεν, ἀνθοῦντα τῷ τῆς ἀγάπης κάλλει, μάρτυς δὲ ἡμῖν ἐπεδήμησεν ἐκ τῶν ἐπέκεινα Ἴστρου βαρβάρων, δι’ ἑαυτοῦ κηρύσσων τῆς ἐκεῖ πολιτευομένης πίστεως τὴν ἀκρίβειαν. τίς ἂν τὴν ἐπὶ τούτοις εὐφροσύνην τῶν ψυχῶν ἡμῶν διηγήσαιτο; διηγήσηται E. τίς ἂν ἐπινοηθείη δύναμις λόγου ἐναργῶς ἐξαγγεῖλαι τὴν ἐν τῷ κρυπτῷ τῆς καρδίας ἡμῶν διάθεσιν δυναμένη; ὅτε μέντοι εἴδομεν τὸν ἀθλητήν, ἐμακαρίσαμεν αὐτοῦ τὸν ἀλείπτην, ὃς παρὰ τῷ δικαίῳ κριτῇ τὸν τῆς δικαιοσύνης στέφανον καὶ αὐτὸς ἀπολήψεται, πολλοὺς εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ἐπιρρώσας ἀγῶνα. Ἐπεὶ δὲ καὶ τοῦ μακαρίου ἀνδρὸς Εὐτυχοῦς εἰς μνήμην ἡμᾶς ἤγαγες, καὶ ἐσέμνυνας ἡμῶν τὴν πατρίδα ὡς αὐτὴν παρασχομένην τῆς εὐσεβείας τὰ σπέρματα, εὔφρανας μὲν ἡμᾶς τῇ ὑπομνήσει τῶν παλαιῶν, ἐλύπησας δὲ τῷ ἐλέγχῳ τῶν ὁρωμένων. οὐδεὶς γὰρ ἡμῶν Εὐτυχεῖ τὴν ἀρετὴν παραπλήσιος, οἵ γε τοσοῦτον ἀπέχομεν βαρβάρους ἐξημερῶσαι τῇ δυνάμει τοῦ Πνεύματος καὶ τῇ ἐνεργείᾳ τῶν παρʼ αὐτοῦ χαρισμάτων, ὥστε καὶ τοὺς ἡμέρως ἔχοντας τῇ ὑπερβολῇ τῶν ἁμαρτιῶν ἡμῶν ἐξηγριῶσθαι. ἑαυτοῖς γὰρ λογιζόμεθα καὶ ταῖς ἡμετέραις ἁμαρτίαις τὴν αἰτίαν τοῦ ἐπὶ τοσοῦτον χυθῆναι τὴν τῶν αἱρετικῶν δυναστείαν. σχεδὸν γὰρ οὐδὲν μέρος ἔτι add. editi antiqi. τῆς οἰκουμένης διαπέφευγε τὸν ἐκ τῆς αἱρέσεως ἐμπρησμόν. τὰ δὲ σὰ διηγήματα, ἐνστάσεις ἀθλητικαί, ἐνστάσεις ἀθλητικαί ἔντασις ἀθλητική editi antiqi. σώματα ὑπὲρ τῆς εὐσεβείας καταξαινόμενα, θυμὸς βαρβαρικὸς ὑπὸ τῶν ἀκαταπλήκτων ἀπλήκτων E. τὴν καρδίαν καταφρονούμενος, αἱ ποικίλαι βάσανοι τῶν διωκόντων, αἱ διὰ πάντων ἐνστάσεις τῶν ἀγωνιζομένων, τὸ ξύλον, τὸ ὕδωρ, τὰ τελειωτικὰ τῶν μαρτύρων. τὰ δὲ ἡμέτερα οἷα; ἀπέψυκται ἔψυκται E. ἡ ἀγάπη· πορθεῖται ἡ τῶν πατέρων διδασκαλία· ναυάγια περὶ τὴν πίστιν πυκνά· σιγᾷ τῶν εὐσεβούντων τὰ στόματα· λαοὶ τῶν εὐκτηρίων οἴκων ἐξελαθέντες ἐν τῷ ὑπαίθρῳ πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην τὰς χεῖρας αἴρουσι. καὶ αἱ μὲν θλίψεις βαρεῖαι, μαρτύριον δὲ οὐδαμοῦ, διὰ τὸ τοὺς κακοῦντα λβ́ ἡμᾶς τὴν αὐτὴν ἡμῖν ἔχειν προσηγορίαν. ὑπὲρ τούτων αὐτός τε δεήθητι τοῦ Κυρίου, καὶ πάντας τοὺς γενναίους ἀθλητὰς τοῦ Χριστοῦ εἰς τὴν ὑπὲρ τῶν ἐκκλησιῶν τῶν ἐκκλησιῶν τῆς Ἐκκλησίας E. προσευχὴν συμπαράλαβε, ἵνα εἴπερ ἔτι χρόνοι τινὲς ὑπολείπονται τῇ συστάσει τοῦ κόσμου, καὶ μὴ πρὸς τὴν ἐναντίαν φορὰν συνελαύνεται τὰ πάντα, διαλλαγεὶς ὁ Θεὸς ταῖς ἑαυτοῦ ἐκκλησίαις ἐπαναγάγῃ αὐτὰς πρὸς τὴν ἀρχαίαν εἰρήνην. Ἀσχολίῳ, ἐπισκόπῳ Θεσσαλονίκης Παλαιὰν ἡμῖν εὐχὴν ὁ ἅγιος Θεὸς ἐξεπλήρωσε, καταξιώσας ἡμᾶς γράμμασι τῆς ἀληθινῆς σου θεοσεβείας ἐντυχεῖν. τὸ μὲν γὰρ μέγιστον καὶ τῆς μεγίστης σπουδῆς ἄξιον αὐτόν σε ἰδεῖν καὶ ὀφθῆναί σοι, καὶ τῶν ἐν σοὶ τοῦ Πνεύματος χαρισμάτων δι’ ἑαυτῶν ἀπολαῦσαι· ἐπειδὴ δὲ τοῦτο ἥ τε τοῦ τόπου διάστασις ἀφαιρεῖται, καὶ αἱ ἰδίᾳ ἑκάτερον ἡμῶν κατέχουσαι περιστάσεις, δευτέρας εὐχῆς ἄξιον γράμμασι συνεχέσι τῆς ἐν Χριστῷ σου σου om. E ἀγάπης τρέφεσθαι τὴν ψυχήν. ὃ καὶ νῦν ἡμῖν ὑπῆρξεν, ὅτε ἐλάβομεν εἰς χεῖρας τὴν ἐπιστολὴν τῆς συνέσεώς σου· πλέον γὰρ ἢ διπλασίους ἐγενόμεθα τῇ ἀπολαύσει τῶν ἐπεσταλμένων. καὶ γὰρ ἦν τῷ ὄντι καὶ αὐτήν σου καθορᾷν τὴν ψυχήν, οἷον δι’ ἐσόπτρου τινὸς τῶν λόγων διαφαινομένην. πολυπλασίονα δὲ ἡμῖν τὴν εὐφροσύνην ἐποίει οὐ μόνον τὸ τοιοῦτον εἶναί σε ὁποῖον ἡ πάντων μαρτυρία παρίστησιν, ἀλλʼ ὅτι τὰ ἐν σοὶ καλὰ τῆς πατρίδος ἡμῶν ἐστὶ σεμνολογήματα. οἷον γὰρ εὐθαλής τις κλάδος ῥίζης γενναίας ἀφορμηθεὶς τῶν πνευματικῶν καρπῶν τὴν ὑπερορίαν ἐνέπλησας. ὥστε εἰκότως ἡ πατρὶς ἡμῶν τοῖς οἰκείοις βλαστήμασιν ἐπαγάλλεται. καὶ ἡνίκα τοὺς ὑπὲρ τῆς πίστεως ἀγῶνας διήθλεις, διῆλθες editi antiqi. ἐδόξαζε τὸν Θεόν, ἀκούουσα τὴν τῶν πατέρων ἀγαθὴν κληρονομίαν διαφυλαττομένην ἔν σοι. Οἷα δέ σου σοι Med. καὶ τὰ παρόντα; μάρτυρι, νέον μάρτυρι νέον μαρτυρεῖ νέῳ editi antiqi. ἀθλήσαντι ἀνθήσαντι E. ἐπὶ τῆς γείτονος ὑμῖν βαρβάρου, τὴν ἐνεγκοῦσαν ἐτίμησας, οἷόν τις εὐγνώμων γεωργὸς τοῖς παρασχομένοις τὰ σπέρματα τὰς ἀπαρχὰς τῶν καρπῶν ἀποπέμπων. ὄντως γάρ add. editi antiqi. πρέποντα ἀθλητῇ Χριστοῦ τὰ δῶρα· μάρτυς τῆς ἀληθείας ἄρτι τὸν τῆς δικαιοσύνης ἀναδησάμενος στέφανον· ὃν καὶ ὑπεδεξάμεθα χαίροντες, καὶ ἐδοξάσαμεν τὸν Θεὸν τὸν ἐν πᾶσι τοῖς ἔθνεσι πληρώσαντα λοιπὸν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ αὐτοῦ. παρακέκλησο δὲ καὶ ἡμῶν τῶν ἀγαπώντων σε μεμνῆσθαι ἐν ταῖς προσευχαῖς, καὶ σπουδαίως ὑπὲρ τῶν ψυχῶν ἡμῶν προσεύχεσθαι τῷ Κυρίῳ, ἵνα καταξιωθῶμέν ποτε ἄρξασθαι καὶ αὐτοὶ δουλεύειν τῷ Θεῷ Κυρίῳ E. κατὰ τὴν ὁδὸν τῶν ἐντολῶν αὐτοῦ, ἃς ἔδωκεν ἡμῖν εἰς σωτηρίαν. αὐτοῦ add. E.