<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="16"><head rend="align(center)">Πρὸς Εὐνόμιον τὸν αἱρετικόν<note xml:lang="eng">Sic E, F; <foreign xml:lang="grc">Εὐνομίῳ</foreign> A, B, D; <foreign xml:lang="grc">πρὸς Εὐνόμιον αἱρετικὸν ὅτι μηδὲ τὴν τοῦ μύρμηκος φύσιν ἐπιστάμενος τὴν πάντα νοῦν ὑπερέχουσαν δύναμιν φυσιολογεῖν ἐπεχείρησεν</foreign> C.</note></head><p rend="align(indent)"> Ὁ ἐφικτὴν εἶναι λέγων τῶν ὄντων τὴν εὕρεσιν, ὁδῷ τινὶ πάντως καὶ ἀκολουθίᾳ διὰ τῆς τῶν ὄντων γνώσεως παρέβαλεν<note xml:lang="eng"><foreign xml:lang="grc">προέβαλεν</foreign> editi; <foreign xml:lang="grc">παρέβαλεν</foreign> A, B, C, D, E, F.</note> ἑαυτοῦ τὴν διάνοιαν· καὶ τοῖς εὐλήπτοις τε καὶ μικροτέροις ἐγγυμνασθεὶς διὰ τῆς καταλήψεως, οὕτω καὶ εἰς<note xml:lang="eng"><foreign xml:lang="grc">πρὸς</foreign> C, D.</note> τὴν ἐπέκεινα πάσης ἐννοίας προήγαγεν ἑαυτὸν<note xml:lang="eng"><foreign xml:lang="grc">ἑαυτοῦ</foreign> editi, sed <foreign xml:lang="grc">ἑαυτὸν</foreign> MSS.</note> καταληπτικὴν φαντασίαν. </p><p rend="align(indent)"> Οὐκοῦν ὁ τὴν περὶ τῶν ὄντων εἴδησιν κατειληφέναι μεγαλαυχούμενος τὸ σμικρότατον τῶν προφαινομένων, ὅπως ἔχει φύσεως, ἑρμηνευσάτω, καὶ τίς ἡ τοῦ μύρμηκος φύσις, εἰπάτω· εἰ πνεύματι καὶ ἄσθματι συνέχεται αὐτοῦ ἡ ζωή· εἰ ὀστέοις τὸ σῶμα<note xml:lang="eng"><foreign xml:lang="grc">τῷ σώματι</foreign> E.</note> διείληπται· εἰ νεύροις καὶ συνδέσμοις τὰς ἁρμονίας τετόνωται· εἰ μυῶν περιβολῇ καὶ ἀδένων ἡ τῶν νεύρων περικρατεῖται θέσις· εἰ τοῖς νωτιαίοις σπονδύλοις<note xml:lang="eng"><foreign xml:lang="grc">κονδύλοις</foreign> C, D.</note> ἐκ τοῦ βρέγματος ἐπὶ τὸ οὐραῖον ὁ μυελὸς συμπαρατείνεται· εἰ τῇ περιοχῇ τοῦ νευρώδους ὑμένος, τοῖς κινουμένοις μέλεσι τὴν ὁρμητικὴν ἐνδίδωσι δύναμιν· εἰ ἔστιν ἐν αὐτῷ τὸ ἧπαρ, καὶ τὸ χοληδόχον ἀγγεῖον ἐπὶ τοῦ ἥπατος, νεφροί τε καὶ καρδία καὶ ἀρτηρίαι <pb n="v.1.p.116"/> καὶ φλέβες, ὑμένες καὶ διαφράγματα· εἰ ψιλόν ἐστιν, ἢ τετρίχωται· εἰ<note xml:lang="eng"><foreign xml:lang="grc">εἰ</foreign>om. A, B, F.</note> μονώνυχόν ἐστιν, ἢ πολυσχιδεῖς ἔχει τὰς βάσεις· πόσον δὲ βιοῖ τὸν χρόνον, καὶ τίς αὐτοῖς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γεννήσεως· ἐπὶ πόσον δὲ κυΐσκεται τὸ τικτόμενον· καὶ πῶς οὔτε πεζοὶ πάντες οἱ μύρμηκες, οὔτε ὑπόπτεροι πάντες, ἀλλʼ οἱ μὲν<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπὸ</foreign> add. C. D.</note> τῶν χαμαὶ ἐρχομένων εἰσίν, οἱ δὲ διαέριοι φέρονται. </p><p rend="align(indent)"> Ὁ τοίνυν τῶν ὄντων τὴν γνῶσιν ἐπικομπάζων, τέως τὴν τοῦ μύρμηκος φύσιν εἰπάτω· εἶθʼ οὕτω φυσιολογείτω τὴν πάντα νοῦν ὑπερέχουσαν δύναμιν. εἰ δὲ τοῦ βραχυτάτου μύρμηκος οὔπω περιέλαβες τῇ γνώσει τὴν φύσιν, πῶς τὴν ἀκατάληπτον τοῦ Θεοῦ δύναμιν μεγαλαυχεῖς φαντάζεσθαι; </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="17"><head rend="align(center)">Ὠριγένει</head><p rend="align(indent)"> Καὶ ἀκουόμενος εὐφραίνεις, καὶ ἀναγινωσκόμενος δι’ ὧν γράφεις ἐνεργεστέρας<note xml:lang="eng"><foreign xml:lang="grc">ἐναργεστέρας</foreign> A, B, F.</note> ἡμῖν παρέχεις εὐφροσύνας. καὶ χάρις πολλὴ τῷ ἀγαθῷ Θεῷ, τῷ μηδὲν ἐλαττωθῆναι ποιήσαντι τὴν ἀλήθειαν ἐν τῇ προδοσίᾳ τῶν δῆθεν ὑπερκρατούντων, ἀλλὰ δι’ ὑμῶν<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῶν</foreign> E, F.</note> τὴν συνηγορίαν τοῦ λόγου τῆς εὐσεβείας ἀναπληρώσαντι. ἐκεῖνοι μὲν οὖν, ὡς τὸ κώνειον ἢ τὸ ἀκόνιτον, καὶ εἴ τις ἄλλη ἀνδροφόνος βοτάνη, πρὸς ὀλίγον ἀνθήσαντες ταχὺ ἀποξηρανθήσονται. <pb n="v.1.p.118"/> ὑμῖν δὲ ἀνθηρὸν καὶ ἀεὶ νέον ὁ Κύριος τὸν μισθὸν τῶν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ λαληθέντων παρέξει. </p><p rend="align(indent)"> Ἀνθʼ ὧν καὶ παράσχοι ὑμῖν<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῖν</foreign> E.</note> ὁ Κύριος<note xml:lang="eng"><foreign xml:lang="grc">ὁ Κύριος</foreign>om. C, D, E.</note> πᾶσαν εὐθηνίαν οἴκου, καὶ εἰς παῖδας παίδων τὴν εὐλογίαν διαβιβάσαι. τὰ δὲ εὐγενέστατα παιδία, τοὺς ἐναργεῖς τῆς σῆς χρηστότητος χαρακτῆρας, εἶδον ἡδέως καὶ περιεπτυξάμην, καὶ εὔχομαι αὐτοῖς ὅσα ἂν αὐτὸς ὁ πατὴρ εὔξῃ. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="18"><head rend="align(center)">Μακαρίῳ καὶ Ἰωάννῃ<note xml:lang="eng"><foreign xml:lang="grc">Μακαρίῳ καὶ Ἰωάννῃ</foreign> E, F. <foreign xml:lang="grc">Μακαρίῳ</foreign> A, B, F. <foreign xml:lang="grc">Μακρίνῳ καὶ Ἰωάννῃ ὥστε μηδὲν ἐπὶ ταῖς διαβολαῖς ταράσσεσθαι</foreign> C, D.</note></head><p rend="align(indent)"> Οὔτε γεωργοὺς οἱ κατὰ γεωργίαν ξενίζουσι πόνοι, οὔτε ναύταις ὁ κατὰ θάλασσαν χειμὼν ἀπροσδόκητος, οὔτε τοῖς μισθαρνοῦσιν ὁ<note xml:lang="eng"><foreign xml:lang="grc">θερινὸς</foreign> om. E,  sed non alia MSS.</note> ἱδρὼς παράδοξος, οὔτε μὴν τοῖς εὐσεβῶς ζῇν ἑλομένοις αἱ κατὰ τὸν ἐνεστῶτα κόσμον θλίψεις ἀμελέτητοι.<note xml:lang="eng"><foreign xml:lang="grc">ἡ... θλίψις ἀμελέτητος</foreign> A, B, C, D, F.</note> ἀλλʼ ἑκάστῳ τῶν εἰρημένων οἰκεῖος καὶ γνώριμος τοῖς μετιοῦσι<note xml:lang="eng"><foreign xml:lang="grc">τοῖς μετιοῦσι</foreign>om. A, B, C, D, F.</note> συνέζευκται πόνος, οὐ δι’ ἑαυτὸν αἱρετός, ἀλλὰ δι’ ἀπόλαυσιν ἀγαθῶν προσδοκωμένων. ἐλπίδες γάρ, πάντα τὸν τῶν ἀνθρώπων συνέχουσαι καὶ συγκροτοῦσαι βίον, τὴν ἐφʼ ἑκάστῳ τούτων παραμυθοῦνται δυσκολίαν. </p><p rend="align(indent)"> Τῶν μὲν οὖν ὑπὲρ γῆς καρπῶν ἢ τῶν κατὰ γῆν πονούντων, οἱ μὲν παντάπασιν ἐψεύσθησαν <pb n="v.1.p.120"/> τῶν ἐλπίδων, μέχρι μόνης φαντασίας τῶν προσδοκωμένων<note xml:lang="eng"><foreign xml:lang="grc">τῶν προσδοκωμένων</foreign>om. F.</note> τὴν ἀπόλαυσιν ἔχοντες, οἷς δὲ καὶ κατὰ γνώμην ἐκβῆναι συνέβη τὸ τέλος, δευτέρας ἐδέησε πάλιν ἐλπίδος, παραδραμούσης καὶ μαρανθείσης ἐν<note xml:lang="eng"><foreign xml:lang="grc">ἐν</foreign>om. E.</note> τάχει τῆς προτέρας. μόνοις δὲ τοῖς ὑπὲρ εὐσεβείας καμοῦσιν οὐ ψεῦδος ἠφάνισε<note xml:lang="eng"><foreign xml:lang="grc">παρηφάνισε</foreign> E.</note> τὰς ἐλπίδας, οὐ τέλος ἐλυμήνατο τοὺς ἄθλους,<note xml:lang="eng"><foreign xml:lang="grc">τοῖς ἄθλοις</foreign> A, B, C, D, F.</note> βεβαίας καὶ μονίμου διαδεχομένης τῆς τῶν οὐρανῶν βασιλείας.</p><p rend="align(indent)"> Μὴ τοίνυν ὑμᾶς ταραττέτω διαβολὴ ψευδής, μηδὲ φοβείτω τῶν κρατούντων ἀπειλή· μὴ γέλως λυπείτω καὶ ὕβρις τῶν γνωρίμων, μηδὲ κατάγνωσις παρὰ τῶν κήδεσθαι προσποιουμένων, ἰσχυρότατον πρὸς ἀπάτην δέλεαρ προβαλλομένων<note xml:lang="eng"><foreign xml:lang="grc">ἰσχυρότατον... προβαλλομένων</foreign>om. A, B, F.</note> παραινέσεως προσποίησιν,<note xml:lang="eng"><foreign xml:lang="grc">προσποιήσει</foreign> A, B.</note> ἕως ἂν ὁ τῆς ἀληθείας ἡμῖν συναγωνίζηται λόγος. ἀντιμαχέσθω δὲ τοῖς πᾶσι λογισμὸς ὀρθός, σύμμαχον παρακαλῶν γενέσθαι καὶ βοηθὸν<note xml:lang="eng"><foreign xml:lang="grc">παρακαλῶν... βοηθὸν</foreign>om. A, B, C, D, F.</note> αὐτῷ τὸν τῆς εὐσεβείας διδάσκαλον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, δι’ ὃν καὶ τὸ κακοπαθεῖν ἡδὺ καὶ τὸ ἀποθανεῖν κέρδος. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="19"><head rend="align(center)">Γρηγορίῳ ἑταίρῳ<note xml:lang="eng">Sic E; <foreign xml:lang="grc">τῷ αὐτῷ</foreign> A, B; <foreign xml:lang="grc">τῷ αὐτῷ ἀπολογία διότι ἐπιστείλαντι εὐθὺς οὐκ ἀντέγραψεν</foreign> C, D.</note></head><p rend="align(indent)"> Γράμμα ἦλθέ μοι πρῴην παρὰ σοῦ, ἀκριβῶς σόν, οὐ τοσοῦτον τῷ χαρακτῆρι τῆς χειρός, ὅσον <pb n="v.1.p.122"/> τῷ τῆς ἐπιστολῆς ἰδιώματι. ὀλίγα γὰρ ἦν τὰ ῥήματα πολλὴν διάνοιαν παριστῶντα. πρὸς ἃ εὐθὺς μὲν οὐκ ἀπεκρινάμεθα, διότι αὐτοὶ μὲν ἀπεδημοῦμεν, ὁ δὲ γραμματηφόρος<note xml:lang="eng">Sic A, B, C, D, E; <foreign xml:lang="grc">γραμματοφόρος</foreign> editi.</note> ἑνὶ τῶν ἐπιτηδείων ἡμῖν ἐπιδοὺς τὴν ἐπιστολὴν ἀπίων ᾤχετο. ἀλλὰ νῦν διὰ Πέτρου προσφθεγγόμεθά σε, ὁμοῦ μὲν ἀποτίννυντες τῆς προσηγορίας τὸ χρέος, ὁμοῦ δὲ ἀφορμὴν δευτέρων γραμμάτων παρέχοντες. πάντως δὲ οὐδεὶς πόνος Λακωνικῆς ἐπιστολῆς, ὁποῖαί εἰσιν αἱ παρὰ σοῦ ἑκάστοτε πρὸς ἡμᾶς ἀφικνούμεναι. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="20"><head rend="align(center)">Λεοντίῳ σοφιστῇ</head><p rend="align(indent)"> Χρόνια μέν σοι καὶ τὰ παρʼ ἡμῶν γράμματα, οὐ μὴν χρονιώτερα τῶν αὐτόθεν, καὶ ταῦτα πολλῶν καὶ συνεχῶν ἐπιδημησάντων ἡμῖν ἀπὸ τῆς ὑμετέρας· οἷς εἰ πᾶσιν ἐφεξῆς γράμματα ἐπετίθης,<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπιτίθεις</foreign> C, D, E.</note> οὐδὲν ἦν τὸ κώλυον αὐτῷ σοι δοκεῖν συνεῖναι ἡμᾶς καὶ οἱονεὶ παρόντας καὶ συνόντας ἀπολαύειν· οὕτω συνεχὲς ἦν τὸ πλῆθος τῶν πρὸς ἡμᾶς ἀφικνουμένων. </p><p rend="align(indent)"> Ἀλλὰ τί οὐκ ἐπιστέλλεις; καίτοιγε οὐδὲν ἔργον σοφιστῇ, ἢ τὸ γράφειν· μᾶλλον δὲ εἰ καὶ τῆς χειρὸς ἔχεις ἀργῶς, οὐδὲ γράφειν δεήσει, ἄλλος γάρ σοι διακονήσει. γλώττης δὲ χρεία μόνης· ἣ κἂν ἡμῖν μὴ διαλέγηται, ἀλλʼ ἑνί γε πάντως τῶν συνόντων λαλήσει, κἂν μηδεὶς παρῇ, <pb n="v.1.p.124"/> ἐφʼ ἑαυτῆς διαλέξεται· σιωπήσει δὲ οὐδαμῶς, σοφιστική τε<note xml:lang="eng"><foreign xml:lang="grc">γε</foreign> A, B.</note> οὖσα καὶ Ἀττική, οὐ μᾶλλόν γε ἢ αἱ ἀηδόνες, ὅταν τὸ ἔαρ αὐτὰς πρὸς ᾠδὴν ἀναστήσῃ. </p><p rend="align(indent)"> Ἡμῖν μὲν γὰρ τὸ πυκνὸν τῆς ἀσχολίας τοῦτο ἐν ᾧ νῦν ἐσμὲν κἂν παραίτησιν ἐνέγκοι τυχὸν πρὸς τὴν ἔνδειαν τῶν γραμμάτων·<note xml:lang="eng">Sic MSS.; <foreign xml:lang="grc">πραγμάτων</foreign> Ed. Ben.</note> καὶ τὸ οἱονεὶ ἐῤῥυπῶσθαι λοιπὸν τῇ κατακορεῖ συνηθείᾳ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">κατακορεῖ συνηθείᾳ</foreign><foreign xml:lang="grc">κατακορίᾳ</foreign> A, B, C, D.</note> πρὸς ἰδιωτισμὸν ὄκνον εἰκότως ἐμποιεῖ προσφθέγγεσθαι ὑμᾶς τοὺς σοφιστάς, οἵ, εἰ μή τι ἄξιον τῆς ὑμετέρας αὐτῶν σοφίας ἀκούσεσθε, δυσχερανεῖτε καὶ οὐκ ἀνέξεσθε. σὲ δέ που τὸ ἐναντίον εἰκὸς ἐπὶ πάσης προφάσεως δημοσιεύειν σαυτοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτοῦ</foreign> B.</note> τὴν φωνήν, ἐπιτήδειον ὄντα εἰπεῖν ὧν αὐτὸς οἶδα Ἑλλήνων. οἶδα γάρ, ὡς οἶμαι, τοὺς ὀνομαστοτάτους τῶν ἐν ὑμῖν.<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῖν</foreign> A, B.</note> ὥστε οὐδεμία παραίτησις σιωπῶντι. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. </p><p rend="align(indent)"> Ἀπέστειλα δὲ καὶ τὰ πρὸς Εὐνόμιον· ἃ εἴτε παιδιὰν χρὴ καλεῖν, εἴτε μικρῷ παιδιᾶς σπουδαιότερα, αὐτῷ σοι κρίνειν παρίημι· ὃς<note xml:lang="eng"><foreign xml:lang="grc">ὅσον</foreign> E.</note> πρὸς μὲν τὰ οἰκεῖα σαυτοῦ οὐκέτι, οἶμαι, χρῄζεις, πρὸς δὲ τῶν ἐνδιαστρόφων τοὺς ἐντυγχάνοντας οὐκ ἀγεννές σοι ὅπλον ἔσεσθαι προσδοκῶ· οὐ τῇ δυνάμει τοῦ συντάγματος καταπιστεύοντες τοσοῦτον, ἀλλʼ ἀκριβῶς γνωρίζοντες ἀπὸ ὀλίγων ἀφορμῶν ἐπὶ πολλά σε ὄντα εὑρετικόν. ἐὰν δέ τι σοὶ καὶ ἀσθενέστερον ἔχειν τῆς χρείας καταφανῇ, <pb n="v.1.p.126"/> μὴ κατοκνήσῃς ἐλέγξαι. τούτῳ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τούτῳ</foreign><foreign xml:lang="grc">ἐν τούτῳ</foreign> E.</note> γὰρ μάλιστα φίλος κόλακος διενήνοχε, τῷ τὸν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὸν δὲ μηδὲ<note xml:lang="eng"><foreign xml:lang="grc">μήτε</foreign> A, B, C, D.</note> τῶν λυπούντων ἀπέχεσθαι. </p></div></div></body></text></TEI>