Πρὸς Εὐνόμιον τὸν αἱρετικόν Sic E, F; Εὐνομίῳ A, B, D; πρὸς Εὐνόμιον αἱρετικὸν ὅτι μηδὲ τὴν τοῦ μύρμηκος φύσιν ἐπιστάμενος τὴν πάντα νοῦν ὑπερέχουσαν δύναμιν φυσιολογεῖν ἐπεχείρησεν C. Ὁ ἐφικτὴν εἶναι λέγων τῶν ὄντων τὴν εὕρεσιν, ὁδῷ τινὶ πάντως καὶ ἀκολουθίᾳ διὰ τῆς τῶν ὄντων γνώσεως παρέβαλεν προέβαλεν editi; παρέβαλεν A, B, C, D, E, F. ἑαυτοῦ τὴν διάνοιαν· καὶ τοῖς εὐλήπτοις τε καὶ μικροτέροις ἐγγυμνασθεὶς διὰ τῆς καταλήψεως, οὕτω καὶ εἰς πρὸς C, D. τὴν ἐπέκεινα πάσης ἐννοίας προήγαγεν ἑαυτὸν ἑαυτοῦ editi, sed ἑαυτὸν MSS. καταληπτικὴν φαντασίαν. Οὐκοῦν ὁ τὴν περὶ τῶν ὄντων εἴδησιν κατειληφέναι μεγαλαυχούμενος τὸ σμικρότατον τῶν προφαινομένων, ὅπως ἔχει φύσεως, ἑρμηνευσάτω, καὶ τίς ἡ τοῦ μύρμηκος φύσις, εἰπάτω· εἰ πνεύματι καὶ ἄσθματι συνέχεται αὐτοῦ ἡ ζωή· εἰ ὀστέοις τὸ σῶμα τῷ σώματι E. διείληπται· εἰ νεύροις καὶ συνδέσμοις τὰς ἁρμονίας τετόνωται· εἰ μυῶν περιβολῇ καὶ ἀδένων ἡ τῶν νεύρων περικρατεῖται θέσις· εἰ τοῖς νωτιαίοις σπονδύλοις κονδύλοις C, D. ἐκ τοῦ βρέγματος ἐπὶ τὸ οὐραῖον ὁ μυελὸς συμπαρατείνεται· εἰ τῇ περιοχῇ τοῦ νευρώδους ὑμένος, τοῖς κινουμένοις μέλεσι τὴν ὁρμητικὴν ἐνδίδωσι δύναμιν· εἰ ἔστιν ἐν αὐτῷ τὸ ἧπαρ, καὶ τὸ χοληδόχον ἀγγεῖον ἐπὶ τοῦ ἥπατος, νεφροί τε καὶ καρδία καὶ ἀρτηρίαι καὶ φλέβες, ὑμένες καὶ διαφράγματα· εἰ ψιλόν ἐστιν, ἢ τετρίχωται· εἰ εἰ om. A, B, F. μονώνυχόν ἐστιν, ἢ πολυσχιδεῖς ἔχει τὰς βάσεις· πόσον δὲ βιοῖ τὸν χρόνον, καὶ τίς αὐτοῖς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γεννήσεως· ἐπὶ πόσον δὲ κυΐσκεται τὸ τικτόμενον· καὶ πῶς οὔτε πεζοὶ πάντες οἱ μύρμηκες, οὔτε ὑπόπτεροι πάντες, ἀλλʼ οἱ μὲν ἀπὸ add. C. D. τῶν χαμαὶ ἐρχομένων εἰσίν, οἱ δὲ διαέριοι φέρονται. Ὁ τοίνυν τῶν ὄντων τὴν γνῶσιν ἐπικομπάζων, τέως τὴν τοῦ μύρμηκος φύσιν εἰπάτω· εἶθʼ οὕτω φυσιολογείτω τὴν πάντα νοῦν ὑπερέχουσαν δύναμιν. εἰ δὲ τοῦ βραχυτάτου μύρμηκος οὔπω περιέλαβες τῇ γνώσει τὴν φύσιν, πῶς τὴν ἀκατάληπτον τοῦ Θεοῦ δύναμιν μεγαλαυχεῖς φαντάζεσθαι; Ὠριγένει Καὶ ἀκουόμενος εὐφραίνεις, καὶ ἀναγινωσκόμενος δι’ ὧν γράφεις ἐνεργεστέρας ἐναργεστέρας A, B, F. ἡμῖν παρέχεις εὐφροσύνας. καὶ χάρις πολλὴ τῷ ἀγαθῷ Θεῷ, τῷ μηδὲν ἐλαττωθῆναι ποιήσαντι τὴν ἀλήθειαν ἐν τῇ προδοσίᾳ τῶν δῆθεν ὑπερκρατούντων, ἀλλὰ δι’ ὑμῶν ἡμῶν E, F. τὴν συνηγορίαν τοῦ λόγου τῆς εὐσεβείας ἀναπληρώσαντι. ἐκεῖνοι μὲν οὖν, ὡς τὸ κώνειον ἢ τὸ ἀκόνιτον, καὶ εἴ τις ἄλλη ἀνδροφόνος βοτάνη, πρὸς ὀλίγον ἀνθήσαντες ταχὺ ἀποξηρανθήσονται. ὑμῖν δὲ ἀνθηρὸν καὶ ἀεὶ νέον ὁ Κύριος τὸν μισθὸν τῶν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ λαληθέντων παρέξει. Ἀνθʼ ὧν καὶ παράσχοι ὑμῖν ἡμῖν E. ὁ Κύριος ὁ Κύριος om. C, D, E. πᾶσαν εὐθηνίαν οἴκου, καὶ εἰς παῖδας παίδων τὴν εὐλογίαν διαβιβάσαι. τὰ δὲ εὐγενέστατα παιδία, τοὺς ἐναργεῖς τῆς σῆς χρηστότητος χαρακτῆρας, εἶδον ἡδέως καὶ περιεπτυξάμην, καὶ εὔχομαι αὐτοῖς ὅσα ἂν αὐτὸς ὁ πατὴρ εὔξῃ. Μακαρίῳ καὶ Ἰωάννῃ Μακαρίῳ καὶ Ἰωάννῃ E, F. Μακαρίῳ A, B, F. Μακρίνῳ καὶ Ἰωάννῃ ὥστε μηδὲν ἐπὶ ταῖς διαβολαῖς ταράσσεσθαι C, D. Οὔτε γεωργοὺς οἱ κατὰ γεωργίαν ξενίζουσι πόνοι, οὔτε ναύταις ὁ κατὰ θάλασσαν χειμὼν ἀπροσδόκητος, οὔτε τοῖς μισθαρνοῦσιν ὁ θερινὸς om. E, sed non alia MSS. ἱδρὼς παράδοξος, οὔτε μὴν τοῖς εὐσεβῶς ζῇν ἑλομένοις αἱ κατὰ τὸν ἐνεστῶτα κόσμον θλίψεις ἀμελέτητοι. ἡ... θλίψις ἀμελέτητος A, B, C, D, F. ἀλλʼ ἑκάστῳ τῶν εἰρημένων οἰκεῖος καὶ γνώριμος τοῖς μετιοῦσι τοῖς μετιοῦσι om. A, B, C, D, F. συνέζευκται πόνος, οὐ δι’ ἑαυτὸν αἱρετός, ἀλλὰ δι’ ἀπόλαυσιν ἀγαθῶν προσδοκωμένων. ἐλπίδες γάρ, πάντα τὸν τῶν ἀνθρώπων συνέχουσαι καὶ συγκροτοῦσαι βίον, τὴν ἐφʼ ἑκάστῳ τούτων παραμυθοῦνται δυσκολίαν. Τῶν μὲν οὖν ὑπὲρ γῆς καρπῶν ἢ τῶν κατὰ γῆν πονούντων, οἱ μὲν παντάπασιν ἐψεύσθησαν τῶν ἐλπίδων, μέχρι μόνης φαντασίας τῶν προσδοκωμένων τῶν προσδοκωμένων om. F. τὴν ἀπόλαυσιν ἔχοντες, οἷς δὲ καὶ κατὰ γνώμην ἐκβῆναι συνέβη τὸ τέλος, δευτέρας ἐδέησε πάλιν ἐλπίδος, παραδραμούσης καὶ μαρανθείσης ἐν ἐν om. E. τάχει τῆς προτέρας. μόνοις δὲ τοῖς ὑπὲρ εὐσεβείας καμοῦσιν οὐ ψεῦδος ἠφάνισε παρηφάνισε E. τὰς ἐλπίδας, οὐ τέλος ἐλυμήνατο τοὺς ἄθλους, τοῖς ἄθλοις A, B, C, D, F. βεβαίας καὶ μονίμου διαδεχομένης τῆς τῶν οὐρανῶν βασιλείας. Μὴ τοίνυν ὑμᾶς ταραττέτω διαβολὴ ψευδής, μηδὲ φοβείτω τῶν κρατούντων ἀπειλή· μὴ γέλως λυπείτω καὶ ὕβρις τῶν γνωρίμων, μηδὲ κατάγνωσις παρὰ τῶν κήδεσθαι προσποιουμένων, ἰσχυρότατον πρὸς ἀπάτην δέλεαρ προβαλλομένων ἰσχυρότατον... προβαλλομένων om. A, B, F. παραινέσεως προσποίησιν, προσποιήσει A, B. ἕως ἂν ὁ τῆς ἀληθείας ἡμῖν συναγωνίζηται λόγος. ἀντιμαχέσθω δὲ τοῖς πᾶσι λογισμὸς ὀρθός, σύμμαχον παρακαλῶν γενέσθαι καὶ βοηθὸν παρακαλῶν... βοηθὸν om. A, B, C, D, F. αὐτῷ τὸν τῆς εὐσεβείας διδάσκαλον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, δι’ ὃν καὶ τὸ κακοπαθεῖν ἡδὺ καὶ τὸ ἀποθανεῖν κέρδος. Γρηγορίῳ ἑταίρῳ Sic E; τῷ αὐτῷ A, B; τῷ αὐτῷ ἀπολογία διότι ἐπιστείλαντι εὐθὺς οὐκ ἀντέγραψεν C, D. Γράμμα ἦλθέ μοι πρῴην παρὰ σοῦ, ἀκριβῶς σόν, οὐ τοσοῦτον τῷ χαρακτῆρι τῆς χειρός, ὅσον τῷ τῆς ἐπιστολῆς ἰδιώματι. ὀλίγα γὰρ ἦν τὰ ῥήματα πολλὴν διάνοιαν παριστῶντα. πρὸς ἃ εὐθὺς μὲν οὐκ ἀπεκρινάμεθα, διότι αὐτοὶ μὲν ἀπεδημοῦμεν, ὁ δὲ γραμματηφόρος Sic A, B, C, D, E; γραμματοφόρος editi. ἑνὶ τῶν ἐπιτηδείων ἡμῖν ἐπιδοὺς τὴν ἐπιστολὴν ἀπίων ᾤχετο. ἀλλὰ νῦν διὰ Πέτρου προσφθεγγόμεθά σε, ὁμοῦ μὲν ἀποτίννυντες τῆς προσηγορίας τὸ χρέος, ὁμοῦ δὲ ἀφορμὴν δευτέρων γραμμάτων παρέχοντες. πάντως δὲ οὐδεὶς πόνος Λακωνικῆς ἐπιστολῆς, ὁποῖαί εἰσιν αἱ παρὰ σοῦ ἑκάστοτε πρὸς ἡμᾶς ἀφικνούμεναι. Λεοντίῳ σοφιστῇ Χρόνια μέν σοι καὶ τὰ παρʼ ἡμῶν γράμματα, οὐ μὴν χρονιώτερα τῶν αὐτόθεν, καὶ ταῦτα πολλῶν καὶ συνεχῶν ἐπιδημησάντων ἡμῖν ἀπὸ τῆς ὑμετέρας· οἷς εἰ πᾶσιν ἐφεξῆς γράμματα ἐπετίθης, ἐπιτίθεις C, D, E. οὐδὲν ἦν τὸ κώλυον αὐτῷ σοι δοκεῖν συνεῖναι ἡμᾶς καὶ οἱονεὶ παρόντας καὶ συνόντας ἀπολαύειν· οὕτω συνεχὲς ἦν τὸ πλῆθος τῶν πρὸς ἡμᾶς ἀφικνουμένων. Ἀλλὰ τί οὐκ ἐπιστέλλεις; καίτοιγε οὐδὲν ἔργον σοφιστῇ, ἢ τὸ γράφειν· μᾶλλον δὲ εἰ καὶ τῆς χειρὸς ἔχεις ἀργῶς, οὐδὲ γράφειν δεήσει, ἄλλος γάρ σοι διακονήσει. γλώττης δὲ χρεία μόνης· ἣ κἂν ἡμῖν μὴ διαλέγηται, ἀλλʼ ἑνί γε πάντως τῶν συνόντων λαλήσει, κἂν μηδεὶς παρῇ, ἐφʼ ἑαυτῆς διαλέξεται· σιωπήσει δὲ οὐδαμῶς, σοφιστική τε γε A, B. οὖσα καὶ Ἀττική, οὐ μᾶλλόν γε ἢ αἱ ἀηδόνες, ὅταν τὸ ἔαρ αὐτὰς πρὸς ᾠδὴν ἀναστήσῃ. Ἡμῖν μὲν γὰρ τὸ πυκνὸν τῆς ἀσχολίας τοῦτο ἐν ᾧ νῦν ἐσμὲν κἂν παραίτησιν ἐνέγκοι τυχὸν πρὸς τὴν ἔνδειαν τῶν γραμμάτων· Sic MSS.; πραγμάτων Ed. Ben. καὶ τὸ οἱονεὶ ἐῤῥυπῶσθαι λοιπὸν τῇ κατακορεῖ συνηθείᾳ κατακορεῖ συνηθείᾳ κατακορίᾳ A, B, C, D. πρὸς ἰδιωτισμὸν ὄκνον εἰκότως ἐμποιεῖ προσφθέγγεσθαι ὑμᾶς τοὺς σοφιστάς, οἵ, εἰ μή τι ἄξιον τῆς ὑμετέρας αὐτῶν σοφίας ἀκούσεσθε, δυσχερανεῖτε καὶ οὐκ ἀνέξεσθε. σὲ δέ που τὸ ἐναντίον εἰκὸς ἐπὶ πάσης προφάσεως δημοσιεύειν σαυτοῦ αὐτοῦ B. τὴν φωνήν, ἐπιτήδειον ὄντα εἰπεῖν ὧν αὐτὸς οἶδα Ἑλλήνων. οἶδα γάρ, ὡς οἶμαι, τοὺς ὀνομαστοτάτους τῶν ἐν ὑμῖν. ἡμῖν A, B. ὥστε οὐδεμία παραίτησις σιωπῶντι. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἀπέστειλα δὲ καὶ τὰ πρὸς Εὐνόμιον· ἃ εἴτε παιδιὰν χρὴ καλεῖν, εἴτε μικρῷ παιδιᾶς σπουδαιότερα, αὐτῷ σοι κρίνειν παρίημι· ὃς ὅσον E. πρὸς μὲν τὰ οἰκεῖα σαυτοῦ οὐκέτι, οἶμαι, χρῄζεις, πρὸς δὲ τῶν ἐνδιαστρόφων τοὺς ἐντυγχάνοντας οὐκ ἀγεννές σοι ὅπλον ἔσεσθαι προσδοκῶ· οὐ τῇ δυνάμει τοῦ συντάγματος καταπιστεύοντες τοσοῦτον, ἀλλʼ ἀκριβῶς γνωρίζοντες ἀπὸ ὀλίγων ἀφορμῶν ἐπὶ πολλά σε ὄντα εὑρετικόν. ἐὰν δέ τι σοὶ καὶ ἀσθενέστερον ἔχειν τῆς χρείας καταφανῇ, μὴ κατοκνήσῃς ἐλέγξαι. τούτῳ τούτῳ ἐν τούτῳ E. γὰρ μάλιστα φίλος κόλακος διενήνοχε, τῷ τὸν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὸν δὲ μηδὲ μήτε A, B, C, D. τῶν λυπούντων ἀπέχεσθαι.