<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="151"><head rend="align(center)">Εὐσταθίῳ ἀρχιάτρῳ<note xml:lang="eng"><foreign xml:lang="grc">ἀρχιητρῷ</foreign> Harl., E.</note></head><p rend="align(indent)"> Εἴ τι ὄφελος ἡμετέρων<note xml:lang="eng"><foreign xml:lang="grc">ὑμετέρων</foreign> E. Vat.</note> γραμμάτων, μηδένα χρόνον διαλίπῃς ἐπιστέλλων ἡμῖν καὶ διεγείρων<note xml:lang="eng"><foreign xml:lang="grc">ἐγείρων</foreign> E.</note> ἡμᾶς πρὸς τὸ γράφειν. αὐτοὶ μὲν γὰρ προδήλως <pb n="v.2.p.372"/> ἡδίους γινόμεθα ἐντυγχάνοντες ἐπιστολαῖς συνετῶν ἀνδρῶν ἀγαπώντων τὸν Κύριον· εἰ δὲ καὶ αὐτοί τι ἄξιον σπουδῆς εὑρίσκετε<note xml:lang="eng"><foreign xml:lang="grc">εὑρήσετε</foreign> editi antiqi.</note> παρʼ ἡμῖν, ὑμέτερον εἰδέναι τῶν ἐντυγχανόντων. εἰ μὲν οὖν μὴ ὑπὸ τοῦ πλήθους τῶν ἀσχολιῶν ἀπηγόμεθα, οὐκ ἂν τῆς ἐκ τοῦ γράφειν συνεχῶς εὐφροσύνης ἀπειχόμεθα. ὑμεῖς δέ, οἷς ἐλάττους αἱ φροντίδες, ὁσάκις ἂν οἷόν τε ᾖ κατακηλεῖτε ἡμᾶς τοῖς γράμμασι. καὶ γὰρ τὰ φρέατά φασιν ἀντλούμενα βελτίω γίνεσθαι. ἐοίκασι δέ σου<note xml:lang="eng"><foreign xml:lang="grc">σοι</foreign> E.</note> αἱ ἐξ ἰατρικῆς παραινέσεις εἰς πάρεργον χωρεῖν, οὐχ ἡμῶν ἐπαγόντων τὸν σίδηρον, ἀλλʼ ἑαυτοῖς ἐκπιπτόντων τῶν ἀπαχρειουμένων. </p><p rend="align(indent)"> Ὁ μὲν οὖν τοῦ Στωϊκοῦ λόγος· ἐπειδή, φησί, μὴ γίνεται τὰ πράγματα ὡς βουλόμεθα, ὡς γίνεται βουλόμεθα.<note xml:lang="eng"><foreign xml:lang="grc">βουλώμεθα</foreign> editi antiqi.</note> ἐγὼ δὲ τοῖς μὲν πράγμασι τὴν γνώμην συγκατατίθεσθαι<note xml:lang="eng"><foreign xml:lang="grc">συμμετατίθεσθαι</foreign> Harl., Reg. primus, et Vat.</note> οὐ καταδέχομαι, τὸ δὲ ἀβουλήτως τινὰς ποιεῖν τι τῶν ἀναγκαίων οὐκ ἀποδοκιμάζω. οὔτε γὰρ ὑμῖν τοῖς ἰατροῖς τὸ καίειν τὸν ἄρρωστον ἢ ἄλλως ποιεῖν ἀλγεῖν βουλητόν· ἀλλʼ οὖν καταδέχεσθε πολλάκις τῇ δυσχερείᾳ τοῦ πάθους ἑπόμενοι· οὔτε<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">οὔτε</foreign><foreign xml:lang="grc">οἵ τε</foreign> E.</note> οἱ πλέοντες ἑκουσίως ἐκβάλλουσι τὰ ἀγώγιμα, ἀλλʼ ὥστε διαφυγεῖν τὰ ναυάγια ὑφίστανται τὴν ἐκβολήν, τὸν ἐν πενίᾳ βίον τοῦ ἀποθανεῖν προτιμῶντες. ὥστε καὶ ἡμᾶς οἴου ἀλγεινῶς μὲν καὶ μετὰ μυρίων ὀδυρμῶν φέρειν τὸν χωρισμὸν τῶν ἀφισταμένων, φέρειν δʼ οὖν ὅμως· ἐπειδὴ τοῦ Θεοῦ καὶ τῆς <pb n="v.2.p.374"/> ἐπʼ αὐτὸν<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἐπ’ αὐτὸν</foreign><foreign xml:lang="grc">ἑαυτῶν</foreign> E.</note> ἐλπίδος οὐδὲν τοῖς τῆς ἀληθείας ἐρασταῖς προτιμότερον. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="152"><head rend="align(center)">Οὐΐκτορι στρατηλάτῃ</head><p rend="align(indent)"> Ἄλλῳ μέν τινι μὴ ἐπιστέλλων, τάχα ἂν δεξαίμην δικαίως ἔγκλημα ῥᾳθυμίας ἢ λήθης. σοῦ δὲ πῶς ἔστιν ἐπιλαθέσθαι, οὗ παρὰ πᾶσιν ἀνθρώποις λαλεῖται τὸ ὄνομα; πῶς δὲ καταρρᾳθυμῆσαι,<note xml:lang="eng"><foreign xml:lang="grc">οὗ παρὰ...καταρρᾳθυμῆσαι</foreign>om. E.</note> ὃς πάντων σχεδὸν τῶν κατὰ τὴν οἰκουμένην τῷ ὕψει τῶν ἀξιωμάτων ὑπερανέστηκας; ἀλλὰ δήλη ἡμῶν ἡ αἰτία τῆς σιωπῆς· ὀκνοῦμεν δι’ ὄχλου γίνεσθαι<note xml:lang="eng"><foreign xml:lang="grc">γενέσθαι</foreign> multi MSS.</note> ἀνδρὶ τοσούτῳ. εἰ δὲ πρὸς τῇ λοιπῇ σου ἀρετῇ καὶ τοῦτο κατεδέξω, οὐ μόνον πεμπόμενα <num>παρ</num> ἡμῶν δέχεσθαι γράμματα, ἀλλὰ καὶ ἐλλειφθέντα ἐπιζητεῖν, ἰδοὺ καὶ γράφομεν νῦν τεθαρρηκότως<note xml:lang="eng"><foreign xml:lang="grc">τεθαρρηκότες</foreign> editi antiqi.</note> καὶ γράψομέν γε εἰς<note xml:lang="eng"><foreign xml:lang="grc">πρός</foreign> editi antiqi.</note> τὸ ἐφεξῆς, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ δοθῆναί σοι τὴν ἀμοιβὴν τῆς περὶ ἡμᾶς τιμῆς. ὑπὲρ δὲ τῆς Ἐκκλησίας προέλαβες ἡμῶν τὰς παρακλήσεις, πάντα ποιήσας ὅσα ἂν ἡμεῖς ἐπεζητήσαμεν. ποιεῖς δὲ οὐκ ἀνθρώποις χαριζόμενος, ἀλλὰ Θεῷ τῷ τιμήσαντί σε, ὃς τὰ μὲν ἔδωκεν ἐν τῇ νῦν ζωῇ ἀγαθά, τὰ δὲ δώσει ἐν τῷ μέλλοντι αἰῶνι, ἀνθʼ ὧν μετὰ ἀληθείας ἐπορεύθης τὴν ὁδὸν αὐτοῦ, ἀκλινῆ τὴν καρδίαν ἐν τῇ ὀρθότητι τῆς πίστεως ἀπʼ ἀρχῆς εἰς τέλος διασωσάμενος. </p></div><pb n="v.2.p.376"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="153"><head rend="align(center)">Βίκτορι ἀπὸ ὑπάτων</head><p rend="align(indent)"> Ὁσάκις ἂν ἡμῖν ὑπάρξῃ γράμμασιν ἐντυχεῖν τῆς κοσμιότητός σου, τοσαυτάκις χάριν ὁμολογοῦμεν τῷ Θεῷ, ὅτι διαμένεις καὶ μεμνημένος ἡμῶν καὶ ὑπʼ οὐδεμιᾶς διαβολῆς τὴν ἀγάπην ἐλαττῶν, ἣν ἅπαξ κρίσει τῇ ὀρθοτάτῃ ἢ συνηθείᾳ χρηστῇ ἀναλαβεῖν κατεδέξω. εὐχόμεθα οὖν τῷ ἁγίῳ Θεῷ καὶ σὲ διαμεῖναι ἐν τῇ ὁμοίᾳ πρὸς ἡμᾶς διαθέσει, καὶ ἡμᾶς ἀξίους εἶναι τῆς παρὰ σοῦ τιμῆς, ἣν τιμᾷς ἡμᾶς διὰ τοῦ γράμματος. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="154"><head rend="align(center)">Ἀσχολίῳ, ἐπισκόπῳ Θεσσαλονίκης<note xml:lang="eng"><foreign xml:lang="grc">Ἀσχολίῳ μονάζοντι καὶ πρεσβυτέρῳ</foreign> Coisl. secundus, Reg. secundus, Vat. et Paris. <foreign xml:lang="grc">Ἀσχολίῳ μονάζοντι</foreign> Reg. primus, Bigot.</note></head><p rend="align(indent)"> Καλῶς ἐποίησας, καὶ κατὰ τὸν τῆς πνευματικῆς ἀγάπης νόμον, κατάρξας τῶν πρὸς ἡμᾶς γραμμάτων καὶ τῷ ἀγαθῷ ὑποδείγματι πρὸς τὸν ὅμοιον ζῆλον ἡμᾶς ἐκκαλεσάμενος. καὶ γὰρ ἡ μὲν τοῦ κόσμου φιλία ὀφθαλμῶν δεῖται καὶ συντυχίας, ὥστε ἐκεῖθεν ἀρχὴν τῆς συνηθείας γενέσθαι, οἱ δὲ πνευματικῶς ἀγαπᾷν εἰδότες οὐ τῇ σαρκὶ προξένῳ κέχρηνται τῆς φιλίας, ἀλλὰ τῇ τῆς πίστεως <pb n="v.2.p.378"/> κοινωνίᾳ πρὸς τὴν πνευματικὴν συνάφειαν ἄγονται. χάρις οὖν τῷ Κυρίῳ τῷ παρακαλέσαντι ἡμῶν τὰς καρδίας ἐν τῷ δεῖξαι<note xml:lang="eng"><foreign xml:lang="grc">ἐκ τοῦ δεῖξαι</foreign> editi antiqi.</note> ὅτι οὐκ ἐν πᾶσι κατέψυκται ἡ ἀγάπη, ἀλλʼ εἰσί που τῆς οἰκουμένης οἱ τῆς Χριστοῦ μαθητείας τὸν χαρακτῆρα δεικνύντες. καὶ τοίνυν ἔδοξέ μοι τὸ καθʼ ὑμᾶς ἐοικέναι πρᾶγμα ἄστροις ἐν νυκτερινῇ συναφείᾳ·<note xml:lang="eng"><foreign xml:lang="grc">συννεφείᾳ</foreign> E.</note> ἄλλοις κατʼ ἄλλα μέρη τοῦ οὐρανοῦ διαλάμπουσιν, ὧν χαρίεσσα μὲν ἡ λαμπρότης, χαριέστερον δὲ δήπου τὸ ἀπροσδόκητον. τοιοῦτοι δὲ καὶ ὑμεῖς οἱ τῶν ἐκκλησιῶν φωστῆρες, ὀλίγοι παντελῶς καὶ εὐαρίθμητοι ἐν τῇ σκυθρωπῇ ταύτῃ καταστάσει, οἷον ἐν σκοτομήνῃ διαφαινόμενοι, πρὸς τῷ ἐκ τῆς ἀρετῆς χαρίεντι, ἔτι καὶ τῷ σπανίῳ τῆς εὑρέσεως τὸ περιπόθητον ἔχοντες. </p><p rend="align(indent)"> Ἐγνώρισε δέ σου τὴν διάθεσιν ἡμῖν τὸ γράμμα αὐτάρκως. εἰ γὰρ καὶ μικρὸν ἦν τῷ πλήθει τῶν συλλαβῶν, ἀλλὰ τῇ γε ὀρθότητι τῆς διανοίας ἀρκοῦσαν ἡμῖν τῆς προαιρέσεως τὴν ἀπόδειξιν ἔδωκε. τὸ γὰρ περὶ τὸν μακαριώτατον Ἀθανάσιον ἐσπουδακέναι δεῖγμα ἐναργέστατον τοῦ ὑγιῶς<note xml:lang="eng"><foreign xml:lang="grc">ἁγίως</foreign> editi antiqi.</note> ἔχειν περὶ τὰ μέγιστα. ἀντὶ οὖν τῆς ἐπὶ τοῖς γράμμασιν εὐφροσύνης πολλὴν οἴδαμεν χάριν τῷ τιμιωτάτῳ υἱῷ ἡμῶν Εὐφημίῳ· ᾧ καὶ αὐτὸς εὔχομαι πᾶσαν ὑπάρχειν βοήθειαν ἐξ ἁγίου· καὶ σὲ συνεύχεσθαι ἡμῖν παρακαλῶ, ὅπως ἂν ἀπολάβοιμεν αὐτὸν ἐν τάχει μετὰ τῆς κοσμιωτάτης ὁμόζυγος<note xml:lang="eng"><foreign xml:lang="grc">συζύγου</foreign> editi antiqi.</note> αὐτοῦ, θυγατρὸς δὲ ἡμῶν ἐν Κυρίῳ. παρακλήθητι δὲ καὶ αὐτὸς μὴ ἐν προοιμίοις ἡμῖν στῆσαι τὴν <pb n="v.2.p.380"/> εὐφροσύνην, ἀλλὰ διὰ τῆς ἀεὶ παραπιπτούσης προφάσεως ἐπιστέλλειν καὶ τὴν πρὸς ἡμᾶς διάθεσιν τῷ πυκνῷ τῆς ὁμιλίας αὔξειν, καὶ τὰ περὶ τῶν αὐτοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">σαυτοῦ</foreign> editi antiqi.</note> ἐκκλησιῶν, ὅπως ἔχει κατὰ τὴν συμφωνίαν, σημαίνειν· περὶ δὲ<note xml:lang="eng"><foreign xml:lang="grc">τε</foreign> E.</note> τῶν ἐνταῦθα προσεύχεσθαι, ὥστε γενέσθαι καὶ παρʼ ἡμῖν γαλήνην μεγάλην, ἐπιτιμήσαντος τοῦ Κυρίου ἡμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="155"><head rend="align(center)">Ἀνεπίγραφος ἐπὶ ἀλείπτῃ</head><p rend="align(indent)"> Πρὸς πολλὰς τὰς διὰ τῆς ἐπιστολῆς ἣν πρώτην καὶ μόνην κατηξίωσεν ἡμῖν ἡ εὐγένειά σου διαπέμψασθαι ἐγγεγραμμένας κατηγορίας ἀπορῶ<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπορῶν</foreign> E.</note> ἀπολογήσασθαι, οὐ διὰ τὴν τοῦ δικαίου ἔνδειαν, ἀλλὰ διὰ τὸ ἐν πλήθει τῶν ἐπιφερομένων δύσκολον εἶναι τῶν καιριωτέρων τὴν προτίμησιν, καὶ ὅθεν δεῖ πρῶτον ἡμᾶς ἄρξασθαι τῆς θεραπείας. ἢ τάχα δεῖ αὐτῇ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">δεῖ αὐτῇ</foreign><foreign xml:lang="grc">δι’ αὐτήν</foreign> E.</note> τῇ τάξει τῶν γεγραμμένων χρησαμένους ὁδῷ πρὸς ἕκαστον ἀπαντᾷν. </p><p rend="align(indent)"> Τοὺς ἐπὶ Σκυθίαν ἀπαίροντας ἐντεῦθεν μέχρι σήμερον οὐκ ἐγνωρίσαμεν· ἀλλʼ οὐδὲ τῶν ἐκ τῆς οἰκίας<note xml:lang="eng"><foreign xml:lang="grc">οἰκείας</foreign> editi antiqi.</note> ὑπέμνησαν ἡμᾶς, ὥστε προσειπεῖν σε<note xml:lang="eng"><foreign xml:lang="grc">σε</foreign> om. E</note> <pb n="v.2.p.382"/> δι’ αὐτῶν, καίτοι πάνυ διὰ σπουδῆς τιθεμένους ἐπὶ πάσης προφάσεως προσφθέγγεσθαί σου τὴν τιμιότητα. ἐπιλαθέσθαι δέ σου ἐν προσευχαῖς ἀδύνατον, εἰ μὴ πρότερον τοῦ ἔργου ἡμῶν ἐπιλαθώμεθα, εἰς ὃ ἔταξεν ἡμᾶς ὁ Κύριος. μέμνησαι γὰρ πάντως τῶν κηρυγμάτων τῶν ἐκκλησιαστικῶν, πιστὸς ὢν τῇ τοῦ Θεοῦ χάριτι, ὅτι καὶ ὑπὲρ τῶν ἐν ἀποδημίαις ἀδελφῶν δεόμεθα, καὶ ὑπὲρ τῶν ἐν ταῖς<note xml:lang="eng"><foreign xml:lang="grc">ταῖς</foreign> om. E</note> στρατείαις ἐξεταζομένων, καὶ ὑπὲρ παρρησιαζομένων διὰ τὸ ὄνομα Κυρίου, καὶ ὑπὲρ τῶν τοὺς πνευματικοὺς καρποὺς ἐπιδεικνυμένων, ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ τὰς εὐχὰς ποιούμεθα· ὧν πάντως ἐν τοῖς πλείοσιν<note xml:lang="eng"><foreign xml:lang="grc">χρόνοις</foreign> E. editi antiqi.</note> ἢ καὶ ἐν τοῖς πᾶσι νομίζομεν καὶ τὴν σὴν ἐμπεριλαμβάνεσθαι τιμιότητα. ἰδίᾳ δέ σου ἡμεῖς πῶς ἂν ἐπιλαθώμεθα, τοσαῦτα ἔχοντες τὰ κινοῦντα ἡμᾶς πρὸς μνήμην, ἀδελφὴν τοιαύτην, ἀδελφιδοὺς<note xml:lang="eng"><foreign xml:lang="grc">ἀδελφικήν</foreign> E.</note> τοιούτους, συγγένειαν οὕτω χρηστήν, οὕτως ἀγαπῶσαν ἡμᾶς, οἶκον, οἰκέτας, φίλους, ἐξ ὧν, κἂν μὴ βουλώμεθα, ἀναγκαίως ὑπομιμνησκόμεθά σου τῆς ἀγαθῆς προαιρέσεως; </p><p rend="align(indent)"> Περὶ δὲ τοῦδε ὁ ἀδελφὸς ὁ δεῖνα οὐδὲν ἡμῖν ἤνεγκεν ἐπαχθές, οὐδὲ παρʼ ἡμῶν βλάπτουσα αὐτόν τις κρίσις ἐξενήνεκται οὐδεμία. τρέψον οὖν τὴν λύπην ἐπὶ τοὺς τὰ ψευδῆ διηγησαμένους, ἀπολύσας πάσης μέμψεως καὶ τὸν χωρεπίσκοπον καὶ ἐμέ. εἰ δέ τινα δίκην γυμνάζει ὁ σχολαστικὸς ὁ δεῖνα, ἔχει δικαστήρια δημόσια καὶ νόμους. ἀξιῶ οὖν ὑμᾶς ἐπὶ τούτοις μηδεμίαν ἔχειν μέμψιν.</p><pb n="v.2.p.384"/><p rend="align(indent)"> Αὐτὸς δὲ ὅσα ποιεῖς ἀγαθά, σεαυτῷ θησαυρίζεις· καὶ ἣν παρέχῃ ἀνάπαυσιν τοῖς διὰ τὸ ὄνομα τοῦ Κυρίου διωκομένοις, ταύτην σεαυτῷ ἐν ἡμέρᾳ τῆς μισθαποδοσίας προετοιμάζεις. καλῶς δὲ ποιήσεις, ἐὰν καὶ λείψανα μαρτύρων τῇ πατρίδι ἐκπέμψῃς,<note xml:lang="eng"><foreign xml:lang="grc">ἐκπέμψῃ</foreign> E.</note> εἴπερ, ὡς ἐπέστειλας ἡμῖν, ὁ ἐκεῖ διωγμὸς ποιεῖ καὶ νῦν μάρτυρας τῷ Κυρίῳ. </p></div></div></body></text></TEI>