Ἀντιόχῳ τῷ αὐτῷ ἐπισκόπῳ E. Οὐκ ἔχω μέμψασθαί σοι σου E. ἀργίαν οὐδὲ ῥᾳθυμίαν, ὅτι καιροῦ παραπεσόντος παρεμπεσόντος editi antiqi. γραμμάτων ἀπεσιώπησας. ἣν γὰρ διὰ τῆς τιμίας ἐμοὶ χειρὸς διεπέμψω προσηγορίαν πολλῶν ἐπιστολῶν τιμιωτέραν ποιοῦμαι. ἀντὶ οὖν ταύτης προσαγορεύω σε, καὶ παρακαλῶ σπουδαίως ἀντέχεσθαι τῆς κατὰ ψυχὴν σωτηρίας, πάντα τὰ πάθη τῆς σαρκὸς παιδαγωγοῦντα τῷ λόγῳ, καὶ διηνεκῶς τὴν περὶ Θεοῦ ἔννοιαν, οἷον ἐν ναῷ τινὶ ἁγιωτάτῳ, τῇ σαυτοῦ ψυχῇ ἐνιδρυμένην ἔχοντα· ἐπὶ πάσης δὲ πράξεως καὶ παντὸς λόγου πρὸ ὀφθαλμῶν λαμβάνειν τὸ τοῦ Χριστοῦ Κυρίου editi antiqi. δικαστήριον, ὥστε σοι τὰς κατὰ μέρος ἐνεργείας συναχθείσας ἐπὶ τῆς ἀκριβοῦς ἐκείνης καὶ φοβερᾶς ἐξετάσεως δόξαν ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως ἐνεγκεῖν, ἐπὶ πάσης τῆς κτίσεως τῶν ἐπαίνων ἀξιουμένῳ. εἰ δὲ καταδέχοιτο τὴν μέχρις ἡμῶν ὁδὸν ὁ μέγας, οὐ μικρὸν κέρδος ἰδεῖν σε μετʼ αὐτοῦ ἐπὶ τῆς ἡμετέρας. Ἀβουργίῳ Μῦθον ἐνόμιζον τέως τὰ τοῦ Ὁμήρου, ὅτε ἐπῄειν αὐτοῦ τὸ ἕτερον μέρος τῆς ποιήσεως, ἐν ᾧ τὰ τοῦ Ὀδυσσέως πάθη μεταδιδάσκει. ἀλλʼ ἐκεῖνα τὰ μυθικὰ τέως καὶ ἄπιστα πάνυ ἡμᾶς πιθανὰ νομίζειν ἐδίδαξεν ἡ περὶ τὸν πάντα ἄριστον Μάξιμον περιπέτεια. καὶ γὰρ καὶ καί om. E οὗτος ἄρχων ἐγένετο ἔθνους οὐ φαυλοτάτου, ὥσπερ ἐκεῖνος ὁ στρατηγὸς τῶν Κεφαλλήνων. καὶ πολλὰ χρήματα ἄγων ἐκεῖνος γυμνὸς ἐπανῆλθε, καὶ τοῦτον οὕτως ἡ συμφορὰ διέθηκεν, ὡς κινδυνεῦσαι ἐν ἀλλοτρίοις ῥάκεσιν ὀφθῆναι τοῖς οἴκοι. οἰκείοις editi antiqi. καὶ ταῦτα πέπονθε, Λαιστρυγόνας τάχα που ἐφʼ ἑαυτὸν παροξύνας, καὶ Σκύλλῃ περιπεσὼν ἐν γυναικείᾳ μορφῇ κυνείαν ἐχούσῃ ἀπανθρωπίαν καὶ ἀγριότητα. ἐπεὶ οὖν μόλις αὐτῷ ὑπῆρξε τὸν ἄφυκτον τοῦτον διανήξασθαι κλύδωνα, σὲ δι’ ἡμῶν ἱκετεύει, ἀξιῶν αἰδεσθῆναι τὴν κοινὴν φύσιν καὶ ἐπὶ ταῖς παρʼ ἀξίαν αὐτοῦ συμφοραῖς ἀλγήσαντα, μὴ σιωπῇ κρύψαι τὰ κατʼ αὐτόν, ἀλλὰ διαγγεῖλαι τοῖς ἐν δυνάμει, ὥστε μάλιστα μὲν καὶ γενέσθαι τινὰ αὐτῷ βοήθειαν πρὸς τὴν σκευωρηθεῖσαν σκαιωρηθεῖσαν Harl., Clarom. ἐπήρειαν· εἰ δὲ μή, δημοσιευθῆναι γοῦν τὴν προαίρεσιν τοῦ εἰς αὐτὸν ἐμπαροινήσαντος. ἀρκοῦσα γὰρ τῷ ἠδικημένῳ παραμυθία ἡ τῶν ἐπιβουλευσάντων αὐτῷ τῆς πονηρίας φανέρωσις. Τραϊανῷ Πολλὴν φέρει τοῖς καταπονουμένοις παραμυθίαν καὶ τὸ ἔχειν ἀποδύρασθαι τὰς ἑαυτῶν συμφοράς, καὶ μάλιστα ὅταν ἀνδρῶν ἐπιτύχωσι δυναμένων ἐκ τῆς τοῦ τρόπου καλοκἀγαθίας συμπαθῆσαι τοῖς ἀλγεινοῖς. ὅθεν καὶ ὁ αἰδεσιμώτατος ἀδελφὸς Μάξιμος, ὁ τῆς πατρίδος ἡμῶν ἡγησάμενος, παθὼν οἷα οὐδέπω οὔπω E. editi antiqi. τις ἀνθρώπων ἕτερος, καὶ πάντων μὲν γυμνωθεὶς τῶν προσόντων, ὅσα τε ἦν αὐτῷ πατρῷα καὶ ὅσα ἐκ προτέρων πόνων ὑπῆρχε ὑπῆρχε om. E συνειλεγμένα, κακοπαθήσας δὲ τῷ σώματι μυρία ταῖς ἄνω καὶ κάτω πλάναις, καὶ οὐδὲ αὐτὴν τὴν ἐπιτιμίαν ἀνεπηρέαστον διασώσας, ἧς ἕνεκα πάντα πονεῖν τοῖς ἐλευθέροις σύνηθες, πολλὰ μὲν πρὸς ἡμᾶς ὑμᾶς E. περὶ τῶν συμβάντων αὐτῷ ἀπωλοφύρατο, ἠξίωσε δὲ δι’ ἡμῶν ὡς ἐν κεφαλαίῳ φανερὰν γενέσθαι σοι τὴν περιστᾶσαν αὐτῷ τῶν κακῶν Ἰλιάδα. κἀγώ, ἐπειδὴ ἄλλως οὐδὲν ἀφελεῖν αὐτοῦ τῶν δεινῶν ἠδυνήθην, ἑτοίμως ταύτην ἔδωκα τὴν χάριν· τὸ ὀλίγα ἐκ πολλῶν ὧν ἤκουσα παρʼ αὐτοῦ διαγγεῖλαι τῇ κοσμιότητί σου, ἐπειδὴ αὐτὸς ἐρυθριᾷν μοι ἐδόκει τὰς ἑαυτοῦ συμφορὰς ἐναργῶς διηγήσασθαι. Εἰ γὰρ καὶ οὐ οὐ add. Capps. πονηρὸν τὸν ἠδικηκότα συνίστησι τὰ γενόμενα, γεγονότα editi antiqi. ἀλλʼ οὖν γε τὸν πεπονθότα τῆς ἐλεεινοτάτης ὄντα μερίδος δείκνυσιν, ἐπειδὴ αὐτὸ τὸ περιπεσεῖν τοῖς θεηλάτοις κακοῖς ἀπόδειξίν πως ἔχειν δοκεῖ τοῦ παραδεδόσθαι τοῖς πάθεσιν. ἀλλʼ ἀρκεῖ αὐτῷ πρὸς παραμυθίαν τῶν συμβάντων τὸ εὐμενεῖ αὐτὸν προσβλέψαι τῷ ὄμματί σε καὶ τὴν πολυαρκῆ χάριν, ἧς πάντες ἀπολαύοντες δαπανᾷν οὐ δύνανται, τὴν τῆς σῆς ἡμερότητος λέγω, καὶ ἐπʼ αὐτὸν ἀφεθῆναι. ὅτι δὲ καὶ ἐν δικαστηρίοις μεγάλη αὐτῷ ἀφορμὴ πρὸς τὴν νίκην ἡ παρὰ σοῦ ῥοπή, πάντες ἀκριβῶς πεπείσμεθα. δικαιότατος δὲ πάντων καὶ αὐτὸς οὗτος, ὁ τὴν ἐπιστολὴν ἡμῶν, ὥς τι ὄφελος αὐτῷ ἐσομένην, ἐπιζητήσας· ὃν μετὰ τῶν ἄλλων ἴδοιμεν τῇ κατὰ δύναμιν αὐτοῦ αὐτοῦ om. E φωνῇ τὴν σὴν εὐφημοῦντα σεμνότητα. Τραϊανῷ Καὶ αὐτὸς ὑπέβαλες ὀφθαλμῷ τὴν κακοπάθειαν τοῦ πρότερον μὲν εὐδοκίμου, νῦν δὲ ἐλεεινοτάτου πάντων Μαξίμου, τοῦ ἄρξαντος τῆς πατρίδος ἡμῶν, ὡς οὐκ ὤφελενϲ ὤφειλεν editi antiqi. οἶμαι γὰρ ἂν πολλοῖς ἀπευκτὴν ἔσεσθαι τὴν τῶν ἐθνῶν ἀρχήν, εἰ πρὸς τοιοῦτον τοιοῦτο E. πέρας μέλλουσι καταστρέφειν αἱ προστασίαι. ὥστε τί δεῖ ἡμᾶς τὰ καθʼ ἕκαστον ἀπαγγέλλειν, ὧν τε εἴδομεν, ὧν τε ἠκούσαμεν, ἀνδρὶ διὰ πολλὴν τῆς διανοίας ὀξύτητα ἱκανῷ ἐξ ὀλίγων τῶν πραχθέντων στοχάσασθαι τὰ λειπόμενα; πλὴν ἐκεῖνό γε εἰπών, ἴσως οὐ περιττός σοι φανήσομαι, ὅτι πολλῶν ὄντων καὶ δεινῶν τῶν εἰς αὐτὸν τολμηθέντων πρὸ τῆς σῆς παρουσίας, τοιαῦτα γέγονε τὰ μετὰ ταῦτα, ὡς φιλανθρωπίαν ποιῆσαι νομισθῆναι τὰ φθάσαντα. τοσαύτην εἶχεν ὑπερβολὴν ὕβρεως καὶ ζημίας καὶ τῆς εἰς αὐτὸ τὸ σῶμα κακοπαθείας, τὰ δὴ ὕστερον αὐτῷ παρὰ τοῦ κρατοῦντος ἐξευρεθέντα. καὶ νῦν ἔμφρουρος ἥκει τὰ λείψανα τῶν ὧδε κακῶν αὐτοῦ ἀποπληρώσων, ἐὰν μὴ σὺ τὴν μεγάλην σαυτοῦ χεῖρα ὑπερσχεῖν ἐθελήσῃς τῷ καταπονουμένῳ. περιττὸν μὲν οὖν οἶδα ποιῶν, τὴν σὴν χρηστότητα εἰς φιλανθρωπίαν παρακαλῶν. πλὴν ἀλλʼ ἐπειδὴ βούλομαι γενέσθαι χρήσιμος τῷ ἀνδρί, ἱκετεύω σου τὴν σεμνοπρέπειαν προσθεῖναί τι τῇ ἐκ φύσεως περὶ τὸ καλὸν σπουδῇ δι’ ἡμᾶς, ὥστε ἐναργὲς τῷ ἀνδρὶ γενέσθαι τῆς ὑπὲρ αὐτοῦ παρακλήσεως ἡμῶν τὸ ὄφελος. Ἀμφιλοχίῳ, ὡς παρὰ Ἡρακλείδου Ἐγὼ καὶ τῶν ὁμιληθέντων ἡμῖν πρὸς ἀλλήλους ποτὲ μέμνημαι, καὶ ὧν τε αὐτὸς εἶπον, ὧν τε ἤκουσα παρὰ τῆς εὐγενείας σου, οὐκ ἐπιλέλησμαι. καὶ νῦν βίος μέν με δημόσιος οὐ κατέχει. εἰ γὰρ καὶ τῇ καρδίᾳ ὁ αὐτός εἰμι καὶ οὔπω τὸν παλαιὸν ἀπεδυσάμην ἄνθρωπον, πλὴν τῷ γε σχήματι, καὶ τῷ μακρὰν ἐμαυτὸν ποιῆσαι τῶν τοῦ βίου πραγμάτων, ἔδοξα λοιπὸν οἷον ἐπιβεβηκέναι τῆς ὁδοῦ τῆς κατὰ Χριστὸν πολιτείας. καθέζομαι δὲ ἐπʼ ἐμαυτοῦ, ὥσπερ οἱ εἰς πέλαγος ἀφιέναι μέλλοντες ἀποσκοπεύων σκοπεύων E. τὸ μέλλον. οἱ μὲν γὰρ πλέοντες ἀνέμων χρῄζουσι πρὸς τὴν εὔπλοιαν, ἡμεῖς δὲ τοῦ χειραγωγήσοντος ἡμᾶς καὶ ἀσφαλῶς διὰ τῶν ἁλμυρῶν κυμάτων τοῦ βίου παραπέμψοντος. χρῄζειν γὰρ ἐμαυτὸν λογίζομαι πρῶτον μὲν χαλινοῦ πρὸς τὴν νεότητα, ἔπειτα κέντρων πρὸς τὸν δρόμον τῆς εὐσεβείας. τούτων δὲ πρόξενος λόγος τις add. E. δηλονότι, νῦν μὲν παιδαγωγῶν ἡμῶν τὸ ἄτακτον, νῦν δὲ τὸ νωθρὸν τῆς ψυχῆς διεγείρων. πάλιν μοι χρεία φαρμάκων ἑτέρων, ὥστε τὸν ἐκ τῆς συνηθείας ἀποπλύνασθαι ῥύπον. οἶδας γὰρ ὅτι ἡμεῖς, οἱ πολὺν χρόνον ἐνεθισθέντες τῇ ἀγορᾷ, ἀφειδῶς μὲν ἔχομεν τῶν ῥημάτων, ἀφυλάκτως δὲ πρὸς τὰς ἐν τῇ διανοίᾳ συνισταμένας ἐκ τοῦ πονηροῦ τοῦ πονηροῦ τῆς πονηρίας quinque MSS. φαντασίας. ἡττήμεθα δὲ καὶ τιμῆς καὶ τὸ ἐφʼ ἑαυτοῖς τι φρονεῖν οὐ ῥᾳδίως ἀποτιθέμεθα. πρὸς ταῦτα μεγάλου μοι δεῖν καὶ ἐμπείρου λογίζομαι διδασκάλου. ἔπειτα μέντοι καὶ τὸν ὀφθαλμὸν τῆς ψυχῆς ἀποκαθαρθῆναι, ὥστε πᾶσαν τὴν ἀπὸ τῆς ἀγνοίας ἐπισκότησιν, οἱονεί τινα λήμην, ἀφαιρεθέντα, δύνασθαι ἐνατενίζειν τῷ κάλλει τῆς δόξης τοῦ Θεοῦ, οὐ μικροῦ ἔργου κρίνω, οὐδʼ ἐπʼ ὀλίγον τὴν ὠφέλειαν φέρειν. Ἃ καὶ τὴν σὴν λογιότητα συνορᾷν, καὶ ἐπιθυμεῖν ὑπάρξαι τινὰ εἰς ταύτην τὴν βοήθειαν ἀκριβῶς ἐπίσταμαι· πέπεισμαι E. Med. καὶ ἐάν ποτε δῷ ὁ Θεὸς εἰς ταὐτὸν ἀφικέσθαι τῇ κοσμιότητί σου, δηλονότι πλείονα μαθήσομαι ὑπὲρ ὧν φροντίζειν με χρή. νῦν γὰρ ὑπὸ πολλῆς ἀμαθίας οὐδὲ ὅσων ὅσον E. ἐνδεής εἰμι γνωρίζειν δύναμαι· πλήν γε ὅτι οὐδὲν μετεμέλησέ μοι τῆς πρώτης ὁρμῆς, οὔτε ὀκλάζει μου ἡ ψυχὴ πρὸς τὸν σκοπὸν τοῦ κατὰ Θεὸν βίου, ὅπερ ἠγωνίασας ἐπʼ ἐμοί, καλῶς καὶ προσηκόντως ἑαυτῷ ποιῶν, μήποτε στραφεὶς εἰς τὰ ὀπίσω στήλη γένωμαι ἁλός, ὅπερ γυνή τις ἔπαθεν, ὥσπερ ὥς E. ἀκούω. ἀλλʼ ἔτι μέν με με om. E καὶ αἱ ἔξωθεν ἀρχαὶ συστέλλουσιν, ὥσπερ λειποτάκτην τινὰ τῶν ἀρχόντων ἀναζητούντων. ἀνεπιζητούντων editi antiqi. ἐπέχει δέ με μάλιστα ἡ ἐμοῦ αὐτοῦ καρδία, ἐκεῖνα μαρτυροῦσα ἑαυτῇ ἅπερ εἴρηκα. Ἐπειδὴ δὲ συνθηκῶν ἐμνήσθης, καὶ κατηγορεῖν ἐπηγγείλω, γελάσαι με ἐποίησας ἐν ταύτῃ τῇ κατηφείᾳ μου, ὅτι ἔτι ῥήτωρ εἶ καὶ τῆς δεινότητος οὐκ ἀφίστασαι. ἐγὼ γὰρ οὕτω οὕτως E. νομίζω, εἰ μὴ πάντη ὡς ἀμαθὴς διαμαρτάνω τῆς ἀληθείας, μίαν εἶναι ὁδὸν τὴν πρὸς Κύριον ἄγουσαν, καὶ πάντας τοὺς πρὸς αὐτὸν πορευομένους συνοδεύειν ἀλλήλοις καὶ κατὰ μίαν συνθήκην τοῦ βίου πορεύεσθαι. ὥστε ποῦ ἀπελθὼν χωρισθῆναί σου δύναμαι καὶ μὴ μετὰ σοῦ ζῇν καὶ μετὰ σοῦ δουλεύειν Θεῷ, ᾧ κοινῇ προσεφύγομεν; τὰ μὲν γὰρ σώματα ἡμῶν τόποις διασταθήσεται, ὁ δὲ τοῦ Θεοῦ ὀφθαλμὸς κοινῇ ἀμφοτέρους ἐφορᾷ ὁρᾷ E. δηλονότι, εἴπερ οὖν ἄξιος καὶ ὁ ἐμὸς βίος ὑπὸ τῶν ὀφθαλμῶν τοῦ Θεοῦ ἐποπτεύεσθαι· ἀνέγνων γάρ που ἐν Ψαλμοῖς, ὅτι Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους. ἐγὼ μὲν γὰρ εὔχομαι καὶ σοὶ καὶ παντὶ τῷ παραπλησίως παραπλήσιον editi antiqi. σοι προαιρουμένῳ καὶ τῷ σώματι συνεῖναι, καὶ πᾶσαν νύκτα καὶ ἡμέραν μετὰ σοῦ κλίνειν τὰ γόνατα πρὸς τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, καὶ εἴ τις ἄλλος ἀξίως ἐπικαλούμενος τὸν Θεόν. οἶδα γὰρ τὴν ἐν ταῖς προσευχαῖς κοινωνίαν πολὺ τὸ κέρδος φέρουσαν. ἔχουσαν tres MSS. recent. ἐὰν δέ, ὁσάκις ὑπάρξῃ μοι ἐν διαφόρῳ γωνιδίῳ γονιδίῳ editi antiqi. παρερριμμένῳ παρερριμένως E. στενάζειν, ἀκολουθήσει μοι πάντως τὸ ψεύδεσθαι, μάχεσθαι μὲν μέν add. E. editi antiqi. πρὸς τὸν λόγον οὐκ ἔχω, ἤδη δὲ ὡς ψεύστου ψεύστης E. ἐμαυτὸν κατακρίνω, εἴ τι τοιοῦτον κατὰ τὴν παλαιὰν ἀδιαφορίαν ἐφθεγξάμην, ὅ ἅ E. με τῷ κρίματι τοῦ ψεύδους ὑπόδικον καθιστᾷ. Γενόμενος δὲ πλησίον Καισαρείας, ὥστε γνωρίσαι τὰ πράγματα, καὶ αὐτῇ παραβαλεῖν τῇ πόλει μὴ ἀνασχόμενος, τῷ πλησίον προσέφυγον πτωχοτροφείῳ, ὥστε ἐκεῖ μαθεῖν περὶ ὧν ἐβουλόμην. εἶτα κατὰ συνήθειαν ἐπιδημήσαντι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ ἀνήνεγκα περὶ ὧν ἐπέταξεν ἡμῖν ἡ λογιότης σου. καὶ ἃ μὲν ἀπεκρίνατο, οὔτε τῇ μνήμῃ φυλαχθῆναι παρʼ ἡμῶν δυνατὸν ἦν, καὶ ἐπιστολῆς ὑπερέβαινε μέτρον· ὡς ἐν κεφαλαίῳ δὲ περὶ τῆς ἀκτημοσύνης ἐκεῖνο ἔφη τὸ μέτρον εἶναι, ὥστε εἰς τὸν ἔσχατον χιτῶνα ἕκαστον ἑαυτῷ περιιστάναι παριστῆσαι E, Med. τὴν κτῆσιν. καὶ παρείχετο ἡμῖν ἐκ τοῦ Εὐαγγελίου τὰς ἀποδείξεις· μίαν μέν, ὡς Ἰωάννου τοῦ βαπτιστοῦ εἰπόντος· Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· ἑτέραν δέ, ὡς τοῦ Κυρίου τοῖς μαθηταῖς ἀπαγορεύσαντος μὴ μή om. E ἔχειν δύο χιτῶνας. προσετίθει δὲ καί add. E. τούτοις καὶ καί om. E τό· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. ἔλεγε δὲ καὶ τὴν τοῦ μαργαρίτου παραβολὴν εἰς τοῦτο φέρειν· ὅτι ὁ ἔμπορος ὁ εὑρὼν τὸν πολύτιμον μαργαρίτην ἀπελθὼν ἐπώλησεν ἑαυτοῦ πάντα τὰ ὑπάρχοντα καὶ ἠγόρασεν ἐκεῖνον. προσετίθει δὲ τούτοις, ὅτι οὐδὲ ἑαυτῷ τινὰ ἐπιτρέπειν χρὴ τὴν τῶν χρημάτων διανομήν, ἀλλὰ τῷ τὰ τῶν πτωχῶν οἰκονομεῖν πεπιστευμένῳ. ἐμπεπιστευμένῳ editi antiqi. καὶ τοῦτο ἀπὸ τῶν Πράξεων ἐπιστοῦτο· ὅτι πωλοῦντες τὰ προσόντα αὐτοῖς, φέροντες ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, καὶ παρʼ ἐκείνων διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. ἔλεγε γὰρ ἐμπειρίας χρῄζειν τὴν διάγνωσιν τοῦ ἀληθῶς δεομένου καὶ τοῦ κατὰ πλεονεξίαν αἰτοῦντος. καὶ ὁ μὲν τῷ θλιβομένῳ διδοὺς τῷ Κυρίῳ ἔδωκε, καὶ παρʼ αὐτοῦ λήψεται τὸν μισθόν· ὁ δὲ τῷ περιερχομένῳ παρασχόμενος παντὶ προσέρριψε κυνί, φορτικῷ μὲν διὰ τὴν ἀναίδειαν, οὐκ ἐλεεινῷ δὲ διὰ τὴν ἔνδειαν. Περὶ δὲ τοῦ πῶς χρὴ βιοῦν ἡμᾶς καθʼ ἡμέραν, ὀλίγα μὲν ἔφθη εἰρηκὼς ὡς πρὸς τὸ τῆς ὑποθέσεως μέγεθος· πλὴν ἀλλʼ ἐβουλόμην παρʼ αὐτοῦ ἐκείνου σε μαθεῖν. ἐμὲ γὰρ ἀφανίζειν τὴν ἀκρίβειαν τῶν διδαγμάτων οὐκ εὔλογον. ηὐχόμην δὲ μετὰ σοῦ ποτὲ καταλαβεῖν αὐτόν, ἵνα καὶ τῇ μνήμῃ ἀκριβῶς φυλάξας τὰ λεχθέντα, καὶ τῇ σεαυτοῦ συνέσει προσεξεύρῃς τὰ λείποντα. ἐκεῖνο γὰρ μέμνημαι ἐκ τῶν πολλῶν ὧν ἤκουσα, ὅτι ἡ περὶ τοῦ πῶς χρὴ ζῇν τὸν Χριστιανὸν διδασκαλία οὐ τοσοῦτον δεῖται λόγου ὅσον τοῦ καθημερινοῦ ὑποδείγματος. καὶ οἶδα ὅτι, εἰ μή σε κατεῖχεν ὁ δεσμὸς τῆς γηροκομίας τοῦ πατρός, οὐκ ἂν οὔτε αὐτὸς ἄλλο τι προετίμησας τῆς συντυχίας τοῦ ἐπισκόπου, οὔτʼ ἂν ἐμοὶ συνεβούλευσας καταλιπόντι τοῦτον εἰς ἐρημίας πλανᾶσθαι. τὰ μὲν γὰρ σπήλαια καὶ αἱ πέτραι ἀναμένουσιν ἡμᾶς, αἱ δὲ παρὰ τῶν ἀνδρῶν ὠφέλειαι οὐκ ἀεὶ ἡμῖν παραμένουσιν. ὥστε, εἰ ἀνέχῃ μου συμβουλεύοντος, τυπώσεις τὸν πατέρα μικρὸν ἐπιτρέπειν σοι ἀναχωρεῖν αὐτοῦ καὶ περιτυγχάνειν συντυγχάνειν Med. ἀνδρὶ πολλὰ καὶ ἐκ τῆς ἑτέρων πείρας καὶ ἐκ τῆς οἰκείας συνέσεως καὶ εἰδότι καὶ παρέχειν τοῖς προσιοῦσιν προσοῦσιν E. αὐτῷ δυναμένῳ.