<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="141"><head rend="align(center)">Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων</head><p rend="align(indent)"> Ἐδεξάμην ἤδη δύο ἐπιστολὰς παρὰ τῆς ἐνθέου καὶ τελειοτάτης φρονήσεώς σου, ὧν ἡ μὲν ὑπέγραφεν ἡμῖν ἐναργῶς, ὅπως μὲν προσεδοκήθημεν ὑπὸ τοῦ λαοῦ τοῦ ὑπὸ τὴν χεῖρα τῆς ὁσιότητός σου, ὅσον δὲ ἐλυπήσαμεν ἀπολειφθέντες τῆς ἁγιωτάτης συνόδου. ἡ δὲ ἑτέρα, ἡ παλαιοτέρα μέν, ὡς εἰκάζω τῷ γράμματι, ὕστερον δὲ ἡμῖν ἀποδοθεῖσα, διδασκαλίαν περιεῖχε πρέπουσάν σοι καὶ ἡμῖν ἀναγκαίαν, μὴ καταρρᾳθυμεῖν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, μηδὲ κατὰ μικρὸν προΐεσθαι τοῖς ὑπεναντίοις τὰ πράγματα, ἀφʼ ὧν τὰ μὲν ἐκείνων αὐξήσει, <pb n="v.2.p.340"/> τὰ δὲ ἡμέτερα μειωθήσεται. καὶ οἶμαι πρὸς ἑκατέραν ἀποκεκρίσθαι· πλὴν ἀλλὰ καὶ νῦν, ἐπειδὴ ἄδηλον εἰ οἱ πιστευθέντες τὴν διακονίαν διέσωσαν ἡμῶν τὰς ἀποκρίσεις, περὶ τῶν αὐτῶν ἀπολογοῦμαι· πρὸς μὲν τὴν ἀπόλειψιν ἀληθεστάτην πρόφασιν γράφων, ἧς οἶμαι τὴν ἀκοὴν καὶ μέχρι τῆς σῆς ὁσιότητος διαβεβηκέναι, ὅτι ὑπὸ ἀρρωστίας κατεσχέθην τῆς μέχρις αὐτῶν με τῶν πυλῶν τοῦ θανάτου καταγαγούσης. καὶ ἔτι καὶ νῦν, ἡνίκα ἀπέστελλον περὶ τούτων, λείψανα φέρων τῆς ἀρρωστίας ἔγραφον. ταῦτα δέ ἐστι τοιαῦτα, ὥστε ἐξαρκεῖν ἑτέρῳ νοσήματα<note xml:lang="eng"><foreign xml:lang="grc">ἑτέρων νοσήματα</foreign> E; <foreign xml:lang="grc">ἑτέρῳ νοσήματα</foreign> Harl., Med.; <foreign xml:lang="grc">ἑτέρων νοσήματι</foreign> editi antiqi.</note> εἶναι δύσφορα. </p><p rend="align(indent)"> Πρὸς δὲ τό, ὅτι οὐ ῥᾳθυμίᾳ ἡμετέρᾳ τὰ τῶν ἐκκλησιῶν τοῖς ἐναντίοις προδέδοται, εἰδέναι βούλομαι τὴν θεοσέβειάν σου, ὅτι οἱ κοινωνικοὶ δῆθεν ἡμῖν τῶν ἐπισκόπων, ἢ ὄκνῳ, ἢ τῷ πρὸς ἡμᾶς ὑπόπτως ἔχειν ἔτι καὶ μὴ καθαρῶς, ἢ τῇ παρὰ τοῦ διαβόλου ἐγγινομένῃ πρὸς τὰς ἀγαθὰς πράξεις ἐναντιώσει, συνάρασθαι<note xml:lang="eng"><foreign xml:lang="grc">συναίρεσθαι</foreign> editi antiqi.</note> ἡμῖν οὐκ ἀνέχονται. ἀλλὰ σχήματι μὲν δῆθεν οἱ πλείους ἐσμὲν μετʼ ἀλλήλων, προστεθέντος ἡμῖν καὶ τοῦ χρηστοῦ Βοσπορίου, ἀληθείᾳ δὲ πρὸς οὐδὲν ἡμῖν τῶν ἀναγκαιοτάτων συναίρονται· ὥστε με καὶ ὑπὸ τῆς ἀθυμίας ταύτης τὸ πλεῖστον μέρος πρὸς τὴν ἀνάληψιν ἐμποδίζεσθαι, συνεχῶς μοι τῶν ἀρρωστημάτων <pb n="v.2.p.342"/> ἐκ τῆς σφοδρᾶς λύπης ἀποστρεφόντων.<note xml:lang="eng"><foreign xml:lang="grc">ὑποστρεφόντων</foreign> E.</note> </p><p rend="align(indent)"> Τί δʼ ἂν ποιήσαιμι μόνος, τῶν κανόνων, ὡς καὶ αὐτὸς οἶδας, ἐνὶ τὰς τοιαύτας οἰκονομίας μὴ συγχωρούντων; καίτοι τίνα θεραπείαν οὐκ ἐθεράπευσα; ποίου κρίματος αὐτοὺς οὐκ ἀνέμνησα τὰ μὲν διὰ γραμμάτων, τὰ δὲ καὶ διὰ τῆς συντυχίας; ἦλθον γὰρ καὶ μέχρι τῆς<note xml:lang="eng"><foreign xml:lang="grc">τῆς</foreign> om. E</note> πόλεως κατὰ ἀκοὴν τοῦ ἐμοῦ θανάτου. ἐπεὶ δὲ ἔδοξε τῷ Θεῷ ζῶντας ἡμᾶς παρʼ αὐτῶν καταληφθῆναι, διελέχθημεν αὐτοῖς τὰ εἰκότα. καὶ παρόντα μὲν αἰδοῦνται, καὶ ὑπισχνοῦνται τὰ εἰκότα πάντα, ἀπολειφθέντες δὲ πάλιν πρὸς τὴν ἑαυτῶν ἀνατρέχουσι γνώμην. ταῦτα καὶ ἡμεῖς τῆς κοινῆς καταστάσεως τῶν πραγμάτων ἀπολαύομεν, προδήλως τοῦ Κυρίου ἐγκαταλιπόντος ἡμᾶς, τοὺς διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψύξαντας τὴν ἀγάπην. ἀλλὰ πρὸς πάντα ἡμῖν ἀρκεσάτω ἡ μεγάλη σου καὶ δυνατωτάτη πρὸς Θεὸν ἱκεσία. τάχα γὰρ ἂν ἢ γενοίμεθά τι τοῖς πράγμασι χρήσιμοι, ἢ διαμαρτόντες<note xml:lang="eng"><foreign xml:lang="grc">διαμαρτάνοντες</foreign> editi antiqi.</note> τῶν σπουδαζομένων, φύγοιμεν τὴν κατάκρισιν. </p></div><pb n="v.2.p.344"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="142"><head rend="align(center)">Νουμεραρίῳ ἐπάρχων<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπαρχιῶν</foreign> Reg. secundus, Coisl. secundus.</note></head><p rend="align(indent)"> Συνήγαγον μὲν<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">συνήγαγον μὲν</foreign><foreign xml:lang="grc">συνηγάγομεν</foreign> E, Reg. secundus.</note> πάντας ἐν τῇ συνόδῳ τοῦ μακαρίου μάρτυρος Εὐψυχίου τοὺς ἀδελφοὺς ἡμῶν τοὺς χωρεπισκόπους, ὥστε γνωρίμους ποιῆσαι τῇ τιμιότητί σου. ἐπεὶ δὲ ἀπελείφθης, διὰ γραμμάτων αὐτοὺς ἀναγκαῖόν ἐστι προσαχθῆναί σου τῇ τελειότητι. γνώριζε τοίνυν τὸν ἀδελφὸν τόνδε ἄξιον ὄντα τοῦ πιστεύεσθαι παρὰ τῆς σῆς φρονήσεως διὰ τὸν φόβον τοῦ Κυρίου. καὶ ἅπερ ἂν τῶν πτωχῶν ἕνεκεν ἀναφέρῃ σου τῇ ἀγαθῇ προαιρέσει, καταξίωσον ὡς ἀληθεύοντι πείθεσθαι καὶ τὴν δυνατὴν ἐπικουρίαν παρέχεσθαι τοῖς καταπονουμένοις. καταξιώσεις δὲ δηλονότι καὶ πτωχοτροφίαν τῆς συμμορίας τῆς ὑπʼ αὐτὸν ἐπισκέψασθαι καὶ πάντη ἀνεῖναι τῆς συντελείας. τοῦτο γὰρ ἤδη καὶ τῷ ἑταίρῳ σου συνήρεσε τὴν μικρὰν κτῆσιν τῶν πενήτων ἀλειτουργητον καταστῆσαι. </p></div><pb n="v.2.p.346"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="143"><head rend="align(center)">Ἑτέρῳ νουμεραρίῳ</head><p rend="align(indent)"> Εἰ μὲν αὐτῷ μοι δυνατὸν ἦν συμπαρεῖναι τῇ τιμιότητί σου, δι’ ἐμαυτοῦ ἂν πάντως ἀνήνεγκα περὶ ὧν ἐβουλόμην καὶ προέστην τῶν καταπονουμένων. ἐπεὶ δέ με ἀρρωστία σώματος καὶ ἀσχολίαι πραγμάτων ἀφέλκουσιν,<note xml:lang="eng"><foreign xml:lang="grc">ἀνθέλκουσιν</foreign> editi antiqi.</note> ἀντʼ ἐμαυτοῦ σοι τὸν ἀδελφὸν τόνδε τὸν χωρεπίσκοπον συνίστημι, ὥστε σε αὐτῷ γνησίως προσχόντα χρήσασθαι συμβούλῳ, ὡς φιλαλήθως καὶ ἐμφρόνως δυναμένῳ συμβουλεῦσαι περὶ τῶν πραγμάτων. τὸ γὰρ πτωχοτροφεῖον τὸ παρʼ αὐτοῦ οἰκονομούμενον ἐπειδὰν καταξιώσῃς θεάσασθαι(ὄψει γάρ, εὖ οἶδα, καὶ οὐ παραδραμῇ, ἐπειδὴ οὐδὲ ἄπειρος<note xml:lang="eng"><foreign xml:lang="grc">ἄπορος</foreign> E. Reg. secundus.</note> εἶ τοῦ ἔργου, ἀλλʼ, ὡς ὁ δεῖνά μοι ἀνήνεγκεν, ἓν τῶν ἐν τῇ Ἀμασείᾳ ἐξ ὧν ἔδωκέ σοι ὁ Κύριος διατρέφεις), ἐπειδὰν οὖν ἴδῃς καὶ τοῦτο, πάντα αὐτῷ παρέξῃ<note xml:lang="eng"><foreign xml:lang="grc">παρέξεις</foreign> editi antiqi.</note> τὰ ἐπιζητούμενα. ἤδη γάρ μοι καὶ ὁ ἑταῖρός σου κατεπηγγείλατο φιλανθρωπίαν τινὰ περὶ τὰ πτωχοτροφεῖα. τοῦτο δὲ λέγω, οὐχ ἵνα ἄλλον αὐτὸς μιμήσῃ (σὲ γὰρ εἰκὸς ἑτέροις εἶναι <pb n="v.2.p.348"/> τῶν καλῶν ἡγεμόνα), ἀλλʼ ἵνα γνῷς ὅτι δὴ περὶ αὐτῶν τούτων καὶ ἄλλοι ἡμᾶς ἐδυσωπήθησαν.<note xml:lang="eng"><foreign xml:lang="grc">ἐδυσώπησαν</foreign> E. editi antiqi.</note> </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="144"><head rend="align(center)">Τρακτευτῇ τῶν ἐπάρχων</head><p rend="align(indent)"> Γνωρίζεις πάντως τόνδε ἐκ τῆς κατὰ τὴν πόλιν συντυχίας, ὅμως δέ σοι αὐτὸν καὶ διὰ τῆς ἐπιστολῆς προσάγομεν συνιστῶντες, ὅτι εἰς πολλά σοι τῶν σπουδαζομένων χρήσιμος ἔσται, διὰ τὸ καὶ συνετῶς καὶ εὐλαβῶς δύνασθαι ὑποτίθεσθαι τὰ πρακτέα. ἃ δὲ ἐμοὶ εἰς τὸ οὖς διελέχθης, ταῦτα νῦν ἐστὶ καιρὸς ἐπιδείξασθαι, ἐπειδάν σοι ὁ προειρημένος ἀδελφὸς τὰ τῶν πτωχῶν ὑποδείξῃ. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="145"><head rend="align(center)">Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων</head><p rend="align(indent)"> Οἶδα τοὺς μυρίους πόνους<note xml:lang="eng"><foreign xml:lang="grc">κόπους</foreign> quattuor MSS.</note> σου, οὓς ἀνέτλης ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, καὶ τῶν ἀσχολιῶν τὸ πλῆθος οὐκ ἀγνοῶ, ἃς ἔχεις, τὴν οἰκονομίαν οὐ παρέργως ἀλλὰ κατὰ τὸ θέλημα τοῦ Κυρίου διατιθέμενος. καὶ τὸν ἐκ γειτόνων ὑμῖν ἐπικαθήμενον ἐννοῶ,<note xml:lang="eng"><foreign xml:lang="grc">ἐννοῶ</foreign> om. E</note> ᾧ ἀνάγκη ὑμᾶς, ὥσπερ ὄρνιθας <pb n="v.2.p.350"/> ἀετῷ ὑποπτήσσοντας, μὴ πόρρω τῆς σκέπης ἕκαστον ἀποτρέχειν. τούτων με οὐδὲν λέληθεν. ἀλλʼ ὁ πόθος πρᾶγμα βίαιον, καὶ ἐλπίσαι τὰ μὴ ἐνδεχόμενα καὶ ἐγχειρῆσαι τοῖς ἀδυνάτοις·<note xml:lang="eng"><foreign xml:lang="grc">ποιεῖ</foreign>  add. editi antiqi.</note> μᾶλλον δὲ ἡ ἐπὶ Κύριον ἐλπὶς ἰσχυρότατον πάντων. οὐ γὰρ ἀλόγῳ ἐπιθυμίᾳ, ἀλλʼ ἰσχύϊ πίστεως προσδοκῶ καὶ πόρον ἐν ἀμηχάνοις φανήσεσθαι καὶ πάντων ῥᾳδίως σε<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ῥᾳδίως σε</foreign><foreign xml:lang="grc">περιγενέσθαι</foreign> editi antiqi.</note> τῶν κωλυμάτων περιγενήσεσθαι, πρὸς τὸ ἰδεῖν σε τὴν φιλτάτην τῶν ἐκκλησιῶν, καὶ μέντοι καὶ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">καὶ</foreign><foreign xml:lang="grc">κἄν</foreign> E.</note> ὀφθῆναι παρʼ αὐτῆς· ὃ πάντων αὐτῇ τῶν ἀγαθῶν προτιμότατον, τῷ σῷ προσβλέψαι προσώπῳ καὶ τῆς σῆς ἀκοῦσαι φωνῆς. μὴ τοίνυν αὐτῇ τὰς ἐλπίδας ἀτελεῖς καταστήσῃς. καὶ γὰρ πέρυσιν ἀπὸ τῆς Συρίας ἐπανελθών, ἣν ἐδεξάμην ἐπαγγελίαν, ταύτην διακομίσας, πῶς οἴει μετέωρον αὐτὴν κατέστησα ταῖς ἐλπίσι; μὴ οὖν εἰς ἄλλον καιρὸν ὑπέρθῃ τὴν ἐπίσκεψιν αὐτῆς,<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτῶν</foreign> Harl.</note> ὦ θαυμάσιε. καὶ γὰρ ἐὰν ᾖ δυνατὸν ἰδεῖν αὐτήν ποτε, ἀλλʼ οὐχὶ καὶ μεθʼ ἡμῶν, οὓς ἐπείγει ἡ νόσος ἀπᾶραι λοιπὸν τοῦ ὀδυνηροῦ τούτου βίου. </p></div></div></body></text></TEI>