Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Ἐδεξάμην ἤδη δύο ἐπιστολὰς παρὰ τῆς ἐνθέου καὶ τελειοτάτης φρονήσεώς σου, ὧν ἡ μὲν ὑπέγραφεν ἡμῖν ἐναργῶς, ὅπως μὲν προσεδοκήθημεν ὑπὸ τοῦ λαοῦ τοῦ ὑπὸ τὴν χεῖρα τῆς ὁσιότητός σου, ὅσον δὲ ἐλυπήσαμεν ἀπολειφθέντες τῆς ἁγιωτάτης συνόδου. ἡ δὲ ἑτέρα, ἡ παλαιοτέρα μέν, ὡς εἰκάζω τῷ γράμματι, ὕστερον δὲ ἡμῖν ἀποδοθεῖσα, διδασκαλίαν περιεῖχε πρέπουσάν σοι καὶ ἡμῖν ἀναγκαίαν, μὴ καταρρᾳθυμεῖν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, μηδὲ κατὰ μικρὸν προΐεσθαι τοῖς ὑπεναντίοις τὰ πράγματα, ἀφʼ ὧν τὰ μὲν ἐκείνων αὐξήσει, τὰ δὲ ἡμέτερα μειωθήσεται. καὶ οἶμαι πρὸς ἑκατέραν ἀποκεκρίσθαι· πλὴν ἀλλὰ καὶ νῦν, ἐπειδὴ ἄδηλον εἰ οἱ πιστευθέντες τὴν διακονίαν διέσωσαν ἡμῶν τὰς ἀποκρίσεις, περὶ τῶν αὐτῶν ἀπολογοῦμαι· πρὸς μὲν τὴν ἀπόλειψιν ἀληθεστάτην πρόφασιν γράφων, ἧς οἶμαι τὴν ἀκοὴν καὶ μέχρι τῆς σῆς ὁσιότητος διαβεβηκέναι, ὅτι ὑπὸ ἀρρωστίας κατεσχέθην τῆς μέχρις αὐτῶν με τῶν πυλῶν τοῦ θανάτου καταγαγούσης. καὶ ἔτι καὶ νῦν, ἡνίκα ἀπέστελλον περὶ τούτων, λείψανα φέρων τῆς ἀρρωστίας ἔγραφον. ταῦτα δέ ἐστι τοιαῦτα, ὥστε ἐξαρκεῖν ἑτέρῳ νοσήματα ἑτέρων νοσήματα E; ἑτέρῳ νοσήματα Harl., Med.; ἑτέρων νοσήματι editi antiqi. εἶναι δύσφορα. Πρὸς δὲ τό, ὅτι οὐ ῥᾳθυμίᾳ ἡμετέρᾳ τὰ τῶν ἐκκλησιῶν τοῖς ἐναντίοις προδέδοται, εἰδέναι βούλομαι τὴν θεοσέβειάν σου, ὅτι οἱ κοινωνικοὶ δῆθεν ἡμῖν τῶν ἐπισκόπων, ἢ ὄκνῳ, ἢ τῷ πρὸς ἡμᾶς ὑπόπτως ἔχειν ἔτι καὶ μὴ καθαρῶς, ἢ τῇ παρὰ τοῦ διαβόλου ἐγγινομένῃ πρὸς τὰς ἀγαθὰς πράξεις ἐναντιώσει, συνάρασθαι συναίρεσθαι editi antiqi. ἡμῖν οὐκ ἀνέχονται. ἀλλὰ σχήματι μὲν δῆθεν οἱ πλείους ἐσμὲν μετʼ ἀλλήλων, προστεθέντος ἡμῖν καὶ τοῦ χρηστοῦ Βοσπορίου, ἀληθείᾳ δὲ πρὸς οὐδὲν ἡμῖν τῶν ἀναγκαιοτάτων συναίρονται· ὥστε με καὶ ὑπὸ τῆς ἀθυμίας ταύτης τὸ πλεῖστον μέρος πρὸς τὴν ἀνάληψιν ἐμποδίζεσθαι, συνεχῶς μοι τῶν ἀρρωστημάτων ἐκ τῆς σφοδρᾶς λύπης ἀποστρεφόντων. ὑποστρεφόντων E. Τί δʼ ἂν ποιήσαιμι μόνος, τῶν κανόνων, ὡς καὶ αὐτὸς οἶδας, ἐνὶ τὰς τοιαύτας οἰκονομίας μὴ συγχωρούντων; καίτοι τίνα θεραπείαν οὐκ ἐθεράπευσα; ποίου κρίματος αὐτοὺς οὐκ ἀνέμνησα τὰ μὲν διὰ γραμμάτων, τὰ δὲ καὶ διὰ τῆς συντυχίας; ἦλθον γὰρ καὶ μέχρι τῆς τῆς om. E πόλεως κατὰ ἀκοὴν τοῦ ἐμοῦ θανάτου. ἐπεὶ δὲ ἔδοξε τῷ Θεῷ ζῶντας ἡμᾶς παρʼ αὐτῶν καταληφθῆναι, διελέχθημεν αὐτοῖς τὰ εἰκότα. καὶ παρόντα μὲν αἰδοῦνται, καὶ ὑπισχνοῦνται τὰ εἰκότα πάντα, ἀπολειφθέντες δὲ πάλιν πρὸς τὴν ἑαυτῶν ἀνατρέχουσι γνώμην. ταῦτα καὶ ἡμεῖς τῆς κοινῆς καταστάσεως τῶν πραγμάτων ἀπολαύομεν, προδήλως τοῦ Κυρίου ἐγκαταλιπόντος ἡμᾶς, τοὺς διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψύξαντας τὴν ἀγάπην. ἀλλὰ πρὸς πάντα ἡμῖν ἀρκεσάτω ἡ μεγάλη σου καὶ δυνατωτάτη πρὸς Θεὸν ἱκεσία. τάχα γὰρ ἂν ἢ γενοίμεθά τι τοῖς πράγμασι χρήσιμοι, ἢ διαμαρτόντες διαμαρτάνοντες editi antiqi. τῶν σπουδαζομένων, φύγοιμεν τὴν κατάκρισιν. Νουμεραρίῳ ἐπάρχων ἐπαρχιῶν Reg. secundus, Coisl. secundus. Συνήγαγον μὲν συνήγαγον μὲν συνηγάγομεν E, Reg. secundus. πάντας ἐν τῇ συνόδῳ τοῦ μακαρίου μάρτυρος Εὐψυχίου τοὺς ἀδελφοὺς ἡμῶν τοὺς χωρεπισκόπους, ὥστε γνωρίμους ποιῆσαι τῇ τιμιότητί σου. ἐπεὶ δὲ ἀπελείφθης, διὰ γραμμάτων αὐτοὺς ἀναγκαῖόν ἐστι προσαχθῆναί σου τῇ τελειότητι. γνώριζε τοίνυν τὸν ἀδελφὸν τόνδε ἄξιον ὄντα τοῦ πιστεύεσθαι παρὰ τῆς σῆς φρονήσεως διὰ τὸν φόβον τοῦ Κυρίου. καὶ ἅπερ ἂν τῶν πτωχῶν ἕνεκεν ἀναφέρῃ σου τῇ ἀγαθῇ προαιρέσει, καταξίωσον ὡς ἀληθεύοντι πείθεσθαι καὶ τὴν δυνατὴν ἐπικουρίαν παρέχεσθαι τοῖς καταπονουμένοις. καταξιώσεις δὲ δηλονότι καὶ πτωχοτροφίαν τῆς συμμορίας τῆς ὑπʼ αὐτὸν ἐπισκέψασθαι καὶ πάντη ἀνεῖναι τῆς συντελείας. τοῦτο γὰρ ἤδη καὶ τῷ ἑταίρῳ σου συνήρεσε τὴν μικρὰν κτῆσιν τῶν πενήτων ἀλειτουργητον καταστῆσαι. Ἑτέρῳ νουμεραρίῳ Εἰ μὲν αὐτῷ μοι δυνατὸν ἦν συμπαρεῖναι τῇ τιμιότητί σου, δι’ ἐμαυτοῦ ἂν πάντως ἀνήνεγκα περὶ ὧν ἐβουλόμην καὶ προέστην τῶν καταπονουμένων. ἐπεὶ δέ με ἀρρωστία σώματος καὶ ἀσχολίαι πραγμάτων ἀφέλκουσιν, ἀνθέλκουσιν editi antiqi. ἀντʼ ἐμαυτοῦ σοι τὸν ἀδελφὸν τόνδε τὸν χωρεπίσκοπον συνίστημι, ὥστε σε αὐτῷ γνησίως προσχόντα χρήσασθαι συμβούλῳ, ὡς φιλαλήθως καὶ ἐμφρόνως δυναμένῳ συμβουλεῦσαι περὶ τῶν πραγμάτων. τὸ γὰρ πτωχοτροφεῖον τὸ παρʼ αὐτοῦ οἰκονομούμενον ἐπειδὰν καταξιώσῃς θεάσασθαι(ὄψει γάρ, εὖ οἶδα, καὶ οὐ παραδραμῇ, ἐπειδὴ οὐδὲ ἄπειρος ἄπορος E. Reg. secundus. εἶ τοῦ ἔργου, ἀλλʼ, ὡς ὁ δεῖνά μοι ἀνήνεγκεν, ἓν τῶν ἐν τῇ Ἀμασείᾳ ἐξ ὧν ἔδωκέ σοι ὁ Κύριος διατρέφεις), ἐπειδὰν οὖν ἴδῃς καὶ τοῦτο, πάντα αὐτῷ παρέξῃ παρέξεις editi antiqi. τὰ ἐπιζητούμενα. ἤδη γάρ μοι καὶ ὁ ἑταῖρός σου κατεπηγγείλατο φιλανθρωπίαν τινὰ περὶ τὰ πτωχοτροφεῖα. τοῦτο δὲ λέγω, οὐχ ἵνα ἄλλον αὐτὸς μιμήσῃ (σὲ γὰρ εἰκὸς ἑτέροις εἶναι τῶν καλῶν ἡγεμόνα), ἀλλʼ ἵνα γνῷς ὅτι δὴ περὶ αὐτῶν τούτων καὶ ἄλλοι ἡμᾶς ἐδυσωπήθησαν. ἐδυσώπησαν E. editi antiqi. Τρακτευτῇ τῶν ἐπάρχων Γνωρίζεις πάντως τόνδε ἐκ τῆς κατὰ τὴν πόλιν συντυχίας, ὅμως δέ σοι αὐτὸν καὶ διὰ τῆς ἐπιστολῆς προσάγομεν συνιστῶντες, ὅτι εἰς πολλά σοι τῶν σπουδαζομένων χρήσιμος ἔσται, διὰ τὸ καὶ συνετῶς καὶ εὐλαβῶς δύνασθαι ὑποτίθεσθαι τὰ πρακτέα. ἃ δὲ ἐμοὶ εἰς τὸ οὖς διελέχθης, ταῦτα νῦν ἐστὶ καιρὸς ἐπιδείξασθαι, ἐπειδάν σοι ὁ προειρημένος ἀδελφὸς τὰ τῶν πτωχῶν ὑποδείξῃ. Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Οἶδα τοὺς μυρίους πόνους κόπους quattuor MSS. σου, οὓς ἀνέτλης ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, καὶ τῶν ἀσχολιῶν τὸ πλῆθος οὐκ ἀγνοῶ, ἃς ἔχεις, τὴν οἰκονομίαν οὐ παρέργως ἀλλὰ κατὰ τὸ θέλημα τοῦ Κυρίου διατιθέμενος. καὶ τὸν ἐκ γειτόνων ὑμῖν ἐπικαθήμενον ἐννοῶ, ἐννοῶ om. E ᾧ ἀνάγκη ὑμᾶς, ὥσπερ ὄρνιθας ἀετῷ ὑποπτήσσοντας, μὴ πόρρω τῆς σκέπης ἕκαστον ἀποτρέχειν. τούτων με οὐδὲν λέληθεν. ἀλλʼ ὁ πόθος πρᾶγμα βίαιον, καὶ ἐλπίσαι τὰ μὴ ἐνδεχόμενα καὶ ἐγχειρῆσαι τοῖς ἀδυνάτοις· ποιεῖ add. editi antiqi. μᾶλλον δὲ ἡ ἐπὶ Κύριον ἐλπὶς ἰσχυρότατον πάντων. οὐ γὰρ ἀλόγῳ ἐπιθυμίᾳ, ἀλλʼ ἰσχύϊ πίστεως προσδοκῶ καὶ πόρον ἐν ἀμηχάνοις φανήσεσθαι καὶ πάντων ῥᾳδίως σε ῥᾳδίως σε περιγενέσθαι editi antiqi. τῶν κωλυμάτων περιγενήσεσθαι, πρὸς τὸ ἰδεῖν σε τὴν φιλτάτην τῶν ἐκκλησιῶν, καὶ μέντοι καὶ καὶ κἄν E. ὀφθῆναι παρʼ αὐτῆς· ὃ πάντων αὐτῇ τῶν ἀγαθῶν προτιμότατον, τῷ σῷ προσβλέψαι προσώπῳ καὶ τῆς σῆς ἀκοῦσαι φωνῆς. μὴ τοίνυν αὐτῇ τὰς ἐλπίδας ἀτελεῖς καταστήσῃς. καὶ γὰρ πέρυσιν ἀπὸ τῆς Συρίας ἐπανελθών, ἣν ἐδεξάμην ἐπαγγελίαν, ταύτην διακομίσας, πῶς οἴει μετέωρον αὐτὴν κατέστησα ταῖς ἐλπίσι; μὴ οὖν εἰς ἄλλον καιρὸν ὑπέρθῃ τὴν ἐπίσκεψιν αὐτῆς, αὐτῶν Harl. ὦ θαυμάσιε. καὶ γὰρ ἐὰν ᾖ δυνατὸν ἰδεῖν αὐτήν ποτε, ἀλλʼ οὐχὶ καὶ μεθʼ ἡμῶν, οὓς ἐπείγει ἡ νόσος ἀπᾶραι λοιπὸν τοῦ ὀδυνηροῦ τούτου βίου.