<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="136"><head rend="align(center)">Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων</head><p rend="align(indent)"> Ἐν οἵοις ἡμᾶς ὄντας κατέλαβεν ὁ χρηστὸς Ἰσαάκης<note xml:lang="eng"><foreign xml:lang="grc">Ἰσαάκιος</foreign> editi antiqi.</note> αὐτός σοι ἄμεινον διηγήσεται, εἰ καὶ μὴ ἀρκοῦσαν ἔχει τὴν γλῶσσαν, ὥστε τραγικῶς ἐξαγγεῖλαι τὸ ὑπεραῖρον τῶν παθῶν, τοσοῦτον ἦν τῆς ἀρρωστίας τὸ μέγεθος. καὶ τὸ εἰκὸς δὲ παντὶ γνώριμον τῷ ἐμὲ καὶ κατὰ βραχὺ ἐπισταμένῳ. εἰ γὰρ ἐν τῇ δοκούσῃ εὐεξίᾳ τῶν ἀπεγνωσμένων πρὸς τὸ ζῇν ἀσθενέστερον διεκείμην, γινώσκειν ἔξεστι τίς ἂν ἤμην ἐπὶ τῆς ἀρρωστίας. καίτοιγε ἐχρῆν (δὸς γὰρ τῷ πυρετῷ συγγνώμην ἐρεσχελοῦντι), ἐπειδή μοι κατὰ φύσιν ἦν τὸ νοσεῖν, ἐν τῇ μεταβολῇ ταύτῃ<note xml:lang="eng"><foreign xml:lang="grc">ταύτης</foreign> quattuor MSS.</note> τῆς ἕξεως ὑγείας<note xml:lang="eng"><foreign xml:lang="grc">ὑγιείας</foreign> E.</note> μοι νῦν τὸ κράτιστον περιεῖναι. ἀλλʼ ἐπειδὴ μάστιξ τοῦ Κυρίου ἐστὶ προσθήκαις ταῖς κατὰ τὴν ἡμετέραν ἀξίαν τὸ ἀλγεινὸν ἐπιτείνουσα, ἀσθένειαν ἐπὶ τῇ ἀσθενείᾳ προσεκτησάμην, ὥστε τὸ ἀπὸ τούτου καὶ παιδὶ φανερὸν εἶναι, ὅτι πᾶσα ἀνάγκη οἰχήσεσθαι<note xml:lang="eng"><foreign xml:lang="grc">οἰχήσεται</foreign> E. Harl., Med.</note> ἡμῖν τὸ ἔλυτρον τοῦτο,<note xml:lang="eng"><foreign xml:lang="grc">τούτου</foreign> editi antiqi.</note> πλὴν εἰ μή που ἄρα ἡ τοῦ Θεοῦ φιλανθρωπία ἡμῖν ἐν τῇ μακροθυμίᾳ αὐτοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">καί</foreign> add. E.</note> χρόνους εἰς μετάνοιαν χαριζομένη,<note xml:lang="eng"><foreign xml:lang="grc">χαριζομένου</foreign> E.</note> ποιήσειε καὶ νῦν, ὡς καὶ πολλάκις πρότερον, λύσιν τινὰ καὶ πόρον<note xml:lang="eng"><foreign xml:lang="grc">καί</foreign> add. E.</note> ἐκ τῶν ἀμηχάνων δεινῶν.<note xml:lang="eng"><foreign xml:lang="grc">κακῶν</foreign> E.</note> ταῦτα μὲν οὖν ἕξει ὡς αὐτῷ φίλον καὶ ἡμῖν συμφέρον.</p><pb n="v.2.p.314"/><p rend="align(indent)"> Τὰ δὲ τῶν ἐκκλησιῶν ὅπως οἴχεται καὶ προπέποται, ἡμῶν τῆς οἰκείας ἀσφαλείας ἕνεκεν τὰ τῶν πλησίον περιορώντων καὶ οὐδὲ τοῦτο συνορᾷν δυναμένων, ὅτι τῇ τοῦ κοινοῦ κακοπραγίᾳ<note xml:lang="eng"><foreign xml:lang="grc">δυσπραγίᾳ</foreign> Reg. secundus, Coisl. secundus.</note> καὶ τὸ καθʼ ἕκαστον συναπόλλυται, τί χρὴ καὶ λέγειν; ἄλλως τε καὶ πρὸς ἄνδρα, ὃς πόρρωθεν ἕκαστα προειδώς, καὶ προδιεμαρτύρω καὶ προεκήρυξας, καὶ αὐτός τε προεξανέστης, καὶ τοὺς λοιποὺς συνεπήγειρας, ἐπιστέλλων, αὐτὸς παραγινόμενος, τί οὐ ποιῶν, τίνα φωνὴν οὐκ ἀφιείς ϲ ὧν μεμνήμεθα μὲν<note xml:lang="eng"><foreign xml:lang="grc">μέν</foreign> om. E</note> ἐφʼ ἑκάστῳ τῶν ἐκβαινόντων, ὠφελούμεθα δὲ ἀπʼ αὐτῶν οὐκέτι. καὶ νῦν εἰ μὴ αἱ ἁμαρτίαι ἀντέστησάν μοι, καὶ τὸ μὲν πρῶτον ὁ εὐλαβέστατος καὶ ἀγαπητὸς ἀδελφὸς ἡμῶν Εὐστάθιος ὁ συνδιάκονος, εἰς νόσον χαλεπὴν καταπεσών, εἰς ὅλους με δύο παρέτεινε μῆνας, ἡμέραν ἐξ ἡμέρας τὴν σωτηρίαν αὐτοῦ περιμένοντα· ἔπειτα δὲ οἱ σὺν ἐμοὶ πάντες ἠσθένησαν, ὧν τὰ μὲν καταλείμματα<note xml:lang="eng"><foreign xml:lang="grc">ἐγκαταλείμματα</foreign> E.</note> ἐξαριθμήσεται<note xml:lang="eng"><foreign xml:lang="grc">ἐξαριθμηθήσεται</foreign> E.</note> ὁ ἀδελφὸς Ἰσαάκης· τὸ δὲ τελευταῖον αὐτὸς ἐγὼ τῇ νόσῳ κατεσχέθην ταύτῃ· ἐπεὶ πάλαι ἂν ἤμην παρὰ<note xml:lang="eng"><foreign xml:lang="grc">πρός</foreign> E.</note> τὴν σὴν τιμιότητα, οὐκ ὄφελός τι τοῖς κοινοῖς παρεχόμενος, ἀλλʼ ἐμαυτῷ μέγα κέρδος ἐκ τῆς συντυχίας σου<note xml:lang="eng"><foreign xml:lang="grc">σου</foreign> om. E</note> κτώμενος. καὶ γὰρ ἐγνώκειν ἔξω τῶν ἐκκλησιαστικῶν γενέσθαι βελῶν διὰ τὸ ἀφύλακτον ἡμῶν πρὸς τὰ σκευωρούμενα<note xml:lang="eng"><foreign xml:lang="grc">σκαιωρούμενα</foreign> Harl., Paris., Clarom.</note> παρὰ τῶν ἐναντίων. σώζοι σε τῷ βίῳ <pb n="v.2.p.316"/> παντὶ ἡ μεγάλη τοῦ Θεοῦ χείρ, τὸν γενναῖον φύλακα τῆς πίστεως καὶ νήφοντα τῶν ἐκκλησιῶν προστάτην· καὶ καταξιώσειεν ἡμᾶς πρὸ τῆς ἐξόδου τῆς συντυχίας σου ἐπʼ ὠφελείᾳ τῶν ψυχῶν ἡμῶν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="137"><head rend="align(center)">Ἀντιπάτρῳ</head><p rend="align(indent)"> Νῦν μοι δοκῶ μάλιστα ἐπαισθάνεσθαι τῆς ζημίας, ἣν ὑπομένω διὰ τὸ ἀρρωστεῖν, ὁπότε, ἀνδρὸς τοιούτου τὴν πατρίδα ἡμῶν ἐφέποντος, αὐτὸς ἀπεῖναι διὰ τὴν ἐπιμέλειαν τοῦ σώματος ἀναγκάζομαι. μῆνα γὰρ ὅλον ἤδη προσκαθέζομαι<note xml:lang="eng"><foreign xml:lang="grc">&gt;μῆνα ... προσκαθέζομαι</foreign> om. E <foreign xml:lang="grc">ἤδη</foreign> om. Harl., Med., editi antiqi. <foreign xml:lang="grc">προσκαθέσομαι</foreign> editi antiqi.</note> τῇ ἐκ τῶν αὐτοφυῶς θερμῶν<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτοφυῶς θερμῶν</foreign> om. E</note> ὑδάτων θεραπείᾳ ὡς δή τι ὄφελος ἐντεῦθεν ἕξων. ἔοικα δὲ διακενῆς πονεῖν ἐπὶ τῆς ἐρημίας, ἢ καὶ γέλωτος τοῖς πολλοῖς ἄξιος εἶναι φαίνεσθαι, μηδὲ τῆς παροιμίας ἀκούων τῆς οὐδὲν ἀπὸ θερμῶν ὄφελος εἶναι τοῖς τεθνηκόσι λεγούσης. </p><p rend="align(indent)"> Διόπερ καὶ οὕτως ἔχων βούλομαι πάντα παρεὶς καταλαβεῖν σου τὴν σεμνοπρέπειαν, ὥστε τῶν ἐν σοὶ καλῶν ἀπολαύειν καὶ τὰ κατὰ τὸν οἶκον τὸν ἐμαυτοῦ πράγματα διὰ τῆς σῆς ὀρθότητος εὐπρεπῶς διαθέσθαι. ἐμὸς γάρ ἐστιν ἴδιος ὁ τῆς σεμνοτάτης μητρὸς ἡμῶν Παλλαδίας οἶκος, ἣν οὐ μόνον ἡ τοῦ γένους οἰκειότης ἡμῖν συνάπτει, ἀλλὰ καὶ τὸ τοῦ <pb n="v.2.p.318"/> τρόπου δεξιὸν ἀντὶ μητρὸς ἡμῖν εἶναι πεποίηκεν. ἐπεὶ οὖν κεκίνηταί τις ταραχὴ περὶ τὸν οἶκον αὐτῆς, ἀξιοῦμέν σου τὴν μεγαλόνοιαν μικρὸν ὑπερθέσθαι τὴν ἐξέτασιν καὶ ἀναμεῖναι ἡμῶν τὴν παρουσίαν, οὐχ ὥστε διαφθαρῆναί τὸ δίκαιον (μυριάκις γὰρ ἂν ἀποθανεῖν ἑλοίμην ἢ τοιαύτην αἰτῆσαι χάριν παρὰ δικαστοῦ φίλου τοῖς νόμοις καὶ τῷ δικαίῳ), ἀλλʼ ὥστε ἃ οὐκ εὐπρεπὲς ἐμοὶ γράφειν, ταῦτα ἀπὸ στόματος ἀπαγγέλλοντός μου μαθεῖν. οὕτω γὰρ οὔτε αὐτὸς τῆς ἀληθείας διαμαρτήσῃ, οὔτε ἡμεῖς πεισόμεθά τι τῶν ἀβουλήτων. δέομαι οὖν, τοῦ προσώπου ἐν ἀσφαλείᾳ ὄντος καὶ κατεχομένου παρὰ τῆς τάξεως, ἀνεπαχθῆ ταύτην χάριν καὶ ἀνεπίφθονον ἡμῖν καταθέσθαι. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="138"><head rend="align(center)">Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων</head><p rend="align(indent)"> Τίνα με οἴει ψυχὴν ἐσχηκέναι, ὅτε τὴν ἐπιστολὴν ἐδεξάμην τῆς θεοσεβείας σου; εἰ μὲν γὰρ πρὸς τὴν ἐν τῷ γράμματι ἀπεῖδον διάθεσιν, εὐθὺς ὥρμων πέτεσθαι τὴν εὐθὺς<note xml:lang="eng"><foreign xml:lang="grc">εὐθύ</foreign> E.</note> Σύρων, εἰ δὲ πρὸς τὴν ἀρρωστίαν τοῦ σώματος, ὑφʼ ἧς πεπεδημένος ἐκείμην, ᾐσθανόμην οὐχὶ τοῦ πέτεσθαι μόνον ἀλλὰ καὶ τοῦ ἐπὶ τῆς κλίνης στρέφεσθαι ἐνδεῶς ἔχων. πεντηκοστὴν γὰρ ταύτην ἡμέραν ἦγον ἐν τῇ ἀρρωστίᾳ, καθʼ ἣν ἐπέστη ἡμῖν ὁ ἀγαπητὸς καὶ σπουδαιότατος ἀδελφὸς ἡμῶν συνδιάκονος Ἐλπίδιος· πολλὰ μὲν τῷ πυρετῷ <pb n="v.2.p.320"/> δαπανηθείς, ὃς ἀπορίᾳ τῆς τρεφούσης αὐτὸν ὕλης, τῇ ξηρᾷ ταύτῃ σαρκὶ οἷον θρυαλλίδι κεκαυμένῃ περιειλούμενος, μαρασμὸν<note xml:lang="eng"><foreign xml:lang="grc">μαρασμώδη</foreign> E. Harl., Med., editi antiqi.</note> καὶ χρονίαν ἐπήγαγεν ἀρρωστίαν· τὰ δὲ ἐφεξῆς, ἡ ἀρχαία πληγή μου, τὸ ἧπαρ τοῦτο διαδεξάμενον, ἀπέκλεισε μέν με<note xml:lang="eng"><foreign xml:lang="grc">με</foreign> om. E</note> τῶν σιτίων, ἀπεδίωξε δὲ τῶν ὀμμάτων τὸν ὕπνον, ἐν μεθορίοις δὲ κατέσχε ζωῆς καὶ θανάτου, τοσοῦτον ζῆν ἐπίτρεπον,<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπιτρέπων</foreign> editi antiqi.</note> ὅσον τῶν ἀπʼ αὐτοῦ δυσχερῶν ἐπαισθάνεσθαι. ὥστε καὶ ὕδασιν ἐχρησάμην αὐτοφυῶς θερμοῖς καί τινας παρʼ ἰατρῶν ἐπιμελείας κατεδεξάμην. ἅπαντα δὲ ἤλεγξε τὸ νεανικὸν τοῦτο κακόν· ὅ, τοῦ μὲν ἔθους παρόντος, κἂν ἄλλος ἐνέγκοι, ἀμελετήτως δὲ προσπεσόντος οὐδεὶς οὕτως ἀδαμάντινος ὥστε ἀντισχεῖν. </p><p rend="align(indent)"> Ὑφʼ οὗ πολὺν ὀχληθεὶς χρόνον, οὐδέποτε οὕτως ἠνιάθην ὅσον νῦν, ἐμποδισθεὶς παρʼ αὐτοῦ πρὸς τὴν συντυχίαν τῆς ἀληθινῆς ἀγάπης σου. οἵας γὰρ ἀπεστερήθημεν<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπεστερήθην</foreign> editi antiqi.</note> θυμηδίας οἶδα καὶ αὐτός, εἰ καὶ ἄκρῳ δακτύλῳ τοῦ γλυκυτάτου μέλιτος τῆς παρʼ ὑμῖν ἐκκλησίας ἀπεγευσάμην πέρυσιν. </p><p rend="align(indent)"> Ἐγὼ δὲ καὶ ἄλλων ἀναγκαίων ἕνεκεν πραγμάτων ἐδεόμην εἰς ταὐτὸν<note xml:lang="eng"><foreign xml:lang="grc">εἰς ταὐτό</foreign> Harl.</note> γενέσθαι τῇ θεοσεβείᾳ σου καὶ περὶ πολλῶν μὲν ἀνακοινώσασθαι, πολλὰ δὲ μαθεῖν. καὶ γὰρ οὐδέ ἐστιν ἐνταῦθα οὐδὲ ἀγάπης ἀληθινῆς ἐπιτυχεῖν. ὅταν δὲ καὶ πάνυ τις ἀγαπῶντα εὕροι,<note xml:lang="eng"><foreign xml:lang="grc">εὕρῃ</foreign> editi antiqi.</note> οὐκ ἔστιν ὁ δυνάμενος παραπλησίως τῇ τελείᾳ σου φρονήσει καὶ τῇ ἐμπειρίᾳ, ἣν ἐκ <pb n="v.2.p.322"/> πολλῶν τῶν περὶ τὰς ἐκκλησίας συνελέξω καμάτων, δοῦναι γνώμην ἡμῖν περὶ τῶν προκειμένων. </p><p rend="align(indent)"> Τὰ μὲν οὖν ἄλλα οὐκ ἐνῆν γράφειν· ἃ δʼ οὖν καὶ ἐξενεγκεῖν ἀσφαλὲς ταῦτά ἐστιν. ὁ πρεσβύτερος· Εὐάγριος, ὁ υἱὸς Πομπηϊανοῦ τοῦ Ἀντιοχέως, ὁ συναπάρας ποτὲ ἐπὶ τὴν δύσιν τῷ μακαρίῳ Εὐσεβίῳ ἐπανῆκε νῦν ἐκ τῆς Ῥώμης, ἀπαιτῶν ἡμᾶς ἐπιστολὴν αὐτὰ τὰ παρʼ ἐκείνων γεγραμμένα ἔχουσαν αὐτολεξεὶ (ἀνεκόμισε δὲ ἡμῖν εἰς τοὐπίσω τὰ παρʼ ἡμῶν, ὡς οὐκ ἀρέσαντα τοῖς ἀκριβεστέροις τῶν ἐκεῖ), καὶ πρεσβείαν τινὰ δι’ ἀνδρῶν ἀξιολόγων ἤδη κατεπείγεσθαι, ὑπὲρ τοῦ εὐπρόσωπον ἔχειν ἀφορμὴν τοὺς ἄνδρας τῆς ἐπισκέψεως ἡμῶν. </p><p rend="align(indent)"> Οἱ κατὰ Σεβάστειαν τὰ ἡμέτερα φρονοῦντες, Εὐσταθίου τὸ ὕπουλον τῆς κακοδοξίας ἕλκος ἀπογυμνώσαντες, ἀπαιτοῦσί τινα παρʼ ἡμῶν ἐκκλησιαστικὴν<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτῶν</foreign> add. E. </note> ἐπιμέλειαν.</p><pb n="v.2.p.324"/><p rend="align(indent)"> Ἰκόνιον πόλις ἐστὶ τῆς Πισιδίας, τὸ μὲν παλαιὸν μετὰ τὴν μεγίστην ἡ πρώτη, νῦν δὲ καὶ αὐτὴ προκάθηται<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">προκάθηται</foreign><foreign xml:lang="grc">πρώτη κάθηται</foreign> tres MSS.</note> μέρους, ὅ, ἐκ διαφόρων τμημάτων συναχθέν, ἐπαρχίας ἰδίας οἰκονομίαν ἐδέξατο. αὕτη καλεῖ<note xml:lang="eng"><foreign xml:lang="grc">καλεῖ</foreign> om. E</note> καὶ ἡμᾶς εἰς ἐπίσκεψιν,<note xml:lang="eng"><foreign xml:lang="grc">κεκλήκει</foreign> add. E.</note> ὥστε αὐτῇ δοῦναι ἐπίσκοπον. τετελευτήκει γὰρ ὁ Φαυστῖνος. </p><p rend="align(indent)"> Εἰ οὖν δεῖ μὴ κατοκνεῖν τὰς ὑπερορίους χειροτονίας, καὶ ποίαν τινὰ χρὴ δοῦναι τοῖς Σεβαστηνοῖς ἀπόκρισιν, καὶ πῶς πρὸς τὰς τοῦ Εὐαγρίου διατεθῆναι γνώμας, ἐδεόμην διδαχθῆναι αὐτὸς δι’ ἐμαυτοῦ συντυχὼν τῇ τιμιότητί σου, ὧν<note xml:lang="eng"><foreign xml:lang="grc">ὡς</foreign> Harl., Med.</note> πάντων ἀπεστερήθην διὰ τὴν παροῦσαν ἀσθένειαν. ἐὰν μὲν οὖν ᾖ τινὸς ἐπιτυχεῖν ταχέως πρὸς ἡμᾶς ἀφικνουμένου, καταξίωσον περὶ πάντων ἀποστεῖλαί μοι τὰς ἀποκρίσεις· εἰ δὲ μή, εὖξαι ἐλθεῖν ἐπὶ νοῦν μοι, ὅπερ εὐάρεστον ᾖ τῷ Κυρίῳ. ἐν δὲ τῇ συνόδῳ μνήμην ἡμῶν κέλευσον γενέσθαι, καὶ αὐτὸς δὲ πρόσευξαι ὑπὲρ ἡμῶν, καὶ τὸν λαὸν συμπαράλαβε, ἵνα τὰς λειπομένας ἡμέρας ἢ ὥρας τῆς παροικίας ἡμῶν καταξιωθῶμεν δουλεῦσαι, ὡς ἔστιν εὐάρεστον τῷ Κυρίῳ. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="139"><head rend="align(center)">Τοῖς Ἀλεξανδρεῦσιν</head><p rend="align(indent)"> Ἡμᾶς μὲν ἡ ἀκοὴ τῶν γεγενημένων κατά τε τὴν Ἀλεξάνδρειαν καὶ τὴν λοιπὴν Αἴγυπτον διωγμῶν <pb n="v.2.p.326"/> πάλαι κατέλαβε, καὶ διέθηκε τὰς ψυχάς, ὡς εἰκὸς ἦν. ἐλογισάμεθα γὰρ τὸ ἔντεχνον τοῦ διαβολικοῦ πολέμου· ὃς<note xml:lang="eng"><foreign xml:lang="grc">πῶς</foreign> editi antiqi.</note> ἐπειδὴ εἶδεν ἐν τοῖς παρὰ τῶν ἐχθρῶν διωγμοῖς πληθυνομένην τὴν Ἐκκλησίαν καὶ μᾶλλον θάλλουσαν, μετέστρεψεν ἑαυτοῦ τὴν βουλήν,<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἑαυτοῦ τὴν βουλὴν</foreign><foreign xml:lang="grc">αὐτοῦ τὴν ἐπιβουλήν</foreign> editi antiqi.</note> καὶ οὐκέτι ἐκ τοῦ προφανοῦς πολεμεῖ, ἀλλὰ κεκρυμμένα ἡμῖν τὰ ἔνεδρα<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">κεκρυμμένα ἡμῖν τὰ ἔνεδρα</foreign><foreign xml:lang="grc">κεκρυμμένα ἡμῖν τὰς ἔνεδρα</foreign> E.</note> τίθησι, καλύπτων αὐτοῦ τὴν ἐπιβουλὴν διὰ τοῦ ὀνόματος ὃ περιφέρουσιν, ἵνα καὶ πάθωμεν τὰ αὐτὰ τοῖς πατράσιν ἡμῶν, καὶ μὴ δόξωμεν πάσχειν ὑπὲρ Χριστοῦ, διὰ τὸ Χριστιανῶν ὄνομα ἔχειν καὶ τοὺς διώκοντας. ταῦτα λογιζόμενοι πολὺν χρόνον ἐκαθέσθημεν ἐπὶ τῇ ἀγγελίᾳ τῶν γεγενημένων<note xml:lang="eng"><foreign xml:lang="grc">γενομένων</foreign> Coisl. Secundus, tres Regii.</note> ἐκπεπληγμένοι. καὶ γὰρ τῷ ὄντι ἤχησαν<note xml:lang="eng"><foreign xml:lang="grc">ἤχησεν</foreign> E.</note> ἡμῶν ἀμφότερα τὰ ὦτα μαθόντα τὴν ἀναιδῆ καὶ μισάνθρωπον αἵρεσιν τῶν διωξάντων ὑμᾶς, ὅτι οὐχ ἡλικίαν ᾐδέσθησαν, οὐ τοὺς ἐν τῇ πολιτείᾳ<note xml:lang="eng"><foreign xml:lang="grc">πολιᾷ</foreign> editi antiqi.</note> καμάτους, οὐ λαῶν ἀγάπην· ἀλλὰ καὶ ᾐκίσαντο τὰ σώματα, καὶ ἠτίμωσαν, καὶ ἐξορίαις παρέδωκαν, καὶ διήρπασαν τὰς ὑπάρξεις ὧν εὑρεῖν ἠδυνήθησαν, οὔτε τὴν παρὰ ἀνθρώπων κατάγνωσιν<note xml:lang="eng"><foreign xml:lang="grc">κατάκρισιν</foreign> E. Med.</note> ἐντρεπόμενοι, οὔτε τὴν φοβερὰν τοῦ δικαίου κριτοῦ ἀνταπόδοσιν προορώμενοι. ταῦτα ἡμᾶς ἐξέπληξε καὶ μικροῦ ἔξω ἐποίησε τῶν λογισμῶν. συνεισῆλθε δὲ τούτοις τοῖς διαλογισμοῖς κἀκείνη ἡ ἔννοια· ἆρα μὴ ἐγκατέλιπεν ἑαυτοῦ τὰς ἐκκλησίας παντελῶς ὁ Κύριος; ἆρα μὴ ἐσχάτη ὥρα ἐστί, καὶ ἡ ἀποστασία διὰ τούτων λαμβάνει τὴν εἴσοδον, ἵνα λοιπὸν ἀποκαλυφθῇ ὁ ἄνομος, ὁ υἱὸς τῆς ἀπωλείας, <pb n="v.2.p.328"/> ὁ ἀντικείμενος, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα; </p><p rend="align(indent)"> Πλὴν εἴτε πρόσκαιρός ἐστιν ὁ πειρασμός, βαστάσατε αὐτόν, οἱ καλοὶ τοῦ Χριστοῦ ἀγωνισταί· εἴτε καὶ τῇ παντελεῖ φθορᾷ τὰ πράγματα παραδίδοται,<note xml:lang="eng"><foreign xml:lang="grc">παραδίδονται</foreign> editi antiqi.</note> μὴ ἀκηδιάσωμεν πρὸς τὰ παρόντα, ἀλλʼ ἀναμείνωμεν τὴν ἐξ οὐρανῶν ἀποκάλυψιν καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. εἰ γὰρ πᾶσα ἡ κτίσις λυθήσεται καὶ μεταποιηθήσεται τὸ σχῆμα τοῦ κόσμου τούτου, τί θαυμαστὸν καὶ ἡμᾶς, μέρος ὄντας τῆς κτίσεως, παθεῖν τὰ κοινὰ πάθη καὶ παραδοθῆναι θλίψεσιν, ἃς κατὰ τὸ μέτρον τῆς δυνάμεως ἡμῶν ἐπάγει ἡμῖν ὁ δίκαιος κριτής, οὐκ ἐῶν ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἀλλὰ διδοὺς σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δυνηθῆναι<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμᾶς</foreign> add. E.</note> ὑπενεγκεῖν; </p><p rend="align(indent)"> Ἀναμένουσιν ὑμᾶς, ἀδελφοί, οἱ τῶν μαρτύρων στέφανοι· ἕτοιμοί εἰσιν οἱ χοροὶ τῶν ὁμολογητῶν προτεῖναι ὑμῖν τὰς χεῖρας καὶ ὑποδέξασθαι ὑμᾶς εἰς τὸν ἴδιον ἀριθμόν. μνήσθητε τῶν πάλαι ἁγίων, ὅτι οὐδεὶς τρυφῶν οὐδὲ<note xml:lang="eng"><foreign xml:lang="grc">οὐ</foreign> editi antiqi.</note> κολακευόμενος τῶν στεφάνων τῆς ὑπομονῆς ἠξιώθη, ἀλλὰ πάντες, διὰ μεγάλων θλίψεων πυρωθέντες, τὸ δοκίμιον ἐπεδείξαντο.<note xml:lang="eng"><foreign xml:lang="grc">ὑπεδείξαντο</foreign> E.</note> οἱ μὲν γὰρ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἄλλοι δὲ ἐπρίσθησαν, οἱ <pb n="v.2.p.330"/> δὲ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἐπρίσθησαν, οἱ δὲ ἐπειράσθησαν</foreign>. <foreign xml:lang="grc">ἐπρίσθησαν</foreign> E.</note> ἐν φόνῳ μαχαίρας ἀπέθανον. ταῦτά ἐστι τὰ σεμνολογήματα τῶν ἁγίων. μακάριος ὁ καταξιωθεὶς τῶν ὑπὲρ Χριστοῦ παθημάτων. μακαριώτερος δὲ ὁ πλεονάσας ἐν τοῖς παθήμασι· διότι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι<note xml:lang="eng"><foreign xml:lang="grc">ἀποκαλύπτεσθαι</foreign> E.</note> εἰς ἡμᾶς. </p><p rend="align(indent)"> Εἰ μὲν οὖν ἦν δυνατὸν αὐτόν με παραγενέσθαι, οὐδὲν ἂν προετίμησα τῆς συντυχίας ὑμῶν, ὥστε καὶ ἰδεῖν τοὺς ἀθλητὰς τοῦ Χριστοῦ, καὶ περιπτύξασθαι, καὶ κοινωνῆσαι τῶν προσευχῶν καὶ τῶν πνευματικῶν ἐν ὑμῖν χαρισμάτων. ἐπειδὴ δὲ τὸ σῶμά μοι λοιπὸν ὑπὸ χρονίας νόσου κατανάλωται, ὡς μηδὲ ἀπὸ τῆς κλίνης δύνασθαί με καταβαίνειν, καὶ οἱ ἐφεδρεύοντες ἡμῖν πολλοί, ὡς λύκοι ἅρπαγες, ἐπιτηροῦντες καιρὸν πότε δυνηθῶσι διαρπάσαι τὰ πρόβατα τοῦ Χριστοῦ, ἀναγκαίως ἐπὶ τὴν διὰ τοῦ γράμματος ἐπίσκεψιν ἦλθον, παρακαλῶν προηγουμένως μὲν ἐκτενεῖς τὰς ὑπὲρ ἐμοῦ ποιεῖσθαι ὑμᾶς δεήσεις, ἵνα καταξιωθῶ τὰς γοῦν λειπομένας ἡμέρας ἢ ὥρας δουλεῦσαι τῷ Κυρίῳ κατὰ τὸ εὐαγγέλιον τῆς βασιλείας, ἔπειτα καὶ συγγνώμην ἔχειν μου τῇ ἀπολείψει καὶ τῇ βραδυτῆτι ταύτῃ τῶν γραμμάτων. μόλις γὰρ ηὐπορήσαμεν ἀνθρώπου τοῦ δυναμένου ἐξυπηρετήσασθαι ἡμῶν τῇ ἐπιθυμίᾳ· λέγομεν δὲ τὸν υἱὸν ἡμῶν Εὐγένιον τὸν μονάζοντα, δι’ οὗ παρακαλῶ εὔξασθαι ὑπὲρ ἡμῶν καὶ τῆς Ἐκκλησίας πάσης, καὶ ἀντιγράψαι ἡμῖν τὰ περὶ ὑμῶν, ἵνα γνόντες εὐθυμότερον διατεθῶμεν. </p></div><pb n="v.2.p.332"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="140"><head rend="align(center)">Τῇ Ἀντιοχέων Ἐκκλησίᾳ<note xml:lang="eng"><foreign xml:lang="grc">τῇ ἐκκλησίᾳ Ἀντιοχείας παραμυθητική</foreign> E.</note></head><p rend="align(indent)"> Τίς δώσει μοι πτέρυγας, ὡσεὶ περιστερᾶς; καὶ πετασθήσομαι<note xml:lang="eng"><foreign xml:lang="grc">πετανθήσομαι</foreign> Regius.</note> πρὸς ὑμᾶς καὶ καταπαύσω τὸν πόθον ὃν ἔχω ἐπὶ τῇ συντυχίᾳ τῆς ὑμετέρας ἀγάπης. νυνὶ δὲ οὐχὶ πτερύγων ἐνδεῶς ἔχω μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ σώματος, πάλαι μέν μοι ὑπὸ μακρᾶς τῆς<note xml:lang="eng"><foreign xml:lang="grc">τῆς</foreign> om. E</note> ἀρρωστίας πεπονηκότος, νῦν δὲ ὑπὸ τῶν συνεχῶν θλίψεων παντελῶς συντετριμμένου. τίς γὰρ οὕτως ἀδαμάντινος τὴν ψυχήν, τίς οὕτω παντελῶς ἀσυμπαθὴς καὶ ἀνήμερος, ὡς<note xml:lang="eng"><foreign xml:lang="grc">ὅς</foreign> E.</note> ἀκούων τοῦ πανταχόθεν ἡμᾶς<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῖν</foreign> Reg. secundus, Coisl. secundus.</note> προσβάλλοντος στεναγμοῦ, οἷον ἀπό τινος χοροῦ κατηφοῦς κοινόν τινα θρῆνον καὶ σύμφωνον προσηχοῦντος, μὴ οὐχὶ παθεῖν τὴν ψυχήν, καὶ κατακαμφθῆναι εἰς γῆν, καὶ ταῖς ἀμηχάνοις ταύταις μερίμναις παντελῶς ἐκτακῆναι; ἀλλὰ δυνατὸς ὁ ἅγιος Θεὸς δοῦναί τινα λύσιν τῶν ἀμηχάνων καὶ χαρίσασθαι ἡμῖν τινὰ τῶν μακρῶν πόνων ἀναπνοήν. ὥστε καὶ ὑμᾶς τὴν αὐτὴν ἔχειν ἀξιῶ παράκλησιν καὶ τῇ ἐλπίδι τῆς παρακλήσεως χαίροντας ὑμᾶς τὸ παρὸν ἀλγεινὸν τῶν θλίψεων ὑπομένειν. εἴτε γὰρ ἁμαρτημάτων ἀποτίννυμεν δίκας, ἱκαναὶ αἱ μάστιγες πρὸς παραίτησιν<note xml:lang="eng"><foreign xml:lang="grc">παρέκτισιν</foreign> editi antiqi.</note> λοιπὸν τῆς ἐφʼ ἡμῖν ὀργῆς τοῦ Θεοῦ· εἴτε εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας διὰ τῶν πειρασμῶν τούτων κεκλήμεθα,<note xml:lang="eng"><foreign xml:lang="grc">βαβαιούμεθα</foreign> editi antiqi.</note> δίκαιος ὁ ἀθλοθέτης μὴ ἐᾶσαι ἡμᾶς πειρασθῆναι <pb n="v.2.p.334"/> ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν, ἀλλʼ ἐπὶ τοῖς προπεπονημένοις ἀποδοῦναι ἡμῖν τὸν τῆς ὑπομονῆς καὶ τῆς εἰς αὐτὸν ἐλπίδος στέφανον. μὴ οὖν ἀποκάμωμεν ἐναθλοῦντες εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, μηδὲ δι’ ἀνελπιστίας τὰ πονηθέντα ἡμῖν προώμεθα. οὐ γὰρ μία πρᾶξις ἀνδρείας οὐδὲ βραχὺς πόνος τὸ τῆς ψυχῆς καρτερὸν διαδείκνυσιν, ἀλλʼ ὁ δοκιμάζων ἡμῶν τὰς καρδίας διὰ μακρᾶς καὶ παρατεταμένης τῆς δοκιμασίας βούλεται ἡμᾶς τῆς δικαιοσύνης στεφανίτας ἀποδειχθῆναι.<note xml:lang="eng"><foreign xml:lang="grc">ἀναδειχθῆναι</foreign> editi antiqi.</note> </p><p rend="align(indent)"> Μόνον ἀνένδοτον φυλασσέσθω τὸ φρόνημα ἡμῶν, ἄσειστον τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως διατηρείσθω, καὶ ἥξει ἐν τάχει ὁ ἀντιληψόμενος ἡμῶν· ἥξει καὶ οὐ χρονιεῖ. προσδέχου γὰρ θλίψιν ἐπὶ θλίψει, ἐλπίδα ἐπʼ ἐλπίδι, ἔτι μικρόν, ἔτι μικρόν. οὕτως οἶδε ψυχαγωγεῖν τῇ ἐπαγγελίᾳ τοῦ μέλλοντος τοὺς ἑαυτοῦ τροφίμους τὸ Πνεῦμα τὸ ἅγιον. μετὰ γὰρ τὰς θλίψεις ἡ ἐλπίς, ἐκ τοῦ σύνεγγυς δὲ πάρεστι τὰ ἐλπιζόμενα. κἂν γὰρ ὅλον τις εἴποι τὸν ἀνθρώπινον βίον, σμικρότατόν ἐστι διάστημα παντελῶς, συγκρίσει ἐκείνου τοῦ ἀπεράντου αἰῶνος τοῦ ἐν ταῖς ἐλπίσιν ἀποκειμένου. </p><p rend="align(indent)"> Πίστιν δὲ ἡμεῖς οὔτε παρʼ ἄλλων γραφομένην ἡμῖν νεωτέραν παραδεχόμεθα, οὔτε αὐτοὶ τὰ τῆς ἡμετέρας διανοίας γεννήματα παραδιδόναι τολμῶμεν, ἵνα μὴ ἀνθρώπινα ποιήσωμεν<note xml:lang="eng"><foreign xml:lang="grc">λογίζωνται</foreign> editi antiqi.</note> τὰ τῆς εὐσεβείας ῥήματα· ἀλλʼ ἅπερ παρὰ τῶν ἁγίων πατέρων δεδιδάγμεθα, ταῦτα τοῖς ἐρωτῶσιν ἡμᾶς διαγγέλλομεν. ἔστι τοίνυν ἐκ πατέρων ἐμπολιτευομένη τῇ <pb n="v.2.p.336"/> ἐκκλησίᾳ ἡμῶν ἡ γραφεῖσα παρὰ τῶν ἁγίων πατέρων πίστις τῶν κατὰ τὴν Νίκαιαν συνελθόντων·<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῖν</foreign> add. E.</note> ἣν ἡγούμεθα μὲν διὰ στόματος εἶναι καὶ παρʼ ὑμῖν, οὐ παραιτούμεθα δέ, ἵνα μὴ ὄκνου ἔγκλημα ἀπενεγκώμεθα, καὶ αὐτὰ τὰ ῥήματα ἐνσημᾶναι τῷ γράμματι. ἔστι δὲ ταῦτα. πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ὁρατῶν τε πάντων καὶ ἀοράτων ποιητήν. καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ· τουτέστιν, ἐκ τῆς οὐσίας τοῦ Πατρός· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ. τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα·<note xml:lang="eng"><foreign xml:lang="grc">ἐκ τῶν οὐρανῶν</foreign> add. editi antiqi.</note> σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. καὶ εἰς τὸ ἅγιον Πνεῦμα. τοὺς δὲ λέγοντας, ἦν ποτέ, ὅτε οὐκ ἦν· καί, πρὶν γεννηθῆναι οὐκ ἦν· καί, ὅτι ἐξ οὐκ ὄντων ἐγένετο· ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ τρεπτόν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. </p><p rend="align(indent)"> Πιστεύομεν τούτοις. ἐπειδὴ δὲ ἀδιόριστός <pb n="v.2.p.338"/> ἐστιν ὁ περὶ τοῦ ἁγίου Πνεύματος λόγος, οὔπω τότε τῶν πνευματομάχων ἀναφανέντων, τὸ χρῆναι ἀναθεματίζεσθαι τοὺς λέγοντας τῆς κτιστῆς εἶναι καὶ δουλικῆς φύσεως τὸ Πνεῦμα τὸ ἅγιον ἐσίγησαν. οὐδὲν γὰρ ὅλως τῆς θείας καὶ μακαρίας Τριάδος κτιστόν. </p></div></div></body></text></TEI>