<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="131"><head rend="align(center)">Ὀλυμπίῳ</head><p rend="align(indent)"> Οντως ἡ τῶν ἀπροσδοκήτων ἀκοὴ ἱκανή ἐστι ποιῆσαι ἀνθρώπου<note xml:lang="eng"><foreign xml:lang="grc">ἄνθρωπον</foreign> Reg. secundus, Bigot., Coisl. secundus.</note> ἠχῆσαι ἀμφότερα τὰ ὦτα. ὃ καὶ ἐμοὶ νῦν συνέβη. εἰ γὰρ<note xml:lang="eng"><foreign xml:lang="grc">γάρ</foreign> om. E</note> καὶ τὰ μάλιστα γεγυμνασμέναις μου λοιπὸν ταῖς ἀκοαῖς προσέπεσε<note xml:lang="eng"><foreign xml:lang="grc">προσέπεσον</foreign> editi antiqi.</note> τὰ περιφερόμενα καθʼ ἡμῶν ταῦτα συντάγματα, διὰ τὸ καὶ πρότερον αὐτὸν ἐμὲ δεδέχθαι τὴν ἐπιστολήν, πρέπουσαν μὲν ταῖ ἐμαῖς ἁμαρτίαις, οὐ μὴν προσδοκηθεῖσάν ποτε γραφήσεσθαι παρὰ τῶν ἐπιστειλάντων· ἀλλʼ ὅμως τὰ δεύτερα τοσαύτην ὑπερβολὴν ἐφάνη ἡμῖν ἔχειν ἐν ἑαυτοῖς τῆς πικρίας, ὥστε ἐπισκοτῆσαι τοῖς προλαβοῦσι. πῶς γὰρ οὐ μικροῦ τῶν φρενῶν ἔξω ἐγενόμην τῶν ἐμαυτοῦ, ἐντυχὼν τῇ πρὸς τὸν εὐλαβέστατον ἀδελφὸν Δαζίναν<note xml:lang="eng"><foreign xml:lang="grc">Δεζίναν</foreign> Med., Clarom.</note> ἐπιστολῇ, μυρίων μὲν ὕβρεων καὶ κατηγοριῶν ἀφορήτων γεμούσῃ καθʼ ἡμῶν καὶ ἐπαναστάσεων, ὡς ἐν τοῖς χαλεπωτάτοις ἡμῶν κατὰ τῆς Ἐκκλησίας βουλεύμασιν εὑρεθέντων; εὐθὺς δὲ καὶ ἀποδείξεις τοῦ ἀληθεῖς εἶναι τὰς καθʼ ἡμῶν βλασφημίας ἐπήχθησαν ἀπὸ συγγράμματος οὐκ οἶδα ὑπὸ τίνος γραφέντος. μέρη μὲν γὰρ ἐπέγνων, ὁμολογῶ, παρὰ<note xml:lang="eng"><foreign xml:lang="grc">περί</foreign> editi antiqi.</note> τοῦ Λαοδικέως Ἀπολιναρίου <pb n="v.2.p.298"/> γεγράφθαι, καὶ αὐτὰ οὐδὲ ἀναγνοὺς ἐξ ἔργου ποτέ, ἀλλʼ ἀκούσας ἑτέρων ἀπαγγειλάντων· ἄλλα δέ τινα εὗρον ἐγγεγραμμένα,<note xml:lang="eng"><foreign xml:lang="grc">γεγραμμένα</foreign> E.</note> ἃ μήτε ἀνέγνων ποτέ, μήτε<note xml:lang="eng"><foreign xml:lang="grc">ἤ</foreign> E.</note> ἑτέρου λέγοντος ἤκουσα· καὶ τούτων ὁ μάρτυς ἐν οὐρανῷ πιστός. πῶς οὖν οἱ τὸ ψεῦδος ἀποστρεφόμενοι, οἱ τὴν ἀγάπην πλήρωμα εἶναι τοῦ νόμου δεδιδαγμένοι, οἱ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν ἐπαγγελλόμενοι, ταύτας ἡμῖν κατεδέξαντο τὰς συκοφαντίας ἐπενεγκεῖν καὶ ἀπʼ<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπʼ</foreign> E.</note> ἀλλοτρίων συγγραμμάτων ἡμᾶς κατακρῖναι,<note xml:lang="eng"><foreign xml:lang="grc">κατακρίνειν</foreign> E. Harl., Reg. primus, Clarom.</note> πολλὰ λογισάμενος κατʼ ἐμαυτόν, ἐπινοεῖν τὴν αἰτίαν οὐκ ἔχω, εἰ μή, ὅπερ ἐξ ἀρχῆς εἶπον, μέρος ἔκρινα εἶναι τῶν ὀφειλομένων μοι διὰ τὰς ἁμαρτίας κολάσεων καὶ τὴν ἐπὶ τούτοις λύπην. </p><p rend="align(indent)"> Πρῶτον μὲν γὰρ κατεπένθησα τῇ ψυχῇ, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων· ἔπειτα δὲ καὶ ἐφοβήθην αὐτὸς περὶ ἐμαυτοῦ, μή ποτε πρὸς ταῖς ἄλλαις ἁμαρτίαις καὶ τὴν μισανθρωπίαν πάθω, οὐδὲν πιστὸν ἐν οὐδενὶ λογιζόμενος εἶναι, εἴπερ οἱ εἰς τὰ μέγιστα παρʼ ἐμοῦ πιστευθέντες τοιοῦτοι μὲν περὶ ἐμέ, τοιοῦτοι δὲ περὶ αὐτὴν ἐφάνησαν τὴν ἀλήθειαν. γίνωσκε τοίνυν, ἀδελφέ, καὶ πᾶς ὅστις τῆς ἀληθείας φίλος, μήτε ἐμὰ εἶναι τὰ συντάγματα, οὔτε ἀρέσκεσθαι<note xml:lang="eng"><foreign xml:lang="grc">ἀρκεῖσθαι</foreign> editi antiqi.</note> αὐτοῖς, ἐπεὶ μὴ τῇ ἐμῇ γνώμῃ συγγεγράφθαι. εἰ δὲ ἐπέστειλά ποτε πρὸ πολλῶν ἐνιαυτῶν<note xml:lang="eng"><foreign xml:lang="grc">ἐτῶν</foreign> editi antiqi.</note> Ἀπολιναρίῳ ἢ ἄλλῳ τινί, ἐγκαλεῖσθαι οὐκ ὀφείλω, οὔτε γὰρ αὐτὸς<note xml:lang="eng"><foreign xml:lang="grc">ἐγώ</foreign> add. editi antiqi.</note> ἐγκαλῶ, εἴ τις ἐκ τῆς ἑταιρίας τινὸς εἰς αἵρεσιν ἀπεσχίσθη <pb n="v.2.p.300"/> (οἴδατε δὲ πάντως τοὺς ἄνδρας, κἂν ὀνομαστὶ μὴ λέγω), διότι ἕκαστος τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται. </p><p rend="align(indent)"> Ταῦτα νῦν μὲν ἀπεκρινάμην πρὸς τὸν ἀποσταλέντα τόμον,<note xml:lang="eng"><foreign xml:lang="grc">ἀλλά</foreign> add. editi antiqi.</note> ἵνα αὐτός τε εἰδείης τὴν ἀλήθειαν καὶ τοῖς βουλομένοις μὴ κατέχειν ὡς ἐν ἀδικίᾳ τὴν ἀλήθειαν φανερὰν καταστήσῃς. ἐὰν δὲ δέῃ καὶ πλατύτερον ὑπὲρ ἑκάστου τῶν ἐπενεχθέντων ἡμῖν ἀπολογήσασθαι, καὶ τοῦτο ποιήσομεν, τοῦ Θεοῦ συνεργοῦντος. ἡμεῖς, ἀδελφὲ Ὀλύμπιε, οὔτε τρεῖς θεοὺς λέγομεν, οὔτε Ἀπολιναρίῳ κοινωνοῦμεν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="132"><head rend="align(center)">Ἀβραμίῳ, ἐπισκόπῳ Βατνῶν</head><p rend="align(indent)"> Πάντα τὸν ἀπὸ τοῦ μετοπώρου χρόνον ἠγνόησα περὶ τῆς εὐλαβείας σου, ὅπου<note xml:lang="eng"><foreign xml:lang="grc">ὅπως</foreign> E.</note> διάγεις. καὶ γὰρ πεπλανημένας τὰς φήμας εὕρισκον, τῶν μὲν ἀπαγγελλόντων ἐν Σαμοσάτοις διατρίβειν σου τὴν εὐλάβειαν, τῶν δὲ ἐν τῇ χώρᾳ, ἄλλων δὲ περὶ τὰς βάτνας αὐτὰς διαβεβαιουμένων ἑωρακέναι· διὸ οὐδὲ συνεχῶς ἐπέστειλα. νῦν δὲ μαθὼν ἐν Ἀντιοχείᾳ διάγειν, ἐν τῇ οἰκίᾳ τοῦ αἰδεσιμωτάτου Σατορνίνου τοῦ κόμητος, ἔδωκα τὴν ἐπιστολὴν προθύμως τῷ ποθεινοτάτῳ καὶ εὐλαβεστάτῳ <pb n="v.2.p.302"/> ἀδελφῷ Σαγκτισσίμῳ τῷ συμπρεσβυτέρῳ,<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῶν</foreign> add. editi antiqi.</note> δι’ οὗ προσφθέγγομαί σου τὴν ἀγάπην, παρακαλῶν ὅπουπερ ἂν ᾖς μεμνῆσθαι μάλιστα μὲν τοῦ Θεοῦ, εἶτα καὶ ἡμῶν, οὓς ἀγαπᾷν ἐξ ἀρχῆς προείλου, καὶ ἔχειν ἐν τοῖς οἰκειοτάτοις ἀριθμουμένους. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="133"><head rend="align(center)">Πέτρῳ, ἐπισκόπῳ Ἀλεξανδρείας</head><p rend="align(indent)"> Τῆς μὲν σωματικῆς φιλίας ὀφθαλμοὶ πρόξενοι γίνονται, καὶ ἡ διὰ μακροῦ χρόνου ἐγγινομένη συνήθεια βεβαιοῖ· τὴν δὲ ἀληθινὴν ἀγάπην ἡ τοῦ Πνεύματος δωρεὰ συνίστησι, συνάπτουσα μὲν τὰ μακρῷ διεστῶτα τόπῳ, γνωρίζουσα δὲ ἀλλήλοις τοὺς ἀγαπητούς, οὐ διὰ σωματικῶν χαρακτήρων, ἀλλὰ διὰ τῶν τῆς ψυχῆς<note xml:lang="eng"><foreign xml:lang="grc">ἀρετῆς</foreign> editi antiqi.</note> ἰδιωμάτων. ὃ δὴ καὶ ἐφʼ ἡμῶν ἡ τοῦ Κυρίου χάρις ἐποίησε, παρασχομένη ἡμᾶς ἰδεῖν σε τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς, καὶ περιπτύξασθαί σε τῇ ἀγάπῃ τῇ ἀληθινῇ, καὶ οἱονεὶ συμφυῆναί σοι καὶ πρὸς μίαν ἐλθεῖν ἕνωσιν ἐκ τῆς κατὰ τὴν πίστιν κοινωνίας. πεπείσμεθα γάρ σε ἀνδρὸς τοσούτου θρέμμα ὑπάρχοντα, καὶ τὴν ἐκ παλαιοῦ διατριβὴν μετʼ αὐτοῦ λαχόντα, τῷ αὐτῷ πορεύεσθαι πνεύματι, καὶ τοῖς αὐτοῖς στοιχεῖν τῆς εὐσεβείας δόγμασι. </p><p rend="align(indent)"> Διὸ καὶ προσφθεγγόμεθά σου τὴν τιμιότητα, καὶ παρακαλοῦμεν μετὰ τῶν ἄλλων καὶ τὴν περὶ <pb n="v.2.p.304"/> ἡμᾶς διάθεσιν τοῦ μεγάλου ἀνδρὸς διαδέξασθαι· ἐπιστέλλειν τε ἡμῖν συνήθως τὰ κατὰ σαυτόν, καὶ ἐπιμελεῖσθαι τῆς πανταχοῦ ἀδελφότητος τοῖς αὐτοῖς σπλάγχνοις καὶ τῇ αὐτῇ προθυμίᾳ, ᾗ καὶ ὁ μακαριώτατος<note xml:lang="eng"><foreign xml:lang="grc">μακάριος</foreign> E.</note> ἐκεῖνος περὶ πάντας ἐχρῆτο τοὺς ἀγαπῶντας τὸν Θεὸν ἐν ἀληθείᾳ. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="134"><head rend="align(center)">Παιονίῳ πρεσβυτέρῳ</head><p rend="align(indent)"> Ὅσον ηὔφρανας ἡμᾶς τοῖς γράμμασιν εἰκάζεις που πάντως αὐτοῖς οἷς ἐπέστειλας· οὕτω τὸ καθαρὸν τῆς καρδίας, ἀφʼ ἧς προῆλθεν ἐκεῖνα τὰ ῥήματα, ἀκριβῶς ἐκ τῶν γραμμάτων κατεμηνύετο. καὶ γὰρ<note xml:lang="eng"><foreign xml:lang="grc">καί</foreign> add. editi antiqi.</note> ὁλκὸς μὲν ὕδατος δείκνυσι τὴν οἰκείαν πηγήν, λόγου δὲ φύσις τὴν προενεγκοῦσαν αὐτὸν καρδίαν χαρακτηρίζει. ὥστε ἄτοπόν τε καὶ πολὺ τοῦ εἰκότος παρηλλαγμένον πεπονθέναι ὁμολογῶ. σπουδάζων γὰρ ἀεὶ γράμμασιν ἐντυγχάνειν τῆς τελειότητός σου, ἐπειδὴ ἔλαβον εἰς χεῖρας τὴν ἐπιστολὴν καὶ ἀνέγνων αὐτήν, οὐχ ἥσθην μᾶλλον τοῖς ἐπεσταλμένοις, ἢ ἠνιάθην τὴν ζημίαν, ὁπόση γέγονεν ἡμῖν κατὰ τὸν τῆς σιωπῆς χρόνον, διαλογιζόμενος. </p><p rend="align(indent)"> Ἀλλʼ ἐπειδὴ ἤρξω γράφειν, μὴ διαλίπῃς<note xml:lang="eng"><foreign xml:lang="grc">διαλίποις</foreign> multi MSS. non vetustissimi.</note> <pb n="v.2.p.306"/> τοῦτο ποιῶν. εὐφρανεῖς γὰρ πλέον ἢ οἱ τὰ πολλὰ χρήματα τοῖς φιλοπλούτοις διαπεμπόμενοι· τῶν δὲ γραφέων οὐδείς μοι παρῆν, οὔτε τῶν καλλιγραφούντων οὔτε τῶν ταχυγράφων. οὓς γὰρ<note xml:lang="eng"><foreign xml:lang="grc">καί</foreign> add. E.</note> ἔτυχον ἐξασκήσας, οἱ μὲν ἀνέδραμον ἐπὶ τὴν πρώτην τοῦ βίου συνήθειαν, οἱ δὲ ἀπειρήκασι πρὸς τοὺς πόνους, χρονίαις ἀρρωστίαις κεκακωμένοι. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="135"><head rend="align(center)">Διοδώρῳ,<note xml:lang="eng"><foreign xml:lang="grc">Θεοδώρῳ</foreign> E, Med.</note> πρεσβυτέρῳ Ἀντιοχείας</head><p rend="align(indent)"> Ἐνέτυχον τοῖς ἀποσταλεῖσι βιβλίοις παρὰ τῆς τιμιότητός σου. καὶ τῷ μὲν δευτέρῳ ὑπερήσθην, οὐ διὰ τὴν βραχύτητα μόνον, ὡς εἰκὸς ἦν τὸν ἀργῶς πρὸς πάντα καὶ ἀσθενῶς λοιπὸν διακείμενον, ἀλλʼ ὅτι πυκνόν τε ἅμα ἐστὶ ταῖς ἐννοίαις, καὶ εὐκρινῶς ἐν αὐτῷ ἔχουσιν αἵ τε ἀντιθέσεις τῶν ὑπεναντίων καὶ αἱ πρὸς αὐτὰς ἀπαντήσεις· καὶ τὸ τῆς λέξεως ἁπλοῦν τε καὶ ἀκατάσκευον πρέπον ἔδοξέ μοι εἶναι προθέσει Χριστιανοῦ, οὐ πρὸς ἐπίδειξιν μᾶλλον ἢ κοινὴν ὠφέλειαν συγγράφοντος.<note xml:lang="eng"><foreign xml:lang="grc">γράφοντος</foreign> editi antiqi.</note> τὸ δὲ πρότερον, τὴν μὲν δύναμιν ἔχον τὴν αὐτὴν ἐν τοῖς πράγμασι, λέξει δὲ πολυτελεστέρᾳ <pb n="v.2.p.308"/> καὶ σχήμασι ποικίλοις καὶ διαλογικαῖς χάρισι κεκομψευμένον, πολλοῦ μοι ἐφάνη καὶ χρόνου πρὸς τὸ ἐπελθεῖν<note xml:lang="eng"><foreign xml:lang="grc">ἐξελθεῖν</foreign> editi antiqi.</note> καὶ πόνου διανοίας πρὸς τὸ καὶ συλλέξαι τὰς ἐννοίας καὶ παρακατασχεῖν αὐτὰς τῇ μνήμῃ δεόμενον. αἱ γὰρ ἐν τῷ μεταξὺ παρεμβαλλόμεναι διαβολαὶ τῶν ὑπεναντίων καὶ συστάσεις τῶν ἡμετέρων, εἰ καὶ γλυκύτητάς τινας ἐπεισάγειν δοκοῦσι διαλεκτικὰς<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">γλυκύτητας ... διαλεκτικάς</foreign><foreign xml:lang="grc">γλυκυτάτας ... διαλέξεις</foreign> Med., Harl.</note> τῷ συγγράμματι, ἀλλʼ οὖν τῷ<note xml:lang="eng"><foreign xml:lang="grc">τό</foreign> E.</note> σχολὴν καὶ διατριβὴν ἐμποιεῖν διασπῶσι μὲν τὸ συνεχὲς τῆς ἐννοίας καὶ τοῦ ἐναγωνίου λόγου τὸν τόνον ὑποχαυνοῦσιν. </p><p rend="align(indent)"> Ἐκεῖνο γὰρ πάντως συνεῖδέ<note xml:lang="eng"><foreign xml:lang="grc">συνοῖδε</foreign> Harl., secunda manu.</note> σου ἡ ἀγχίνοια, ὅτι καὶ τῶν ἔξωθεν φιλοσόφων οἱ τοὺς διαλόγους συγγράψαντες, Ἀριστοτέλης μὲν καὶ Θεόφραστος, εὐθὺς αὐτῶν ἥψαντο τῶν πραγμάτων, διὰ τὸ συνειδέναι ἑαυτοῖς τῶν Πλατωνικῶν χαρίτων τὴν ἔνδειαν. Πλάτων δὲ τῇ ἐξουσίᾳ τοῦ λόγου ὁμοῦ μὲν τοῖς δόγμασι μάχεται, ὁμοῦ δὲ καὶ παρακωμῳδεῖ τὰ πρόσωπα, Θρασυμάχου μὲν τὸ θρασὺ καὶ ἰταμὸν διαβάλλων, Ἱππίου δὲ τὸ κοῦφον τῆς διανοίας καὶ χαῦνον, καὶ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">καὶ</foreign><foreign xml:lang="grc">τοῦ δέ</foreign> E.</note> Πρωταγόρου τὸ ἀλαζονικὸν καὶ ὑπέρογκον. ὅπου δὲ ἀόριστα πρόσωπα ἐπεισάγει τοῖς διαλόγοις, τῆς μὲν εὐκρινείας ἕνεκεν τῶν πραγμάτων κέχρηται τοῖς προσδιαλεγομένοις,<note xml:lang="eng"><foreign xml:lang="grc">προσδιαλεγομένοις</foreign> tres MSS.</note> οὐδὲν δὲ ἕτερον ἐκ τῶν προσώπων ἐπεισκυκλεῖ ταῖς ὑποθέσεσιν· ὅπερ ἐποίησεν ἐν τοῖς Νόμοις. </p><p rend="align(indent)"> Δεῖ οὖν καὶ ἡμᾶς τοὺς οὐ κατὰ φιλοτιμίαν <pb n="v.2.p.310"/> ἐρχομένους ἐπὶ τὸ γράφειν, ἀλλʼ ὑποθήκας καταλιμπάνειν ὠφελίμων λόγων τῇ ἀδελφότητι προελομένους, ἐὰν μέν τι πᾶσι προκεκηρυγμένον ἐπὶ αὐθαδείᾳ τρόπου πρόσωπον ὑποβαλλώμεθα,<note xml:lang="eng"><foreign xml:lang="grc">χρή</foreign> add. E.</note> τινὰ καὶ ἀπὸ<note xml:lang="eng"><foreign xml:lang="grc">τῆς τοῦ</foreign> add. E.</note> προσώπου ποιότητος παραπλέκειν τῷ λόγῳ, εἴπερ ὅλως ἐπιβάλλει ἡμῖν διαβάλλειν ἀνθρώπους, τῶν πραγμάτων ἀφεμένους.<note xml:lang="eng"><foreign xml:lang="grc">ἀφεμένοις</foreign> editi antiqi.</note> ἐὰν δὲ ἀόριστον ᾖ τὸ διαλεγόμενον, αἱ πρὸς τὰ πρόσωπα διαστάσεις<note xml:lang="eng"><foreign xml:lang="grc">διατάσεις</foreign> editi antiqi.</note> τὴν μὲν συνάφειαν διακόπτουσι, πρὸς οὐδὲν δὲ πέρας χρήσιμον ἀπαντῶσι.<note xml:lang="eng"><foreign xml:lang="grc">τοῦ λόγου</foreign> add. editi antiqi.</note> </p><p rend="align(indent)"> Ταῦτα εἶπον ἵνα δειχθῇ, ὅτι οὐκ εἰς κόλακος χεῖρας ἀπέστειλάς σου τοὺς πόνους, ἀλλὰ ἀδελφῷ τῷ γνησιωτάτῳ ἐκοινώνησας τῶν καμάτων. εἶπον δὲ οὐ πρὸς ἐπανόρθωσιν τῶν γεγραμμένων, ἀλλὰ πρὸς φυλακὴν τῶν μελλόντων. πάντως γὰρ ὁ τοσαύτῃ περὶ τὸ γράφειν ἕξει καὶ σπουδῇ κεχρημένος οὐκ ἀποκνήσει γράφων· ἐπειδὴ οὐδὲ οἱ τὰς ὑποθέσεις παρέχοντες ἀπολήγουσιν. ἡμῖν δὲ ἀρκέσει μὲν ἀναγινώσκειν τὰ ὑμέτερα· τοῦ δὲ δύνασθαι γράφειν τι τοσοῦτον ἀποδέομεν, ὅσον μικροῦ δέω λέγειν, καὶ τοῦ ὑγιαίνειν, ἢ καὶ τοῦ μετρίαν σχολὴν ἄγειν ἀπὸ τῶν πραγμάτων. </p><p rend="align(indent)"> Ἀπέστειλα δὲ νῦν διὰ τοῦ ἀναγνώστου τὸ μεῖζον καὶ πρότερον, ἐπελθὼν αὐτὸ ὡς ἐμοὶ δυνατόν. τὸ δὲ δεύτερον<note xml:lang="eng"><foreign xml:lang="grc">καὶ μικρότερον</foreign> add. Editi Paris.</note> παρακατέσχον, βουλόμενος αὐτὸ μεταγράψαι, καὶ μὴ εὐπορῶν τέως<note xml:lang="eng"><foreign xml:lang="grc">τέος</foreign> E.</note> τινὸς τῶν εἰς τάχος γραφόντων. μέχρι γὰρ τοσαύτης ἦλθε πενίας τὰ ἐπίφθονα Καππαδοκῶν. </p></div></div></body></text></TEI>