<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="126"><head rend="align(center)">Ἀταρβίῳ<note xml:lang="eng"><foreign xml:lang="grc">Νικοπόλεως</foreign> add. Clar. <foreign xml:lang="grc">Νεοκαισαρείας</foreign> add. E, Med.</note></head><p rend="align(indent)"> Παραγενόμενοι μέχρι τῆς Νικοπόλεως ἐπʼ ἐλπίδι τοῦ καὶ τὰς κινηθείσας ταραχὰς ἐπανορθώσασθαι καὶ τὴν ἐνδεχομένην ἐπαγαγεῖν παραμυθίαν τοῖς ἀτάκτως καὶ παρὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν γενομένοις,<note xml:lang="eng"><foreign xml:lang="grc">γεγενημένοις</foreign> E. Med.</note> σφόδρα ἠθυμήσαμεν μὴ καταλαβόντες σου τὴν χρηστότητα, ἀλλὰ μαθόντες ἐξεληλακέναι σε πρὸς πᾶσαν ἔπειξιν,<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπίδειξιν</foreign> E.</note> καὶ ταῦτα μεσούσης σχεδὸν τῆς συνόδου τῆς παρʼ ὑμῶν τελουμένης. διὸ ἀναγκαίως ἐπὶ τὸ γράμμα ἤλθομεν, δι’ οὗ ὑπομιμνήσκομεν ἀπαντῆσαι πρὸς <pb n="v.2.p.272"/> ἡμᾶς, ἵνα αὐτὸς διὰ σαυτοῦ παραμυθήσῃ ἡμῶν τὴν λύπην, ἣν μέχρι θανάτου λελυπήμεθα, ἀκούσαντες ἐπὶ μέσης τῆς ἐκκλησίας τετολμῆσθαι πράγματα οὔπω μέχρι τῆς ἡμέρας ταύτης εἰς ἀκοὴν ἡμετέραν ἐλθόντα. καὶ ταῦτα μὲν εἰ καὶ λυπηρὰ καὶ βαρέα, ἀλλʼ ἔτι φορητά, διὰ τὸ εἰς ἄνθρωπον γεγενῆσθαι, ὃς τὴν ὑπὲρ ὧν πέπονθεν ἐκδίκησιν τῷ Θεῷ ἐπιτρέψας, ὅλος ἐστὶ τῆς εἰρήνης καὶ τοῦ μηδὲν παρὰ τὴν αὐτοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">ἑαυτοῦ</foreign> E.</note> αἰτίαν βλαβερὸν γίνεσθαι<note xml:lang="eng"><foreign xml:lang="grc">γενέσθαι</foreign> E. editi antiqi.</note> τῷ λαῷ τοῦ Θεοῦ. </p><p rend="align(indent)"> Ἐπειδὴ δέ τινες τῶν τιμίων καὶ πάσης πίστεως ἀξίων ἀδελφῶν ἀπήγγειλαν ἡμῖν, ὡς περὶ τὴν πίστιν καινοτομουμένων τινῶν καὶ λαλουμένων παρὰ σοῦ ὑπεναντίως τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, ἐπὶ τούτοις<note xml:lang="eng"><foreign xml:lang="grc">τούτῳ</foreign> E.</note> πλέον συγκινηθέντες, καὶ πολὺν ἀγῶνα ἀγωνιάσαντες τοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">τοῦ</foreign> om. E</note> μὴ πού τι<note xml:lang="eng"><foreign xml:lang="grc">τε</foreign> editi antiqi.</note> πρὸς τοῖς μυρίοις τραύμασιν, οἷς πέπονθεν ἡ Ἐκκλησία παρὰ τῶν εἰς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου ἐξαμαρτόντων,<note xml:lang="eng"><foreign xml:lang="grc">ἐξαμαρτανόντων</foreign> Med. et Bigot.</note> ἔτι καὶ ἄλλο ἀναφυῇ κακόν, ἀνανεωθείσης τῆς παλαιᾶς τοῦ ἐχθροῦ τῆς Ἐκκλησίας Σαβελλίου αἱρέσεως (τούτοις γὰρ οἱ ἀδελφοὶ ἀπήγγειλαν<note xml:lang="eng"><foreign xml:lang="grc">ἀπήγγελον</foreign> editi antiqi.</note> ἡμῖν συγγενῆ εἶναι τὰ εἰρημένα), τούτου ἕνεκεν ἐπεστείλαμεν, ἵνα μὴ ὀκνήσῃς μικρὸν διάστημα κινηθεὶς καταλαβεῖν<note xml:lang="eng"><foreign xml:lang="grc">παραλαβεῖν</foreign> E.</note> ἡμᾶς, καὶ τὴν ἐπὶ τούτοις πληροφορίαν παρασχόμενος, ἡμῶν τε τὴν ὀδύνην καταπραῧναι, καὶ τὰς<note xml:lang="eng"><foreign xml:lang="grc">τοῦ</foreign> add. E.</note> τοῦ Θεοῦ ἐκκλησίας παραμυθήσασθαι, τὰς νῦν ἀφορήτως καὶ βαρέως ἐπί τε τοῖς πεπραγμένοις καὶ ἐπὶ τοῖς θρυλλουμένοις εἰρῆσθαι παρὰ σοῦ λυπουμένας. </p></div><pb n="v.2.p.274"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="127"><head rend="align(center)">Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων</head><p rend="align(indent)"> Ὁ φιλάνθ ωπος Θεὸς ὁ συμμέτρους ταῖς θλίψεσι τὰς παρακλήσεις συνάπτων καὶ παρακαλῶν τοὺς ταπεινούς, ἵνα μὴ λάθωσιν ὑπὸ τῆς περισσοτέρας λύπης καταποθέντες, ἴσην ταῖς ἐπιγενομέναις ἡμῖν κατὰ τὴν Νικόπολιν ταραχαῖς τὴν παραμυθίαν ἐπήγαγε, τὸν θεοφιλέστατον ἐπίσκοπον Ἰοβῖνον ἐν καιρῷ ἐπιστήσας· ὃς ὅπως εὐκαίρως ἡμῖν ἐπεφάνη, αὐτὸς διηγησάσθω. ἡμεῖς γὰρ φειδόμενοι τοῦ μήκους τῆς ἐπιστολῆς σιωπήσομεν, καὶ ἵνα μὴ δόξωμεν τοὺς ἐκ μεταβολῆς ἀγαπητοὺς ἡμῖν γενομένους<note xml:lang="eng"><foreign xml:lang="grc">γινομένους</foreign> E. Med.</note> οἱονεὶ τῇ ὑπομνήσει τοῦ σφάλματος στηλιτεύειν. </p><p rend="align(indent)"> Ἀλλὰ παράσχοι ὁ ἅγιος Θεὸς ἐπιστῆναί σε τοῖς ἡμετέροις τόποις, ὥστε περιπτύξασθαι μὲν τὴν σὴν σεμνοπρέπειαν, διηγήσασθαι δὲ τὰ καθʼ ἕκαστον. πέφυκε γάρ πως τὰ κατὰ τὴν πεῖραν λυπήσαντα ψυχαγωγίαν τινὰ<note xml:lang="eng"><foreign xml:lang="grc">τινά</foreign> om. E</note> ἔχειν ἐν διηγήμασι.<note xml:lang="eng"><foreign xml:lang="grc">πολλήν</foreign> add. editi antiqi.</note> πλὴν ἀλλʼ ὑπὲρ ὧν τελείως μὲν ὡς πρὸς τὴν εἰς ἡμᾶς ἀγάπην, προηγουμένως δὲ καὶ <pb n="v.2.p.276"/> στιβαρῶς ὡς πρὸς τὴν τῶν κανόνων ἀκρίβειαν ὁ θεοφιλέστατος ἐπίσκοπος ἐκινήθη, ἐπαίνεσον αὐτόν, καὶ εὐχαρίστησον τῷ Κυρίῳ, ὅτι τὰ σὰ θρέμματα πανταχοῦ τὸν χαρακτῆρα τῆς σῆς σεμνότητος δείκνυσιν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="128"><head rend="align(center)">Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάων</head><p rend="align(indent)"> Ἐγὼ τὴν περὶ τὸ εἰρηνεύεσθαι τὰς ἐκκλησίας τοῦ Κυρίου<note xml:lang="eng"><foreign xml:lang="grc">Θεοῦ</foreign> quattuor MSS.</note> σπουδὴν ἔργῳ μὲν ἐνδείξασθαι ἀξίως οὔπω δεδύνημαι, ἐν δὲ τῇ καρδίᾳ μου τοσαύτην ἔχειν ἐπιθυμίαν φημί, ὥστε ἡδέως ἂν καὶ τὴν ζωὴν τὴν ἐμαυτοῦ προέσθαι ὑπὲρ τοῦ τὴν ὑπὸ τοῦ πονηροῦ ἐξαφθεῖσαν φλόγα τοῦ μίσους κατασβεσθῆναι. καὶ εἰ μὴ τῆς ἐπιθυμίας ἕνεκεν τῆς κατὰ τὴν εἰρήνην ἠνεσχόμην ἐγγίσαι τοῖς κατὰ Κολώνειαν τόποις, μὴ εἰρηνευθείη μοι<note xml:lang="eng"><foreign xml:lang="grc">μοῦ</foreign> E.</note> ἡ ζωή. εἰρήνην μέντοι τὴν ἀληθινὴν τὴν ὑπʼ αὐτοῦ τοῦ Κυρίου καταλειφθεῖσαν ἡμῖν ἐπιζητῶ· καὶ ὃ παρεκάλεσά<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ὃ παρεκάλεσα</foreign><foreign xml:lang="grc">ὅπερ ἐκάλεσα</foreign> editi antiqi.</note> μοι εἰς πληροφορίαν ὑπάρξαι, οὐκ ἄλλο τι ἐπιθυμοῦντός ἐστιν ἢ τῆς ἀληθινῆς εἰρήνης, κἂν ἄλλως τινὲς διαστρέφοντες τὴν ἀλήθειαν ἐξηγῶνται. ἐκεῖνοι μὲν οὖν κεχρήσθωσαν <pb n="v.2.p.278"/> ταῖς γλώσσαις αὐτῶν ἐφʼ ἃ βούλονται· πάντως γὰρ αὐτοῖς ποτὲ τῶν ῥημάτων τούτων μεταμελήσει. </p><p rend="align(indent)"> Τὴν δὲ σὴν ὁσιότητα παρακαλῶ μεμνῆσθαι τῶν ἐξ ἀρχῆς προτάσεων, καὶ μὴ παράγεσθαι ἄλλας ἀποκρίσεις ἀντʼ ἄλλων ἐρωτημάτων δεχόμενον,<note xml:lang="eng"><foreign xml:lang="grc">δεχομένην</foreign> editi antiqi.</note> μηδὲ ποιεῖν ἐνεργὰ τὰ σοφίσματα τῶν ἄνευ τῆς περὶ τὸ λέγειν δυνάμεως ἀπʼ αὐτῆς μόνης τῆς γνώμης δεινότατα πάντων τὴν ἀλήθειαν κακουργούντων. προέτεινα γὰρ ἁπλᾶ καὶ σαφῆ καὶ εὐμνημόνευτα ῥήματα· εἰ τοὺς μὴ δεχομένους τὴν ἐν Νικαίᾳ πίστιν παραιτούμεθα εἰς κοινωνίαν, καὶ εἰ μετὰ τῶν κτίσμα λέγειν τὸ Πνεῦμα τὸ ἅγιον ἀποτολμώντων τὸ μέρος ἔχειν οὐκ ἀνεχόμεθα. ὁ δέ,<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ὁ δέ</foreign><foreign xml:lang="grc">οὐδέ</foreign> E.</note> ἀντὶ τοῦ πρὸς ἔπος ταῖς ἐρωτήσεσιν ἀποκρίνασθαι, ἐκεῖνα ἡμῖν ἐρραψῴδησεν ἅπερ ἀπέστειλας· καὶ τοῦτο οὐκ ἀφελείᾳ<note xml:lang="eng"><foreign xml:lang="grc">ἀφελείᾳ</foreign> E.</note> γνώμης, ὡς ἄν τῳ δόξαι,<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ἄν τῳ δόξαι</foreign><foreign xml:lang="grc">αὐτῷ δόξαι</foreign> E, editi antiqi.</note> οὐδὲ τῷ μὴ δύνασθαι συνορᾷν τὸ ἀκόλουθον. ἀλλʼ ἐκεῖνο λογίζεται, ὅτι ἀρνούμενος μὲν ἡμῶν τὴν πρότασιν, τοῖς λαοῖς ἑαυτὸν κατάδηλον ποιήσει, συντιθέμενος δὲ ἡμῖν, τῆς μεσότητος ἀποστήσεται, ἧς οὐδὲν αὐτῷ μέχρι τοῦ νῦν γέγονε προτιμότερον. μὴ τοίνυν ἡμᾶς κατασοφιζέσθω, μηδὲ μετὰ τῶν ἄλλων καὶ τὴν σὴν παρακρουέσθω φρόνησιν· ἀλλὰ σύντομον ἡμῖν λόγον ἀποστειλάτω πρὸς τὸ ἐρώτημα, ἢ ὁμολογῶν τὴν κοινωνίαν πρὸς τοὺς ἐχθροὺς τῆς πίστεως, ἢ ἀρνούμενος. ἐὰν ταῦτα συμπείσῃς αὐτὸν καὶ πέμψῃς μοι ὀρθὰς καὶ οἵας εὔχομαι τὰς ἀποκρίσεις, ἐγώ εἰμι <pb n="v.2.p.280"/> ὁ τὰ κατόπιν πάντα ἡμαρτηκώς· ἐγὼ δέχομαι πᾶσαν τὴν αἰτίαν ἐκείνην ἐπʼ ἐμαυτόν· τότε με ἀπαίτει ταπεινοφροσύνης ἐπίδειξιν. ἕως δʼ ἂν μηδὲν γένηται τούτων, σύγγνωθι, θεοφιλέστατε πάτερ, μὴ δυναμένῳ μετὰ ὑποκρίσεως θυσιαστηρίῳ Θεοῦ παρεστάναι.<note xml:lang="eng"><foreign xml:lang="grc">παριστάναι</foreign> editi antiqi.</note> εἰ γὰρ μὴ τοῦτο ἐφοβούμην, τίνος ἕνεκεν ἐμαυτὸν ἐχώριζον Εὐϊππίου, τοιούτου μὲν τὰ περὶ λόγους, τοσοῦτον δὲ χρόνῳ<note xml:lang="eng"><foreign xml:lang="grc">χρόνον</foreign> editi antiqi.</note> προήκοντος, τοσαῦτα δὲ τῆς πρὸς ἡμᾶς φιλίας δίκαια κεκτημένου; εἰ δὲ ἐκεῖνα καλῶς καὶ προσηκόντως ὑπὲρ τῆς ἀληθείας ἐπράξαμεν, γελοῖον δή που τοῖς τὰ αὐτὰ ἐκείνῳ λέγουσι διὰ τῆς τῶν εὐφυῶν τούτων καὶ χαριέντων μεσότητος συναπτόμενον φαίνεσθαι. </p><p rend="align(indent)"> Οὐ μὴν οὐδὲ παντελῶς μοι δοκεῖ τῶν μὴ δεχομένων τὴν πίστιν ἀλλοτριοῦν ἑαυτούς, ἀλλὰ ποιήσασθαί τινα τῶν ἀνδρῶν ἐπιμέλειαν κατὰ τοὺς παλαιοὺς θεσμοὺς τῆς ἀγάπης, καὶ ἐπιστεῖλαι αὐτοῖς ἀπὸ μιᾶς γνώμης, πᾶσαν παράκλησιν μετʼ εὐσπλαγχνίας προσάγοντας, καὶ τὴν τῶν πατέρων πίστιν προτεινομένους προκαλεῖσθαι αὐτοὺς εἰς συνάφειαν· κἂν μὲν πείσωμεν, κοινῶς αὐτοῖς ἑνωθῆναι· ἐὰν δὲ ἀποτύχωμεν, ἀρκεῖσθαι ἡμᾶς ἀλλήλοις, τὸν δὲ ἐπαμφοτερισμὸν τοῦτον ἐξορίσαι τοῦ ἤθους, ἀναλαβόντας τὴν εὐαγγελικὴν καὶ ἄδολον πολιτείαν, ᾗ συνέζων οἱ ἐξ <pb n="v.2.p.282"/> ἀρχῆς προσελθόντες τῷ λόγῳ. ἦν γάρ, φησί, τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία. ἐὰν μὲν οὖν πεισθῶσί σοι, ταῦτα ἄριστα. εἰ δὲ μή, γνωρίσατε τοὺς πολεμοποιούς, καὶ παύσασθε ἡμῖν τοῦ λοιποῦ περὶ διαλλαγῶν ἐπιστέλλοντες. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="129"><head rend="align(center)">Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας</head><p rend="align(indent)"> Ἤιδειν ὅτι ξενίσει τὴν ἀκοὴν τῆς τελειότητός σου τὸ νῦν ἐπιφυὲν ἔγκλημα τῷ πάντα εἰπεῖν εὐκόλῳ Ἀπολιναρίῳ. καὶ γὰρ οὐδὲ αὐτὸς τὸν πρὸ τούτου χρόνον ἤμην ἐπιστάμενος ἔχειν· ἀλλὰ νῦν οἱ Σεβαστηνοὶ διερευνησάμενοί ποθεν αὐτὰ εἰς τὸ μέσον ἤνεγκαν, καὶ περιφέρουσι σύνταγμα, ἐξ οὗ μάλιστα καὶ ἡμᾶς καταδικάζουσιν, ὡς τὰ αὐτὰ φρονοῦντας, ἔχον ῥήσεις <pb n="v.2.p.284"/> τοιαύτας· ὥστε πανταχῆ συνεζευγμένως, μᾶλλον δὲ ἡνωμένως τῇ ἑτερότητι νοεῖν ἀναγκαῖον τὴν πρώτην ταυτότητα, καὶ δευτέραν καὶ τρίτην λέγοντας τὴν αὐτήν. ὅπερ γάρ ἐστι πρώτως ὁ Πατήρ, τοῦτό ἐστι δευτέρως ὁ Υἱός, καὶ τρίτως τὸ Πνεῦμα. αὖθις δὲ ὅπερ ἐστὶ πρώτως τὸ Πνεῦμα τοῦτο δευτέρως τὸν Υἱόν, καθὸ δὴ καὶ ὁ Κύριός ἐστι τὸ Πνεῦμα· καὶ τρίτως τὸν Πατέρα καθὸ δὴ Πνεῦμα ὁ Θεός. καὶ ὡς βιαιότερον σημᾶναι<note xml:lang="eng"><foreign xml:lang="grc">σημαίνει</foreign> E.</note> τὸ ἄρρητον, τὸν Πατέρα πατρικῶς Υἱὸν εἶναι, τὸν δὲ Υἱὸν υἱικῶς Πατέρα. καὶ ὡσαύτως ἐπὶ τοῦ Πνεύματος, καθὸ δὴ εἷς Θεὸς ἡ Τριάς. </p><p rend="align(indent)"> Ταῦτά ἐστι τὰ θρυλλούμενα, ἃ οὐδέποτε δύναμαι πιστεῦσαι πλάσματα εἶναι τῶν περιφερόντων,<note xml:lang="eng"><foreign xml:lang="grc">προφερόντων</foreign> editi antiqi.</note> εἰ καὶ ὅτι ἐκ τῆς καθʼ ἡμῶν<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμᾶς</foreign> E, Regius primus.</note> συκοφαντίας οὐδὲν λογίζομαι αὐτοῖς ἀτόλμητον εἶναι. γράφοντες γάρ τισι τῶν καθʼ ἑαυτούς, καὶ προσθέντες<note xml:lang="eng"><foreign xml:lang="grc">προθέντες</foreign> Coisl. secundus, Reg. secundus.</note> τὴν καθʼ ἡμῶν διαβολήν, ἐπήγαγον ταῦτα, ῥήματα μὲν αἱρετικῶν ὀνομάσαντες,<note xml:lang="eng"><foreign xml:lang="grc">ὀνομάζοντες</foreign> editi antiqi.</note> τὸν δὲ πατέρα τῆς συγγραφῆς ἀποκρυψάμενοι, ἵνα τοῖς πολλοῖς ἡμεῖς νομισθῶμεν εἶναι οἱ λογογράφοι.<note xml:lang="eng"><foreign xml:lang="grc">ὀλιγογράφοι</foreign> E.</note> πλὴν ἀλλʼ οὐκ ἂν μέχρι τοῦ καὶ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">μέχρι τοῦ καὶ</foreign><foreign xml:lang="grc">τοῦ μέχρι</foreign> E.</note> ῥήματα συνθεῖναι προῆλθεν αὐτῶν ἡ ἐπίνοια, ὥς γε ἐμαυτὸν πείθω. ὅθεν, ὑπὲρ τοῦ καὶ τὴν καθʼ ἡμῶν κρατοῦσαν βλασφημίαν ἀπώσασθαι, καὶ δεῖξαι πᾶσιν, ὡς οὐδὲν ἡμῖν ἐστὶ<note xml:lang="eng"><foreign xml:lang="grc">ἐστὶ</foreign> om. E</note> κοινὸν πρὸς τοὺς ἐκεῖνο λέγοντας, ἠναγκάσθημεν μνησθῆναι <pb n="v.2.p.286"/> τοῦ ἀνδρός, ὡς προσεγγίζοντος τῇ ἀσεβείᾳ τοῦ Σαβελλίου. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. </p><p rend="align(indent)"> Ἀπὸ δὲ τοῦ στρατοπέδου ἧκέ τις ἀγγέλλων, ἐπὶ τῇ πρώτῃ κινήσει τοῦ κρατοῦντος, ἣν ἐκίνησαν αὐτὸν οἱ τὰς διαβολὰς ἡμῶν<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῖν</foreign> editi antiqi.</note> καταχέοντες, γεγενῆσθαί τινα καὶ δευτέραν γνώμην, ὥστε μὴ δοθῆναι ἡμᾶς ἐκδότους τοῖς κατηγόροις, μήτε παραδοθῆναι ἡμᾶς τῷ ἐκείνων θελήματι, ὅπερ ἦν ἐξ ἀρχῆς ὁρισθέν· ἀλλά τινα γενέσθαι τέως ἀναβολήν. ἐὰν οὖν ἢ ταῦτα μένῃ, ἢ τούτων τι δόξῃ φιλανθρωπότερον, σημανοῦμέν σου τῇ θεοσεβείᾳ. ἐὰν δὲ κρατῇ τὰ πρότερα, οὐδὲ τοῦτό σε λήσεται. </p><p rend="align(indent)"> Ὁ μέντοι ἀδελφὸς Σαγκτίσσιμος πάντως ἐστὶ παρʼ ὑμῖν πάλαι, καὶ ἃ ἐπιζητεῖ δῆλα γέγονε τῇ τελειότητί σου. εἰ οὖν φαίνεται ἀναγκαῖόν τι ἔχειν ἡ πρὸς τοὺς δυτικοὺς ἐπιστολή, καταξίωσον τυπώσας αὐτὴν διαπέμψασθαι<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">καταξίωσον . . . διαπέμψασθαι</foreign><foreign xml:lang="grc">καταξίαν . . . διαπέμψαι</foreign> editi antiqi.</note> ἡμῖν, ὥστε ποιῆσαι ὑπογραφῆναι παρὰ τῶν ὁμοψύχων καὶ ἑτοίμην ἔχειν τὴν ὑπογραφήν, ἐν χάρτῃ κεχωρισμένῳ ἐντετυπωμένην,<note xml:lang="eng"><foreign xml:lang="grc">ἐντετυπωμένην</foreign> om. E</note> ὃν δυνάμεθα συνάψαι τῷ παρὰ τοῦ ἀδελφοῦ ἡμῶν τοῦ συμπρεσβυτέρου <pb n="v.2.p.288"/> περικομιζομένῳ.<note xml:lang="eng"><foreign xml:lang="grc">κομιζομένου</foreign> E.</note> ἐγὼ μὲν γὰρ οὐδὲν εὑρὼν<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">οὐδὲν εὑρὼν</foreign><foreign xml:lang="grc">οὐδὲν εὗρον</foreign> Harl.; <foreign xml:lang="grc">οὐχ εὑρών</foreign> editi antiqi.</note> συνεκτικὸν ἐν τῷ ὑπομνηστικῷ, οὐκ ἔσχον ὑπὲρ οὗ ἐπιστείλω τοῖς ἐν τῇ δύσει. τὰ μὲν γὰρ ἀναγκαῖα προείληπται· τὰ δὲ περιττὰ γράφειν παντελῶς μάταιον. περὶ δὲ τῶν αὐτῶν ἐνοχλεῖν μὴ καὶ γελοῖον εἴη; </p><p rend="align(indent)"> Ἐκείνη δέ μοι ἔδοξεν ὥσπερ ἀγύμναστος εἶναι ἡ ὑπόθεσις καὶ χώραν παρέχειν γράμμασι,<note xml:lang="eng"><foreign xml:lang="grc">γράμματι</foreign> editi antiqi.</note> τὸ παρακαλέσαι αὐτοὺς μὴ ἀκρίτως δέχεσθαι τὰς κοινωνίας τῶν ἐκ τῆς ἀνατολῆς ἀφικνουμένων, ἀλλʼ ἅπαξ μίαν μερίδα ἐκλεξαμένους, τοὺς λοιποὺς ἐκ τῆς μαρτυρίας τῶν κοινωνικῶν προσλαμβάνεσθαι· καὶ μὴ παντὶ τῷ πίστιν γράφοντι ἐπὶ προφάσει δὴ τῆς ὀρθοδοξίας προστίθεσθαι. οὕτω γὰρ εὑρεθήσονται τοῖς μαχομένοις κοινωνοῦντες, οἳ τὰ μὲν ῥήματα πολλάκις τὰ αὐτὰ προβάλλονται, μάχονται δὲ ἀλλήλοις ὅσον οἱ πλεῖστον διεστηκότες. ἵνʼ οὖν μὴ ἐπὶ πλεῖον ἡ αἵρεσις ἐξάπτηται<note xml:lang="eng"><foreign xml:lang="grc">ἐξαπατῆται</foreign> editi antiqi.</note> τῶν πρὸς ἀλλήλους διαστασιαζόντων ἀντιπροβαλλομένων τὰ παρʼ αὐτῶν γράμματα, παρακληθῆναι αὐτοὺς ἔδει κεκριμένας ποιεῖσθαι καὶ τὰς τῶν ἐντυγχανόντων αὐτοῖς κοινωνίας καὶ τὰς ἐγγράφως γινομένας κατὰ τὸν τύπον τῆς Ἐκκλησίας. </p></div><pb n="v.2.p.290"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="130"><head rend="align(center)">Θεοδότῳ, ἐπισκόπῳ Νικοπόλεως</head><p rend="align(indent)"> Καλῶς καὶ προσηκόντως ἡμῶν καθήψω, τιμιώτατε ὡς ἀληθῶς καὶ ποθεινότατε ἀδελφέ, ὅτι ἐξ οὗ ἀνεχωρήσαμεν τότε τῆς σῆς εὐλαβείας τὰς περὶ τῆς πίστεως ἐκείνας προτάσεις τῷ Εὐσταθίῳ φέροντες, οὐδέν σοι οὔτε μικρὸν οὔτε μεῖζον τῶν κατʼ αὐτὸν ἐδηλώσαμεν. ἐγὼ δὲ οὐχ ὡς εὐκαταφρονήτων<note xml:lang="eng"><foreign xml:lang="grc">καταφρονήτων</foreign> editi antiqi.</note> τῶν παρʼ αὐτοῦ γενομένων εἰς ἡμᾶς ὑπερεῖδον, ἀλλʼ ὡς εἰς πάντας λοιπὸν τοὺς ἀνθρώπους διαβοηθείσης τῆς φήμης, καὶ οὐδενὸς τῆς παρʼ ἡμῶν διδασκαλίας εἰς τὸ τὴν προαίρεσιν τοῦ ἀνδρὸς διδαχθῆναι προσδεομένου. τοῦτο γὰρ καὶ αὐτὸς ἐπενόησεν, ὥσπερ φοβούμενος μὴ ὀλίγους σχῇ τῆς ἑαυτοῦ γνώμης μάρτυρας, εἰς πᾶσαν ἐσχατιὰν τὰς ἐπιστολὰς ἃς καθʼ ἡμῶν συνέγραψε διαπεμψάμενος. τῆς μὲν οὖν κοινωνίας ἡμῶν αὐτὸς ἀπέρρηξεν ἑαυτόν, μήτε κατὰ τὸν ὡρισμένον τόπον συνδραμεῖν ἡμῖν ἀνασχόμενος, μήτε τοὺς μαθητὰς ἑαυτοῦ παραγαγών, ὅπερ ὑπέσχετο· ἀλλὰ καὶ ἡμᾶς στηλιτεύων ἐν πανδήμοις συνόδοις, <pb n="v.2.p.292"/> μετὰ τοῦ Κίλικος Θεοφίλου, γυμνῇ καὶ ἀπαρακαλύπτῳ τῇ βλασφημίᾳ ὡς ἀλλότρια τῆς ἑαυτοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτοῦ</foreign> editi antiqi.</note> διδασκαλίας ταῖς ψυχαῖς τοῦ λαοῦ ἐνσπείραντας δόγματα. ἱκανὰ μὲν οὖν ἦν καὶ ταῦτα πᾶσαν ἡμῶν τὴν πρὸς αὐτὸν συνάφειαν διαλῦσαι. ἐπειδὴ δὲ καὶ εἰς Κιλικίαν ἐλθών, καὶ συντυχὼν Γελασίῳ τινί, πίστιν αὐτῷ ἐξέθετο, ἣν μόνου<note xml:lang="eng"><foreign xml:lang="grc">μόνον</foreign> editi antiqi.</note> ἦν Ἀρείου συγγράψαι καὶ εἴ τις αὐτοῦ γνήσιος μαθητής, τότε δὴ καὶ πλέον πρὸς τὸν χωρισμὸν ἐβεβαιώθημεν, λογισάμενοι, ὅτι οὔτε Αἰθίοψ ἀλλάξει ποτὲ τὸ δέρμα αὐτοῦ, οὔτε πάρδαλις τὰ ποικίλματα αὐτῆς, οὔτε ὁ ἐν διαστρόφοις δόγμασι συντραφεὶς ἀποτρίψασθαι δύναται τὸ κακὸν τῆς αἱρέσεως. </p><p rend="align(indent)"> Ἐπενεανιεύσατο δὲ τούτοις καὶ γράψας καθʼ ἡμῶν, μᾶλλον δὲ συγγράψας λόγους μακροὺς πάσης λοιδορίας καὶ συκοφαντίας γέμοντας· ὑπὲρ ὧν οὐδὲν ἀπεκρινάμεθα τέως, διὰ τὸ διδαχθῆναι παρὰ τοῦ ἀποστόλου, μὴ ἑαυτοὺς ἐκδικεῖν, ἀλλὰ διδόναι τόπον τῇ ὀργῇ· καὶ ἅμα ἐννοήσαντες τὸ βάθος τῆς ὑποκρίσεως, μεθʼ ἧς πάντα τὸν χρόνον ἡμῖν προσηνέχθη, ἀφασίᾳ τινὶ ὑπʼ ἐκπλήξεως κατεσχέθημεν. </p><p rend="align(indent)"> Εἰ δὲ καὶ μηδὲν ἦν ἐκείνων, τὸ ὑπόγυον τοῦτο, τὸ τολμηθὲν αὐτῷ, τίνι οὐκ ἂν φρίκην καὶ <pb n="v.2.p.294"/> ἀποστροφὴν παντελῆ τοῦ ἀνδρὸς ἐνεποίησεν; ὅς γε, ὡς ἀκούω (εἴ γε ἀληθὴς ὁ λόγος καὶ μὴ πλάσμα ἐστὶν ἐπὶ διαβολῇ συντεθέν), ὅτι καὶ ἀναχειροτονῆσαί τινας ἐτόλμησεν, ὃ μέχρι σήμερον οὐδεὶς τῶν αἱρετικῶν ποιήσας φαίνεται. πῶς οὖν δυνατὸν πράως φέρειν ἡμᾶς τὰ τοιαῦτα καὶ ἰάσιμα εἶναι νομίζειν τοῦ ἀνδρὸς τὰ ἁμαρτήματα ; μὴ τοίνυν ψευδέσι λόγοις παράγεσθε, μηδὲ ὑπονοίαις ἀνδρῶν πάντα εὐκόλως πρὸς τὸ κακὸν ἐκλαμβανόντων πείθεσθε, ὡς ἄρα ἡμεῖς ἀδιάφορα<note xml:lang="eng"><foreign xml:lang="grc">ἀδιάφορα</foreign> Coisl. secundus, Reg. secundus.</note> τιθέμεθα τὰ τοιαῦτα. γίνωσκε γάρ, ποθεινότατε ἡμῖν καὶ τιμιώτατε, ὅτι οὔπω οἶδα τοσοῦτον πένθος ἄλλοτε τῇ ψυχῇ μου παραδεξάμενος, ὅσον νῦν, ὅτε ἤκουσα τῶν ἐκκλησιαστικῶν θεσμῶν τὴν σύγχυσιν. ἀλλὰ μόνον εὔχου, ἵνα δῴη ἡμῖν ὁ Κύριος μηδὲν κατὰ θυμὸν ἐνεργεῖν, ἀλλʼ ἔχειν τὴν ἀγάπην, ἥτις οὐκ ἀσχημονεῖ, οὐ φυσιοῦται. ὅρα γὰρ ὅπως<note xml:lang="eng"><foreign xml:lang="grc">πῶς</foreign> editi antiqi.</note> οἱ μὴ ἔχοντες ταύτην ἐπήρθησαν μὲν ὑπὲρ τὰ μέτρα τὰ ἀνθρώπινα, ἐνασχημονοῦσι δὲ τῷ βίῳ, κατατολμῶντες πράξεων, ὧν ὁ παρελθὼν χρόνος οὐκ ἔχει τὰ ὑποδείγματα. </p></div></div></body></text></TEI>