<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="121"><head rend="align(center)">Θεοδότῳ, ἐπισκόπῳ Νικοπόλεως<note xml:lang="eng"><foreign xml:lang="grc">Ἀρμενίας</foreign> add. Harl. <foreign xml:lang="grc">Ἀρμενίας μικρᾶς</foreign> add. editi antiqi, nonnulli MSS.</note></head><p rend="align(indent)"> Πολὺς ὁ χειμὼν καὶ ἐπὶ τὸ μακρότατον παραταθείς, ὡς μηδὲ τὰς διὰ γραμμάτων παραμυθίας ῥᾳδίως ἡμῖν ὑπάρχειν. ὅθεν ὀλιγάκις οἶδα καὶ ἐπιστείλας τῇ εὐλαβείᾳ σου καὶ δεξάμενος γράμματα. ἀλλʼ ἐπειδὴ ὁ ποθεινότατος ἀδελφὸς ἡμῶν <pb n="v.2.p.250"/> Σαγκτίσσιμος<note xml:lang="eng"><foreign xml:lang="grc">Σαγκτήσιμος</foreign> E. editi antiqi.</note> ὁ συμπρεσβύτερος τὴν μέχρις ὑμῶν ὁδοιπορίαν ὑπέστη, δι’ αὐτοῦ καὶ προσφθέγγομαί<note xml:lang="eng"><foreign xml:lang="grc">προσφθεγγόμεθα</foreign> E. Med.</note> σου τὴν κοσμιότητα,<note xml:lang="eng"><foreign xml:lang="grc">τιμιότητα</foreign> E.</note> καὶ παρακαλῶ προσεύχεσθαι ὑπὲρ ἐμοῦ καὶ χρῆσαι τὴν ἀκοὴν τῷ προειρημένῳ,<note xml:lang="eng"><foreign xml:lang="grc">εἰρημένῳ</foreign> E.</note> ὥστε παρʼ αὐτοῦ διδαχθῆναι τὰ τῶν ἐκκλησιῶν ἐν οἵοις<note xml:lang="eng"><foreign xml:lang="grc">οἷς</foreign> E.</note> ἐστὶ καὶ τὴν δυνατὴν σπουδὴν εἰσενέγκασθαι εἰς τὰ προκείμενα. </p><p rend="align(indent)"> Γίνωσκε δὲ ὅτι Φαῦστος γράμματα ἔχων ἧκε πρὸς ἡμᾶς παρὰ<note xml:lang="eng"><foreign xml:lang="grc">τοῦ</foreign> add. E.</note> πάπα, ἀξιοῦντα αὐτὸν γενέσθαι ἐπίσκοπον. ἐπειδὴ δὲ ᾐτήσαμεν ἡμεῖς,<note xml:lang="eng"><foreign xml:lang="grc">ᾐτησάμην</foreign><foreign xml:lang="grc">ἡμεῖς</foreign> om. E Med.</note> μαρτυρίαν τῆς σῆς εὐλαβείας καὶ τῶν λοιπῶν ἐπισκόπων, καταφρονήσας ἡμῶν πρὸς Ἄνθιμον ᾤχετο, καὶ παρʼ αὐτοῦ λαβὼν τὴν χειροτονίαν χωρὶς ἡμετέρας ὑπομνήσεως ἐπανῆκε. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="122"><head rend="align(center)">Ποιμενίῳ, ἐπισκόπῳ Σατάλων</head><p rend="align(indent)"> Πάντως ἐπεζήτησας<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπιζητήσας</foreign> editi antiqi.</note> γράμματα παρὰ τῶν Ἀρμενίων, ὅτε ἐπανῆκαν διὰ σοῦ, καὶ τὴν αἰτίαν ἔμαθες, δι’ ἣν οὐκ ἔδωκα αὐτοῖς τὴν ἐπιστολήν. εἰ μὲν οὖν εἶπον φιλαλήθως, ἔδωκας ἡμῖν αὐτόθεν <pb n="v.2.p.252"/> τὴν συγγνώμην· εἰ δὲ ἀπεκρύψαντο ἐκεῖνοι, ὅπερ οὐκ<note xml:lang="eng"><foreign xml:lang="grc">οὖν</foreign> E.</note> εἰκάζω—ἀλλὰ παρʼ ἡμῶν ἄκουε. </p><p rend="align(indent)"> Ὁ τὰ πάντα γενναῖος Ἄνθιμος, ὁ διὰ μακροῦ χρόνου τὴν πρὸς ἡμᾶς εἰρήνην σπεισάμενος, ἐπειδὴ εὗρε καιρὸν ἑαυτοῦ τε<note xml:lang="eng"><foreign xml:lang="grc">τήν</foreign> add. E.</note> κενοδοξίαν ἐκπληρῶσαι καὶ ἡμῖν λύπην τινὰ προξενῆσαι, ἐχειροτόνησε τὸν Φαῦστον ἰδίᾳ αὐθεντίᾳ καὶ ἰδίᾳ χειρί, οὐδενὸς ὑμῶν ἀναμείνας ψῆφον καὶ ἡμῶν καταγελάσας ἀκριβολογουμένων περὶ τὰ τοιαῦτα. ἐπεὶ οὖν συνέχεε μὲν παλαιὰν εὐταξίαν, κατεφρόνησε δὲ καὶ ὑμῶν, παρʼ ὧν ἀνέμενον ἐγὼ τὴν μαρτυρίαν δέξασθαι, ἐποίησε δὲ πρᾶγμα οὐκ οἶδα εἰ εὐάρεστον τῷ Θεῷ, τούτου ἕνεκεν<note xml:lang="eng"><foreign xml:lang="grc">ἕνεκα</foreign> E.</note> λυπηθεὶς πρὸς αὐτούς, οὐδεμίαν ἔδωκα ἐπιστολὴν πρὸς οὐδένα τῶν Ἀρμενίων, οὐδὲ πρὸς τὴν σὴν εὐλάβειαν. ἀλλʼ οὐδὲ εἰς κοινωνίαν ἐδεξάμην τὸν Φαῦστον, φανερῶς διαμαρτυρόμενος, ὅτι εἰ μὴ ὑμέτερά μοι κομίσειε γράμματα, πάντα τὸν χρόνον ἔσομαι καὶ αὐτὸς ἠλλοτριωμένος καὶ τοὺς ὁμοψύχους μοι<note xml:lang="eng"><foreign xml:lang="grc">μου</foreign> E.</note> οὕτω διαθήσω πρὸς αὐτὸν ἔχειν. </p><p rend="align(indent)"> Εἰ μὲν οὖν ἰάσιμα τὰ γενόμενα, σπούδασον αὐτός τε ἐπιστεῖλαι μαρτυρῶν αὐτῷ, εἰ ὁρᾷς ἀγαθὴν τοῦ ἀνδρὸς τὴν ζωήν, καὶ τοὺς ἄλλους προτρέψασθαι· εἰ δὲ ἀνίατα, καὶ τοῦτό μοι φανερὸν ποίησον, ὥστε μηκέτι με αὐτοῖς καθόλου προσέχειν, εἰ καὶ ὅτι, ὡς ἔδειξαν, ὥρμηνται λοιπὸν πρὸς τὸν Ἄνθιμον ἑαυτῶν<note xml:lang="eng"><foreign xml:lang="grc">ἑαυτόν</foreign> E.</note> μεταθεῖναι τὴν κοινωνίαν, ἡμῶν καὶ τῆς ἐκκλησίας ταύτης, ὡς ἑώλων εἰς φιλίαν, καταφρονήσαντες. </p></div><pb n="v.2.p.254"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="123"><head rend="align(center)">Οὐρβικίῳ μονάζοντι</head><p rend="align(indent)"> Ἔμελλες ἡμῖν παρέσεσθαι(καὶ τὸ ἀγαθὸν ἐγγὺς) ἄκρῳ γοῦν δακτύλῳ καταψύξαι<note xml:lang="eng"><foreign xml:lang="grc">καταψύξων</foreign> editi antiqi.</note> ἡμᾶς ἐν τοῖς πειρασμοῖς φλεγομένους. εἶτα τί; αἱ ἁμαρτίαι ἡμῶν ἀντέβησαν καὶ διεκώλυσαν τὴν ὁρμήν, ἵνʼ ἀθεράπευτα κάμνωμεν. ὥσπερ γὰρ ἐν τοῖς κύμασι τὸ μὲν λήγει, τὸ δὲ ἀνίσταται, τὸ δὲ ἤδη φρίκῃ μελαίνεται, οὕτω καὶ τῶν ἡμετέρων κακῶν τὰ μὲν πέπαυται, τὰ δὲ πάρεστι, τὰ δὲ προσδοκᾶται· καὶ μία τῶν κακῶν ἡμῖν, ὡς ἐπὶ τὸ πλεῖστον, ἀπαλλαγή, εἶξαι τῷ καιρῷ καὶ ὑπεξελθεῖν τοῖς διώκουσιν. </p><p rend="align(indent)"> Ἀλλὰ καὶ πάρεσο ἡμῖν,<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">πάρεσο ἡμῖν</foreign><foreign xml:lang="grc">ἡμῖν ἧκε μόλις</foreign> editi antiqi.</note> ἢ παραμυθούμενος, ἢ καὶ γνώμην δώσων, ἢ καὶ προπέμψων,<note xml:lang="eng"><foreign xml:lang="grc">προσπέμψων</foreign> editi antiqi.</note> πάντως δὲ αὐτῷ τῷ ὀφθῆναι ῥᾴους ποιῄσων. καὶ τὸ μέγιστον, εὔχου, καὶ ὑπερεύχου, μὴ καὶ τοὺς λογισμοὺς ἡμῶν βαπτισθῆναι ὑπὸ τοῦ κακοῦ καὶ τοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">καὶ τοῦ</foreign> om. quinque MSS.</note> κλύδωνος, ἀλλʼ ἐν πᾶσι διαφυλάσσειν τῷ Θεῷ τὸ εὐχάριστον, ἵνα μὴ ἐν τοῖς κακοῖς δούλοις ἀριθμηθῶμεν, ἀγαθύνοντι μὲν ἐξομολογούμενοι, παιδεύοντι δὲ διὰ τῶν ἐναντίων μὴ <pb n="v.2.p.256"/> προστιθέμενοι· ἀλλὰ καὶ δι’ αὐτῶν τῶν δυσχερῶν ὠφελώμεθα, μᾶλλον αὐτῷ πιστεύοντες, ὅτε καὶ μᾶλλον χρῄζομεν. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="124"><head rend="align(center)">Θεοδώρῳ<note xml:lang="eng"><foreign xml:lang="grc">ἀσπαστική</foreign> add. Reg. secundus, Coisl. secundus, editi antiqi.</note></head><p rend="align(indent)"> Λέγουσί τινες τοὺς ἑαλωκότας τῷ πάθει τοῦ ἔρωτος, ὅταν κατά τινα βιαιοτέραν ἀνάγκην τῶν ποθουμένων ἀπάγωνται, εἰ πρὸς τὴν εἰκόνα τῆς ἀγαπηθείσης μορφῆς ἀποβλέψειαν, τὸ σφοδρὸν ἀναπαύειν τοῦ πάθους διὰ τῆς ἐν ὀφθαλμοῖς ἀπολαύσεως. εἰ μὲν οὖν ἀληθῆ ταῦτα ἢ<note xml:lang="eng"><foreign xml:lang="grc">ᾖ</foreign> editi antiqi.</note> μὴ λέγειν οὐκ ἔχω· ὃ δέ μοι πρὸς τὴν σὴν συμβέβηκεν ἀγαθότητα οὐ πόρρω τῶν εἰρημένων ἐστίν. ἐπειδὴ γὰρ γέγονέ τις διάθεσις ἐμοὶ πρὸς τὴν ἱερὰν καὶ ἄδολόν σου ψυχήν, ἵνʼ οὕτως εἴπω, ἐρωτική, τὸ δὲ ἀπολαύειν τῶν ποθουμένων, ὡς οὐδὲ ἄλλο τι τῶν ἀγαθῶν, οὐκ ἐν εὐκολίᾳ ἡμῖν ἐστὶ διὰ τὴν ἐκ τῶν ἁμαρτιῶν ἐναντίωσιν, ἐνόμισα εἰκόνα τῆς ἀγαθότητός σου ἐναργεστάτην ἐν τῇ τῶν εὐλαβεστάτων ἡμῶν ἀδελφῶν παρουσίᾳ ἑωρακέναι. καὶ εἰ δίχα τούτων συνέβη τῇ σῇ με περιτυχεῖν γνησιότητι, ἐλογισάμην ἂν ἐν σοὶ κἀκείνους ἑωρακέναι· διότι τῆς ἀγάπης, λέγω, τοσοῦτον ἐν ἑκάστῳ ὑμῶν τὸ μέτρον ἐστίν, ὡς ἐπίσης τὴν περὶ τοῦ πλείονος ἑκάστῳ φιλονεικίαν ἐμφαίνεσθαι. ἐπὶ τούτοις ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ, καὶ εὔχομαι, εἴπερ ἔτι ὑπολείπεταί τις <pb n="v.2.p.258"/> χρόνος ζωῆς, γενέσθαι μοι διὰ σοῦ τὴν ζωὴν ἡδεῖαν, ὡς τό γε νῦν ἄθλιον πρᾶγμα τὸ ζῇν καὶ φευκτὸν εἶναι ἡγοῦμαι, τῆς τῶν φιλτάτων συνουσίας κεχωρισμένον.<note xml:lang="eng"><foreign xml:lang="grc">κεχωρισμένος</foreign> editio secunda Paris.</note> οὐ γάρ ἐστι, κατὰ τὴν ἐμὴν κρίσιν, ἐφʼ ᾧ τις ἂν εὐθυμήσειε, τῶν ἀληθῶς ἀγαπώντων διεζευγμένος. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="125"><head rend="align(center)">Ἀντίγραφον Πίστεως ὑπαγορευθείσης παρὰ τοῦ</head><p rend="align(indent)"> ἁγιωτάτου<note xml:lang="eng"><foreign xml:lang="grc">μεγάλου</foreign> editi antiqi.</note> Βασιλείου, ᾗ ὑπέγραψεν Εὐστάθιος ὁ Σεβαστείας ἐπίσκοπος. Τοὺς προληφθέντας ἑτέρᾳ πίστεως ὁμολογίᾳ καὶ μετατίθεσθαι πρὸς τὴν τῶν ὀρθῶν συνάφειαν <pb n="v.2.p.260"/> βουλομένους, ἢ καὶ νῦν πρῶτον ἐν τῇ κατηχήσει τοῦ λόγου τῆς ἀληθείας ἐπιθυμοῦντας γενέσθαι, χρὴ τὴν ὑπὸ τῶν μακαρίων πατέρων ἐν τῇ κατὰ Νίκαιάν ποτε συγκροτηθείσῃ συνόδῳ γραφεῖσαν πίστιν. τὸ δὲ αὐτὸ τοῦτο χρήσιμον ἂν εἴη καὶ πρὸς τοὺς ὑπονοουμένους ἐναντίως ἔχειν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ καὶ συσκιάζοντας ἑαυτῶν ἀποφυγαῖς εὐπροσώποις τὸ τῆς κακοδοξίας φρόνημα. καὶ γὰρ καὶ τούτοις αὐτάρκης ἡ ἐγκειμένη πίστις. ἢ γὰρ διορθώσαιντο ἑαυτῶν τὴν ἐν τῷ κρυπτῷ νόσον, ἢ συγκαλύπτοντες αὐτὴν<note xml:lang="eng"><foreign xml:lang="grc">ἑαυτήν</foreign> E.</note> ἐν τῷ βάθει, αὐτοὶ μὲν τὸ κρῖμα τῆς ἀπάτης βαστάσουσιν, ἡμῖν δὲ τὴν ἀπολογίαν κούφην ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως παρασκευάσουσιν, ὅτε ἀποκαλύψει ὁ Κύριος τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. λαμβάνειν τοίνυν αὐτοὺς ὁμολογοῦντας προσήκει, ὅτι πιστεύουσι κατὰ τὰ ῥήματα τὰ ὑπὸ τῶν Πατέρων ἡμῶν ἐκτεθέντα ἐν τῇ Νικαίᾳ καὶ κατὰ τὴν ὑγιῶς ὑπὸ τῶν ῥημάτων τούτων ἐμφαινομένην διάνοιαν. </p><p rend="align(indent)"> Εἰσὶ γάρ τινες οἱ καὶ ἐν ταύτῃ τῇ πίστει <pb n="v.2.p.262"/> δολοῦντες τὸν λόγον τῆς ἀληθείας καὶ πρὸς τὸ ἑαυτῶν βούλημα τὸν νοῦν τῶν ἐν αὐτῇ ῥημάτων ἕλκοντες. ὅπου γε καὶ Μάρκελλος ἐτόλμησεν, ἀσεβῶν εἰς τὴν ὑπόστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ψιλὸν αὐτὸν ἐξηγούμενος λόγον, ἐκεῖθεν προφασίσασθαι<note xml:lang="eng"><foreign xml:lang="grc">προφασίζεσθαι</foreign> Coisl. secundus, Reg. secundus.</note> τὰς ἀρχὰς εἰληφέναι, τοῦ ὁμοουσίου τὴν διάνοιαν κακῶς ἐξηγούμενος.<note xml:lang="eng"><foreign xml:lang="grc">ἐξηγούμενος</foreign> om. E</note> καί τινες τῶν ἀπὸ τῆς δυσσεβείας τοῦ Λίβυος Σαβελλίου, ὑπόστασιν καὶ οὐσίαν ταὐτὸν εἶναι ὑπολαμβάνοντες, ἐκεῖθεν ἕλκουσι τὰς ἀφορμὰς πρὸς τὴν κατασκευὴν τῆς ἑαυτῶν βλασφημίας, ἐκ τοῦ ἐγγεγράφθαι τῇ πίστει, ὅτι Ἐὰν δέ τις λέγῃ<note xml:lang="eng"><foreign xml:lang="grc">λέγει</foreign> Harl.; <foreign xml:lang="grc">λέξῃ</foreign> editi antiqi.</note> ἐξ ἑτέρας οὐσίας ἢ ὑποστάσεως τὸν Υἱόν, ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. οὐ γὰρ ταὐτὸν εἶπον ἐκεῖ<note xml:lang="eng"><foreign xml:lang="grc">ἐκεῖνοι</foreign> editi antiqi.</note> οὐσίαν καὶ ὑπόστασιν. εἰ γὰρ μίαν καὶ τὴν αὐτὴν ἐδήλουν ἔννοιαν αἱ φωναί, τίς χρεία ἦν ἑκατέρων; ἀλλὰ δῆλον ὅτι, ὡς τῶν μὲν ἀρνουμένων τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρός, τῶν δὲ λεγόντων οὔτε ἐκ τῆς οὐσίας ἀλλʼ ἐξ ἄλλης τινὸς ὑποστάσεως, οὕτως ἀμφότερα, ὡς ἀλλότρια τοῦ ἐκκλησιαστικοῦ φρονήματος, ἀπηγόρευσαν. ἐπεὶ ὅπου γε τὸ ἑαυτῶν ἐδήλουν <pb n="v.2.p.264"/> φρόνημα, εἶπον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱόν, οὐκέτι προσθέντες καὶ τὸ ἐκ τῆς ὑποστάσεως. ὥστε ἐκεῖνο μὲν ἐπʼ ἀθετήσει κεῖται τοῦ πονηροῦ φρονήματος, τοῦτο δὲ φανέρωσιν ἔχει τοῦ σωτηρίου δόγματος. δεῖ τοίνυν ὁμολογεῖν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρί, καθὼς γέγραπται, ὁμολογεῖν δὲ ἐν ἰδίᾳ μὲν ὑποστάσει τὸν Πατέρα, ἐν ἰδίᾳ δὲ τὸν Υἱόν, καὶ ἐν ἰδίᾳ τὸ Πνεῦμα τὸ ἅγιον, καθὰ καὶ αὐτοὶ σαφῶς<note xml:lang="eng"><foreign xml:lang="grc">εὐσεβῶς</foreign> Harl., Regius.</note> ἐκδεδώκασιν. αὐτάρκως γὰρ καὶ σαφῶς<note xml:lang="eng"><foreign xml:lang="grc">σοφῶς</foreign> Harl. secunda manu, editi antiqi.</note> ἐνεδείξαντο εἰπόντες, φῶς ἐκ φωτός, ὅτι ἕτερον μὲν τὸ γεννῆσαν φῶς, ἕτερον δὲ τὸ γεννηθέν, φῶς μέντοι καὶ φῶς· ὥστε ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν τῆς οὐσίας λόγον. ἐγκείσθω δὴ ἡμῖν καὶ αὐτὴ ἡ πίστις ἡ κατὰ Νίκαιαν συγγραφεῖσα. </p><p rend="align(indent)"> Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα<note xml:lang="eng"><foreign xml:lang="grc">Πατέρα</foreign> om. E</note> παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. καὶ εἰς ἕνα Κύριον<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῶν</foreign> add. editi antiqi.</note> Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">τοῦ</foreign> om. E</note> Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς Μονογενῆ, τουτέστιν, ἐκ τῆς οὐσίας τοῦ Πατρός· Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα· ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">καὶ τὰ</foreign><foreign xml:lang="grc">τά τε</foreign> E.</note> ἐν τῇ γῇ· τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα,<note xml:lang="eng"><foreign xml:lang="grc">ἐκ τῶν οὐρανῶν</foreign> add. Editiones Paris. Et secunda Basil.</note> καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς<note xml:lang="eng"><foreign xml:lang="grc">τούς</foreign> om. E</note> οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. καὶ εἰς τὸ ἅγιον Πνεῦμα. τοὺς δὲ λέγοντας· Ἦν <pb n="v.2.p.266"/> ποτέ, ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τοὺς τοιούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. </p><p rend="align(indent)"> Ἐπεὶ οὖν ἐνταῦθα τὰ μὲν ἄλλα ἀρκούντως καὶ ἀκριβῶς διώρισται, τὰ μὲν ἐπὶ διορθώσει τῶν βλαβέντων, τὰ δὲ εἰς προφυλακὴν τῶν προσδοκωμένων ὑποφυήσεσθαι· ὁ δὲ περὶ τοῦ Πνεύματος λόγος ἐν παραδρομῇ κεῖται οὐδεμιᾶς ἐξεργασίας ἀξιωθεὶς διὰ τὸ μηδέπω τότε τοῦτο κεκινῆσθαι τὸ ζήτημα, ἀλλʼ ἀνεπιβούλευτον ἐνυπάρχειν<note xml:lang="eng"><foreign xml:lang="grc">ὑπάρχειν</foreign> E.</note> ταῖς τῶν πιστευόντων ψυχαῖς τὴν περὶ αὐτοῦ διάνοιαν· κατὰ μικρὸν δὲ προϊόντα τὰ πονηρὰ τῆς ἀσεβείας σπέρματα, ἃ πρότερον μὲν ὑπὸ Ἀρείου τοῦ προστάτου τῆς αἱρέσεως κατεβλήθη, ὕστερον δὲ ὑπὸ τῶν τὰ ἐκείνου κακῶς διαδεξαμένων, ἐπὶ λύμῃ τῶν ἐκκλησιῶν ἐξετράφη, καὶ ἡ ἀκολουθία τῆς ἀσεβείας εἰς τὴν κατὰ τοῦ Πνεύματος βλασφημίαν ἀπέσκηψεν·<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπέσκηψεν</foreign> E. Regius.</note> ἀναγκαῖον πρὸς τοὺς μὴ φειδομένους ἑαυτῶν, μηδὲ προορωμένους τὴν ἄφυκτον ἀπειλήν, ἣν τοῖς βλασφημοῦσιν εἰς τὸ Πνεῦμα τὸ ἅγιον ὁ Κύριος ἡμῶν ἐπανετείνατο,<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπανετείνετο</foreign> E.</note> ἐκεῖνο προτείνειν, ὅτι χρὴ αὐτοὺς ἀναθεματίζειν τοὺς λέγοντας κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τοὺς νοοῦντας οὕτω, καὶ τοὺς μὴ ὁμολογοῦντας αὐτὸ φύσει ἅγιον εἶναι, ὡς ἔστι φύσει ἅγιος ὁ Πατήρ, καὶ φύσει ἅγιος ὁ Υἱός, ἀλλʼ ἀποξενοῦντας<note xml:lang="eng"><foreign xml:lang="grc">ξενοῦντας</foreign> E.</note> αὐτὸ τῆς θείας καὶ μακαρίας φύσεως. ἀπόδειξις δὲ τοῦ ὀρθοῦ φρονήματος τὸ <pb n="v.2.p.268"/> μὴ χωρίζειν αὐτὸ Πατρὸς καὶ Υἱοῦ (δεῖ γὰρ ἡμᾶς βαπτίζεσθαι μέν, ὡς παρελάβομεν· πιστεύειν δέ, ὡς βαπτιζόμεθα· δοξάζειν δέ, ὡς πεπιστεύκαμεν, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα), ἀφίστασθαι δὲ τῆς κοινωνίας τῶν κτίσμα λεγόντων, ὡς φανερῶς βλασφημούντων· ἐκείνου διωμολογημένου (ἀναγκαία γὰρ ἡ ἐπισημείωσις διὰ τοὺς συκοφάντας), ὅτι οὔτε ἀγέννητον λέγομεν τὸ Πνεῦμα τὸ ἅγιον· ἕνα γὰρ οἴδαμεν ἀγέννητον καὶ μίαν τῶν ὄντων ἀρχήν, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὔτε γεννητόν· ἕνα γὰρ μονογενῆ ἐν τῇ παραδόσει τῆς πίστεως δεδιδάγμεθα· τὸ δὲ Πνεῦμα τῆς ἀληθείας ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι διδαχθέντες, ἐκ τοῦ Θεοῦ εἶναι ὁμολογοῦμεν ἀκτΐστως. ἀναθεματίζειν δὲ καὶ τοὺς λειτουργικὸν λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον, ὡς διὰ τῆς φωνῆς ταύτης εἰς τὴν τοῦ κτίσματος κατάγοντας τάξιν. τὰ γὰρ λειτουργικὰ πνεύματα κτίσματα ἡμῖν ἡ Γραφὴ παρέδωκεν, εἰποῦσα, ὅτι Πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα. διὰ δὲ τοὺς πάντα φύροντας καὶ μὴ φυλάσσοντας τὴν ἐν τοῖς εὐαγγελίοις διδασκαλίαν, ἀναγκαῖόν ἐστι καὶ τοῦτο προσδιαστείλασθαι<note xml:lang="eng"><foreign xml:lang="grc">προδιαστείλασθαι</foreign> E.</note> ὅτι φεύγειν δεῖ καὶ τοὺς τὴν ἀκολουθίαν ἣν παρέδωκεν ἡμῖν ὁ Κύριος ἐναμείβοντας, ὡς φανερῶς μαχομένους τῇ εὐσεβείᾳ,<note xml:lang="eng"><foreign xml:lang="grc">ἀληθείᾳ</foreign> editi antiqi.</note> καὶ Υἱὸν μὲν προτάσσοντας<note xml:lang="eng"><foreign xml:lang="grc">προστάσσοντας</foreign> E.</note> τοῦ Πατρός, Υἱοῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον προτιθέντας. ἀκίνητον γὰρ καὶ ἀπαρεγχείρητον φυλάσσειν <pb n="v.2.p.270"/> προσήκει τὴν ἀκολουθίαν, ἣν ἐξ αὐτῆς τοῦ Κυρίου τῆς φωνῆς παρελάβομεν, εἰπόντος· Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.</p><p rend="align(center)">Ὑπογραφὴ Εὐσταθίου ἐπισκόπου.<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">Ὑπογραφὴ Εὐσταθίου ἐπισκόπου</foreign><foreign xml:lang="grc">καὶ ὑπέγραψεν  ὁ Σεβαστείας ἐπίσκοπος</foreign> Harl. Regius.</note></p><p rend="align(indent)"> Εὐστάθιος ἐπίσκοπος σοὶ Βασιλείῳ ἀναγνοὺς ἐγνώρισα, καὶ συνῄνεσα τοῖς προγεγραμμένοις. ὑπέγραψα δὲ συμπαρόντων μοι τῶν ἀδελφῶν, τοῦ ἡμετέρου Φρόντωνος, καὶ τοῦ χωρεπισκόπου Σεβήρου, καὶ ἄλλων τινῶν κληρικῶν. </p></div></div></body></text></TEI>