Φιρμίνῳ Καὶ σπάνιά σου τὰ γράμματα, καὶ μικρὰ ταῦτα, ἢ ὄκνῳ τοῦ γράφειν, ἢ ἄλλως, τὸν ἐκ τοῦ πλήθους κόρον διαφεύγειν οἰκονομοῦντος, ἤπου καὶ πρὸς βραχυλογίαν ἑαυτὸν συνεθίζοντος. ἡμῖν μέντοι οὐδὲν ἐξαρκεῖ, ἀλλὰ κἂν ὑπερβάλλῃ τῷ πλήθει, τῆς ἐπιθυμίας ἐστὶν ἐλάττω διὰ τὸ βούλεσθαι πάνθʼ add. editi antiqi. ἕκαστα περὶ σοῦ μανθάνειν, πῶς μέν σοι τὸ σῶμα ἔχει, ὅπως δέ σοι τὰ τῆς ἀσκήσεως, καὶ πότερον ἐπιμένεις τοῖς ἐξ ἀρχῆς ἐγνωσμένοις ἤ τι καὶ μετεβουλεύσω, πρὸς τὰ συμπίπτοντα τὴν γνώμην μετατιθέμενος. μεταθέμενος editi antiqi. Εἰ μὲν οὖν ὁ αὐτὸς διέμεινας διέμενες Med. σεαυτῷ, οὐκ ἂν πλῆθος γραμμάτων ἐπεζητοῦμεν, ἀλλʼ ἐξήρκει ἡμῖν τοσοῦτον· ὁ δεῖνα τῷ δεῖνι· ὑγιαίνειν ἡμᾶς ἴσθι, καὶ ἔρρωσο. ἐπεὶ δὲ ἀκούομεν ἃ ἀκούομεν ἃ τὰ ἀκουόμενα E. καὶ λέγειν αἰσχυνόμεθα, καταλιπόντα σε τὴν τῶν μακαρίων προγόνων τάξιν, ἐπὶ τὸν πρὸς πατρὸς πάππον αὐτομολεῖν καὶ Βρεττάνιον σπουδάζειν γενέσθαι ἀντὶ Φιρμίνου, ἐπιζητοῦμεν αὐτὰ ταῦτα ἀκοῦσαι, παρὰ σοῦ add. editio Paris. καὶ τοὺς λογισμοὺς μαθεῖν καθʼ οὓς ἐπὶ ταύτην ἐλθεῖν τοῦ βίου τὴν ὁδὸν ὑπήχθης. ἀλλʼ ἐπειδὴ αὐτὸς ἀπεσιώπησας αἰδοῖ τοῦ βουλεύματος, ἡμεῖς σε παρακαλοῦμεν μήτε μήποτε E. βουλεύεσθαι αἰσχύνης ἄξια, καὶ εἴ τι καί add. E. ὑπέδραμέ σου τὸν νοῦν, ἀπελάσαντα τοῦτο τῆς διανοίας σεαυτοῦ γενέσθαι πάλιν, καὶ μακρὰ χαίρειν εἰπόντα στρατείᾳ καὶ ὅπλοις καὶ ταῖς ἐπὶ τοῦ add. E. στρατοπέδου ταλαιπωρίαις, καταλαβεῖν τὴν πατρίδα, ἀρκοῦν πρὸς ἀσφάλειαν βίου καὶ πρὸς πᾶσαν περιφάνειαν τὸ ἐξίσου τοῖς προγόνοις κρατῆσαι τῆς πόλεως ἡγησάμενον· ὅπερ ἀπόνως σοι παραγενήσεσθαι πεπιστεύκαμεν, πρός τε τὴν ἐκ φύσεως ἐπιτηδειότητα ἀφορῶντες καὶ πρὸς τὴν ἐρημίαν τῶν ἐνισταμένων. εἴτε οὖν μὴ γέγονεν ἐξ ἀρχῆς ἡ γνώμη, εἴτε γενομένη πάλιν ἐκβέβληται, γνώρισον δήλωσον editi antiqi. ἡμῖν ἐν τάχει· εἰ δέ, ὃ μὴ γένοιτο, τὰ αὐτὰ μένει βουλεύματα, αὐτάγγελτος ἡμῖν ἡκέτω ἡ συμφορά· γραμμάτων δὲ οὐ δεόμεθα. Ἀνεπίγραφος, ἐπὶ ἀσκήσει Ἐγὼ καὶ ἄλλως ὀφείλεσθαι τῇ ὑμετέρᾳ τιμιότητι ἐμαυτὸν νομίζω, καὶ τὸ νῦν δὲ τοῦτο φρόντισμα, ἐν ᾧ ἐσμέν, ἀναγκαίως ἡμᾶς ὑπευθύνους ταῖς τῶν τοιούτων πραγμάτων ὑπηρεσίαις καθίστησι, κἂν οἱ τυχόντες ὦσιν εἰσίν E. editi antiqi. οἱ ἐπιτάττοντες, μὴ ὅτι ὑμεῖς οἱ πολλοῖς δικαίοις καὶ ἄλλοις πρὸς ἡμᾶς συναπτόμενοι. τὰ μὲν οὖν παρελθόντα εἰς ἐξέτασιν ἀγαγεῖν οὐκ ἀναγκαῖον· ἐπεὶ ἐνῆν εἰπεῖν, ὅτι ἡμεῖς ἐγενόμεθα ἑαυτοῖς τῶν τῶν om. E ταράχων αἴτιοι, τῆς ἀγαθῆς ἐκείνης ἀσκήσεως καὶ μόνης ἀγούσης πρὸς σωτηρίαν φιλονεικήσαντες ἀποστῆναι· διὸ τάχα καὶ τῷ ταράχῳ τούτῳ εἰς πειρασμὸν παρεδόθημεν. Ἀλλʼ ἐκεῖνα μὲν γέγονε καὶ ὑπομνήσεως ἠξιώθη, ὥστε μὴ δεύτερον ἡμᾶς τοῖς ὁμοίοις περιπεσεῖν. τὰ δὲ ἐφεξῆς, πάνυ βούλομαι πληροφορεῖσθαί σου τὴν εὐλάβειαν, ὅτι τοῦ Θεοῦ συγχωροῦντος ῥᾷστα ἡμῖν προσχωρήσει, τοῦ πράγματος καὶ ἐννόμου ὄντος καὶ οὐδὲν ἔχοντος βαρύ, καὶ τῶν φίλων ἡμῶν πολλῶν πολλῶν om. Vat., Med. ἑτοίμως χαριζομένων, ὄντων ἐν τῷ στρατοπέδῳ. τυπωθήσεται οὖν παρʼ ἡμῶν δέησις, κατὰ τὴν ὁμοιότητα τοῦ προσδοθέντος λιβέλλου τῷ βικαρίῳ, ἐν ᾗ ἐὰν μή τις γένηται παρολκή, εὐθέως ἀποπεμψόμεθα τὴν ἐκ τοῦ γράμματος πράγματος E. ἄδειαν παρεχόμενοι. πέπεισμαι δὲ ἐν τοιούτοις μεῖζον τῶν βασιλικῶν προσταγμάτων τὴν προαίρεσιν ἡμῶν ἰσχύειν, ἣν ἐὰν ἄτρεπτον καὶ ἀκλινῆ ἐκ τοῦ κατὰ τὴν ἀκμὴν βίου ἐπιδειξώμεθα, ἀνεπιχείρητος ἡμῖν καὶ ἄσυλος διὰ τῆς τοῦ Θεοῦ βοηθείας τῆς παρθενίας ἡ φυλακὴ εἴη. Τὸν δὲ ἐγχειρισθέντα ἡμῖν παρὰ σοῦ ἀδελφὸν καὶ ἐθεασάμεθα ἡδέως, καὶ ἔχομεν ἐν τοῖς γνωρίμοις, εὐχόμενοι ἄξιον εἶναι τοῦ Θεοῦ καὶ τῆς σῆς μαρτυρίας. Ἰοβίνῳ, ἐπισκόπῳ Πέρρης Ἔχω σε χρεώστην ὀφλήματος ἀγαθοῦ. ἐδάνεισα γάρ σοι χρέος ἀγάπης, ὃ χρή με ἀπολαβεῖν σὺν τόκῳ, ἐπειδὴ καὶ ὁ Κύριος ἡμῶν τὸ τοιοῦτον εἶδος τῶν τόκων οὐ παραιτεῖται. ἀπόδος τοίνυν, ὦ φίλη κεφαλή, ἐπιστὰς ἡμῶν τῇ πατρίδι. τοῦτο μὲν οὖν ἐστὶν αὐτὸ τὸ κεφάλαιον. τίς δὲ ἡ προσθήκη; τὸ σὲ εἶναι τὸν παραγινόμενον, ἄνδρα τοσοῦτον ἡμῶν διαφέροντα ὅσῳ ὅσον E. πατέρες εἰσὶ βελτίους παίδων. Εὐσταθίῳ, ἐπισκόπῳ Σεβαστείας Καὶ διὰ τοῦ αἰδεσιμωτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ μου μου om. E Πέτρου προσφθέγγομαί σου τὴν ἀγάπην, καί editi antiqi. παρακαλῶν σε ὡς διὰ πάσης προφάσεως καὶ νῦν προσεύχεσθαι ὑπὲρ ἐμοῦ, ἵνα, μεταβαλλόμενος μεταβαλόμενος E. Reg. secundus, Bigot. alter. ἀπὸ τοῦ φευκτοῦ ἀπευκτοῦ editi antiqi. τούτου καὶ βλαβεροῦ τρόπου, γένωμαί ποτε ἄξιος τοῦ ὀνόματος τοῦ Χριστοῦ. πάντως δέ, κἂν ἐγὼ μὴ λέγω, διαλεχθήσεσθε πρὸς ἀλλήλους περὶ τῶν καθʼ ἡμᾶς, καὶ γνωρίσει σοι τὴν ἀκρίβειαν τῶν πεπραγμένων, ὥστε μὴ παραδεχθῆναι ἀβασανίστως τὰς πονηρὰς καθʼ ἡμῶν ὑπονοίας, ἃς εἰκὸς κατασκευάζειν τοὺς καὶ παρὰ τὸν τοῦ Θεοῦ φόβον καὶ παρὰ τὴν τῶν ἀνθρώπων ὑπόληψιν εἰς ἡμᾶς ἐξυβρίσαντας. οἷα γὰρ ἡμῖν ἐνεδείξατο ὁ γενναῖος Βασίλειος, ὃν ἀντὶ φυλακτηρίου τῆς ἐμῆς ζωῆς παρὰ τῆς σῆς εὐλαβείας ὑπεδεξάμην, ἐγὼ μὲν καὶ εἰπεῖν αἰσχύνομαι· εἴσῃ δὲ τὰ καθʼ ἕκαστον παρὰ τοῦ ἀδελφοῦ ἡμῶν διδαχθείς. καὶ τοῦτο λέγω οὐκ ἐκεῖνον ἀμυνόμενος (εὔχομαι γὰρ αὐτῷ μὴ λογισθῆναι παρὰ τοῦ Κυρίου), ἀλλὰ βεβαίαν μοι τὴν παρὰ σοῦ ἀγάπην μεῖναι ἡμῖν διοικούμενος, ἣν φοβοῦμαι μὴ διασαλεύσωσι ταῖς ὑπερβολαῖς τῶν διαβολῶν, ἃς εἰκὸς αὐτοὺς κατασκευάσαι εἰς ἀπολογίαν τοῦ πταίσματος. ὅπερ οὗπερ Medicaeus, Regius primus, Bigot. alter. δʼ ἂν κατηγορήσωσιν ἡμῶν, ἐκεῖνο παρὰ τῆς σῆς ἀγχινοίας ἐξεταζέσθωσαν, εἰ ἐνεκάλεσαν ἡμῖν, εἰ τὴν εἰ τὴν... εἰ ὅλως τὴν ... ἢ ὅλως editi antiqi. διόρθωσιν τοῦ ἁμαρτήματος οὗ νῦν ἡμῖν ἐπάγουσιν ἐπεζήτησαν, εἰ ὅλως φανερὰν ἑαυτῶν τὴν πρὸς ἡμᾶς λύπην κατέστησαν. νῦν δέ, ἐν φαιδρῷ τῷ προσώπῳ καὶ πεπλασμένοις τετιμημένοις tres MSS. ἀγάπης ῥήμασιν ἀμύθητόν τινα δόλου καὶ πικρίας βυθὸν τῇ ψυχῇ συγκαλύπτοντες, διὰ τῆς ἀνελευθέρου φυγῆς σιωπῆς E, editi antiqi. ἐφανέρωσαν. ἐφʼ ᾧ ὅσον μὲν ἡμῖν ἡμῖν... δὲ προξενοῦμεν E. ἐποιήσαντο πένθος, ὅσον δὲ τὸν γέλωτα τοῖς ἀεὶ τὸν εὐλαβῆ βίον ἐν τῇ ἀθλίᾳ ταύτῃ πόλει βδελυσσομένοις καὶ τέχνην πρὸς τὸ πιστευθῆναι καὶ σχηματισμὸν εἰς ἀπάτην τὸ πλάσμα τῆς σωφροσύνης ταπεινοφροσύνης E. Harl., Reg. secundus. διαβεβαιουμένοις ἐπιτηδεύεσθαι, πάντως, κἂν ἡμεῖς μὴ διηγησώμεθα, γνώριμον τῇ συνέσει σου. ὡς μηδὲν ἐπιτήδευμα οὕτως ὕποπτον εἶναι πρὸς κακίαν λοιπὸν τοῖς ἐνταῦθα, ὡς τὸ ἐπάγγελμα τοῦ ἀσκητικοῦ βίου. Ἃ πῶς χρὴ ἃ πῶς ὅπως οὖν E, editi antiqi. θεραπευθῆναι, τῆς σῆς ἂν εἴη συνέσεως φροντίσαι. φροντίς Vat.; καὶ φροντίδος tres alii MSS. τὰ γὰρ παρὰ Σωφρονίου συρραπτόμενα συνερραμμένα editi antiqi. ἐγκλήματα ἡμῖν οὐκ ἀγαθῶν ἐστὶ προοίμια, ἀλλʼ ἀρχὴ διαιρέσεως καὶ χωρισμοῦ καὶ σπουδὴ τοῦ καὶ τὴν ἐν ἡμῖν ἀγάπην ἀποψυγῆναι. ὃν ὑπὸ τῆς σῆς εὐσπλαγχνίας παρακαλοῦμεν κατασχεθῆναι ἀπὸ τῆς βλαβερᾶς ταύτης ὁρμῆς, καὶ πειραθῆναι τῇ παρʼ ἑαυτοῦ ἀγάπῃ κατασφίγγειν μᾶλλον τὰ διιστάμενα καὶ μὴ καὶ μὴ ἤ E. τοῖς πρὸς διάστασιν τὸ διαστασιάζειν editi antiqi. ὡρμημένοις συνεπιτείνειν τὸν χωρισμόν. Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας Γράμματα ἐδεξάμην παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου, προστάσσοντα πάλιν γραφῆναι τοῖς δυτικοῖς περί τινων ἐκκλησιαστικῶν. καὶ ἐβουλήθη παρʼ ἡμῶν τυπωθῆναι τὴν ἐπιστολὴν ὑπογραφῆναι δὲ παρὰ πάντων τῶν τῶν om. E κοινωνικῶν. ἐπεὶ οὖν οὐχ εὗρον ὅπως ἐπιστείλω περὶ ὧν ἐπέταξε, παρέπεμψα τὸ ὑπομνηστικὸν τῇ θεοσεβείᾳ σου, ἵνα καὶ αὐτῷ ἐντυχὼν καὶ τοῖς ἀναφερομένοις παρὰ τοῦ ποθεινοτάτου ἀδελφοῦ Σαγκτισσίμου τοῦ συμπρεσβυτέρου προσέχων, προσχών E. αὐτὸς καταξιώσῃς ὡς παρίσταταί σοι παρίσταταί σοι καταξιώσαις editi antiqi. περὶ τούτων τυπῶσαι, ἡμῶν ἑτοίμως ἐχόντων καὶ σοι add. editi antiqi. αὐτῷ συνθέσθαι καὶ ταχέως ποιῆσαι περικομισθῆναι παρακομισθῆναι E. τοῖς κοινωνικοῖς, ὥστε τὰς πάντων ὑπογραφὰς ἔχοντα ἀπελθεῖν τὸν μέλλοντα ὁρμᾷν πρὸς τοὺς κατὰ τὴν δύσιν ἐπισκόπους. ταχέως οὖν add. editi antiqi. ἡμῖν τὸ παριστάμενον τῇ ὁσιότητί σου γνωρισθῆναι κέλευσον, ἵνα μὴ ἀγνοῶμεν τὰ δόξαντά σοι. Περὶ δὲ τῶν τυρευομένων πορευομένων alii editi. ἢ καὶ ἤδη ἐσκευωρημένων καθʼ ἡμῶν ἐν τῇ Ἀντιοχείᾳ ἀνοίσει ἀνύσει E. Med., Reg. secundus. ὁ αὐτὸς ἀδελφὸς τῇ τιμιότητί σου, ἐάν περ μὴ προλαβοῦσα ἡ φήμη τῶν γενομένων φανερὰ ποιήσῃ τὰ πεπραγμένα. καὶ γὰρ ἐγγύς ἐστιν ἡ ἐλπὶς τῆς ἐκβάσεως τῶν ἀπειλουμένων. γινώσκειν δὲ βούλομαι τὴν εὐλάβειάν σου, ὅτι ὁ ἀδελφὸς Ἄνθιμος Φαῦστον, τὸν συνόντα τῷ πάπᾳ, πάππῳ Coisl. secundus, Reg. secundus. ἐπίσκοπον ἐχειροτόνησε, μηδὲ ψήφους δεξάμενος, καὶ τῷ τόπῳ χειροτονήσας τῷ τόπῳ χειροτονήσας ... ἐμπλῆσαι καταχειροτονήσας... ἐμπληρῶσαι editi antiqi. τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Κυρίλλου· ὥστε στάσεων ἐμπλῆσαι τὴν Ἀρμενίαν. ἵνα ὅρα editi antiqi. τοίνυν μὴ καταψεύσωνται ἡμῶν, ὑμῶν E. μηδὲ αὐτοὶ τὴν αἰτίαν σχῶμεν τῆς ἀταξίας τῶν γενομένων, ἐγνώρισα ταῦτα τῇ σεμνότητί σου. δῆλον δέ, ὡς καὶ αὐτὸς καταξιώσεις γνώριμα ποιῆσαι τοῖς λοιποῖς. ἡγοῦμαι γὰρ πολλοὺς λυπήσειν τὴν ἀταξίαν ταύτην.