Μοδέστῳ ὑπάρχῳ Ἄλλως μὲν οὐκ ἂν ἐθάρρησα δι’ ὄχλου γενέσθαι τῇ μεγαλοφυΐᾳ σου, εἰδὼς καὶ ἐμαυτὸν μετρεῖν καὶ τὰς ἐξουσίας γνωρίζειν. ἐπειδὴ δὲ εἶδον ἄνδρα φίλον ἐναγωνίως διακείμενον ἐπὶ τῷ μετακληθῆναι, ἀπετόλμησα αὐτῷ δοῦναι τὴν ἐπιστολὴν ταύτην, ἵνα ἀνθʼ ἱκετηρίας ἱκεσίας Reg. uterque, Coisl. secundus. αὐτὴν προβαλλόμενος τύχῃ τινὸς φιλανθρωπίας. πάντως δέ, εἰ καὶ ἡμεῖς οὐδενὸς λόγου ἄξιοι, ἀλλʼ αὐτὸ τὸ μέτριον μέτρον editi antiqi. ἱκανὸν δυσωπῆσαι τὸν φιλανθρωπότατον τῶν ὑπάρχων ἐπάρχων E. Med. καὶ ἡμῖν δοῦναι συγγνώμην, ἵνα, εἰ μὲν μηδὲν πεπλημμέληται τῷ ἀνδρί, σωθῆναι αὐτὸν δι’ αὐτὴν τὴν ἀλήθειαν, εἰ δὲ καὶ ἥμαρτεν, ἀφεθῆναι αὐτῷ δι’ ἡμᾶς τοὺς ἱκετεύσαντας. Οἷα δὲ τὰ ἐνταῦθα τῶν πραγμάτων ἐστί, τίς μᾶλλον ἐπίσταται σοῦ, τοῦ καὶ ἐπιβλέποντος τὰ παρʼ ἑκάστῳ ἑκάστου editi antiqi. σαθρὰ καὶ τῇ θαυμασίᾳ προμηθείᾳ τὰ πάντα διακρατοῦντος; Ἀνδρονίκῳ ἡγεμόνι ὑπὲρ τοῦ πρεσβυτέρου add. E. πρὸ πρεσβυτέρου add. Vat., Med. Εἰ μὲν οὕτως εἶχον σώματος, ὥστε ῥᾳδίως ὑπομένειν ὁδοιπορίας δύνασθαι καὶ τὰ τοῦ χειμῶνος δυσχερῆ φέρειν, οὐκ ἂν ἐπέστελλον, ἀλλʼ αὐτὸς παρὰ πρός editi antiqi. τὴν σὴν μεγαλοψυχίαν ἐβάδιζον δυοῖν δυαῖν E. ἕνεκεν· τοῦ τε παλαιὸν παλαιάς E. ὑποσχέσεως ἐκτίσαι χρέος (οἶδα γὰρ ὁμολογήσας παρέσεσθαι τῇ Σεβαστείᾳ καὶ ἀπολαῦσαί ἀπολαύσειν editi antiqi. σου τῆς τελειότητος· ὅπερ ἐποίησα μέν, διήμαρτον δὲ τῆς συντυχίας, μικρὸν κατόπιν τῆς σῆς καλοκἀγαθίας παραγενόμενος), ἑτέρου δέ, τοῦ τὴν πρεσβείαν δι’ ἐμαυτοῦ πληρῶσαι, ἣν ἀποστεῖλαι ὑποστῆναι E, editi antiqi. τέως ἀπώκνουν, μικρότερον ἐμαυτὸν κρίνων ἢ ὥστε τοιαύτης τυγχάνειν χάριτος, καὶ ἅμα λογιζόμενος, ὅτι οὔτε ἄρχοντα ἄρχονται E. οὔτε ἰδιώτην ὑπὲρ οὐδενὸς ἄν τις λέων διὰ γραμμάτων πείσειεν οὕτως, ὡς αὐτὸς παρών, καὶ τὰ μὲν ἀπολυόμενος ἀποδυόμενος E. τῶν ἐγκλημάτων, τὰ δὲ ἱκετεύων, τοῖς δὲ συγγνώμην παραιτούμενος ἔχειν· ὧν οὐδὲν ἂν ἄν om. E ῥᾳδίως δι’ ἐπιστολῆς γένοιτο. πᾶσιν οὖν τούτοις ἓν ἀντιθείς, σὲ τὴν θείαν κεφαλήν, καὶ ὅτι ἐξαρκέσει τὴν γνώμην ἐνδείξασθαί σοι, ἣν περὶ τοῦ πράγματος ἔχομεν, τὰ δὲ λοιπὰ προσθήσεις παρὰ σεαυτοῦ, παρὰ σεαυτοῦ παρ’ ἑαυτοῦ E. πρὸς τὴν ἐγχείρησιν οὐκ ἀπώκνησα. Ἀλλʼ ὁρᾷς ὅπως κύκλῳ περίειμι ὀκνῶν καὶ ἀναδυόμενος τὴν αἰτίαν ἐκφαίνειν ὑπὲρ ὧν ποιοῦμαι τοὺς λόγους. Δομετιανὸς οὗτος ἐπιτήδειος ἡμῖν ἐστὶν ἐστίν om. E ἐκ τῶν γονέων ἄνωθεν, ὥστε ἀδελφοῦ μηδʼ ὁτιοῦν διαφέρειν. τί γὰρ ἄν τις μὴ τἀληθῆ λέγοι; εἶτα τὴν αἰτίαν μαθόντες ἀφʼ ἧς ταῦτα πέπονθεν, ἄξιον εἶναι τοῦ παθεῖν οὕτως ἔφαμεν. μηδὲ μή E. γὰρ ἔστω μηδείς, ὃς μικρὸν ἢ μεῖζον εἰς τὴν σὴν ἀρετὴν ἀμελήσας ἁμαρτήσας editi antiqi. τὴν τιμωρίαν ἐκφύγοι. ἀλλʼ ὁρῶντες τοῦτον περιδεῶς καὶ ἀδόξως ζῶντα, καὶ ἐπὶ τῇ σῇ ψήφῳ κειμένην αὐτοῦ τὴν σωτηρίαν, ἀρκοῦσαν αὐτὸν ἔχειν τὴν δίκην ἐκρίναμεν. μεγαλόψυχόν τε ὁμοῦ καὶ φιλάνθρωπον διανοηθῆναί σε περὶ αὐτοῦ ἱκετεύομεν. τὸ μὲν γὰρ τοὺς ἀντιτείνοντας ὑπὸ χεῖρα λαμβάνειν ἀνδρείου τε καὶ ἄρχοντος ὡς ἀληθῶς, τὸ δὲ τοῖς ὑποπεπτωκόσι χρηστὸν εἶναι καὶ πρᾶον μεγαλοφροσύνῃ πάντων καὶ ἡμερότητι διαφέροντος. ὥστε ὑπάρξει σοι βουληθέντι ἐν τῷ αὐτῷ τήν τε πρὸς τὸ ἀμύνασθαι καὶ τὴν εἰς τὸ σώζειν, ὡς ἂν ἐθέλοις, ἐθέλῃς editi antiqi. ἐπιδείξασθαι μεγαλοψυχίαν. τοῦτο μέτρον ἀρκοῦν Δομετιανῷ τῆς κολάσεως, τῶν προσδοκωμένων ὁ φόβος καὶ ὧν ἄξιον οἶδεν ἑαυτὸν παθεῖν ὄντα. τούτοις μηδὲν εἰς τιμωρίαν προσθεῖναι αὐτῷ ἱκετεύομεν. καὶ γὰρ ἐκεῖνο σκόπει, ὅτι κύριοι μὲν τῶν ἠδικηκότων πολλοὶ τῶν πρότερον προτέρων E. ἤδη γεγόνασιν, ὧν οὐδεὶς πρὸς τοὺς ὕστερον διεπέμφθη λόγος· ἀφῆκαν δὲ τὴν ὀργὴν οἱ φιλοσοφίᾳ τοὺς πολλοὺς ὑπεράραντες, ὧν ἀθάνατος ἡ μνήμη τῷ χρόνῳ βίῳ Vat., Reg. Secundus, Coisl. Secundus. παντὶ παραδέδοται. προσκείσθω δὲ καὶ τοῦτο τοῖς περὶ σοῦ διηγήμασι. δὸς ἡμῖν, τοῖς ὑμνεῖν προαιρουμένοις τὰ σά, τὰς τά E. ἐν τοῖς ἄνω χρόνοις ᾀδομένας ᾀδόμενα E. φιλανθρωπίας ὑπερβαλέσθαι. οὕτω καὶ Κροῖσος τῷ παιδοφόνῳ τὴν ὀργὴν ἀφεῖναι λέγεται, ἑαυτὸν παραδόντι εἰς τιμωρίαν· καὶ Κῦρος ὁ μέγας αὐτῷ τούτῳ τῷ Κροίσῳ φίλος γενέσθαι μετὰ τὴν νίκην. τούτοις σε συναριθμήσομεν, καὶ, ὅση δύναμις ἡμετέρα, ταῦτα ἀναγορεύσομεν, εἴπερ μὴ μικροί τινες εἶναι παντάπασιν ἀνδρὸς τοσούτου κήρυκες νομισθείημεν. Ἐκεῖνο δὲ ἐπὶ πᾶσιν εἰπεῖν ἀναγκαῖον, ὅτι τοὺς ὁτιοῦν ἀδικοῦντας οὐχ ὑπὲρ τῶν ἤδη γεγενημένων κολάζομεν (τίς τί E. γὰρ ἂν γένοιτο μηχανὴ μὴ γεγενῆσθαι τὰ πεπραγμένα;) ἀλλʼ ὅπως ἂν ἢ αὐτοὶ πρὸς τὸ λοιπὸν ἀμείνους γένοιντο, ἢ ἑτέροις ὑπάρξειαν τοῦ σωφρονεῖν παράδειγμα. παραδείγματα Reg. uterque et Coisl. secundus. τούτων τοίνυν οὐθέτερον ἐνδεῖν δεῖν E. ἄν τις ἐν τῷ παρόντι φήσειεν· αὐτός τε γὰρ καὶ μετὰ τὸν θάνατον τούτων μεμνήσεται, τούς τε λοιποὺς τεθνάναι τῷ δέει πρὸς τοῦτον ἀφορῶντας οἴομαι. ὥσθʼ ὅπερ ἂν προσθῶμεν τῇ τιμωρίᾳ, τὴν ὀργὴν ἡμῶν αὐτῶν ἀποπιμπλάναι δόξομεν· ὃ πολλοῦ δεῖν ἐπὶ σοῦ ἀληθὲς εἶναι φαίην ἂν ἔγωγε, καὶ οὐδὲν ἂν τούτων τῶν λόγων προήχθην εἰπεῖν, εἰ μὴ μείζονα τῷ διδόντι τὴν χάριν ἐνεώρων ἢ τοῖς λαμβάνουσιν. οὐδὲ γὰρ ὀλίγοις ἔσται καταφανὴς ἡ μεγαλοψυχία τοῦ τρόπου. Καππαδόκαι γὰρ ἅπαντες ἀποσκοποῦσι τὸ μέλλον, οἷς εὐξαίμην ἂν μετὰ τῶν λοιπῶν ἀγαθῶν τῶν προσόντων σοι καὶ ταύτην τοῦτο editi antiqi. ἀπαριθμήσασθαι. Ὀκνῶ δὲ τοῦ γράφειν παύσασθαι, ἡγούμενός μοι ζημίαν οἴσειν τὸ παρεθέν. τοσοῦτόν γε μὴν προσθήσω, ὅτι πολλῶν ἐπιστολὰς ἐπιστολῶν E. ἔχων ἐξαιτουμένων αὐτὸν πασῶν ἡγήσατο προτιμοτέραν εἶναι τὴν παρʼ ἡμῶν, οὐκ οἶδά που οἶδά που οἶδ’ ὅπως editi antiqi. μαθὼν εἶναί τινα ἡμῶν λόγον παρὰ τῇ σῇ τελειότητι. ὅπως οὖν μήτε αὐτὸς ψευσθῇ τῶν ἐλπίδων, ἃς ἐφʼ ἡμῖν ἔσχε, καὶ ἡμῖν ὑπάρξῃ πρὸς τοὺς ἐνταῦθα σεμνολογεῖσθαι, παρακέκλησο, δέσποτα ἀνυπέρβλητε, ἐπινεῦσαι πρὸς τὴν αἴτησιν. πάντως δὲ οὐδενὸς χεῖρον τῶν πώποτε φιλοσοφησάντων ἐπέσκεψαι τὰ ἀνθρώπινα, καὶ οἶδας ὡς καλὸς θησαυρὸς πᾶσι τοῖς δεομένοις ὑπουργεῖν προαποκείμενος. προαποκείμενός ἐστι editi antiqi. Τοῖς ἐν Ταρσῷ πρεσβυτέροις Συντυχὼν τῷδε, πολλὴν ἔσχον τῷ ἁγίῳ Θεῷ τὴν χάριν, ὅτι με καὶ διὰ τῆς αὐτοῦ παρουσίας ἀπὸ πολλῶν θλίψεων παρεμυθήσατο, καὶ τὴν ὑμετέραν ἀγάπην ἐναργῶς ἔδειξε δι’ αὐτοῦ. σχεδὸν γὰρ τὸν πάντων ὑμῶν περὶ τὴν ἀλήθειαν ζῆλον ἐν τῇ τοῦ ἑνὸς ἀνδρὸς προαιρέσει κατέμαθον. ἃ μὲν οὖν ἰδίᾳ διελέχθημεν πρὸς ἀλλήλους αὐτὸς ὑμῖν ἀπαγγελεῖ· ἐπαγγελεῖ editi antiqi. ἃ δὲ παρʼ ἐμοῦ γνωρισθῆναι ὑμῶν προσῆκε τῇ ἀγάπῃ, ταῦτά ἐστιν. Ὁ καιρὸς πολλὴν ἔχει ῥοπὴν πρὸς καταστροφὴν τῶν ἐκκλησιῶν, καὶ τοῦτο πολὺν ἔχομεν ἤδη χρόνον ἐξ οὗ καταμανθάνομεν. οἰκοδομὴ δὲ Ἐκκλησίας, καὶ σφαλμάτων διόρθωσις, καὶ συμπάθεια μὲν πρὸς τοὺς ἀσθενοῦντας ὑπερασπισμὸς δὲ πρὸς τοὺς ὑγιαίνοντας τῶν ἀδελφῶν οὐδὲ εἷς. ἀλλʼ οὔτε βοήθημα ἢ θεραπευτικὸν προθεραπευτικόν Med. τῆς προκατασχούσης νόσου, ἢ προφυλακτικὸν τῆς προσδοκωμένης οὐδέν. καὶ ὅλως ἔοικε λοιπὸν ἡ τῆς Ἐκκλησίας κατάστασις (ἵνα ἐναργεῖ χρήσωμαι τῷ ὑποδείγματι, κἂν εὐτελέστερον εἶναι δοκῇ) ἱματίῳ παλαιῷ, ὑπὸ τῆς τυχούσης προφάσεως ῥᾳδίως καταρρηγνυμένῳ, ὃ πρὸς τὴν ἐξ ἀρχῆς ἰσχὺν ἐπανελθεῖν πάλιν ἀδυνατεῖ. ὡς οὖν ἐν καιρῷ τοιούτῳ, μεγάλης χρεία τῆς σπουδῆς καὶ πολλῆς τῆς ἐπιμελείας εὐεργετηθῆναί τι τὰς ἐκκλησίας. εὐεργεσία δέ ἐστιν ἑνωθῆναι τὰ τέως διεσπασμένα. διεσπαρμένα duo MSS. ἕνωσις δʼ ἂν γένοιτο, εἰ βουληθείημεν, ἐν οἷς μηδὲν βλάπτομεν τὰς ψυχάς, συμπεριενεχθῆναι τοῖς ἀσθενεστέροις. Ἐπεὶ οὖν πολλὰ στόματα ἤνοικται κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου καὶ πολλαὶ γλῶσσαι ἠκόνηνται εἰς τὴν κατʼ αὐτοῦ βλασφημίαν, ἀξιοῦμεν ὑμᾶς, ὅσον ἐστὶν ἐφʼ ὑμῖν, ἡμῖν editi antiqi. εἰς ὀλίγον ἀριθμὸν περιστῆσαι τοὺς βλασφημοῦντας· καὶ τοὺς μὴ λέγοντας κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον δέχεσθαι εἰς κοινωνίαν, ἵνα μόνοι καταλειφθῶσιν οἱ βλάσφημοι, καὶ ἢ καταισχυνθέντες ἐπανέλθωσι πρὸς τὴν ἀλήθειαν, ἢ ἐπιμένοντες τῇ ἁμαρτίᾳ ἀναξιόπιστοι ὦσι διὰ τὴν ὀλιγότητα. μηδὲν τοίνυν πλέον ἐπιζητῶμεν, ἀλλὰ προτεινωμεθα τοῖς βουλομένοις ἡμῖν συνάπτεσθαι ἀδελφοῖς τὴν ἐν Νικαίᾳ πίστιν· κἂν ἐκείνῃ συνθῶνται, ἐπερωτῶμεν καὶ τὸ μὴ δεῖν λέγεσθαι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, μηδὲ κοινωνικοὺς αὐτῶν εἶναι τοὺς λέγοντας. πέρα δὲ τούτων πέρα δὲ τούτων... παρ’ ἡμῶν παρὰ δὲ τούτων... παρ’ ὑμῶν editi antiqi. ἀξιῶ μηδὲν ἐπιζητεῖσθαι παρʼ ἡμῶν. πέπεισμαι γάρ, ὅτι τῇ χρονιωτέρα συνδιαγωγῇ καὶ τῇ ἀφιλονείκῳ συγγυμνασίᾳ, καὶ εἴ τι δέοι πλέον προστεθῆναι εἰς τράνωσιν, δώσει ὁ Κύριος ὁ πάντα συνεργῶν εἰς ἀγαθὸν τοῖς ἀγαπῶσιν αὐτόν. Τοῖς ἐν Ταρσῷ περὶ Κυριακόν τοῖς αὐτοῖς περὶ Κυριακὸν παραπλήσια editi antiqi. Ὅσον ἐστὶ τὸ τῆς εἰρήνης ἀγαθόν, τί χρὴ λέγειν πρὸς ἄνδρας υἱοὺς τῆς εἰρήνης; ἐπεὶ οὖν τὸ μέγα τοῦτο καὶ θαυμαστὸν καὶ πᾶσι περισπούδαστον τοῖς ἀγαπῶσι τὸν Κύριον κινδυνεύει λοιπὸν εἰς ὄνομα ψιλὸν περιστῆναι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγείσης λοιπὸν ἐν τοῖς πολλοῖς τῆς ἀγάπης, οἶμαι προσήκειν μίαν ταύτην εἶναι σπουδὴν τοῖς γνησίως καὶ ἀληθινῶς δουλεύουσι τῷ Κυρίῳ, τὸ ἐπαναγαγεῖν πρὸς ἕνωσιν τὰς ἐκκλησίας τὰς πολυμερῶς καὶ πολυτρόπως ἀπʼ ἀλλήλων διατμηθείσας. ὃ δὴ καὶ αὐτὸς ἐπιχειρῶν ποιεῖν οὐκ ἂν δικαίως πολυπράγμονος αἰτίαν λάβοιμι. οὐδὲν γὰρ οὕτως ἴδιόν ἐστι Χριστιανοῦ ὡς τὸ εἰρηνοποιεῖν· διὸ καὶ τὸν ἐπʼ αὐτῷ μισθὸν μέγιστον ἡμῖν ὁ Κύριος ἐπηγγείλατο. συντυχὼν τοίνυν τοῖς ἀδελφοῖς καὶ θεασάμενος αὐτῶν πολὺ μὲν τὸ φιλάδελφον καὶ τὸ περὶ ὑμᾶς ἀγαπητικόν, πολλῷ δὲ ἔτι πλέον τὸ φιλόχριστον φιλόχρηστον E. καὶ τὸ περὶ τὴν πίστιν ἀκριβές τε καὶεὔτονον, καὶ ὅτι πολλὴν ἀμφοτέρων ποιοῦνται σπουδήν, τῆς τε ὑμετέρας ἀγάπης μὴ χωρίζεσθαι καὶ τὴν ὑγιαίνουσαν πίστιν μὴ καταπροδοῦναι, ἀποδεξάμενος αὐτῶν τὴν ἀγαθὴν προαίρεσιν ἐπιστέλλω τῇ σεμνότητι ὑμῶν, παρακαλῶν πάσῃ ἀγάπῃ ἔχειν αὐτοὺς ἡνωμένους γνησίως καὶ πάσης ἐκκλησιαστικῆς φροντίδος κοινωνούς· ἐγγυησάμενος καὶ αὐτοῖς τὴν ὑμετέραν ὀρθότητα, ὅτι καὶ αὐτοὶ τῇ τοῦ Θεοῦ χάριτι τῷ ὑπὲρ τῆς ἀληθείας ζήλῳ πρὸς πάντα ἐστὲ παρατεταγμένοι, ὅσαπερ ἂν δέῃ δέοι editi antiqi. παθεῖν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας. Ἔστι δέ, ὡς ἐμαυτὸν πείθω, τὰ οὔτε ὑμῖν ὑπεναντία, καὶ τοῖς προειρημένοις τῶν ἀδελφῶν αὐτάρκη πρὸς πληροφορίαν, ταῦτα, ὁμολογεῖν ὑμᾶς τὴν ὑπὸ τῶν πατέρων ἡμῶν ἐκτεθεῖσαν πίστιν τῶν ἐν Νικαίᾳ ποτὲ συνελθόντων, καὶ μηδεμίαν τῶν ἐκεῖ λέξεων ἀθετεῖν, ἀλλʼ εἰδέναι ὅτι τριακόσιοι δέκα καὶ ὀκτώ, ἀφιλονείκως συνιόντες, οὐκ ἄνευ τῆς τοῦ ἁγίου Πνεύματος ἐνεργείας ἐφθέγξαντο· προσθεῖναι δὲ τῇ πίστει ἐκείνῃ καὶ τὸ μὴ χρῆναι λέγειν κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, μὴ μέντοι μηδὲ τοῖς λέγουσι κοινωνεῖν, ἵνα καθαρὰ ᾖ τοῦ Θεοῦ ἡ Ἐκκλησία, μηδὲν ζιζάνιον ἑαυτῇ παραμεμιγμένον ἔχουσα. ταύτης αὐτοῖς τῆς πληροφορίας παρὰ τῆς εὐσπλαγχνίας ὑμῶν προτεθείσης, καὶ αὐτοὶ πρέπουσαν ὑμῖν ὑποταγὴν ἕτοιμοί εἰσι παρασχέσθαι. αὐτὸς γὰρ ἐγγυῶμαι τὸ μέρος τῶν ἀδελφῶν, ὡς εἰς οὐδὲν ἀντεροῦσιν, ἀλλὰ πᾶσαν ὑμῖν ἐπιδείξονται εὐταξίας ὑπερβολήν, ἑνὸς τούτου αὐτοῖς τοῦ ἐπιζητουμένου παρʼ αὐτῶν ὑπὸ τῆς ὑμετέρας τελειότητος ἑτοίμως παρασχεθέντος. Σιμπλικίᾳ αἱρετικῇ βασίλειος add. E. Ἀβούλως οἱ ἄνθρωποι καὶ μισοῦσι τοὺς κρείττονας καὶ φιλοῦσι τοὺς χείρονας. διὸ δὴ καὶ αὐτὸς κατέχω τὴν γλῶτταν, σιωπῇ τῶν ἐμῶν ὕβρεων πνίγων τὸν ὄνειδον. ἐγὼ δὲ μενῶ τὸν ἄνωθεν δικαστήν, ὃς οἶδε πᾶσαν κακίαν ἐν τέλει ἀμύνεσθαι. κἂν γὰρ ὑπὲρ ψάμμον ἐκχέῃ ἐκχέει editi antiqi. τις χρήματα, βλάπτει ψυχήν, πατήσας τὸ δίκαιον. ἀεὶ γὰρ θυσίαν Θεός, οὐχ ὡς χρῄζων, οἶμαι, ζητεῖ, ἀλλὰ θυσίαν πολυτελῆ τὴν εὐσεβῆ καὶ δικαίαν γνώμην δεχόμενος. ὅταν δέ τις ἑαυτὸν παραβαίνων πατῇ, κοινὰς λογίζεται τὰς εὐχάς. Σαυτὴν οὖν τῆς ἐσχάτης ἡμέρας ὑπόμνησον, καὶ ἡμᾶς, εἰ βούλει, μὴ δίδασκε. ἴσμεν σου πλείονα, καὶ ἐν add. E. ταῖς ἔνδοθεν ἀκάνθαις οὐ τοσοῦτον συμπνιγόμεθα· οὔτε ἐν ὀλίγοις καλοῖς δεκαπλασίονα κακίαν ἐπιμίγνυμεν. ἐπήγειρας ἡμῖν σαύρας τε καὶ φρύνους, ἐαρινὰ δῆθεν θηρία, πλὴν ὅμως ἀκάθαρτα. ἀλλʼ ἥξει πτερὸν πτηνόν Regius secundus et Coisl. secundus. ἄνωθεν τὸ ταῦτα νεμόμενον. ἐμοὶ γὰρ λόγος, οὐχ ὡς σὺ νομίζεις, ἀλλʼ ὡς οἶδε κρίνειν Θεός. εἰ δὲ καὶ μαρτύρων χρεία, οὐ δοῦλοι στήσονται, οὐδὲ εὐνούχων γένος ἄτιμον καὶ πανώλεθρον· τοῦτο δὴ τοῦτο, ἄθηλυ, ἄνανδρον, γυναικομανές, ἐπίζηλον, κακόμισθον, ὀξύθυμον, θηλυδριῶδες, θηλυδρῶδες E. γαστρίδουλον, χρυσομανές, ἀπηνές, κλαυσίδειπνον, εὐμετάβλητον, ἀμετάδοτον, πάνδοχον, ἀπροσκορές, μανικὸν καὶ ζηλότυπον· καὶ τί γὰρ ἔτι εἰπεῖν; σὺν αὐτῇ τῇ γενέσει σιδηροκατάδικον. πῶς οὖν τούτων τούτῳ E. γνώμη ὀρθή, ὧν καὶ οἱ πόδες στρεβλοί; οὗτοι σωφρονοῦσι μὲν ἄμισθα διὰ σιδήρου· μαίνονται δὲ ἄκαρπα δι’ οἰκείαν αἰσχρότητα. οὐχ οὗτοι στήσονται τῆς κρίσεως μάρτυρες, ἀλλʼ ὀφθαλμοὶ δικαίων, καὶ ὄψεις ἀνδρῶν τελείων· ὅσοι τότε ὁρῶσι, πρὸς ἃ βλέποντες νῦν εἰσὶ συνέσει.