Ἀνεπίγραφος, ἐπὶ φιλίᾳ φίλῳ C. Τῇ τοῦ Θεοῦ χάριτι τὴν ἁγίαν ἡμέραν συνδιαγαγόντες τοῖς τέκνοις ἡμῶν καὶ ὄντως τελείαν ἑορτὴν ἑορτάσαντες τῷ Κυρίῳ διὰ τὴν ὑπερβάλλουσαν αὐτῶν περὶ τὸν Θεὸν ἀγάπην, προεπέμψαμεν μεθʼ ὑγείας πρὸς τὴν σὴν εὐγένειαν, εὐχόμενοι τῷ φιλανθρώπῳ Θεῷ καὶ αὐτοῖς δοθῆναι εἰρηνικὸν ἄγγελον βοηθὸν καὶ σύμπορον καὶ σὲ παρʼ αὐτῶν καταληφθῆναι ἐν ὑγείᾳ καὶ πάσῃ εἰρηνικῇ καταστάσει, ἵνα, ὅπουπερ ἂν ἦτε δουλεύοντες τῷ Κυρίῳ καὶ εὐχαριστοῦντες αὐτῷ, εὐφραίνητε εὐφραίνηται C. ἡμᾶς, ἕως ἐσμὲν ἐν τῷ κόσμῳ, ἀκούοντας τὰ παρʼ ὑμῶν. ἐὰν δὲ παράσχῃ ὁ ἅγιος Θεὸς Θεὸς om. C, D. θᾶττόν σε τῶν φροντίδων τούτων ἀπαλλαγῆναι, παρακαλοῦμέν σε μηδὲν προτιμῆσαι τῆς μεθʼ ἡμῶν παρʼ ἡμῖν C, D. διαγωγῆς. οἶμαι γὰρ μὴ εὑρεῖν σε τοὺς οὕτως ἀγαπῶντας καὶ ἀντιποιουμένους τῆς παρʼ ὑμῖν φιλίας. ἕως οὖν ἂν οἰκονομῇ ὁ ἅγιος τὸν χωρισμὸν τοῦτον, διὰ πάσης προφάσεως παραμυθεῖσθαι ἡμᾶς γράμμασι καταξίου. Ὀλυμπίῳ Ἔγραφες ἡμῖν πρότερον μὲν ὀλίγα, νῦν δὲ οὐδὲ ὀλίγα· καὶ ἔοικεν ἡ βραχυλογία προϊοῦσα τῷ χρόνῳ παντελὴς γίνεσθαι ἀφωνία. ἐπάνελθε τοίνυν ἐπὶ τὸ ἔθος, ὡς οὐκ ἔτι σοι μεμψόμεθα λακωνίζοντι πρὸς ἡμᾶς διὰ γραμμάτων· ἀλλὰ καὶ τὰ μικρὰ γράμματα, σύμβολα ὄντα τῆς μεγάλης σου διαθέσεως, πολλοῦ ἄξια ποιησόμεθα. μόνον ἐπίστελλε ἡμῖν. Ὀλυμπίῳ Ὥσπερ τῶν ἄλλων ὡρίμων ἕκαστον ἐν τῇ οἰκείᾳ ὥρᾳ ἀπαντᾷ, ἐν ἦρι μὲν τὰ ἄνθη, ἐν θέρει δὲ οἱ ἀστάχυες, τῷ δὲ μετοπώρῳ τὸ μῆλον, οὕτω χειμῶνος καρπός εἰσιν οἱ λόγοι. Γρηγορίῳ ἑταίρῳ Γρηγορίῳ ἑταίρῳ A, B, E. τῷ αὐτῷ C. τοῦ μακαρίου βασιλείου ἐπισκόπου Καισαρείας Καππαδοκίας πρὸς Γρηγόριον ἐπίσκοπον ναζαν * * * F. Ἐγὼ τοῦ ἀδελφοῦ μοι ἐπιστείλαντος Γρηγορίου πάλαι βούλεσθαι ἡμῖν συντυχεῖν, προσθέντος δὲ ὅτι καὶ σοὶ αὐτὸ τοῦτο δεδογμένον ἐστί, τὸ μέν τι μέν τι : μέντοι C. καὶ διὰ τὸ πολλάκις ἀπατηθῆναι με add. E. F. ὀκνηρῶς ὀκνηροτέρως A, B, C. ἔχων πρὸς τὸ πιστεύειν, τὸ δέ τι καὶ ὑπὸ ἀσχολιῶν περισπώμενος, ἐπιμεῖναι οὐκ ἠδυνήθην. δεῖ γάρ με ἤδη ἀπελαύνειν ἐπὶ τὸν Πόντον, ἐν ᾧ τάχα ποτέ, τοῦ Θεοῦ βουληθέντος, τῆς πλάνης λήξομεν. λήξομαι C. μόλις γὰρ ἀπογνοὺς τῶν ματαίων ἐλπίδων, ἃς ἐπὶ σοὶ εἶχόν ποτε, μᾶλλον δὲ τῶν ὀνείρων, εἰ δεῖ ἀληθέστερον εἰπεῖν (ἐπαινῶ γὰρ τὸν εἰπόντα τὰς ἐλπίδας εἶναι γρηγορούντων ἐνύπνια), κατὰ βίου ζήτησιν ἐπὶ τὸν Πόντον ἀπῆλθον. ἔνθα δή μοι ὁ Θεὸς χωρίον ὑπέδειξεν ἀκριβῶς συμβαῖνον συμβαίνοντα C. τῷ ἐμῷ τρόπῳ, ὥστε, οἷον πολλάκις εἰώθαμεν εἰώθειμεν C. ἀργοῦντες ἅμα καὶ παίζοντες τῇ διανοίᾳ συμπλάττειν, τοιοῦτον ἐπὶ τῆς ἀληθείας καθορᾷν. Ὄρος γάρ ἐστιν ὑψηλὸν βαθείᾳ ὕλῃ κεκαλυμμένον, ψυχροῖς ὕδασι καὶ διαφανέσιν εἰς τὸ κατʼ ἄρκτον κατάῤῥυτον. τούτου ταῖς ὑπωρείαις πεδίον ὕπτιον ὑπεστόρεσται, ταῖς ἐκ τοῦ ὄρους νοτίσι διηνεκῶς πιαινόμενον. ὕλη δὲ τούτῳ τούτων C. αὐτομάτως περιφυεῖσα ποικίλων καὶ παντοδαπῶν δένδρων, μικροῦ δεῖν ἀντὶ ἕρκους αὐτῷ γίνεται, ὡς μικρὰν εἶναι πρὸς τοῦτο καὶ τὴν Καλυψοῦς νῆσον, ἣν δὴ πασῶν πλέον Ὅμηρος εἰς κάλλος θαυμάσας φαίνεται. καὶ γὰρ οὐδὲ πολὺ ἀποδεῖ τοῦ νῆσος εἶναι, ἕνεκά γε τοῦ πανταχόθεν παντόθεν C, E. ἐρύμασι περιείργεσθαι· φάραγγες μὲν γὰρ αὐτῷ βαθεῖαι κατὰ δύο μέρη περιεῤῥώγασι, κατὰ πλευρὰν δὲ ἀπὸ κρημνοῦ ὁ ποταμὸς ὑποῤῥέων τεῖχός ἐστι καὶ αὐτὸς διηνεκὲς καὶ δυσέμβατον· ἐκ δὲ τοῦ ἐπὶ θάτερα τεταμένον εἶναι τὸ ὄρος δι’ ἀγκώνων μηνοειδῶν ταῖς φάραγξιν ἐπιζευγνύμενον, τὰ βάσιμα τῆς ὑπωρείας ἀποτειχίζει. μία δέ τις τις om. E, F. εἴσοδος ἐπʼ αὐτῆς, ἧς ἡμεῖς ἐσμὲν κύριοι. τήν γε μὴν οἴκησιν αὐχήν τις ἕτερος ὑποδέχεται, ὑψηλόν τινα ἐπὶ τῆς ἄκρας ἀνέχων τένοντα, ὥστε τὸ πεδίον ἐκ τούτου τούτου F. ὑφηπλῶσθαι ταῖς ὄψεσι καὶ ἐκ τοῦ μετεώρου ἐξεῖναι καὶ τὸν ποταμὸν περιῤῥέοντα καθορᾷν, οὐκ ἐλάττονα τέρψιν, ἔμοιγε δοκεῖν, παρεχόμενον ἢ τοῖς ἐκ τῆς Ἀμφιπόλεως τὸν Στρύμονα καταμανθάνουσιν. ὁ μὲν γὰρ σχολαιοτέρῳ σχολαίῳ C, F. τῷ ῥεύματι περιλιμνάζων, μικροῦ δεῖν μικροῦ δεῖ C. καὶ τὸ τοῦ C. ποταμὸς εἶναι ὑπὸ ὑπὸ om. F. τῆς ἡσυχίας ἀφῄρηται· ὁ δὲ ὀξύτατα ὧν ἐγὼ οἶδα ποταμῶν ῥέων βραχύ τι τῇ γείτονι πέτρᾳ παρατραχύνεται· περιτραχύνεται A, C, D. ἀφʼ ὑφʼ C, F ἧς ἀναχεόμενος εἰς δίνην βαθεῖαν περιειλεῖται, ὄψιν τε ἡδίστην μεγίστην C, πασῶν add. E. ἐμοὶ καὶ παντὶ θεατῇ παρεχόμενος, καὶ χρείαν τοῖς ἐπιχωρίοις αὐταρκεστάτην, ἰχθύων γε τε MSS. πλῆθος ἀμύθητον ταῖς δίναις περιειλούμενον add. E. ἐντρέφων. Τί δεῖ λέγειν τὰς ἐκ τῆς γῆς ἀναπνοάς, ἢ τὰς ἐκ τοῦ ποταμοῦ αὔρας; τό γε μὴν τῶν ἀνθέων πλῆθος ἢ τῶν ᾠδικῶν ὀρνίθων ἄλλος μὲν ἄν τις θαυμάσειεν, ἐθαύμασεν E, F. ἐμοὶ δὲ οὐ σχολὴ τούτοις προσέχειν τὸν νοῦν. ὃ δὲ μέγιστον εἰπεῖν ἔχομεν τοῦ χωρίου, ὅτι πρὸς πᾶσαν ὑπάρχον ὑπουργίαν C. καρπῶν φορὰν ἐπιτήδειον δι’ εὐκαιρίαν τῆς θέσεως, ἥδιστον ἐμοὶ πάντων καρπῶν τὴν ἡσυχίαν τρέφει, ἐκτρέφει E. οὐ μόνον καθότι τῶν ἀστικῶν θορύβων ἀπήλλακται, ἀλλʼ ὅτι οὐδὲ ὁδίτην τινὰ παραπέμπει πλὴν τῶν κατὰ θήραν ἐπιμιγνυμένων ἡμῖν. πρὸς γὰρ τοῖς αὐτοῖς A, B. ἄλλοις καὶ θηροτρόφος ἐστίν, οὐχὶ ἄρκτων ἢ λύκων τῶν ὑμετέρων (μὴ γένοιτο), ἀλλʼ ἐλάφων ἀγέλας καὶ αἰγῶν ἀγρίων καὶ λαγωοὺς βόσκει, καὶ εἴ τι τούτοις ὅμοιον. Ἆρʼ οὖν οὐκ ἐνθυμῇ παρʼ ὅσον ἦλθον κινδύνου ὁ μάταιος ἐγώ, τοιούτου χωρίου τὴν Τιβερίνην, τῆς οἰκουμένης τὸ βάραθρον, φιλονεικῶν ἀνταλλάξασθαι; πρὸς ὅπερ νῦν ἐπειγομένῳ συγγνώσῃ. πάντως γὰρ οὐδὲ Ἀλκμαίων Ἐχινάδας νήσους E. εὑρὼν ἔτι τῆς πλάνης ἠνέσχετο. Ἀρκαδίῳ κόμητι πριβατῶν Ἔδωκαν μείζονα τὴν χάριν ἢ ἔλαβον οἱ πολῖται τῆς μητροπόλεως ἡμῶν, παρασχόμενοί μοι ἀφορμὴν τῶν πρὸς τὴν σὴν τιμιότητα γραμμάτων. αὐτοῖς μὲν γὰρ ἡ φιλανθρωπία, ἧς ἕνεκεν τὴν ἐπιστολὴν ἔλαβον παρʼ ἡμῶν, καὶ πρὸ τῶν ἡμῶν ἡμετέρων C. γραμμάτων ὑπῆρχε, διὰ τὴν συνήθη καὶ τὴν ἐκ φύσεως ἐνυπάρχουσάν σοι πρὸς πάντας ἡμερότητα. Ἡμεῖς δὲ τὴν ἀφορμὴν τοῦ προσφθέγγεσθαί προσφθέγξασθαι C. σου τὴν ἀμίμητον καλοκἀγαθίαν μέγιστον κέρδος ἐθέμεθα, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ προκόπτοντί σοι ἐν τῇ πρὸς αὐτὸν εὐαρεστήσει καὶ ἐπὶ μεῖζον τῆς περὶ σὲ περιφανείας αὐξανομένης, αὐτοί τε ἐπευφραίνεσθαι καὶ τοῖς εὐεργετουμένοις ὑπὸ τῆς σῆς ἐπιστασίας συνήδεσθαι· λαβεῖν δέ ποτε καὶ τοὺς ἐγχειρίζοντάς σοι τὰ γράμματα ἡμῶν ἡμέρως ἰδεῖν, καὶ ἀποπέμψασθαι μετὰ πάντων καὶ αὐτούς, ἀνυμνοῦντας τὴν σὴν πραότητα, ἀεὶ μαθόντας ὅτι οὐκ ἄχρηστος αὐτοῖς ἡ παρʼ ἡμῶν πρεσβεία πρὸς τὴν ἀνυπέρβλητόν σου καλοκἀγαθίαν γεγένηται.