Στρατιώτῃ Ὑπὲρ πολλῶν ἔχοντες εὐχαριστεῖν τῷ Κυρίῳ, ὧν καὶ ἠξιώθημεν παρʼ αὐτοῦ ἐπὶ τῆς ἐπιδημίας ἡμῶν, ὑμῶν E. μέγιστον ἀγαθὸν ἐκρίναμεν τὴν γνῶσιν τῆς σῆς τιμιότητος, τὴν παρὰ τοῦ ἀγαθοῦ Δεσπότου παρασχεθεῖσαν ἡμῖν. ἔγνωμεν γὰρ ἄνδρα δεικνύντα, ὅτι καὶ ἐν τῷ στρατιωτικῷ βίῳ δυνατὸν τῆς πρὸς Θεὸν ἀγάπης τὸ τέλειον διασῶσαι, καὶ ὅτι οὐκ ἐν τῇ περιβολῇ τῆς ἐσθῆτος, ἀλλʼ ἐν τῇ διαθέσει τῆς ψυχῆς ὁ Χριστιανὸς ὀφείλει χαρακτηρίζεσθαι. Καὶ τότε οὖν μετὰ πάσης ἐπιθυμίας συνετύχομέν σοι, καὶ νῦν, ὁσάκις ἂν εἰς μνήμην ἔλθωμεν, μεγίστης ἀπολαύομεν εὐφροσύνης. ἀνδρίζου τοίνυν, καὶ ἴσχυε, καὶ τὴν πρὸς Θεὸν ἀγάπην τρέφειν καὶ πολυπλασιάζειν ἀεὶ σπούδαζε, ἵνα σοι καὶ ἡ τῶν ἀγαθῶν παρʼ αὐτοῦ χορηγία ἐπὶ μεῖζον προΐῃ. ὅτι δὲ καὶ ἡμῶν μέμνησαι, οὐδεμιᾶς ἑτέρας ἀποδείξεως προσδεόμεθα, τὴν ἐκ τῶν πραγμάτων ἔχοντες μαρτυρίαν. Ἰουλίττῃ ἐλευθέρᾳ Πάνυ ἠθύμησα τοῖς γράμμασιν ἐντυχὼν τῆς εὐγενείας σου, ὅτι σε πάλιν αἱ αὐταὶ περιέχουσιν ἀνάγκαι. καὶ τί δεῖ ποιεῖν πρὸς ἀνθρώπους οὕτω παλίμβολου παλίμβουλον E. ἐπιδεικνυμένους τὸ ἦθος, καὶ ἄλλοτε ἄλλα λέγοντας, καὶ ταῖς ἰδίαις ὁμολογίαις μὴ ἐμμένοντας; εἰ γὰρ μετὰ τὰς ἐπʼ ἀπʼ editi antiqi. ἐμοῦ καὶ τοῦ ἀπὸ ὑπάρχων ὑποσχέσεις, νῦν, ὡς μηδενὸς εἰρημένου, οὕτω στενοχωρεῖ τὴν προθεσμίαν, ἔοικε παντελῶς ἀπηρυθριακέναι πρὸς ἡμᾶς ὁ ἀνήρ. Πλὴν ἀλλʼ ἐπέστειλα αὐτῷ, ἐντρέπων αὐτὸν καὶ ὑπομιμνήσκων τῶν αὐτοῦ ὑποσχέσεων. ἐπέστειλα δὲ καὶ Ἑλλαδίῳ, τῷ οἰκείῳ τοῦ ὑπάρχου, ἵνα δι’ αὐτοῦ διδαχθῇ τὰ κατὰ σὲ ὁ ὕπαρχος. ἔπαρχος E. αὐτὸς γὰρ μέχρι τοσούτου θαρρῆσαι δικαστῇ τοσούτῳ οὐκ ἐνόμισα ἐπίβαλλον ἐπιβάλλειν E. εἶναί μοι, διὰ τὸ μηδέ πω περὶ ἰδιωτικοῦ πράγματος αὐτῷ ἐπεσταλκέναι, καὶ ὑφορᾶσθαι κατάγνωσίν τινα, ὡς οἶδας, εὐκόλως τῶν μεγάλων ἀνδρῶν ἀγριαινόντων πρὸς τὰ τοιαῦτα· εἰ μέντοι τι ἔσται ὄφελος, ἔσται τοῦτο διὰ Ἑλλαδίου, ἀνθρώπου καὶ χρηστοῦ καὶ περὶ ἡμᾶς διακειμένου, καὶ Θεὸν φοβουμένου, καὶ παρρησίαν ἀμύθητον ἔχοντος πρὸς τὸν ἄρχοντα. δυνατὸς δὲ ὁ ἅγιος διαγαγεῖν διάγειν editio Paris. σε πάσης θλίψεως, μόνον ἐὰν ἀληθινῇ καὶ γνησίᾳ καρδίᾳ ἐπελπίσωμεν ἐπʼ αὐτόν. Τῷ κηδεμόνι τῶν κληρονόμων Ἰουλίττης Ἐθαύμασα ἀκούσας ὅτι, τῶν χρηστῶν ἐκείνων καὶ πρεπόντων τῇ σῇ ἐλευθερίᾳ ὑποσχέσεων ἐπιλαθόμενος, νῦν σφοδροτάτην καὶ ἀπαραίτητον ἐπάγεις τὴν ἀπαίτησιν τῇ ἀδελφῇ τῇδε· καὶ τί εἰκάσω ἐκ τῶν λεγομένων οὐκ ἔχω. σοί τε γὰρ πολλὴν παρὰ τῶν πεπειραμένων σου μαρτυρουμένην ἐλευθερίαν σύνοιδα, καὶ τῶν ὑποσχέσεών σου μέμνημαι ὧν ἐποίησας ἐπʼ ἐμοῦ καὶ τοῦδε, καὶ τοῦδε τοῦ δὲ λόγου conj. Combefisius. λέγων ἐλάττονα μὲν γράφειν χρόνον, πλείονα δὲ συγχωρήσειν διὰ τὸ διὰ τὸ δεῖ τῷ E. editi antiqi. βούλεσθαι συμπεριφέρεσθαι τῇ ἀνάγκῃ τοῦ πράγματος, καὶ συγγνώμην παρέχειν τῇ ἐλευθέρᾳ ἀναγκαζομένῃ τοσοῦτον ἀθρόως ἐκ τῆς οἰκίας προΐεσθαι χρῆμα. Τίς οὖν ἡ αἰτία δι’ ἣν ἡ τοσαύτη μεταβολὴ γέγονεν ἐγὼ νοεῖν οὐκ ἔχω. πλὴν ὅπερ ἂν ᾖ, παρακαλῶ σε, μεμνημένον τῆς σεαυτοῦ ἐλευθεριότητος καὶ πρὸς τὸν Κύριον ἀπιδόντα τὸν ἀμειβόμενον τὰς χρηστὰς προαιρέσεις, δοῦναι τὸν καιρὸν ὃν ἐξ ἀρχῆς ὑπέσχου τῆς ἀνέσεως, ἵνα δυνηθῶσι συμπωλήσαντες τὰ ἑαυτῶν διαλῦσαι τὸ χρέος. δῆλον δὲ ὅτι κἀκείνων μέμνημαι, ὅτι ὑπέσχου, εἰ λάβοις τὸ ὁμολογηθὲν χρυσίον, πάντα τὰ ὁμολογηθέντα χαρτία, καὶ τὰ ἐπὶ τῶν ἀρχόντων πραχθέντα καὶ τὰ ἰδιωτικῶς γενόμενα, γινόμενα editi antiqi. παραδώσειν τῇ προειρημένῃ. Παρακαλῶ οὖν, καὶ ἡμᾶς τίμησον καὶ κτῆσαι παρὰ τῷ Κυρίῳ μεγάλην ἑαυτῷ εὐλογίαν, ἀναμνησθεὶς τῶν σεαυτοῦ ὑποσχέσεων, γινώσκων ὅτι ἄνθρωπος εἶ καὶ αὐτὸς καί add. E. ἀναμένειν ὀφείλεις τοὺς καιροὺς ἐν οἷς δεηθήσῃ τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως· ἣν μὴ ἀποκλείσῃς σεαυτῷ διὰ τῆς παρούσης σκληρότητος, ἀλλʼ εὐτρέπισον τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ ἐπὶ σαυτόν, πᾶσαν χρηστότητα καὶ ἐπιείκειαν τοῖς καταπονουμένοις ἐπιδειξάμενος. Ἑλλαδίῳ Κόμητι Πάνυ παραιτούμενος δι’ ὄχλου εἶναι τῇ χρηστότητί σου διὰ τὸ μέγεθος τῆς περὶ ὑμᾶς ἀρχῆς, ἵνα μὴ δόξω ἀμέτρως ἐμφορεῖσθαι τῆς φιλίας ὑμῶν, ὅμως ὑπὸ τῶν ἀναγκῶν ἡσυχάζειν οὐκ ἐπιτρέπομαι. τὴν γοῦν ἀδελφὴν τήνδε, καὶ πρὸς γένος ἡμῖν οὖσαν καὶ διὰ χηρείαν καταπονουμένην καὶ παιδὸς ὀρφανοῦ πράγματος πραγμάτων E. φροντίζουσαν, ἐπεὶ εἶδον λοιπὸν ὑπὲρ δύναμιν ἀφορήτοις ἀνάγκαις συνεχομένην, κατελεήσας καὶ παθὼν τὴν ψυχὴν ἔσπευσα παρακαλέσαι σε, ἵνα, εἴ τις δύναμις, τῷ ἀποσταλέντι παρʼ αὐτῆς ἀνθρώπῳ καταξιώσῃς συμπρᾶξαι, πρὸς τὸ ὅπερ αὕτη παριοῦσα παριοῦσα Bigot. alter secunda manu, περιοῦσα alii MSS. et editi. ὑπέσχετο ὑφʼ ἡμῶν, ἤδη τοῦτο αὐτὴν ἀποδοῦσαν τῆς εἰς τὸ πλέον ἐπηρείας ἀπαλλαγῆναι. ὑπέσχετο γὰρ τὸ κεφάλαιον δοῦσα συγχωρεῖσθαι τοὺς τόκους. Νῦν τοίνυν οἱ φροντίζοντες αὐτῆς τῶν κληρονόμων μετὰ τὸ κεφάλαιον καὶ τὴν τῶν τόκων εἴσπραξιν ἐπιχειροῦσι ποιήσασθαι. ὡς οὖν εἰδὼς ὅτι Κύριός ἐστιν ὁ τὰ τῶν χηρῶν καὶ ὀρφανῶν ἰδιοποιούμενος, οὕτω σπούδασον χρήσασθαι ἑαυτὸν τῇ σπουδῇ τῇ ὑπὲρ τοῦ πράγματος ἐπʼ ἐλπίδι τῆς παρʼ αὐτοῦ τοῦ Θεοῦ ἡμῶν μισθαποδοσίας. οἶμαι γὰρ καὶ τὴν ἡμερότητα τοῦ θαυμασιωτάτου ἐπάρχου ὑπάρχου conj. ed. Ben. μαθοῦσαν ὅτι τὸ κεφάλαιον ἐκτέτισται, συμπαθήσειν τῷ ἐλεεινῷ λοιπὸν καὶ ἀθλίῳ οἴκῳ εἰς γόνυ κλιθέντι καὶ οὐκέτι ἀρκοῦντι ταῖς ἔξωθεν αὐτῷ ἐπαγομέναις ἐπηρείαις. παρακαλῶ οὖν, καὶ τῇ ἀνάγκῃ σύγγνωθι δι’ ἣν ὤχλησά ἠνόχλησα conj. ed. Ben. σοι, καὶ τῷ πράγματι σύμπραξον κατὰ τὴν δύναμιν, ἣν ἔδωκέ σοι ὁ Χριστὸς χρηστῷ καὶ ἀγαθῷ τὸν τρόπον ὄντι, καὶ εἰς ἀγαθὸν οἷς ἔλαβες κεχρημένῳ. Μοδέστῳ ὑπάρχῳ Ὅσης ἡμῖν τιμῆς καὶ παρρησίας μεταδίδως, τῇ ἡμερότητι τοῦ τρόπου καταβαίνειν πρὸς ἡμᾶς ἀνεχόμενος, τοσαύτην σοι καὶ ἔτι πλείω ἐν παντὶ τῷ βίῳ παρὰ τοῦ ἀγαθοῦ ἡμῶν Δεσπότου τὴν αὔξησιν γενέσθαι γεγενέσθαι E. τῆς περιφανείας εὐχόμεθα. ἐμὲ δὲ καὶ πάλαι ἐπιθυμοῦντα γράφειν καὶ ἀπολαύειν τῆς παρὰ σοῦ τιμῆς, κατεῖχεν ἡ πρὸς τὸ ὑπερέχον αἰδώς, εὐλαβούμενον μήποτε νομισθῶ ἀμέτρως ἐμφορεῖσθαι τῆς παρρησίας. Νῦν δὲ ὁμοῦ μὲν καὶ τὸ λαβεῖν τὴν ἐξουσίαν Νῦν ... ἐξουσίαν om. E. τοῦ ἐπιστέλλειν παρὰ τῆς ἀπαραβλήτου σου μεγαλοφυΐας, ὁμοῦ δὲ καὶ χρεία τῶν καταπονουμένων ἐξεβιάσατό με πρὸς τὸ θαρσεῖν. εἴ τις οὖν καὶ παρὰ τῶν μικρῶν ἐπὶ τοῖς μεγίστοις μεγάλοις E. ἱκετηρίας ἰσχύς, παρακλήθητι, θαυμασιώτατε, φιλανθρώπῳ νεύματι ἐλεεινῇ ἀγροικίᾳ τὴν σωτηρίαν χαρίσασθαι, καὶ τοῖς τὸν Ταῦρον οἰκοῦσι τὸν σιδηροφόρον φορητὴν προστάξαι γενέσθαι τὴν τοῦ σιδήρου συντέλειαν, ὡς μὴ εἰς ἅπαξ αὐτοὺς ἐκτριβῆναι, ἀλλὰ διαρκῇ αὐτῶν εἶναι τὴν ὑπηρεσίαν τοῖς δημοσίοις· οὗ μάλιστα πάντων μέλειν τῇ ἀξιαγάστῳ σου φιλανθρωπίᾳ πεπείσμεθα.