<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="101"><head rend="align(center)">Παραμυθητική<note xml:lang="eng"><foreign xml:lang="grc">τῇ ὁμοζύγῳ Ἀρινθαίου</foreign> add. editi antiqi; <foreign xml:lang="grc">πρὸς τινὰ θλίψεσιν ἀδικήτοις περιπεσόντα</foreign> Regius secundus; <foreign xml:lang="grc">τινὶ θλίψεσιν ἀδικήτοις περιπεσόντι</foreign> Bigot.</note></head><p rend="align(indent)"> Εὐχῆς ἄξιον ἦν, πρώτην διαπεμπομένους ἐπιστολήν, εὐθυμοτέραν ἔχειν<note xml:lang="eng"><foreign xml:lang="grc">σχεῖν</foreign> E.</note> τὴν τῶν γραμμάτων ὑπόθεσιν. οὕτω γὰρ ἂν ἡμῖν τὰ κατὰ γνώμην ὑπῆρξε, διότι πᾶσι βουλόμεθα τοῖς ἐν εὐσεβείᾳ ζῇν προαιρουμένοις πάντα τὸν βίον εἰς ἀγαθὸν εὐοδοῦσθαι. ἀλλʼ ἐπειδὴ ὁ διοικῶν τὴν ζωὴν ἡμῶν Κύριος, κατὰ τὴν ἄρρητον αὐτοῦ σοφίαν πάντως πρὸς τὸ σύμφερον τῶν ψυχῶν τῶν ἡμετέρων ταῦτα ᾠκονόμησε γενέσθαι, δι’ ὧν σοι μὲν ὀδυνηρὰν κατέστησε τὴν ζωήν, ἡμᾶς δέ, τοὺς τῇ κατὰ Θεὸν ἀγάπῃ συνημμένους, εἰς συμπάθειαν ἤγαγε, μαθόντας παρὰ τῶν ἀδελφῶν ἡμῶν ἐν οἷς γέγονας, ἀναγκαῖον ἡμῖν ἐφάνη τὴν ἐνδεχομένην παράκλησιν προσαγαγεῖν σοι. εἰ μὲν οὖν ἦν δυνατὸν καὶ διαβῆναι μέχρι τοῦ τόπου ἐν ᾧ συμβαίνει διάγειν σου τὴν εὐγένειαν, περὶ παντὸς ἂν τοῦτο ἐποιησάμην. ἐπεὶ δὲ καὶ ἡ τοῦ σώματος ἀρρωστία καὶ τῶν συνεχόντων ἡμᾶς πραγμάτων τὸ πλῆθος καὶ αὐτὴν ταύτην ἣν ὑπέστημεν ὁδὸν ἐπὶ πολλῇ τῶν καθʼ ἡμᾶς ἐκκλησιῶν ζημίᾳ παρεσκεύασε, διὰ γραμμάτων <pb n="v.2.p.188"/> ἐπισκέψασθαί σου τὴν σεμνότητα προεθυμήθημεν, ὑπομιμνήσκοντες, ὅτι αἱ θλίψεις αὗται οὐκ ἀργῶς τοῖς δούλοις τοῦ Θεοῦ παρὰ τοῦ ἐπισκοποῦντος ἡμᾶς Κυρίου γίνονται, ἀλλὰ ἐπὶ δοκιμασίᾳ τῆς ἀληθινῆς πρὸς τὸν κτίσαντα ἡμᾶς Θεὸν ἀγάπης. ὡς γὰρ τοὺς ἀθλητὰς οἱ τῶν ἀγώνων κάματοι τοῖς στεφάνοις προσάγουσιν, οὕτω καὶ τοὺς Χριστιανοὺς ἡ ἐν τοῖς<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτοῖς</foreign> add. editi antiqi.</note> πειρασμοῖς δοκιμασία πρὸς τὴν τελείωσιν ἄγει, ἐὰν μετὰ τῆς πρεπούσης ὑπομονῆς ἐν εὐχαριστίᾳ πάσῃ τὰ οἰκονομούμενα παρὰ τοῦ Κυρίου καταδεξώμεθα. </p><p rend="align(indent)"> Ἀγαθότητι Δεσπότου διοικεῖται τὰ πάντα. οὐδὲν τῶν συμβαινόντων ἡμῖν ὡς λυπηρὸν ὑποδέχεσθαι χρή, κἂν πρὸς τὸ παρὸν ἅπτηται τῆς ἀσθενείας ἡμῶν. εἰ γὰρ καὶ τοὺς λόγους ἀγνοοῦμεν, καθʼ οὓς ἕκαστον τῶν γινομένων<note xml:lang="eng"><foreign xml:lang="grc">γιγνομένων</foreign> E.</note> ὡς καλὸν παρὰ τοῦ Δεσπότου ἡμῖν ἐπάγεται, ἀλλʼ ἐκεῖνο πεπεῖσθαι ὀφείλομεν, ὅτι πάντως συμφέρει τὸ γινόμενον ἢ ἡμῖν διὰ τὸν τῆς ὑπομονῆς μισθὸν ἢ τῇ παραληφθείσῃ ψυχῇ, ἵνα μή, ἐπὶ πλέον τῇ ζωῇ ταύτῃ ἐπιβραδύνασα τῆς ἐμπολιτευομένης τῷ βίῳ κακία ἀναπλησθῇ. εἰ μὲν γὰρ ἐν τῇ ζωῇ ταύτῃ ἡ τῶν Χριστιανῶν ἐλπὶς περιώριστο, εἰκότως χαλεπὸν ἂν ἐνομίσθη τὸ θᾶττον διαζευχθῆναι τοῦ σώματος· εἰ δὲ ἀρχὴ τοῦ ἀληθινοῦ βίου τοῖς κατὰ Θεὸν ζῶσίν ἐστι τὸ τῶν δεσμῶν τούτων τῶν σωματικῶν τὴν ψυχὴν ἐκλυθῆναι, τί λυπούμεθα, ὡς καὶ<note xml:lang="eng"><foreign xml:lang="grc">καί</foreign> om. E</note> οἱ μὴ ἔχοντες ἐλπίδα; παρακλήθητι οὖν μὴ ὑποπεσεῖν τοῖς πάθεσιν, ἀλλὰ δεῖξαι ὅτι ὑπέρκεισαι καὶ ὑπερῆρας. </p></div><pb n="v.2.p.190"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="102"><head rend="align(center)">Σαταλεῦσι πολίταις</head><p rend="align(indent)"> Ἐγὼ τάς τε ἰδίας ὑμῶν παρακλήσεις καὶ τὰς τοῦ λαοῦ παντὸς δυσωπηθείς, καὶ ἐδεξάμην<note xml:lang="eng"><foreign xml:lang="grc">κατεδεξάμην</foreign> Harl.</note> τὴν φροντίδα τῆς καθʼ ὑμᾶς ἐκκλησίας, καὶ ὑπεσχόμην ὑμῖν ἐνώπιον Κυρίου μηδὲν ἐλλείψειν τῶν εἰς δύναμιν ἐμὴν ἡκόντων. διὸ ἠναγκάσθην, κατὰ τὸ γεγραμμένον,<note xml:lang="eng"><foreign xml:lang="grc">εἰρημένον</foreign> Harl., Med.</note> οἷον τῆς κόρης τοῦ ἐμοῦ ὀφθαλμοῦ ἅψασθαι. οὕτως τὸ ὑπέρβαλλον τῆς καθʼ ὑμᾶς τιμῆς οὐδενός μοι συνεχώρησεν εἰς μνήμην ἐλθεῖν, οὐ συγγενείας, οὐ τῆς ἐκ παιδὸς συνηθείας τῆς ὑπαρχούσης μοι πρὸς τὸν ἄνδρα, πρὸ τῶν παρʼ ὑμῶν αἰτηθέντων· ἀλλὰ πάντων μὲν τῶν ἰδίᾳ μοι ὑπαρχόντων πρὸς αὐτὸν εἰς οἰκειότητος λόγον ἐπιλαθόμενος, μὴ ὑπολογισάμενος δὲ μηδὲ τοῦ στεναγμοῦ τὸ πλῆθος, ὃ καταστενάξει μου ὁ λαὸς ὁ τὴν προστασίαν αὐτοῦ ζημιωθείς, μὴ πάσης αὐτοῦ τῆς συγγενείας τὸ δάκρυον, μὴ μητρὸς αὐτοῦ γηραιᾶς καὶ ἐπὶ μόνῃ τῇ παρʼ αὐτοῦ θεραπείᾳ σαλευούσης τὴν θλίψιν εἰς καρδίαν λαβών· πάντων ὁμοῦ τοιούτων ὄντων<note xml:lang="eng"><foreign xml:lang="grc">ἀλγεινῶν</foreign> Med.</note> καὶ τοσούτων ἀλογήσας, ἑνὸς ἐγενόμην, τοῦ τὴν ὑμετέραν ἐκκλησίαν κατακοσμῆσαι μὲν τῇ τοῦ τηλικούτου ἀνδρὸς προστασίᾳ, βοηθῆσαι δὲ αὐτῇ ἐκ τῆς χρονίας ἀπροστασίας εἰς γόνυ λοιπὸν κλιθείσῃ, <pb n="v.2.p.192"/> καὶ πολλῆς καὶ δυνατῆς χειραγωγίας εἰς τὸ διαναστῆναι δεομένῃ.<note xml:lang="eng"><foreign xml:lang="grc">δεομένης</foreign> editi antiqi.</note> </p><p rend="align(indent)"> Τὰ μὲν οὖν ἡμέτερα τοιαῦτα. τὰ δὲ παρʼ ὑμῶς ἀπαιτοῦμεν λοιπὸν μὴ ἐλάττονα φανῆναι τῆν ἡμετέρας ἐλπίδος καὶ τῶν ὑποσχέσεων ἃς πεποιήμεθα τῷ ἀνδρί, ὅτι πρὸς οἰκείους καὶ φίλους αὐτὸν ἐξεπέμψαμεν, ἑκάστου ὑμῶν ὑπερβαλέσθαι τὸν ἕτερον ἐν τῇ περὶ τὸν ἄνδρα σπουδῇ καὶ ἀγάπῃ προθυμουμένου. ὅπως οὖν ἐπιδείξησθε<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπιδείξεσθε</foreign> editi antiqi.</note> τὴν καλὴν ταύτην φιλοτιμίαν, καὶ τῷ ὑπερβάλλοντι τῆς θεραπείας παρακαλέσητε αὐτοῦ τὴν καρδίαν, ὥστε λήθην μὲν αὐτῷ ἐγγενέσθαι πατρίδος, λήθην δὲ συγγενῶν,<note xml:lang="eng"><foreign xml:lang="grc">συγγενείας</foreign> editi antiqi.</note> λήθην δὲ λαοῦ τοσοῦτον ἐξηρτημένου τῆς προστασίας αὐτοῦ ὅσον παιδίον νεαρὸν τῆς μητρῴας θηλῆς. </p><p rend="align(indent)"> Προαπεστείλαμεν δὲ Νικίαν, ὥστε τὰ γενόμενα φανερὰ καταστῆσαι τῇ τιμιότητι ὑμῶν, καὶ προλαβόντας ὑμᾶς ἑορτάζειν καὶ εὐχαριστεῖν τῷ Κυρίῳ τῷ δι’ ἡμῶν<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμᾶς</foreign> editi antiqi.</note> καταξιώσαντι τὴν εὐχὴν ὑμῶν ἐκπληρωθῆναι. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="103"><head rend="align(center)">Σαταλεῦσιν<note xml:lang="eng"><foreign xml:lang="grc">ἀνεπίγραφος ἐπὶ ἐκκλησίᾳ</foreign> E.</note></head><p rend="align(indent)"> Ἤγαγεν εἰς ἔργον ὁ Κύριος τοῦ λαοῦ αὐτοῦ<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτοῦ</foreign> om. E</note> τὰ αἰτήματα, καὶ ἔδωκεν αὐτῷ διὰ τῆς ἡμετέρας ταπεινώσεως ποιμένα ἄξιον μὲν τοῦ ὀνόματος, καὶ οὐ κατὰ τοὺς πολλοὺς καπηλεύοντα τὸν <pb n="v.2.p.194"/> λόγον, δυνάμενον δὲ καὶ ὑμῖν<note xml:lang="eng"><foreign xml:lang="grc">ἡμῖν</foreign> editi antiqi.</note> τοῖς τὴν ὀρθότητα τοῦ κηρύγματος ἀγαπῶσι καὶ τὴν κατʼ ἐντολὰς<note xml:lang="eng"><foreign xml:lang="grc">ἐντολήν</foreign> E.</note> τοῦ Κυρίου ζωὴν καταδεξαμένοις ἀρέσκειν καθʼ ὑπερβολὴν ἐν τῷ ὀνόματι<note xml:lang="eng"><foreign xml:lang="grc">ῥήματι</foreign> editi antiqi.</note> τοῦ Κυρίου τοῦ πληρώσαντος αὐτὸν τῶν πνευματικῶν αὐτοῦ χαρισμάτων. </p></div><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="104"><head rend="align(center)">Μοδέστῳ ὑπάρχῳ</head><p rend="align(indent)"> Αὐτὸ τὸ γράφειν πρὸς ἄνδρα τοσοῦτον, κἂν μηδεμία πρόφασις ἑτέρα προσῇ, μέγιστόν ἐστι τῶν εἰς τιμὴν φερόντων τοῖς αἰσθανομένοις· διότι αἱ πρὸς τοὺς παμπληθὲς<note xml:lang="eng"><foreign xml:lang="grc">παμπληθεῖς</foreign> editi antiqi.</note> τῶν λοιπῶν ὑπερέχοντας ὁμιλίαι μεγίστην τοῖς ἀξιουμένοις<note xml:lang="eng"><foreign xml:lang="grc">τήν</foreign> add. E.</note> περιφάνειαν προξενοῦσιν. ἐμοὶ δʼ ὑπὲρ πατρίδος πάσης ἀγωνιῶντι ἀναγκαία πρὸς τὴν σὴν μεγαλόνοιαν ἡ ἔντευξις, ἧς ἱκετεύω πράως καὶ κατὰ τὸν σεαυτοῦ τρόπον ἀνασχέσθαι, καὶ χεῖρα ὀρέξαι τῇ πατρίδι ἡμῶν εἰς γόνυ ἤδη<note xml:lang="eng"><foreign xml:lang="grc">ἤδη</foreign> om. E</note> κλιθείσῃ.<note xml:lang="eng"><foreign xml:lang="grc">ἐλθούσῃ</foreign> editi antiqi.</note> ἔστι δὲ ὑπὲρ οὗ ἱκετεύομέν<note xml:lang="eng"><foreign xml:lang="grc">ἱκετεύωμεν</foreign> E.</note> σε τὸ πρᾶγμα τοιοῦτον. </p><p rend="align(indent)"> Τοὺς τῷ Θεῷ ἡμῶν ἱερωμένους, πρεσβυτέρους <pb n="v.2.p.196"/> καὶ διακόνους, ὁ παλαιὸς κῆνσος ἀτελεῖς ἀφῆκεν.<note xml:lang="eng"><foreign xml:lang="grc">ἀφῆκαν</foreign> editi antiqi.</note> οἱ δὲ νῦν ἀπογραψάμενοι, ὡς οὐ λαβόντες παρὰ τῆς ὑπερφυοῦς σου ἐξουσίας πρόσταγμα,<note xml:lang="eng"><foreign xml:lang="grc">προστάματα</foreign> E. Harl.</note> ἀπεγράψαντο, πλὴν εἰ μὴ πού τινες ἄλλως εἶχον ὑπὸ τῆς ἡλικίας τὴν ἄφεσιν. δεόμεθα οὖν μνημόσυνον τῆς σῆς εὐεργεσίας τοῦτο ἡμῖν ἀφεθῆναι,<note xml:lang="eng"><foreign xml:lang="grc">ἐναφεθῆναι</foreign> editi antiqi.</note> παντὶ τῷ ἐπιόντι χρόνῳ ἀγαθὴν περὶ σοῦ μνήμην διαφύλαττον, καὶ συγχωρηθῆναι κατὰ τὸν παλαιὸν νόμον τῆς συντελείας τοὺς ἱερατεύοντας·<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">τῆς . . . ἱερατεύοντας</foreign><foreign xml:lang="grc">τὴν συντελείαν τοῖς ἱερατεύουσι</foreign> E.</note> καὶ μὴ εἰς πρόσωπον τῶν νῦν καταλαμβανομένων γενέσθαι τὴν ἄφεσιν (οὕτω γὰρ εἰς τοὺς διαδόχους ἡ χάρις μεταβήσεται, οὓς οὐ πάντως συμβαίνει τοῦ ἱερατεύειν ἀξίους εἶναι), ἀλλὰ κατὰ τὸν ἐν τῇ ἐλευθέρᾳ ἀπογραφῇ τύπον κοινήν τινα συγχώρησιν κληρικῶν γενέσθαι, ὥστε ὑπὸ τῶν οἰκονομούντων τὰς ἐκκλησίας τοῖς ἑκάστοτε λειτουργοῦσι τὴν ἀτέλειαν δίδοσθαι. </p><p rend="align(indent)"> Ταῦτα καὶ τῇ σῇ μεγαλοφυΐᾳ ἀθάνατον τὴν ἐπὶ τοῖς ἀγαθοῖς δόξαν διαφυλάξει, καὶ τῷ βασιλικῷ οἴκῳ πολλοὺς τοὺς ὑπερευχομένους παρασκευάσει, καὶ αὐτοῖς τοῖς δημοσίοις μέγα παρέξει ὄφελος, ἡμῶν οὐ πάντως τοῖς κληρικοῖς, ἀλλὰ τοῖς ἀεὶ καταπονουμένοις τὴν ἀπὸ τῆς ἀτελείας παραμυθίαν παρεχομένων· ὅπερ<note xml:lang="eng"><foreign xml:lang="grc">ὥσπερ</foreign> editi antiqi.</note> οὖν καὶ ἐπὶ τῆς ἐλευθερίας<note xml:lang="eng"><foreign xml:lang="grc">ἐλευθέρας</foreign> E.</note> ποιοῦμεν, ὡς ἔξεστι γνῶναι τῷ βουλομένῳ. </p></div><pb n="v.2.p.198"/><div type="textpart" subtype="letter" xml:base="urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2" n="105"><head rend="align(center)">Διακόνοις θυγατράσι Τερεντίου Κόμητος<note xml:lang="eng"><foreign xml:lang="grc">Φερεντίου κόμητος</foreign> editi antiqi. <foreign xml:lang="grc">περὶ πίστεως</foreign> add. quidam MSS.</note></head><p rend="align(indent)"> Ἐγὼ καὶ Σαμοσάτοις ἐπιστὰς προσεδόκησα συντεύξαθαι τῇ κοσμιότητι ὑμῶν· καὶ ἐπειδὴ διήμαρτον τῆς συντυχίας, οὐ μετρίως ἤνεγκα τὴν ζημίαν, λογιζόμενος πότε εἴη ἢ ἐμοὶ δυνατὸν πάλιν πλησιάσαι τοῖς καθʼ ὑμᾶς χωρίοις ἢ<note xml:lang="eng"><foreign xml:lang="grc">εἰ</foreign> add. E.</note> ὑμῖν<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma"> ἢ ὑμῖν</foreign><foreign xml:lang="grc">ἤ εἰ ὑμῖν</foreign> editi antiqi.</note> αἱρετὸν τὴν ἡμετέραν καταλαβεῖν. ἀλλʼ ἐκεῖνα μὲν κείσθω ἐν τῷ θελήματι τοῦ Κυρίου. </p><p rend="align(indent)"> Τὸ δὲ νῦν ἔχον, ἐπειδὴ εὗρον τὸν υἱὸν Σωφρόνιον πρὸς ὑμᾶς ἐξορμῶντα, ἡδέως αὐτῷ τὴν ἐπιστολὴν ἐπέθηκα<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπέδωκα</foreign> editi antiqi.</note> ταύτην, προσηγορίαν ὑμῖν κωμίζουσαν καὶ τὴν ἡμετέραν γνώμην δηλοῦσαν, ὅτι οὐ διαλιμπάνομεν τῇ τοῦ Θεοῦ χάριτι μεμνημένοι ὑμῶν, καὶ εὐχαριστοῦντες ὑπὲρ ὑμῶν τῷ Κυρίῳ ὅτι ἀγαθῆς ῥίζης ἀγαθὰ βλαστήματά ἐστε, ἔγκαρπα τοῖς ἀγαθοῖς ἔργοις, καὶ τῷ ὄντι ὡς κρίνα ἐν μέσῳ ἀκανθῶν. τὸ γὰρ ὑπὸ τοσαύτης διαστροφῆς τῶν παραφθειρόντων τὸν λόγον τῆς ἀληθείας περικυκλουμένας μὴ ἐνδοῦναι πρὸς τὰς ἀπάτας, μηδὲ τὸ ἀποστολικὸν τῆς πίστεως κήρυγμα καταλιπούσας πρὸς τὴν νῦν ἐπιπολάζουσαν καινοτομίαν<note xml:lang="eng"><foreign xml:lang="grc">κενοφωνίαν</foreign> E.</note> μετατεθῆναι, πῶς οὐχὶ μεγάλης μὲν πρὸς τὸν Θεὸν εὐχαριστίας ἄξιον, μεγάλους δὲ ὑμῖν ἐπαίνους δικαιότατα προξενεῖ; <pb n="v.2.p.200"/> εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα πεπιστεύκατε· μὴ προδῶτε ταύτην τὴν παρακαταθήκην· πατέρα τὴν πάντων ἀρχήν· Υἱὸν μονογενῆ, ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Θεόν, τέλειον ἐκ τελείου, εἰκόνα ζῶσαν, ὅλον δεικνύντα ἐν ἑαυτῷ τὸν Πατέρα· Πνεῦμα ἅγιον, ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον,<note xml:lang="eng"><foreign xml:lang="grc" n="lemma">ὕπαρξιν ἔχον</foreign><foreign xml:lang="grc">ὕπαρχον</foreign> quidam MSS.</note> τὴν πηγὴν τῆς ἁγιότητος, δύναμιν ζωῆς παρεκτικήν, χάριν τελειοποιόν, δι’ οὖ υἱοθετεῖται ἄνθρωπος, καὶ ἀπαθανατίζεται<note xml:lang="eng"><foreign xml:lang="grc">ἐπαθανατίζεται</foreign> editi antiqi.</note> τὸ θνητόν, συνημμένον Πατρὶ καὶ Υἱῷ κατὰ πάντα ἐν δόξῃ καὶ<note xml:lang="eng"><foreign xml:lang="grc">ἐν</foreign> add. E.</note> ἀϊδιότητι, ἐν δυνάμει καὶ βασιλείᾳ, ἐν δεσποτείᾳ καὶ θεότητι, ὡς καὶ ἡ τοῦ σωτηρίου βαπτίσματος παράδοσις μαρτυρεῖ. </p><p rend="align(indent)"> Οἱ δὲ κτίσμα λέγοντες ἢ τὸν Υἱὸν ἢ τὸ Πνεῦμα, ἢ ὅλως αὐτὸ<note xml:lang="eng"><foreign xml:lang="grc">αὐτούς</foreign> editi antiqi.</note> εἰς τὴν λειτουργικὴν καὶ δουλικὴν κατάγοντες τάξιν, μακράν εἰσι τῆς ἀληθείας, ὧν φεύγειν προσήκει τὰς κοινωνίας καὶ ἐκτρέπεσθαι τοὺς λόγους ὡς δηλητήρια ὄντα<note xml:lang="eng"><foreign xml:lang="grc">ὄντας</foreign> E.</note> ψυχῶν· ἐὰν δέ ποτε δῷ<note xml:lang="eng"><foreign xml:lang="grc">δώη</foreign> E.</note> ἡμῖν ὁ Κύριος γενέσθαι κατὰ ταὐτόν, πλατύτερον ὑμῖν τοὺς περὶ τῆς πίστεως ἐκθησόμεθα λόγους, ὥστε μετʼ ἀποδείξεων γραφικῶν καὶ τὸ τῆς ἀληθείας ἰσχυρὸν καὶ τὸ σαθρὸν τῆς αἱρέσεως ὑμᾶς ἐπιγνῶναι. </p></div></div></body></text></TEI>