Παραμυθητική τῇ ὁμοζύγῳ Ἀρινθαίου add. editi antiqi; πρὸς τινὰ θλίψεσιν ἀδικήτοις περιπεσόντα Regius secundus; τινὶ θλίψεσιν ἀδικήτοις περιπεσόντι Bigot. Εὐχῆς ἄξιον ἦν, πρώτην διαπεμπομένους ἐπιστολήν, εὐθυμοτέραν ἔχειν σχεῖν E. τὴν τῶν γραμμάτων ὑπόθεσιν. οὕτω γὰρ ἂν ἡμῖν τὰ κατὰ γνώμην ὑπῆρξε, διότι πᾶσι βουλόμεθα τοῖς ἐν εὐσεβείᾳ ζῇν προαιρουμένοις πάντα τὸν βίον εἰς ἀγαθὸν εὐοδοῦσθαι. ἀλλʼ ἐπειδὴ ὁ διοικῶν τὴν ζωὴν ἡμῶν Κύριος, κατὰ τὴν ἄρρητον αὐτοῦ σοφίαν πάντως πρὸς τὸ σύμφερον τῶν ψυχῶν τῶν ἡμετέρων ταῦτα ᾠκονόμησε γενέσθαι, δι’ ὧν σοι μὲν ὀδυνηρὰν κατέστησε τὴν ζωήν, ἡμᾶς δέ, τοὺς τῇ κατὰ Θεὸν ἀγάπῃ συνημμένους, εἰς συμπάθειαν ἤγαγε, μαθόντας παρὰ τῶν ἀδελφῶν ἡμῶν ἐν οἷς γέγονας, ἀναγκαῖον ἡμῖν ἐφάνη τὴν ἐνδεχομένην παράκλησιν προσαγαγεῖν σοι. εἰ μὲν οὖν ἦν δυνατὸν καὶ διαβῆναι μέχρι τοῦ τόπου ἐν ᾧ συμβαίνει διάγειν σου τὴν εὐγένειαν, περὶ παντὸς ἂν τοῦτο ἐποιησάμην. ἐπεὶ δὲ καὶ ἡ τοῦ σώματος ἀρρωστία καὶ τῶν συνεχόντων ἡμᾶς πραγμάτων τὸ πλῆθος καὶ αὐτὴν ταύτην ἣν ὑπέστημεν ὁδὸν ἐπὶ πολλῇ τῶν καθʼ ἡμᾶς ἐκκλησιῶν ζημίᾳ παρεσκεύασε, διὰ γραμμάτων ἐπισκέψασθαί σου τὴν σεμνότητα προεθυμήθημεν, ὑπομιμνήσκοντες, ὅτι αἱ θλίψεις αὗται οὐκ ἀργῶς τοῖς δούλοις τοῦ Θεοῦ παρὰ τοῦ ἐπισκοποῦντος ἡμᾶς Κυρίου γίνονται, ἀλλὰ ἐπὶ δοκιμασίᾳ τῆς ἀληθινῆς πρὸς τὸν κτίσαντα ἡμᾶς Θεὸν ἀγάπης. ὡς γὰρ τοὺς ἀθλητὰς οἱ τῶν ἀγώνων κάματοι τοῖς στεφάνοις προσάγουσιν, οὕτω καὶ τοὺς Χριστιανοὺς ἡ ἐν τοῖς αὐτοῖς add. editi antiqi. πειρασμοῖς δοκιμασία πρὸς τὴν τελείωσιν ἄγει, ἐὰν μετὰ τῆς πρεπούσης ὑπομονῆς ἐν εὐχαριστίᾳ πάσῃ τὰ οἰκονομούμενα παρὰ τοῦ Κυρίου καταδεξώμεθα. Ἀγαθότητι Δεσπότου διοικεῖται τὰ πάντα. οὐδὲν τῶν συμβαινόντων ἡμῖν ὡς λυπηρὸν ὑποδέχεσθαι χρή, κἂν πρὸς τὸ παρὸν ἅπτηται τῆς ἀσθενείας ἡμῶν. εἰ γὰρ καὶ τοὺς λόγους ἀγνοοῦμεν, καθʼ οὓς ἕκαστον τῶν γινομένων γιγνομένων E. ὡς καλὸν παρὰ τοῦ Δεσπότου ἡμῖν ἐπάγεται, ἀλλʼ ἐκεῖνο πεπεῖσθαι ὀφείλομεν, ὅτι πάντως συμφέρει τὸ γινόμενον ἢ ἡμῖν διὰ τὸν τῆς ὑπομονῆς μισθὸν ἢ τῇ παραληφθείσῃ ψυχῇ, ἵνα μή, ἐπὶ πλέον τῇ ζωῇ ταύτῃ ἐπιβραδύνασα τῆς ἐμπολιτευομένης τῷ βίῳ κακία ἀναπλησθῇ. εἰ μὲν γὰρ ἐν τῇ ζωῇ ταύτῃ ἡ τῶν Χριστιανῶν ἐλπὶς περιώριστο, εἰκότως χαλεπὸν ἂν ἐνομίσθη τὸ θᾶττον διαζευχθῆναι τοῦ σώματος· εἰ δὲ ἀρχὴ τοῦ ἀληθινοῦ βίου τοῖς κατὰ Θεὸν ζῶσίν ἐστι τὸ τῶν δεσμῶν τούτων τῶν σωματικῶν τὴν ψυχὴν ἐκλυθῆναι, τί λυπούμεθα, ὡς καὶ καί om. E οἱ μὴ ἔχοντες ἐλπίδα; παρακλήθητι οὖν μὴ ὑποπεσεῖν τοῖς πάθεσιν, ἀλλὰ δεῖξαι ὅτι ὑπέρκεισαι καὶ ὑπερῆρας. Σαταλεῦσι πολίταις Ἐγὼ τάς τε ἰδίας ὑμῶν παρακλήσεις καὶ τὰς τοῦ λαοῦ παντὸς δυσωπηθείς, καὶ ἐδεξάμην κατεδεξάμην Harl. τὴν φροντίδα τῆς καθʼ ὑμᾶς ἐκκλησίας, καὶ ὑπεσχόμην ὑμῖν ἐνώπιον Κυρίου μηδὲν ἐλλείψειν τῶν εἰς δύναμιν ἐμὴν ἡκόντων. διὸ ἠναγκάσθην, κατὰ τὸ γεγραμμένον, εἰρημένον Harl., Med. οἷον τῆς κόρης τοῦ ἐμοῦ ὀφθαλμοῦ ἅψασθαι. οὕτως τὸ ὑπέρβαλλον τῆς καθʼ ὑμᾶς τιμῆς οὐδενός μοι συνεχώρησεν εἰς μνήμην ἐλθεῖν, οὐ συγγενείας, οὐ τῆς ἐκ παιδὸς συνηθείας τῆς ὑπαρχούσης μοι πρὸς τὸν ἄνδρα, πρὸ τῶν παρʼ ὑμῶν αἰτηθέντων· ἀλλὰ πάντων μὲν τῶν ἰδίᾳ μοι ὑπαρχόντων πρὸς αὐτὸν εἰς οἰκειότητος λόγον ἐπιλαθόμενος, μὴ ὑπολογισάμενος δὲ μηδὲ τοῦ στεναγμοῦ τὸ πλῆθος, ὃ καταστενάξει μου ὁ λαὸς ὁ τὴν προστασίαν αὐτοῦ ζημιωθείς, μὴ πάσης αὐτοῦ τῆς συγγενείας τὸ δάκρυον, μὴ μητρὸς αὐτοῦ γηραιᾶς καὶ ἐπὶ μόνῃ τῇ παρʼ αὐτοῦ θεραπείᾳ σαλευούσης τὴν θλίψιν εἰς καρδίαν λαβών· πάντων ὁμοῦ τοιούτων ὄντων ἀλγεινῶν Med. καὶ τοσούτων ἀλογήσας, ἑνὸς ἐγενόμην, τοῦ τὴν ὑμετέραν ἐκκλησίαν κατακοσμῆσαι μὲν τῇ τοῦ τηλικούτου ἀνδρὸς προστασίᾳ, βοηθῆσαι δὲ αὐτῇ ἐκ τῆς χρονίας ἀπροστασίας εἰς γόνυ λοιπὸν κλιθείσῃ, καὶ πολλῆς καὶ δυνατῆς χειραγωγίας εἰς τὸ διαναστῆναι δεομένῃ. δεομένης editi antiqi. Τὰ μὲν οὖν ἡμέτερα τοιαῦτα. τὰ δὲ παρʼ ὑμῶς ἀπαιτοῦμεν λοιπὸν μὴ ἐλάττονα φανῆναι τῆν ἡμετέρας ἐλπίδος καὶ τῶν ὑποσχέσεων ἃς πεποιήμεθα τῷ ἀνδρί, ὅτι πρὸς οἰκείους καὶ φίλους αὐτὸν ἐξεπέμψαμεν, ἑκάστου ὑμῶν ὑπερβαλέσθαι τὸν ἕτερον ἐν τῇ περὶ τὸν ἄνδρα σπουδῇ καὶ ἀγάπῃ προθυμουμένου. ὅπως οὖν ἐπιδείξησθε ἐπιδείξεσθε editi antiqi. τὴν καλὴν ταύτην φιλοτιμίαν, καὶ τῷ ὑπερβάλλοντι τῆς θεραπείας παρακαλέσητε αὐτοῦ τὴν καρδίαν, ὥστε λήθην μὲν αὐτῷ ἐγγενέσθαι πατρίδος, λήθην δὲ συγγενῶν, συγγενείας editi antiqi. λήθην δὲ λαοῦ τοσοῦτον ἐξηρτημένου τῆς προστασίας αὐτοῦ ὅσον παιδίον νεαρὸν τῆς μητρῴας θηλῆς. Προαπεστείλαμεν δὲ Νικίαν, ὥστε τὰ γενόμενα φανερὰ καταστῆσαι τῇ τιμιότητι ὑμῶν, καὶ προλαβόντας ὑμᾶς ἑορτάζειν καὶ εὐχαριστεῖν τῷ Κυρίῳ τῷ δι’ ἡμῶν ἡμᾶς editi antiqi. καταξιώσαντι τὴν εὐχὴν ὑμῶν ἐκπληρωθῆναι. Σαταλεῦσιν ἀνεπίγραφος ἐπὶ ἐκκλησίᾳ E. Ἤγαγεν εἰς ἔργον ὁ Κύριος τοῦ λαοῦ αὐτοῦ αὐτοῦ om. E τὰ αἰτήματα, καὶ ἔδωκεν αὐτῷ διὰ τῆς ἡμετέρας ταπεινώσεως ποιμένα ἄξιον μὲν τοῦ ὀνόματος, καὶ οὐ κατὰ τοὺς πολλοὺς καπηλεύοντα τὸν λόγον, δυνάμενον δὲ καὶ ὑμῖν ἡμῖν editi antiqi. τοῖς τὴν ὀρθότητα τοῦ κηρύγματος ἀγαπῶσι καὶ τὴν κατʼ ἐντολὰς ἐντολήν E. τοῦ Κυρίου ζωὴν καταδεξαμένοις ἀρέσκειν καθʼ ὑπερβολὴν ἐν τῷ ὀνόματι ῥήματι editi antiqi. τοῦ Κυρίου τοῦ πληρώσαντος αὐτὸν τῶν πνευματικῶν αὐτοῦ χαρισμάτων. Μοδέστῳ ὑπάρχῳ Αὐτὸ τὸ γράφειν πρὸς ἄνδρα τοσοῦτον, κἂν μηδεμία πρόφασις ἑτέρα προσῇ, μέγιστόν ἐστι τῶν εἰς τιμὴν φερόντων τοῖς αἰσθανομένοις· διότι αἱ πρὸς τοὺς παμπληθὲς παμπληθεῖς editi antiqi. τῶν λοιπῶν ὑπερέχοντας ὁμιλίαι μεγίστην τοῖς ἀξιουμένοις τήν add. E. περιφάνειαν προξενοῦσιν. ἐμοὶ δʼ ὑπὲρ πατρίδος πάσης ἀγωνιῶντι ἀναγκαία πρὸς τὴν σὴν μεγαλόνοιαν ἡ ἔντευξις, ἧς ἱκετεύω πράως καὶ κατὰ τὸν σεαυτοῦ τρόπον ἀνασχέσθαι, καὶ χεῖρα ὀρέξαι τῇ πατρίδι ἡμῶν εἰς γόνυ ἤδη ἤδη om. E κλιθείσῃ. ἐλθούσῃ editi antiqi. ἔστι δὲ ὑπὲρ οὗ ἱκετεύομέν ἱκετεύωμεν E. σε τὸ πρᾶγμα τοιοῦτον. Τοὺς τῷ Θεῷ ἡμῶν ἱερωμένους, πρεσβυτέρους καὶ διακόνους, ὁ παλαιὸς κῆνσος ἀτελεῖς ἀφῆκεν. ἀφῆκαν editi antiqi. οἱ δὲ νῦν ἀπογραψάμενοι, ὡς οὐ λαβόντες παρὰ τῆς ὑπερφυοῦς σου ἐξουσίας πρόσταγμα, προστάματα E. Harl. ἀπεγράψαντο, πλὴν εἰ μὴ πού τινες ἄλλως εἶχον ὑπὸ τῆς ἡλικίας τὴν ἄφεσιν. δεόμεθα οὖν μνημόσυνον τῆς σῆς εὐεργεσίας τοῦτο ἡμῖν ἀφεθῆναι, ἐναφεθῆναι editi antiqi. παντὶ τῷ ἐπιόντι χρόνῳ ἀγαθὴν περὶ σοῦ μνήμην διαφύλαττον, καὶ συγχωρηθῆναι κατὰ τὸν παλαιὸν νόμον τῆς συντελείας τοὺς ἱερατεύοντας· τῆς . . . ἱερατεύοντας τὴν συντελείαν τοῖς ἱερατεύουσι E. καὶ μὴ εἰς πρόσωπον τῶν νῦν καταλαμβανομένων γενέσθαι τὴν ἄφεσιν (οὕτω γὰρ εἰς τοὺς διαδόχους ἡ χάρις μεταβήσεται, οὓς οὐ πάντως συμβαίνει τοῦ ἱερατεύειν ἀξίους εἶναι), ἀλλὰ κατὰ τὸν ἐν τῇ ἐλευθέρᾳ ἀπογραφῇ τύπον κοινήν τινα συγχώρησιν κληρικῶν γενέσθαι, ὥστε ὑπὸ τῶν οἰκονομούντων τὰς ἐκκλησίας τοῖς ἑκάστοτε λειτουργοῦσι τὴν ἀτέλειαν δίδοσθαι. Ταῦτα καὶ τῇ σῇ μεγαλοφυΐᾳ ἀθάνατον τὴν ἐπὶ τοῖς ἀγαθοῖς δόξαν διαφυλάξει, καὶ τῷ βασιλικῷ οἴκῳ πολλοὺς τοὺς ὑπερευχομένους παρασκευάσει, καὶ αὐτοῖς τοῖς δημοσίοις μέγα παρέξει ὄφελος, ἡμῶν οὐ πάντως τοῖς κληρικοῖς, ἀλλὰ τοῖς ἀεὶ καταπονουμένοις τὴν ἀπὸ τῆς ἀτελείας παραμυθίαν παρεχομένων· ὅπερ ὥσπερ editi antiqi. οὖν καὶ ἐπὶ τῆς ἐλευθερίας ἐλευθέρας E. ποιοῦμεν, ὡς ἔξεστι γνῶναι τῷ βουλομένῳ. Διακόνοις θυγατράσι Τερεντίου Κόμητος Φερεντίου κόμητος editi antiqi. περὶ πίστεως add. quidam MSS. Ἐγὼ καὶ Σαμοσάτοις ἐπιστὰς προσεδόκησα συντεύξαθαι τῇ κοσμιότητι ὑμῶν· καὶ ἐπειδὴ διήμαρτον τῆς συντυχίας, οὐ μετρίως ἤνεγκα τὴν ζημίαν, λογιζόμενος πότε εἴη ἢ ἐμοὶ δυνατὸν πάλιν πλησιάσαι τοῖς καθʼ ὑμᾶς χωρίοις ἢ εἰ add. E. ὑμῖν ἢ ὑμῖν ἤ εἰ ὑμῖν editi antiqi. αἱρετὸν τὴν ἡμετέραν καταλαβεῖν. ἀλλʼ ἐκεῖνα μὲν κείσθω ἐν τῷ θελήματι τοῦ Κυρίου. Τὸ δὲ νῦν ἔχον, ἐπειδὴ εὗρον τὸν υἱὸν Σωφρόνιον πρὸς ὑμᾶς ἐξορμῶντα, ἡδέως αὐτῷ τὴν ἐπιστολὴν ἐπέθηκα ἐπέδωκα editi antiqi. ταύτην, προσηγορίαν ὑμῖν κωμίζουσαν καὶ τὴν ἡμετέραν γνώμην δηλοῦσαν, ὅτι οὐ διαλιμπάνομεν τῇ τοῦ Θεοῦ χάριτι μεμνημένοι ὑμῶν, καὶ εὐχαριστοῦντες ὑπὲρ ὑμῶν τῷ Κυρίῳ ὅτι ἀγαθῆς ῥίζης ἀγαθὰ βλαστήματά ἐστε, ἔγκαρπα τοῖς ἀγαθοῖς ἔργοις, καὶ τῷ ὄντι ὡς κρίνα ἐν μέσῳ ἀκανθῶν. τὸ γὰρ ὑπὸ τοσαύτης διαστροφῆς τῶν παραφθειρόντων τὸν λόγον τῆς ἀληθείας περικυκλουμένας μὴ ἐνδοῦναι πρὸς τὰς ἀπάτας, μηδὲ τὸ ἀποστολικὸν τῆς πίστεως κήρυγμα καταλιπούσας πρὸς τὴν νῦν ἐπιπολάζουσαν καινοτομίαν κενοφωνίαν E. μετατεθῆναι, πῶς οὐχὶ μεγάλης μὲν πρὸς τὸν Θεὸν εὐχαριστίας ἄξιον, μεγάλους δὲ ὑμῖν ἐπαίνους δικαιότατα προξενεῖ; εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα πεπιστεύκατε· μὴ προδῶτε ταύτην τὴν παρακαταθήκην· πατέρα τὴν πάντων ἀρχήν· Υἱὸν μονογενῆ, ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Θεόν, τέλειον ἐκ τελείου, εἰκόνα ζῶσαν, ὅλον δεικνύντα ἐν ἑαυτῷ τὸν Πατέρα· Πνεῦμα ἅγιον, ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον, ὕπαρξιν ἔχον ὕπαρχον quidam MSS. τὴν πηγὴν τῆς ἁγιότητος, δύναμιν ζωῆς παρεκτικήν, χάριν τελειοποιόν, δι’ οὖ υἱοθετεῖται ἄνθρωπος, καὶ ἀπαθανατίζεται ἐπαθανατίζεται editi antiqi. τὸ θνητόν, συνημμένον Πατρὶ καὶ Υἱῷ κατὰ πάντα ἐν δόξῃ καὶ ἐν add. E. ἀϊδιότητι, ἐν δυνάμει καὶ βασιλείᾳ, ἐν δεσποτείᾳ καὶ θεότητι, ὡς καὶ ἡ τοῦ σωτηρίου βαπτίσματος παράδοσις μαρτυρεῖ. Οἱ δὲ κτίσμα λέγοντες ἢ τὸν Υἱὸν ἢ τὸ Πνεῦμα, ἢ ὅλως αὐτὸ αὐτούς editi antiqi. εἰς τὴν λειτουργικὴν καὶ δουλικὴν κατάγοντες τάξιν, μακράν εἰσι τῆς ἀληθείας, ὧν φεύγειν προσήκει τὰς κοινωνίας καὶ ἐκτρέπεσθαι τοὺς λόγους ὡς δηλητήρια ὄντα ὄντας E. ψυχῶν· ἐὰν δέ ποτε δῷ δώη E. ἡμῖν ὁ Κύριος γενέσθαι κατὰ ταὐτόν, πλατύτερον ὑμῖν τοὺς περὶ τῆς πίστεως ἐκθησόμεθα λόγους, ὥστε μετʼ ἀποδείξεων γραφικῶν καὶ τὸ τῆς ἀληθείας ἰσχυρὸν καὶ τὸ σαθρὸν τῆς αἱρέσεως ὑμᾶς ἐπιγνῶναι.