ὅταν δὲ ἐπὶ μοχθηροὺς ἄνδρας ἔλθωσι, τὴν μίμησιν ταύτην ἔλθωσι τῇ μιμήσει, ταῦτα Colb. duo et Reg. primus; ἔλθωσι, τὴν μίμησιν ταύτην codex a Combefisio collatus; ἔλθωσι τῇ μιμήσει, ταύτην editi antiqui. δεῖ φεύγειν, ἐπιφρασσομένους τὰ ὦτα, οὐχ ἧττον ἢ τὸν Ὀδυσσέα φασὶν ἐκεῖνοι τὰ τῶν Σειρήνων μέλη. ἡ γὰρ πρὸς τοὺς φαύλους τῶν λόγων συνήθεια, ὁδός τίς ἐστιν ἐπὶ τὰ πράγματα. διὸ δὴ πάσῃ φυλακῇ τὴν ψυχὴν τηρητέον, μὴ διὰ τῆς τῶν λόγων ἡδονῆς παραδεξάμενοί τι λάθωμεν τῶν χειρόνων, ὥσπερ οἱ τὰ δηλητήρια μετὰ τοῦ μέλιτος προσιέμενοι.