Εὑρεῖν δὲ αὐτῆς καὶ τὴν ἐπιφάνειαν. ποίει οὕτως· τα ιγ ἐφʼ ἑαυτά, γίνονται ρξθ· ταῦτα καθολικῶς τετράκις, γίνονται χοϚ· ταῦτα ἑνδεκάκις, γίνονται ζυλϚ· τούτων τὸ ιδʹ, φλα ζ΄. τοσοῦτον ἔσται ἡ ἐπιφάνεια. Ἡμισφαίριον μετρῆσαι οὗ ἡ διάμετρος ιγ· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὕτως· τὰ ιγ κύβισον) γίνονται βρ ??ζ· ταῦτα ἐνδεκάκις, γίνονται β. δρξζ· τοῦ αὐτοῦ μβʹ, γίνονται φοε δ η΄. τοσοῦτον τὸ στερεόν.