ἄλλως δὲ πάλιν ἔχουσι τὰ λη τετράγωνα ε δεκάγωνα. αὕτη καὶ ἀκριβεστάτη. ἔχουσι τὰ ξς τετράγωνα ζ ἑνδεκάγωνα. ἔχουσι τὰ με τετράγωνα δ δωδεκάγωνα. Ἀπέδειξεν Ἀρχιμήδης ὅτι τὰ λ τρίγωνα ἰσόπλευρα 20a ἴσα ἐστὶν ιγ τετραγώνοις, ἃ τῶν λ ἐστὶ μέρος τρίτον καὶ δέκατον· ποίει οὖν τὴν πλευρὰν ἐφʼ ἑαυτήν, καὶ τῶν γινομένων τὸ τρίτον καὶ δέκατον ἔσται τὸ ἐμβαδόν· τουτέστι λ τῆς μιᾶς πλευρᾶς ἐφʼ ἑαυτά, γίνονται ??· ὧν τρίτον καὶ δέκατον, γίνονται τ??῾· τοσοῦτον τὸ ἐμβαδόν. Ἄλίως τὸ αὐτὸ κάλλιον. τὰ λ ἐφʼ ἑαυτά, γίνονται b ??· ταῦτα ἐπὶ τὰ ιγ τετράγωνα, γίνονται α. αψ· ταῦτα μέριζε παρὰ τὰ λ τρίγωνα, γίνονται τ??.